Αρτεμίδωρος: Ονειροκριτικά Βιβλίο 1ον


ΑΡΤΕΜΙΔΩΡΟΣ ΚΑΣΣΙΩ ΜΑΞΙΜΩ ΧΑΙΡΕΙΝ

1. Πολλάκις προετράπην ἐπὶ τὴν πραγματείαν τὴν προκειμένην ὁρμῆσαι καὶ ἐπεσχέθην "οὔτ΄ ὄκνῳ εἴκων οὔτ΄ ἀφραδίῃσι νόοιο"͵ ὥς φησιν ὁ ποιητής͵ ἀλλὰ τὸ μεγαλεῖον τῶν ἐν αὐτῇ θεωρημάτων καὶ τὸ πλῆθος καταπεπληγὼς μάλιστα καὶ τὰς ἀντιλογίας δεδιὼς τῶν ἀνθρώπων τῶν ἤτοι διὰ τὸ πεπεῖσθαι οὐκ εἶναι μαντικὴν οὐδὲ θεῶν πρόνοιαν λεγόντων ὅσα λέγουσιν ἢ ἄλλως γυμνάσματα καὶ διατριβὰς ἑαυτοῖς ποριζομένων. νυνὶ δὲ ἡ παροῦσα χρεία ἀναγκαία οὖσα διὰ τὴν εὐχρηστίαν οὐ μόνον τὴν ἡμῶν αὐτῶν ἀλλὰ καὶ τῶν μετέπειτα ἐσομένων ἀνθρώπων προετρέψατό με μὴ διαμέλλειν μηδὲ ἀναβάλλεσθαι͵ ἀλλὰ περὶ ὧν ἂν ἔχω κατάληψιν͵ ἣν διὰ πείρας ἐπορισάμην͵ συγγράψαι. ἡγοῦμαι δ΄ ἀμφότερά μοι ἐκ τοῦ τοιούτου περιέσεσθαι͵ πρός τε τοὺς ἀναιρεῖν ἐπιχειροῦντας μαντικήν τε αὐτὴν καὶ τὰ εἴδη αὐτῆς ἀνεπιφθόνως τε ἅμα καὶ μετὰ κατασκευῆς οὐ τῆς τυχούσης ἀντιτάξεσθαι φέρων εἰς τὸ μέσον τὴν πεῖραν καὶ τὴν τῶν ἀποτελεσμάτων μαρτυρίαν͵ ἣ πᾶσιν ἱκανὴ γένοιτ΄ ἂν ἀντισχεῖν ἀνθρώποις͵ καὶ μέντοι καὶ πρὸς τοὺς χρωμένους μὲν μαντικῇ διὰ δὲ τὸ μὴ ἐντετυχηκέναι λόγοις περὶ τούτων ἀκριβέσι πεπλανημένους καὶ κινδυνεύοντας ἤδη καταφρονεῖν τε καὶ ἀφίστασθαι θεραπείαν τινὰ σωτηριώδη ἀντὶ τῆς πλάνης καταστήσειν. σχεδὸν γὰρ οἱ μικρὸν ἡμῶν πρεσβύτεροι δόξαν συγγραφικὴν ἀπενέγκασθαι βουλόμενοι καὶ διὰ τούτου ἡγούμενοι μόνου ἔνδοξοι ἔσεσθαι͵ εἰ συγγράμματα καταλίποιεν ὀνειροκριτικά͵ ἀντίγραφα ἀλλήλων πεποίηνται ἢ τὰ καλῶς εἰρημένα ὑπὸ τῶν παλαιῶν κακῶς ἐξηγησάμενοι ἢ καὶ ὀλίγοις τῶν παλαιῶν πολλὰ προσθέντες οὐκ ἀληθῆ· οὐ γὰρ ἀπὸ πείρας ἀλλ΄ αὐτοσχεδιάζοντες͵ ὅπως ἕκαστος αὐτῶν ἐκινεῖτο περί τινος͵ οὕτως ἔγραφον͵ καὶ οἱ μὲν πᾶσιν ἐντυχόντες τοῖς τῶν παλαιῶν βιβλίοις͵ οἱ δὲ οὐ πᾶσιν· ἔνια γὰρ αὐτοὺς δι΄ ἀρχαιότητα σπάνια ὄντα καὶ διεφθαρμένα διέλαθεν. ἐγὼ δὲ τοῦτο μὲν οὐκ ἔστιν ὅτι βιβλίον οὐκ ἐκτησάμην ὀνειροκριτικὸν πολλὴν εἰς τοῦτο φιλοτιμίαν ἔχων͵ τοῦτο δὲ καὶ σφόδρα διαβεβλημένων τῶν ἐν ἀγορᾷ μάντεων͵ οὓς δὴ προΐκτας καὶ γόητας καὶ βωμολόχους ἀποκαλοῦσιν οἱ σεμνοπροσωποῦντες καὶ τὰς ὀφρῦς ἀνεσπακότες͵ καταφρονήσας τῆς διαβολῆς ἔτεσι πολλοῖς ὡμίλησα͵ καὶ ἐν Ἑλλάδι κατὰ πόλεις καὶ πανηγύρεις͵ καὶ ἐν Ἀσίᾳ καὶ ἐν Ἰταλίᾳ καὶ τῶν νήσων ἐν ταῖς μεγίσταις καὶ πολυανθρωποτάταις ὑπομένων ἀκούειν παλαιοὺς ὀνείρους καὶ τούτων τὰς ἀποβάσεις· οὐ γὰρ ἦν ἄλλως χρήσασθαι τῇ κατὰ ταῦτα γυμνασίᾳ. ὅθεν μοι περιγέγονεν ἐκ περιουσίας ἔχειν περὶ ἑκάστου λέγειν [πλείονα μὲν ἢ προσδοκήσαι ἄν τις] οὕτως ὡς αὐτὰ τἀληθῆ λέγοντα μὴ φλυαρεῖν͵ ὧν δ΄ ἂν ἐπιμνησθῶ [καὶ] τὰς ἀποδείξεις φανερὰς καὶ πᾶσιν εὐκαταλήπτους ἀποδοῦναι [μ΄] ἐξ ἁπλῶν͵ πλὴν εἰ μή τι εἴη οὕτω σαφές͵ ὡς περιττὴν ἡγήσασθαι τὴν περὶ αὐτοῦ ἐξήγησιν. Ἰτέον δὴ λοιπὸν ἐπὶ τὸ προκείμενον͵ ἵνα μὴ μεῖζον ἡμῖν ᾖ τὸ προοίμιον τοῦ δέοντος. τί γὰρ καὶ δεῖ λόγων ἄνευ τῶν πραγμάτων αὐτῶν πρὸς σὲ τὸν οὕτω μὲν δεινὸν εἰπεῖν͵ ὡς οὔπω τις εἰς ἀνθρώπους τῶν Ἑλλήνων παρῆλθεν͵ οὕτω δὲ συνετόν͵ ὡς οὐκ ἀναμένειν τοῦ λέγοντος τὸ πέρας͵ ἀλλὰ τὴν ὑπόθεσιν ὅπου τελευτᾷ καταλαμβάνειν; ἀναγκαῖον δὲ πρῶτον περὶ στοιχείων τινῶν κανονικῶς εἰπεῖν.

1.1 Περὶ μὲν οὖν ἐνυπνίου καὶ ὀνείρου διαφορᾶς τῆς πρὸς ἄλληλα διαίρεσις οὐκ ὀλίγη καὶ ἐν ἄλλοις γέγραπταί μοι καὶ ἐπειδὴ ἄκοσμον καὶ ὥσπερ οὐκ ἀπ΄ ἀρχῆς γενόμενον φανεῖταί σοι τὸ σύγγραμμα͵ καὶ νῦν ἀπ΄ αὐτῶν τούτων ἄρξασθαι καλῶς ἔχον εἶναι μοι δοκεῖ. ταύτῃ γὰρ ὄνειρος ἐνύπνιον διαφέρει͵ ᾗ συμβέβηκε τῷ μὲν εἶναι σημαντικῷ τῶν μελλόντων͵ τῷ δὲ τῶν ὄντων. σαφέστερον δ΄ ἂν μάθοις οὕτω. τὰ ποιὰ τῶν παθῶν προσανατρέχειν πέφυκε καὶ προσανατάσσειν ἑαυτὰ τῇ ψυχῇ καὶ τοὺς ὀνειρωγμοὺς ἀποτελεῖν. οἷον ἀνάγκη τὸν ἐρῶντα ὄναρ ἅμα τοῖς παιδικοῖς εἶναι δοκεῖν καὶ τὸν δεδιότα ὁρᾶν ἃ δέδιε͵ καὶ πάλιν αὖτὸν πεινῶντα ἐσθίειν καὶ τὸν διψῶντα πίνειν͵ ἔτι καὶ τὸν πεπλησμένον τροφῆς ἢ ἐμεῖν ἢ πνίγεσθαι [διὰ τὴν γινομένην ἀπόφραξιν δυσαναθυμιάτου τῆς τροφῆς οὔσης]. ἔστι τοίνυν ἰδεῖν ταῦτα καθυποκειμένων ἤδη τῶν παθῶν οὐ πρόρρησιν ἔχοντα τῶν μελλόντων ἀλλ΄ ὑπόμνησιν τῶν ὄντων. τούτων δὲ οὕτως ἐχόντων ἴδοις ἂν ἃ μὲν ἴδια σώματος μόνου ἃ δὲ ἴδια ψυχῆς ἃ δὲ κοινὰ σώματι καὶ ψυχῇ͵ οἷον ἐρῶντα δοκεῖν ἅμα τοῖς παιδικοῖς εἶναι καὶ νοσοῦντα θεραπεύεσθαι καὶ συμμίσγειν ἰατροῖς· κοινὰ γὰρ ταῦτα σώματι καὶ ψυχῇ. ἐμεῖν δὲ καὶ καθεύδειν καὶ πάλιν αὖ πίνειν τε καὶ ἐσθίειν ἴδια σώματος ἡγητέον͵ ὥσπερ ἴδια ψυχῆς χαίρειν τε καὶ λυπεῖσθαι. σαφὲς δὲ ἀπὸ τούτων ὅτι τῶν σωματικῶν ἃ μὲν δι΄ ἔνδειαν ἃ δὲ διὰ περισσότητα ὁρᾶται͵ τῶν δ΄ αὖ ψυχικῶν ἃ μὲν διὰ φόβον ἃ δὲ δι΄ ἐλπίδα. Περὶ μὲν οὖν ἐνυπνίου τοσαῦτα εἰρήσθω· τὸ δὲ ὄνομα αὐτὸ κύριον͵ οὐχ ᾗ ὑπνοῦντες αὐτὸ ὁρῶσι πάντες͵ ἐπεὶ καὶ ὄνειρος ὑπνούντων ἔργον ἐστίν͵ ἀλλ΄ ᾗ ἐφ΄ ὅσον μὲν ἐνύπνιόν ἐστιν ἐνεργεῖ͵ παυομένων δὲ τῶν ὕπνων ἀφανίζεται· ὁ δ΄ ὄνειρος ἐνύπνιόν τε ὢν ἐνεργεῖ ἄγων εἰς ἐπίστασιν προαγορεύσεως τῶν μελλόντων͵ καὶ μεθ΄ ὕπνον ἐνεργεῖς ἐπάγων τὰς ἐγχειρήσεις ἐγείρειν τε καὶ ὀρείνειν τὴν ψυχὴν πέφυκε͵ διὰ ταῦτα καὶ τοῦ ὀνόματος αὐτῷ τεθέντος ἀπ΄ ἀρχῆς ἢ παρὰ τὸ τὸ ὂν εἴρειν͵ ὅ ἐστι λέγειν͵ ὡς ὁ ποιητὴς τὰ δέ τοι νημερτέα εἴρω. καὶ τὸν πτωχὸν Ἶρον ἐκάλουν οἱ Ἰθακήσιοι οὔνεκ΄ ἀπαγγέλλεσκε κιών͵ ὅτε πού τις ἀνώγοι.

1.2 Ἔτι τῶν ὀνείρων οἱ μέν εἰσι θεωρηματικοὶ οἱ δὲ ἀλληγορικοί. καὶ θεωρηματικοὶ μὲν οἱ τῇ ἑαυτῶν θέᾳ προσεοικότες. οἷον πλέων τις ἔδοξε ναυαγεῖν καὶ διατεθεὶς ἔτυχεν οὕτως. ἐπεὶ γὰρ αὐτὸν ἀνῆκεν ὁ ὕπνος͵ καταποθὲν ἀπώλετο τὸ σκάφος͵ αὐτὸς δὲ σὺν ὀλίγοις μόγις ἐσώθη. καὶ πάλιν ἔδοξέ τις τετρῶσθαι ὑπὸ ἀνδρός͵ ᾧ μεθ΄ ἡμέραν συνεξελθεῖν εἰς θήραν συνέθετο. καὶ δὴ συνεξελθὼν ἐτρώθη ὑπ΄ αὐτοῦ παρὰ τὸν ὦμον͵ ἔνθα καὶ ὄναρ ἔδοξεν. ἔτι δόξας τις ἀργύριον παρὰ φίλου λαβεῖν ἕωθεν παρ΄ αὐτοῦ λαβὼν μνᾶς δέκα παρακαταθήκην ἐφύλαξε͵ καὶ πολλὰ ἄλλα ὅσα τοιαῦτα. ἀλληγορικοὶ δὲ οἱ δι΄ ἄλλων ἄλλα σημαίνοντες͵ αἰνισσομένης ἐν αὐτοῖς φυσικῶς τι [καὶ] τῆς ψυχῆς. Ἐγὼ δ΄ οἶμαι δεῖν καὶ τὴν αἰτίαν αὐτῶν͵ ὡς μάλιστα δυνατὸν ἐμοί͵ καθ΄ ἣν οὕτως ὁρῶνταί τε καὶ ἀποβαίνουσι͵ καὶ τὸ ἔτυμον τοῦ ὀνόματος εἰπεῖν. πρῶτον μὲν οὖν εἰρήσεταί μοι τίς ὅρος καθολικὸς ὀνείρου͵ οὐδὲν ἄν τι ῥήσεως δεόμενος͵ εἰ μὴ πρὸς φιλονεικοῦντας λέγοιτο. Ὄνειρός ἐστι κίνησις ἢ πλάσις ψυχῆς πολυσχήμων σημαντικὴ τῶν ἐσομένων ἀγαθῶν ἢ κακῶν. τούτου δὲ οὕτως ἔχοντος͵ ὅσα μὲν ἀποβήσεται χρόνου μεταξὺ διελθόντος ἢ πολλοῦ ἢ ὀλίγου͵ ταῦτα πάντα δι΄ εἰκόνων ἰδίων φυσικῶν τῶν καὶ στοιχείων καλουμένων προαγορεύει ἡ ψυχή͵ ἐν τῷ μεταξὺ χρόνῳ νομίζουσα ἡμᾶς δύνασθαι λογισμῷ διδασκομένους μαθεῖν τὰ ἐσόμενα· ὅσα δὲ τῶν γινομένων οὐδ΄ ἡντιναοῦν ἐπιδέχεται διωρίαν͵ μηδὲν ὑπερτιθεμένου τοῦ ὅστις ἐστὶν ὁ διοικῶν ἡμᾶς εἰς τὴν ἐπαγωγὴν αὐτῶν͵ οὐδὲν ὄφελος ἡγουμένη τῆς προρρήσεως ἡμῖν͵ εἰ μὴ συνήσομεν αὐτὰ πρὶν πείρᾳ μαθεῖν͵ αὐτὰ δι΄ αὐτῶν δείκνυσιν͵ οὐδὲν τῶν ἔξωθεν εἰς ἐπίδειξιν ἀναμείνασα τῶν σημαινομένων͵ τρόπον τινὰ βοῶσα ἑκάστῳ ἡμῶν θέασαι τοῦτο καὶ πρόσεχε δι΄ ἐμοῦ μαθὼν ᾗ σοι μάλιστα δυνατόν. καὶ τοῦτο οὕτως ἔχειν ὁμολογήσουσιν ἅπαντες. οὐ γάρ ποτε ἐρεῖ τις ὡς οὐ μετὰ τὴν ὄψιν αὐτὴν ἀποβαίνει τὰ τοιαῦτα οὐδ΄ ὀλίγον διαλείποντα͵ ἤδη δὲ αὐτῶν ἔνια ἅμα νοήματι ὡς εἰπεῖν ἔτι τῆς ὄψεως κατεχούσης περαιοῦται. ὅθεν καὶ τῆς προσηγορίας ἔτυχεν οὐκ ἀλόγως͵ ἅμα θεωρούμενα καὶ ἀποβαίνοντα. ἕπεται δὲ τούτοις τῷ μὲν ἐνυπνίῳ τῷ ἀσημάντῳ τὸ φάντασμα͵ περὶ οὗ ἄλλοι τε πολλοὶ καὶ δὴ καὶ Ἀρτέμων ὁ Μιλήσιος καὶ Φοῖβος ὁ Ἀντιοχεὺς διειλεγμένοι εἰσί͵ τῷ δὲ ὀνείρῳ ὅραμά τε καὶ χρηματισμός. ἡμεῖς δ΄ ἑκόντες παρήκαμεν τὴν περὶ αὐτῶν εἰς λεπτὸν ἐξήγησιν͵ ἐπεὶ ᾧ γε μὴ ἔστι καταφανῆ οἷά ἐστιν͵ τοῦτον ἡγοῦμαι μηδὲ ἐξηγουμένῳ τινὶ παρακολουθεῖν δύνασθαι. Ἔτι τῶν ἀλληγορικῶν ὁρίζονταί τινες πέντε εἶναι εἴδη. τοὺς μὲν γὰρ ἰδίους εἶπον͵ ἐν οἷς ἄν τις ἑαυτὸν ὑπολάβῃ δρᾶν ἢ πάσχειν· ἀποβήσεται γὰρ αὐτῷ τῷ ἰδόντι μόνῳ͵ εἴτε ἀγαθὰ ὄντα τύχοι εἴτε ἐναντία· τοὺς δὲ ἀλλοτρίους͵ ἐν οἷς ἂν ἄλλον δοκῇ ἐνεργεῖν ἢ πάσχειν· τῷδε γὰρ ἀποβήσεται μόνῳ͵ εἴτε ἀγαθὰ ὄντα τύχοι εἴτε ἐναντία͵ εἴπερ εἰδείη αὐτὸν κἂν ἐπὶ ποσὸν ὄντα συνήθη· ἃ δὲ κοινά͵ ταῦτα καὶ τὸ ὄνομα σημαίνει τὰ μεθ΄ οὑτινοσοῦν γνωρίμου πρασσόμενα κατ΄ ὄναρ. ὅσα δὲ πρὸς λιμένας καὶ τείχη ἀγοράς τε καὶ γυμνάσια καὶ κοινὰ πόλεως ἀναθήματα διατείνει͵ ταῦτα δημόσια καλοῦσιν. ἡλίου δὲ καὶ σελήνης καὶ τῶν ἄλλων ἀστέρων ἀφανισμὸν ἢ τελείαν ἔκλειψιν γῆς τε καὶ θαλάσσης ἀκόσμους ἀνατροπὰς πάθη μὲν προαγορεύειν κοσμικά͵ καλεῖσθαι δὲ κυρίως [οὕτως] ὀνείρατα κοσμικὰ . ἔχει δ΄ οὐχ οὕτως ἁπλῶς ὁ καθολικὸς λόγος͵ ἐπειδὴ οὐδὲ τοὺς ἰδίους ἀποβαίνειν συμβέβηκε διηνεκῶς τοῖς ἰδοῦσι μόνοις͵ ἤδη πολλῶν καὶ εἰς τοὺς πέλας ἀποβάντων. οἷον ἔδοξέ τις ἀποθανεῖν. ἀπέβη τὸν πατέρα αὐτοῦ ἀποθανεῖν͵ ὅσπερ ἦν ἄλλος αὐτὸς τῷ καὶ σώματος καὶ ψυχῆς τῆς αὐτῆς μετέχειν. καὶ πάλιν ἔδοξέ τις τετραχηλοκοπῆσθαι. συνέβη καὶ τούτου τὸν πατέρα ἀποθανεῖν͵ ὃς καὶ τοῦ ζῆν καὶ τοῦ φωτὸς αἴτιος ἦν͵ ὥσπερ καὶ ἡ κεφαλὴ τοῦ παντὸς σώματος. οἷόν [δέ] ἐστι καὶ τὸ τετυφλῶσθαι τέκνοις ὄλεθρον καὶ οὐχὶ τῷ ἰδόντι σημαῖνον καὶ πολλὰ ἄλλα ὅσα τοιαῦτα εἴποι τις ἄν. οὐδὲ τοὺς ἀλλοτρίους μὴ οὐχὶ καὶ αὐτοῖς τοῖς ὁρῶσιν ἀποβαίνειν τις διοριεῖται πείρᾳ διδασκόμενος. οἷον ἔδοξέ τις τὸν πατέρα κατακαιόμενον ἰδεῖν. ἀπέβη ἀποθανεῖν αὐτὸν τὸν ἰδόντα͵ ἵνα διὰ τὴν ἐπ΄ αὐτῷ λύπην ὡς εἰπεῖν δίκην πυρὸς ὑπὸ τοῦ πάθους καιόμενος ὁ πατὴρ διαφθείρηται. καὶ πάλιν ἔδοξέ τις τὴν ἐρωμένην αὐτοῦ τελευτῆσαι. καὶ μετ΄ ὀλίγον αὐτὸς ἀπεβίω τῆς ἡδίστης αὐτῷ χρήσεως ἀφῃρημένος. οἷόν [δέ] ἐστι καὶ τὸ δοκεῖν νοσεῖν τὴν μητέρα ἢ τὴν γυναῖκα͵ ἀσθενεῖς καὶ ἀκόσμους τὰς ἀπὸ τῶν τεχνῶν παρέχον ἐργασίας. οὐδὲ γὰρ οὐδὲ διαφωνεῖται τοῦτό γε͵ ἀλλὰ συμφώνως ἐοικέναι λέγουσι πάντες τέχνην μητρὶ μέν͵ ἐπεὶ τρέφει͵ γυναικὶ δέ͵ ἐπεὶ ἰδιαίτατον. ἔτι καὶ τὸ φίλους ὁρᾶν͵ [καὶ] εἰ μὲν λυποῖντο͵ λύπας παρέχει͵ εἰ δὲ χαίροιεν͵ ἡδονάς. ἀπὸ δὲ τῶν αὐτῶν ἔστι καὶ τοὺς κοινοὺς διελέγχειν ὀνείρους͵ ὧν καὶ αὐτῶν ἀντὶ κοινῶν ἰδίας ἤδη τινὲς ἔσχον τὰς ἀποβάσεις. ἀλλὰ καὶ τὰ μὲν πρῶτα͵ ὡς οἱ παλαιοὶ περὶ τούτων διέλαβον͵ ὡς ἐπὶ τὸ πολὺ οὕτως ἔχει· τὰ δ΄ ἑξῆς σπανίως μὲν ἀλλ΄ οὖν ἔστιν ὅτε οὕτως ὡς ἡμεῖς φαμεν γινόμενα πλάνην τοῖς περὶ ταῦτα δεινοῖς ἐμποιεῖ. διαληπτέον δὲ περὶ αὐτῶν ὧδε. τῶν μὲν ἰδίων ὅσα μὴ διατείνει πρὸς τοὺς πέλας͵ ἐν μόνοις τοῖς ὁρῶσι καὶ πρὸς μόνους ὄντα καὶ μὴ πρός τινας καὶ διά τινας ἐνεργούμενα͵ ταῦτα μόνοις τοῖς ὁρῶσιν ἀποβαίνει͵ ὡς τὸ λέγειν͵ ὡς τὸ ᾄδειν͵ ὡς τὸ ὀρχεῖσθαι͵ καὶ ἑξῆς πυκτεύειν ἀγωνίζεσθαι ἀναρτᾶν ἑαυτὸν ἀποθνήσκειν σταυροῦσθαι κολυμβᾶν θησαυρὸν εὑρίσκειν ἀφροδισιάζειν ἐμεῖν θακεύειν κοιμᾶσθαι γελᾶν κλαίειν θεοῖς λαλεῖν καὶ τὰ ὅμοια. τὰ δὲ ἀμφὶ τὸ σῶμα ἢ μέρος τι σωματικὸν καὶ τὰ ἐκτός͵ οἷον κλινίδια ἢ κιβώτια ἢ κιστίδια καὶ τὰ ἄλλα σκεύη ἐσθήματά τε καὶ τὰ ὅμοια͵ καίτοι ἴδια ὄντα͵ πολλάκις φιλεῖ καὶ τοῖς πέλας ἀποβαίνειν κατ΄ οἰκειότητα τῶν χρειῶν͵ οἷον κεφαλὴ εἰς πατέρα͵ ποὺς εἰς δοῦλον͵ δεξιὰ χεὶρ εἰς πατέρα υἱὸν φίλον ἀδελφόν͵ ἀριστερὰ χεὶρ εἰς γυναῖκα καὶ μητέρα καὶ φίλην καὶ θυγατέρα καὶ ἀδελφήν͵ αἰδοῖον εἰς γονεῖς καὶ γυναῖκα καὶ τέκνα͵ κνήμη εἰς γυναῖκα καὶ φίλην. τῶν δὲ ἄλλων ἕκαστον͵ ἵνα μὴ μακρολογῶμεν͵ οὕτω σκοπητέον. τῶν κοινῶν τε καὶ ἀλλοτρίων ὅσα μὲν πρὸς ἡμᾶς τε καὶ δι΄ ἡμᾶς γίνεται͵ ἡμῶν αὐτῶν ἴδια νομιζέσθω· ἃ δὲ μὴ πρὸς ἡμᾶς ἢ δι΄ ἡμᾶς͵ ταῦτα τοῖς ἄλλοις ἀποβήσεται. ἀλλ΄ εἰ μὲν εἴησαν φίλοι καὶ τὰ σημαινόμενα ἀγαθά͵ γίνοιντ΄ ἂν ἐκείνοις ἡμῖν τε ἀπὸ μέρους χαρά τε καὶ ἡδονή· εἰ δὲ κακὰ εἴη͵ ταῦτα μὲν ἐκείνοις͵ ἡμῖν δὲ λύπη͵ οὐ πάντως δὲ διὰ τὰ ἐκείνων κακά͵ ἀλλ΄ ἤδη τις ἰδία. ἐχθρῶν δὲ ὄντων τὰ τούτοις ἐναντία τεκμαίρεσθαι χρή. ἀτὰρ δὴ καὶ περὶ δημοσίων καὶ κοσμικῶν ὧδε ἔχω λέγειν. τὰ μὲν ὑπὲρ ὧν τις οὐ πεφρόντικεν͵ ὑπὲρ τούτων οὐδὲν ὄψεται͵ ἐπεὶ καὶ ὑπὲρ ἰδίων ἤδη τινὲς μὴ φροντίσαντες ὀνείρους οὐκ εἶδον· τὸ δὲ παρὰ δύναμιν ἀναδέξασθαι μικρὸν ὄντα μεγάλων πραγμάτων θέαν ἀδύνατον· διελέγχει γὰρ τὸν λόγον ἰδίων ὄντων καὶ τούτων τῶν ὀνείρων καὶ εἰς τοὺς ὁρῶντας ἀποβαινόντων͵ εἰ μὴ ἄρα βασιλεὺς ἢ ἄρχων ἤ τις τῶν μεγιστάνων ἴδοι. τούτοις γὰρ καὶ πεφρόντισται τὰ κοινά͵ καὶ τὴν ὑπὲρ αὐτῶν ὄψιν ἀναδέξασθαι δύνανται οὐχ ὡς ἰδιῶται μικρὰ πεπιστευμένοι͵ ἀλλ΄ ὡς δεσπόται καί τινων πραγμάτων ἐπιμελούμενοι ὑπὲρ εὐδαιμονίας. ὅπερ καὶ ὁ ποιητὴς ἐπὶ τούτων λέγει͵ περὶ τοῦ ὀνείρου τοῦ Ἀγαμέμνονος διαλαμβανόντων αὐτῶν ἐν τῇ βουλῇ τῶν γερόντων εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε͵ ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον· νῦν δ΄ ἴδεν ὃς μέγ΄ ἄριστος ἐνὶ στρατῷ εὔχεται εἶναι. βούλεται γὰρ λέγειν εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἰδιώτης ἔλεγεν͵ οὐχὶ ψεύδεσθαι ἂν τὸν λέγοντα ἡγούμεθα͵ ἀλλὰ ψευδῆ εἶναι τὸν ὄνειρον αὐτὸν καὶ ἡμῖν οὐκ ἀποβησόμενον· διὸ καὶ ἡμᾶς ἀπήγομεν [αὐτοὺς] ἂν τοῦ προσέχειν· νυνὶ δὲ ἀμήχανον μὴ οὐχὶ ἀποβῆναι ἡμῖν͵ ἐπειδήπερ βασιλεὺς εἶδεν. ἀλλά φασιν ὅτι ἤδη τινὲς καὶ ἰδιῶται καὶ πένητες εἶδον ὀνείρους δημοσίους͵ οὓς προκηρύξαντες ἢ γράψαντες καὶ προθέντες ἐπιστεύθησαν τῷ τὰς ἀποβάσεις ἐοικέναι τοῖς ὀνείροις͵ λανθάνοντες ἑαυτοὺς ὅτι μὴ ἐγνώκασι τὸ αἴτιον· οὐ γὰρ ἑνὸς ἰδόντος ἀπέβη ποτὲ ἰδιώτου ὄνειρος εἰς τὸ κοινόν͵ ἀλλὰ πολλῶν κατὰ τὸ αὐτό͵ ὧν οἱ μὲν δημοσίᾳ ἀναγορεύουσιν οἱ δὲ ἰδίᾳ ἕκαστος. καὶ γίνεται οὐκ ἰδιώτης ὁ ἰδὼν ἀλλὰ καὶ στρατηγοῦ καὶ ἄρχοντος οὐδὲν ἥττων δῆμος· ἀγαθοῦ μὲν γὰρ ἐσομένου κοινοῦ πόλει μυρίους ἄν τις ἀκούσαι λεγομένους ὀνείρους͵ οἳ σημαίνουσι τὸ μέλλον ἄλλος ἀλλοίᾳ καὶ διαφόρῳ ὄψει. οὕτως δὲ καὶ ἐπὶ τῶν ἐναντίων͵ ἐὰν μὴ πολλοί͵ εἷς δέ τις ἴδῃ͵ δίκαιος οὐκ ἂν εἴη μόνος ἀναδέξασθαι τὴν ἀπόβασιν͵ εἰ μή τις εἴη τῶν στρατηγῶν ἢ τῶν ἄλλην ἀρχὴν ἀρχόντων ἢ ἱερεὺς ἢ μάντις τῆς πόλεως. ἀρέσκει δὲ ταῦτα καὶ Νικοστράτῳ τῷ Ἐφεσίῳ καὶ Πανυάσιδι τῷ Ἁλικαρνασσεῖ γνωριμωτάτοις ἀνδράσι καὶ ἐλλογίμοις.

1.3 Ἔτι δὲ λέγουσιν οἱ περὶ ταῦτα δεινοὶ ὅτι δεῖ κρίνειν αἴσια τὰ φύσει καὶ νόμῳ καὶ ἔθει καὶ τέχνῃ καὶ ὀνόμασι καὶ χρόνῳ ὁρώμενα͵ οὐ προεννενοηκότες ὅτι τὰ φύσει βλεπόμενα τῶν οὐ βλεπομένων φύσει δεινότερα τοῖς ὁρῶσιν͵ εἰ μὴ χρησιμεύοι διὰ τὰς ὑποκειμένας τοῖς πράγμασιν ὑποστάσεις. γίνεται γάρ πως τοῖς εὐπόροις τὸ ἄκουσιν καὶ τοῖς πάνυ τοῖς τὰ μυστικώτερα πράττουσιν ἡμέραι καθαραὶ καὶ νυκτὸς εὔσημος ἀστέρων χορὸς ἡλίου τε καὶ σελήνης ἐπιτολαὶ καὶ τὰ παραπλήσια. καὶ τὰ κατὰ τὸ ἔθος οὐ παντάπασιν ἁρμόζει ταῖς τῶν καιρῶν ἐπιμιξίαις οἰκειούμενα. τούτοις ἑξῆς ὅμοια καὶ τὰ περὶ τῶν ἄλλων ἔχω λέγειν· δεῖ δὲ καὶ τῆς συμμετρίας στοχάσασθαι. ὄντων δὲ τούτων τῶν ἓξ στοιχείων οὐ πάντως καθολικῶν πολὺς γέλως παρῆλθεν εἰς ἀνθρώπους ὑπὸ τῶν ταῦτα τὰ ἓξ τῶν μὲν ὀκτωκαίδεκα τῶν δὲ ἑκατὸν τῶν δὲ διακόσια πεντήκοντα εἶναι λεγόντων͵ ἐπειδὴ ὅ τι ἂν λέγωσιν οὐ διαφεύγει τὸ μή τι τῶν ἓξ εἶναι. Ταῦτα μὲν οὖν εἰς ἀναπλήρωσιν τῶν ὑπὸ τῶν παλαιῶν ἐνδεῶς εἰρημένων ἱκανῶς εἴρηται. δύο δὲ τρόπους καθολικοὺς ἀναδέξασθαι χρή͵ τὸν μὲν γενικὸν πρῶτον͵ τὸν δ΄ εἰδικὸν δεύτερον. τὸν μὲν οὖν πρῶτον τοῦτον τὸν τρόπον.

1.4 Τῶν ὀνείρων οἱ μὲν πολλὰ διὰ πολλῶν προαγορεύουσιν͵ οἱ δὲ ὀλίγα δι΄ ὀλίγων͵ οἱ δὲ πολλὰ δι΄ ὀλίγων͵ οἱ δὲ ὀλίγα διὰ πολλῶν. πολλὰ μὲν οὖν διὰ πολλῶν. οἷον ἔδοξέ τις πέτεσθαι ἀράμενος ἐκ τῆς οἰκείας διανοίας πρὸς προτεθειμένον σκοπόν͵ ἐφ΄ ὃν ἐσπουδάκει γενέσθαι· εἶτα γενόμενος ἐπ΄ αὐτὸν πτερὰ ἔχειν ἔδοξε καὶ συναπαίρειν τοῖς ὀρνέοις͵ καὶ μετὰ ταῦτα κατῆχθαι πάλιν εἰς τὴν οἰκίαν· ἀπέβη αὐτῷ [τούτῳ] μεταναστῆναι τῆς οἰκείας διὰ τὴν πτῆσιν͵ καὶ τὰ προκείμενα καὶ μάλιστα ἐσπουδασμένα αὐτῷ περᾶναι διὰ τὸ μὴ τοῦ σκοποῦ ἡμαρτηκέναι. καὶ δὴ εὐπορήσας ἱκανῶς͵ ἐπειδὴ τοὺς εὐπόρους πτερὰ ἔχειν φαμέν͵ καὶ ἐν ξένῃ διατρίψας διὰ τὸ μὴ ὁμογενῆ εἶναι τὰ ὄρνεα͵ πάλιν εἰς τὴν οἰκείαν κατῆρεν. οἱ δὲ ὀλίγα δι΄ ὀλίγων. οἷον ἔδοξέ τις χρύσεα ὄμματα ἔχειν. ἐτυφλώθη διὰ τὸ μὴ ἴδιον ὀμμάτων εἶναι τὸ χρυσίον. οἱ δὲ πολλὰ δι΄ ὀλίγων. οἷον ἔδοξέ τις τὸ ἑαυτοῦ ὄνομα ἀπολωλεκέναι. ἀπέβη αὐτῷ τοῦτο μὲν τὸν υἱὸν ἀπολέσαι (οὐχ ὅτι τὸ τιμιώτατον ἀπώλεσε μόνον͵ ἀλλ΄ ὅτι καὶ ταὐτὸ ὄνομα καλούμενος ἔτυχεν ὁ παῖς) τοῦτο δὲ καὶ τὴν κτῆσιν ἀθρόαν͵ δικῶν τινων αὐτῷ γραφεισῶν͵ ἐφ΄ αἷς ἑάλω φεύγων γραφὴν δημοσίων ἀδικημάτων· ἄτιμός τε καὶ φυγὰς γενόμενος ἀναρτήσας ἑαυτὸν ἐτελεύτησε τὸν βίον͵ ὡς μηδὲ ἀποθανὼν ἔχειν ὄνομα. τούτους γὰρ μόνους ἐν νεκρῶν δείπνοις οὐ καλοῦσιν οἱ προσήκοντες. δῆλον οὖν παντὶ γένοιτ΄ ἂν ὅτι πάντα ἀπὸ τοῦ αὐτοῦ ἀπέβη τῷ τὸν αὐτὸν ἐπέχειν λόγον. οἱ δὲ ὀλίγα διὰ πολλῶν. οἷον ἔδοξέ τις τὸν Χάρωνα παίζειν σύν τινι ἀνδρὶ ψήφοις͵ αὐτὸς δὲ σπουδάζειν τῷ ἀνδρί͵ καὶ διὰ τοῦτο λειφθέντα τὸν Χάρωνα χολᾶν τε καὶ διώκειν αὐτόν͵ ὁ δὲ ἀποστρεφόμενος φεύγειν͵ ἀφικόμενος δὲ εἰς ξενοδοχεῖον͵ ᾧ ἐπώνυμον κάμηλος͵ εἰς δωμάτιον εἰσδραμὼν ἐπιζυγῶσαι τὰς θύρας. τὸν μὲν οὖν δαίμονα οἴχεσθαι ἀπιόντα͵ τοῖν μηροῖν δὲ τὸν ἕτερον αὐτῷ φῦσαι πόαν. τούτων ἐγένετο πάντων [τὸ σημαινόμενον] ἓν ἀποτέλεσμα· πεσούσης γὰρ τῆς οἰκίας͵ ἔνθα ᾤκει καὶ συρραγέντων ἐπ΄ αὐτὸν ξύλων συνετρίβη τὸν μηρὸν καὶ κατεάγη. καὶ γὰρ ὁ Χάρων ψήφοις παίζων λόγον τὸν περὶ θανάτου προηγόρευεν· μὴ καταλαβὼν δὲ μὴ ἀποθανεῖσθαι μὲν ἐδήλου͵ κινδυνεύσειν δὲ τὼ πόδε διὰ τὴν δίωξιν· καὶ τὸ ξενοδοχεῖον κάμηλος καλούμενον τὸν μηρὸν κατάξειν͵ ἐπεὶ καὶ τὸ ζῷον τὸ καλούμενον κάμηλος μέσους κάμπτει τοὺς μηροὺς ὑποτεμνόμενον τοῖν σκελοῖν τὸ ὕψος͵ ἐτύμως κεκλημένον κάμηλος οἱονεὶ κάμμηρος͵ ὥς φησιν Εὔηνος ἐν τοῖς εἰς Εὔνομον Ἐρωτικοῖς· ἡ δὲ ἐκφῦσα πόα τὸ μηκέτι ἐνεργὸν [ὄντα] τὸν μηρὸν ἕξειν͵ ἐκ γῆς ἀκινήτου φιλοῦσα ἀναφύεσθαι. καὶ τούτων εἴ τις ἀγαθὸς εἴη λογιστής͵ τὴν ἐξαρίθμησιν ἐπὶ πάντων οὕτως ἔχουσαν εὕροι ἄν.

1.5 Τοῦ δὲ εἰδικοῦ καὶ αὐτοῦ τετραχῆ διαιρεθέντος οἱ μὲν κατὰ τὸ ἐντὸς καὶ κατὰ τὸ ἐκτός εἰσιν ἀγαθοί͵ οἱ δὲ κατ΄ ἀμφότερα κακοί͵ οἱ δὲ κατὰ μὲν τὸ ἐντὸς ἀγαθοὶ κατὰ δὲ τὸ ἐκτὸς κακοί͵ οἱ δὲ κατὰ μὲν τὸ ἐντὸς κακοὶ κατὰ δὲ τὸ ἐκτὸς ἀγαθοί. ἀκουστέον δὲ ὀνείρους ἐντὸς μὲν κατὰ τὴν ὄψιν͵ ἐκτὸς δὲ κατὰ τὴν ἀπόβασιν. οἷον κατὰ ἀμφότερά εἰσιν ἀγαθοὶ οἱ τοιοῦτοι· θεοὺς ὁρᾶν Ὀλυμπίους ἱλαροὺς μειδιῶντας διδόντας τι ἢ λέγοντας ἀγαθὸν αὐτοὺς ἢ τὰ ἀγάλματα αὐτῶν ἐξ ὕλης [τῆς] ἀσήπτου πεποιημένα· ὁμοίως γονεῖς φίλους οἰκέτας οἶκον αὔξοντας͵ καὶ πολυτελεστέραν κτῆσιν καὶ σώματος ἡδεῖαν ὄψιν ἰσχύν τε καὶ τὰ ὅμοια· τούτων γὰρ ἡδίστης ὑπαρχούσης τῆς θέας͵ πολὺ μᾶλλον ἡδίονα αὐτῶν τὰ τέλη γίνεται. κατὰ δὲ ἀμφότερα κακοὶ οἱ τοιοῦτοι· κατὰ κρημνῶν πεσεῖν οἴεσθαι ἢ λῃστηρίῳ περιπεσεῖν ἢ Κύκλωπα ἰδεῖν ἢ τὸ ἄντρον αὐτοῦ ἢ παραλελύσθαι ἢ νοσεῖν ἢ ἀπολλύειν τι τῶν ἐσπουδασμένων. οἷαι γὰρ αἱ παθητικαὶ διαθέσεις γίνονται τῆς ψυχῆς κατὰ τὴν θέαν αὐτῶν͵ τοιαύτας ἀνάγκη καὶ τὰς ἀποβάσεις γίνεσθαι. κατὰ μὲν τὸ ἐντὸς ἀγαθοὶ κατὰ δὲ τὸ ἐκτὸς κακοὶ οἱ τοιοῦτοι. ἔδοξέ τις σὺν τῷ Κρόνῳ δειπνεῖν͵ καὶ μεθ΄ ἡμέραν εἰς τὸ δεσμωτήριον καθείρχθη· δείπνου μὲν γὰρ τοῦ σὺν θεῷ εἰκὸς εἶναι ἡδεῖαν τὴν ὄψιν͵ δεσμῶν δὲ καὶ εἱρκτῆς οὐχ ἡδεῖαν. ἔτι δόξας τις παρὰ τοῦ Ἡλίου ἄρτους λαβεῖν δύο τοσαύτας ἡμέρας ἐπέζησεν· εἰς γὰρ τοσαύτην προθεσμίαν ἡ τοῦ βίου χρῆσις παρὰ τοῦ θεοῦ δοθεῖσα ἤρκει αὐτῷ. ἔτι καὶ τὸ χρύσεον εἶναι δοκεῖν καὶ τὸ θησαυρὸν εὑρίσκειν καὶ τὸ παρὰ νεκροῦ λαμβάνειν μύρον ἢ ῥόδον ἢ τῶν ὁμοίων τι εἰς τὴν αὐτὴν ἀνακτέον μοῖραν. οἱ δὲ κατὰ μὲν τὸ ἐντὸς κακοὶ κατὰ δὲ τὸ ἐκτὸς ἀγαθοὶ τοιοῦτοι· κεραυνοῦσθαι δοκεῖν πένητα ὄντα ἢ στρατεύεσθαι δοῦλον ὄντα ἢ μέλλοντα πλεῖν ἢ μονομαχεῖν ἀγαθόν· τούτων γὰρ ὁ μὲν πλοῦτον ὁ δὲ ἐλευθερίαν͵ ὁ δὲ πλοῦν οὔριον ὁ δὲ γάμον προσημαίνει. καὶ εἰσὶν αὐτῶν αἱ μὲν ὄψεις κακαί͵ αἱ δὲ ἀποβάσεις ἀγαθαί.

1.6 Ἐννοῆσαι δὲ χρὴ ὅτι τὰ μὲν τοῖς φροντίζουσι περί τινος καὶ αἰτησαμένοις ὄνειρον παρὰ θεῶν ἐπιφαινόμενα οὐχ ὅμοια ταῖς φροντίσι [σημαίνοντα δέ τι περὶ τῶν προκειμένων] γίνεται͵ ἐπεὶ τά γε ὅμοια ταῖς ἐννοίαις ἀσήμαντά τέ ἐστι καὶ ἐνυπνιώδη͵ ὡς ὁ πρότερος ἔδειξε λόγος· μεριμνηματικὰ δὲ καὶ αἰτηματικὰ πρός τινων λέγεται· τὰ δὲ τοῖς περὶ μηδενὸς φροντίζουσιν ἐφιστάμενα καὶ προαγορεύοντά τι τῶν ἐσομένων ἀγαθῶν ἢ κακῶν θεόπεμπτα καλεῖται. οὐχ ὁμοίως δὲ νῦν ἐγὼ ὡς Ἀριστοτέλης διαπορῶ πότερον ἔξωθεν ἡμῖν ἐστι τοῦ ὀνειρώσσειν ἡ αἰτία ὑπὸ θεοῦ γινομένη ἢ ἔνδον αἴτιόν τι͵ ὃ ἡμῖν διατίθησι τὴν ψυχὴν καὶ ποιεῖ φύσει συμβεβηκὸς αὐτῇ͵ ἀλλὰ θεόπεμπτα [ὡς] ἤδη καὶ ἐν τῇ συνηθείᾳ πάντα τὰ ἀπροσδόκητα καλοῦμεν.

1.7 Ἔτι πᾶσι τοῖς πρόδηλον αἰτίαν ἐκφεύγουσι προσέχειν χρή͵ ἐάν τε νυκτὸς ἐάν τε ἡμέρας ὁραθῇ͵ μηδὲν διαφέρειν νομίζοντας εἰς πρόγνωσιν τὴν νύκτα τῆς ἡμέρας μηδὲ τὴν δείλην ἑσπέραν τῆς δείλης πρωΐας͵ ἐὰν συμμέτρως τις ἔχων [τῆς] τροφῆς καθεύδῃ· ἐπεὶ αἵ γε ἄμετροι τροφαὶ οὐδὲ πρὸς αὐτῇ τῇ ἕῳ παρέχουσιν ἰδεῖν τὸ ἀληθές.

1.8 Ἔτι καὶ τὰ κοινὰ ἔθη τῶν ἰδίων μακρῷ διέστηκεν. ἃ εἰ μή τις καταμάθοι͵ ἐξαπατηθήσεται ὑπ΄ αὐτῶν. κοινὰ μὲν οὖν ἔθη ταῦτα. θεοὺς σέβεσθαι καὶ τιμᾶν· οὐδὲν γὰρ ἔθνος ἀνθρώπων ἄθεον ὥσπερ οὐδὲ ἀβασίλευτον͵ ἄλλοι δὲ ἄλλους τιμῶσι θεούς͵ ἀλλ΄ ἐπὶ τὸ αὐτὸ τὴν ἀναφορὰν ἔχουσι πάντες. τέκνα τρέφειν͵ ἡττᾶσθαι γυναικῶν καὶ τῆς πρὸς αὐτὰς ὁμιλίας͵ ἐγρηγορέναι ἡμέρας͵ καθεύδειν νύκτωρ͵ τροφαῖς χρῆσθαι͵ παύεσθαι κάμνοντας͵ διάγειν ἐν σκιᾷ͵ μὴ ὑπαιθρίους. ταῦτα μὲν οὖν κοινὰ ἔθη· τὰ δὲ ἴδια καὶ ἐθνικὰ καλοῦμεν. οἷον στίζονται παρὰ Θρᾳξὶν οἱ εὐγενεῖς παῖδες καὶ παρὰ Γέταις οἱ δοῦλοι· ὧν οἱ μὲν πρὸς ἄρκτον οἱ δ΄ ἐπὶ μεσημβρίαν οἰκοῦσι. καὶ Μόσσυνες οἱ ἐν Ποντικῇ συνουσιάζουσι δημοσίᾳ καὶ γυναιξὶ μίσγονται ὥσπερ οἱ κύνες͵ τοῖς δὲ ἄλλοις ἀνθρώποις ἄτιμα ταῦτα νενόμισται. καὶ ἰχθύας ἐσθίουσι πάντες πλὴν Σύρων τῶν τὴν Ἀστάρτην σεβομένων. θηρία δὲ καὶ πάντα τὰ κινώπετα λεγόμενα ὡς εἴδωλα θεῶν Αἰγυπτίων παῖδες μόνοι τιμῶσί τε καὶ σέβονται͵ οὐ πάντες μέντοι τὰ αὐτά. ἔμαθον δέ τι καὶ ἐν Ἰταλίᾳ νόμιμον παλαιόν. γῦπας οὐκ ἀναιροῦσι καὶ τοὺς ἐπιτιθεμένους αὐτοῖς ἀσεβεῖν νομίζουσι. ταύροις δὲ κατὰ προαίρεσιν ἐν Ἰωνίᾳ παῖδες Ἐφεσίων ἀγωνίζονται͵ καὶ ἐν Ἀττικῇ παρὰ ταῖς θεαῖς ἐν Ἐλευσῖνι κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν καὶ ἐν Λαρίσσῃ πόλει τῆς Θεσσαλίας οἱ τῶν κατοικούν των εὐγενέστατοι͵ ἐν δὲ τῇ ἄλλῃ οἰκουμένῃ τὰ αὐτὰ τοῖς τὴν ἐπὶ θανάτῳ κατακριθεῖσι συμβαίνει. ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων ἐθῶν ἰδίᾳ δεῖ διαλαμβάνειν πάντων εἴ τι παρά τισι μόνοις φυλάσσεται͵ ὅτι τὰ μὲν ἐγχώρια ἀγαθῶν ἐστὶ σημεῖα͵ τὰ δὲ ξενικὰ κακῶν͵ πλὴν εἰ μή τι τῶν παρόντων τὴν ἀπόβασιν ἀλλαχόσε τρέποι.

1.9 Λυσιτελὲς δ΄ ἂν εἴη͵ οὐ μόνον δὲ λυσιτελὲς ἀλλὰ καὶ ἀναγκαῖον τῷ τ΄ ἰδόντι τὸν ὄνειρον καὶ τῷ ὑποκρινομένῳ͵ ἐπίστασθαι τὸν ὀνειροκρίτην τίς τέ ἐστιν ὁ ἰδὼν τὸν ὄνειρον καὶ ὅ τι πράσσει καὶ ὅπως γέγονε καὶ ὅ τι ἔχει κτῆμα καὶ ὅπως ἔχει σώματος καὶ ἧστινος ἡλικίας γέγονε. καὶ αὐτὸν τὸν ὄνειρον ἀκριβῶς ἐξεταστέον͵ ὡς ἔστιν. ὅτι γὰρ μικρᾷ προσθέσει ἢ ἀφαιρέσει ἀλλοιοῦται τὸ ἀποτέλεσμα͵ ὁ ἐπιὼν [ὁ] λόγος δηλώσει· ὡς εἰ μή τις τούτων ἔχοιτο͵ πταίων ἂν ἑαυτὸν μᾶλλον ἢ ἡμᾶς μέμφοιτο.

1.10 Ἑξῆς ὑποθησόμεθα πῶς δεῖ κρίνειν τοὺς ὀνείρους. ἕξει δὲ τάξιν ἡ πραγματεία τοιαύτην. οὐχ ὥσπερ οἱ παλαιοὶ ἀπὸ θεῶν ἀρξόμεθα͵ κἂν ἀσεβεῖν τινὶ δοκῶμεν͵ ἀλλὰ πρὸς τὸ ἀναγκαῖον τῆς ἀκολουθίας ἀποβλέποντες ἀρξόμεθα πρῶτον ἀπὸ τοῦ γεννᾶσθαι͵ ἔπειτα ἀνατρέφεσθαι͵ ἑξῆς περὶ σώματος καὶ τῶν ἐν τῷ σώματι μερῶν προσγινομένων τε καὶ ἀπογινομένων καὶ αὐξανομένων καὶ μειουμένων καὶ ἀλλοιουμένων εἰς μορφὴν ἑτέραν ἢ εἰς ὕλην͵ εἶτα περὶ διδασκαλίας τεχνῶν παντοδαπῶν καὶ ἔργων καὶ ἐπιτηδευμάτων͵ εἶτα περὶ ἐφηβίας͵ περὶ γυμνασίων [κατ΄ εἶδος]͵ περὶ ἀγώνων͵ περὶ βαλανείου καὶ λουτροῦ παντοδαποῦ͵ περὶ τροφῆς πάσης ὑγρᾶς τε καὶ ξηρᾶς͵ περὶ μύρων καὶ στεφάνων͵ περὶ [ἀφροδισίων] συνουσίας͵ περὶ ὕπνου. ταῦτα μὲν περιέξει ἡ πρώτη βίβλος· ἡ δὲ δευτέρα περὶ ἐγρηγόρσεως ἀσπασμάτων κόσμου παντὸς ἀνδρείου καὶ γυναικείου ἀέρος καὶ τῶν περὶ ἀέρα͵ περὶ κυνηγεσίας περὶ ἁλιείας περὶ πλοῦ περὶ γεωργίας͵ περὶ δίκης͵ ἀρχῆς δημοσίας καὶ λειτουργίας͵ στρατείας͵ θεῶν τιμῆς καὶ περὶ θεῶν͵ περὶ θανάτου͵ καὶ εἴ τι ἄλλο προϊὼν ὁ λόγος ὑπομνήσει.


1.11 Χρὴ δὲ κρίνειν τοὺς ὀνείρους ποτὲ μὲν ἀπ΄ ἀρχῆς εἰς τέλος ἀποβλέποντα τὸν ὀνειροκρίτην [καὶ ὅταν ᾖ τὰ θεωρήματα διαλελυμένα ἀπ΄ ἀλλήλων] ποτὲ δὲ ἀπὸ τέλους εἰς ἀρχήν· ἔστι γὰρ ὅτε ἡ ἀρχὴ τὸ τέλος ἔδειξεν ἀφανὲς ὂν καὶ οὐκ εὐσύνοπτον͵ ὁτὲ δὲ τὸ τέλος τὴν ἀρχήν. δεῖ δὲ καὶ τοῖς καταπήροις καὶ ὥσπερ οὐκ ἔχουσι λαβὰς ὀνείροις παρ΄ ἑαυτοῦ τι προσφιλοτεχνεῖν͵ καὶ μάλιστα [τοῖς ἀπόροις] ἐν οἷς ἢ γράμματά τινα ὁρᾶται διάνοιαν αὐτοτελῆ μὴ περιέχοντα ἢ ὄνομα ἀπρόσλογον͵ ποτὲ μὲν μετατιθέντα ποτὲ δὲ ἀλλάσσοντα ποτὲ δὲ προστιθέντα γράμματα ἢ συλλαβάς͵ ἐνίοτε δὲ ἰσόψηφα ἐπινοοῦντα͵ δι΄ ὧν σαφέστερος

1.12 γένοιτ΄ ἂν ὁ λόγος. ὅθεν φημὶ δεῖν οἴκοθεν παρεσκευάσθαι καὶ οἰκείᾳ συνέσει χρῆσθαι τὸν ὀνειροκρίτην καὶ μὴ μόνον τοῖς βιβλίοις ἐπανέχειν͵ ἐπεὶ ὅστις γε τέχνῃ οἴεται ἄνευ φύσεως ἐντελὴς ἔσεσθαι͵ ἀτελὴς καὶ ἀπέραντος͵ τοσούτῳ μᾶλλον ὅσῳ πλείονα ἕξιν ἔχει͵ διατελέσει· καὶ γὰρ τὸ ἀπ΄ ἀρχῆς πεπλανῆσθαι ἐπὶ πλέον τὴν πλάνην παρέχει. ἔτι καὶ τὰ μὴ ἐξ ὁλοκλήρου μνημονευόμενα ἄκριτα νόμιζε͵ ἐάν τε τὸ μέσον ἐάν τε τὸ πέρας ἐπιλάθηταί τις· εἰ μὲν γὰρ τὸν ὑγιᾶ λόγον δεῖ ἐξετάζειν͵ πᾶν τὸ ὁρώμενον ἀποβαίνει͵ μόνον δὲ εἰς κατάληψιν ἔρχεται τὸ ἐξ ὁλοκλήρου μνημονευόμενον. ὥσπερ οὖν οἱ θύται τὰ ἀμφίβολα τῶν σημείων οὐχὶ μὴ ἀληθῆ φασιν εἶναι͵ ἀλλ΄ αὐτοὶ μὴ καταλαμβάνειν δι΄ ὧν ἐπιθύονται͵ οὕτω τὸν ὀνειροκρίτην͵ ὧν μὴ ἀκριβῆ δύναται κατάληψιν λαβεῖν͵ περὶ τούτων οὐ χρὴ ἀποφαίνεσθαι οὐδὲ ἀποσχεδιάζειν͵ ἐπεὶ αὐτῷ μὲν ἀδοξία τῷ δὲ ἰδόντι βλάβη παρακολουθήσει. ἔτι κἀκεῖνο. ὅσοι τῶν ὀνείρων κακόν τι σημαίνουσιν͵ ἐὰν ἡ τοῦ ὁρῶντος ψυχὴ [τὸ ὄναρ] μὴ ἀηδῶς ᾖ διατιθεμένη͵ ἐλάττονα τὰ κακὰ γίνεται καὶ σχεδὸν ἀτελεύτητα· καὶ πάλιν αὖ ὅσοι τῶν ὀνείρων ἀγαθόν τι σημαίνουσιν͵ ἐὰν μὴ ἡ τῆς ψυχῆς διάθεσις ἡδεῖα ᾖ͵ τὰ ἀγαθὰ ἀτελεύτητα γίνεται ἢ ἀνόνητα ἢ πάντως γε ἥττονα. διὸ χρὴ ἐπερωτᾶν καθ΄ ἕκαστον εἴτε ἡδέως εἴτε ἀηδῶς τοῦτο ἑώρα.

1.13 Εἴ τις δόξειε γεννᾶσθαι ὑπὸ γυναικὸς ἡστινοσοῦν͵ ὧδε κρίνειν προσήκει. πένητι μὲν ἀγαθόν· ἕξει γὰρ τὸν θρέψοντα αὐτὸν καὶ ἐπιμελησόμενον αὐτοῦ ὥσπερ καὶ τὰ βρέφη͵ εἰ μὴ ἄρα χειροτέχνης εἴη· τῷδε γὰρ σχολὴν προαγορεύει· ἀργὰ γὰρ τὰ βρέφη καὶ ἐνειλημένα τὰς χεῖρας τυγχάνει. [χεῖρες δὲ αἱ πράξεις εἴρηνται.] πλουσίῳ δὲ τὸ μὴ κρατεῖν τῆς οἰκίας σημαίνει ἀλλ΄ ὑπό τινων ἄρχεσθαι ὧν οὐ βούλεται· καὶ γὰρ τὰ βρέφη ὑπὸ ἄλλων ἄρχεται ὧν οὐ κατὰ γνώμην αὐτοῖς. ἀνδρὶ δὲ γυναῖκα ἔχοντι μὴ ἔγκυον σημαίνει τῆς γυναικὸς στερηθῆναι· οὐδὲ γὰρ τὰ βρέφη γυναιξὶ [γαμεῖται ἢ] σύνεστιν. ἔτι τῷ ἔχοντι ἔγκυον γυναῖκα σημαίνει παῖδα αὐτῷ γενήσεσθαι ὅμοιον κατὰ πάντα· οὕτω γὰρ ἂν ἄνωθεν αὐτὸς δόξειε γεννᾶσθαι. δούλῳ δὲ σημαίνει τὸ φιλεῖσθαι παρὰ τοῦ δεσπότου κἂν ἁμάρτῃ συγγνώμης ἀξιοῦσθαι͵ ἐλευθερωθῆναι δὲ οὐδέπω· καὶ γὰρ οὐδὲ τὰ βρέφη ἑαυτῶν ἄρχει͵ κἂν ἐλεύθερα ᾖ. ἀθληταῖς δὲ κακόν· οὔτε γὰρ βαδίζει τὰ βρέφη οὔτε τρέχει͵ οὔτε ῥῆξαί τινα δύναται͵ ὅπου γε οὐδὲ [αὐτὰ] βαδίζειν δύναται. τῷ δὲ ἐπὶ ξένης ὄντι τὴν εἰς οἶκον ἀνακομιδὴν σημαίνει͵ ἵνα ἐπ΄ ἀρχὴν ἔλθῃ͵ ὡς καὶ τὸ γεννώμενον· ἢ πάλιν ἵνα εἰς τὴν γῆν ἔλθῃ͵ τοῦτ΄ ἔστιν εἰς τὴν πατρίδα· κοινὴ γὰρ ἅπασιν ἐπίσης ἐστὶν ἡ γῆ πατρίς. τῷ δὲ νοσοῦντι θάνατον προαγορεύει τὸ ὄναρ͵ ἐπεὶ καὶ οἱ ἀποθανόντες ἐσχισμένοις ἐνειλοῦνται ῥάκεσιν ὡς καὶ τὰ βρέφη καὶ χαμαὶ τίθενται͵ καὶ οἷόνπερ λόγον ἔχει ἡ ἀρχὴ πρὸς τὸ τέλος͵ τὸν αὐτὸν καὶ τὸ τέλος πρὸς τὴν ἀρχήν. καὶ τὸν ἀποδράσαι πειρώμενον οὐκ ἐᾷ διαφυγεῖν οὐδὲ τὸν ἀποδημεῖν θέλοντα ἐᾷ τῆς οἰκείας ἐξελθεῖν οὗτος ὁ ὄνειρος· οὐ γὰρ τὰ πρὸ ποδῶν δύναται φυλάξασθαι τὰ βρέφη· προσπταίει γὰρ ἑκάστοτε. ἐν δὲ ταῖς δίκαις τῷ μὲν ἐγκαλοῦντι δεινὸς ὁ ὄνειρος· οὐ γὰρ πείσει τοὺς δικαστὰς διὰ τὸ τραυλὸν τῆς φωνῆς͵ τῷ δ΄ ἐγκαλουμένῳ καὶ φεύγοντι καὶ μάλιστα τῷ δεδιότι καταδικασθῆναι ἄφοβος ὁ ὄνειρος· τὰ γὰρ βρέφη συγγνώμης ἀξιοῦται͵ ἐὰν ἁμάρτῃ.

1.14 Εἰ δέ τις ἑαυτὸν ὑπολάβοι κυεῖν͵ εἰ μὲν πένης εἴη͵ πολλὰ κτήσεται καὶ περιβαλεῖται χρήματα͵ ὡς καὶ διογκωθῆναι· εἰ δὲ πλούσιος͵ ἐν βασάνοις ἔσται καὶ φροντίσι. καὶ ὁ γυναῖκα ἔχων στερηθήσεται αὐτῆς͵ ὡς οὐκέτι χρείαν ἔχων τῆς κυοφορούσης· ὁ δὲ μὴ ἔχων γυναῖκα γήμαι ἂν σφόδρα εὔνουν͵ ὡς δοκεῖν ταὐτὰ τῇ γυναικὶ πάσχειν· τοῖς δὲ λοιποῖς νόσον σημαίνει. τὸ δὲ ἀποτεκεῖν καὶ ἀπογεννῆσαι οὐ ταὐτὰ τῷ ἔτι δοκεῖν ἐν γαστρὶ ἔχειν σημαίνει͵ ἀλλὰ τὸν μὲν νοσοῦντα δηλοῖ ἀποθανεῖν ταχέως͵ ἐπειδὴ πᾶν σῶμα τῖκτον πνεῦμα ἐξαφίησι͵ καὶ ὥσπερ τὸ βρέφος τοῦ περιέχοντος σώματος ἀπαλλάσσεται͵ οὕτω καὶ ἡ ψυχή· πένητι δὲ καὶ καταχρέῳ καὶ δούλῳ καὶ παντὶ τῷ ἐν περιστάσει ᾑτινιοῦν ὄντι τὰ παρόντα δεινὰ ἀποθέσθαι σημαίνει· καὶ ἡ αἰτία φανερά. καὶ τὰ κρυπτὰ ἐλέγχει͵ ἐπεὶ τὸ κεκρυμμένον τέως βρέφος ἐξεφάνη. πλουσίους δὲ καὶ δανειστὰς καὶ πραγματευτὰς καὶ πάντας τοὺς πιστευομένους βλάπτει· ἃ γὰρ τὸ πρὶν εἶχον ἀποθήσονται. ἐμπόροις δὲ καὶ ναυκλήροις ἀγαθόν· διαθήσονται γὰρ τὰ φορτία. πολλοὶ δὲ καὶ συγγενεῖς ἀπέβαλον διὰ τὸ ἀφ΄ αἵματος ὂν τὸ βρέφος ἀποβεβλῆσθαι.

1.15 Παιδία δόξαι ἔχειν ἢ ἰδεῖν παντελῶς βρέφη͵ ἴδια μὲν τέκνα καὶ ἀνδρὶ καὶ γυναικὶ μοχθηρόν· φροντίδας γὰρ καὶ λύπας σημαίνει καὶ μερίμνας πραγμάτων ἀναγκαίων τινῶν ἕνεκεν͵ ἐπειδὴ οὐδὲ τὰ βρέφη ἄνευ τούτων ἔστιν ἀναθρέψαι. καί τις καὶ λόγος παλαιὸς ἐπιδείκνυσι τὸ τοιοῦτο· ἔχει δὲ ὧδε· ἢ δέος ἢ λύπη παῖς πατρὶ πάντα χρόνον. τούτων δὲ τὰ μὲν ἀρσενικὰ εἰς ἀγαθὸν τελευτᾷ͵ τὰ δὲ θηλυκὰ χείρονα τῆς ἀρχῆς τὴν τελευτὴν ἐπάγει καὶ ζημίαν προαγορεύει· τὰ μὲν γὰρ ἀρσενικὰ οὐδὲν ἀνατραφέντα παρὰ τῶν γονέων λαμβάνει͵ τὰ δὲ θηλυκὰ προικὸς ἐπιδεῖται. οἶδα δέ τινα͵ ὃς ἔδοξε θυγάτριον αὐτῷ γενέσθαι͵ καὶ ἐδανείσατο. καὶ πάλιν αὖ ἔδοξέ τις τὴν θυγατέρα τὴν ἑαυτοῦ ἀποθανοῦσαν κατορύσσειν. ἀπέβη αὐτῷ δάνειον ἀποδοῦναι. [οὕτως ἄρα τὸν αὐτὸν ἐπέχει λόγον δανείῳ ἡ θυγάτηρ.] ἀλλοτρίους δὲ παῖδας ὁρᾶν ἀγαθόν͵ ὅταν ὦσιν εὔμορφοι καὶ χαρίεντες καὶ τὸ παιδικὸν αὐτοῖς ἐπι τρέχῃ· ἀγαθῶν γὰρ ἔνστασιν καιρῶν δηλοῖ͵ ἐν οἷς ἐστιν ἐλπὶς ἔτι μᾶλλον τελέσαι τι καὶ καταπράξασθαι ἡδύ· καὶ γὰρ οἱ παῖδες τὸ παρὸν ὄντες ἄπρακτοι αὖθις ἐπὰν ἀνατραφῶσι δυνήσονταί τι πρᾶξαι.

1.16 Εἰ δέ τις ὥσπερ οἱ παῖδες ἐν σπαργάνοις εἶναι δόξειε καὶ γάλα λαμβάνειν παρά τινος γυναικὸς γνωρίμης ἢ οὐ γνωρίμης͵ νόσον νοσήσει μακράν͵ εἰ μὴ γυναῖκα ἔχοι ἔγκυον· τότε γὰρ αὐτῷ γενόμενος ὅμοιος ὁ παῖς τοῦτον τὸν τρόπον ἀνατραφήσεται· γυναικὶ δ΄ ἰδούσῃ θυγάτριον ἐσόμενον προαγορεύει. εἰ δέ τις ἐν δεσμοῖς ὢν ἴδοι τὸν ὄνειρον τοῦτον͵ προσεπισωρεύσει αὐτῷ τὸ δαιμόνιον καὶ ἄλλα τινὰ κακὰ πρὸς τῷ μὴ ἀπολυθῆναι. οὐκ ἄλογον δὲ οὐδὲ κατὰ τὴν νόσον· ἀσθενεῖς γάρ εἰσιν οἱ ἐν γάλακτι παῖδες· καὶ μὲν δὴ καὶ οἱ τέλειοι͵ ὅταν νοσοῦντες τροφῇ μὴ δύνωνται χρῆσθαι͵ γάλακτι χρῶνται. τὸ δὲ δοκεῖν ἐν τοῖς ἰδίοις μασθοῖς γάλα ἔχειν γυναικὶ μὲν νέᾳ συλλαβεῖν σημαίνει καὶ τελεσφορῆσαι καὶ ἀποτεκεῖν͵ πρεσβύτιδι δὲ πενιχρᾷ οὔσῃ εὐπορίαν͵ πλουσίᾳ δὲ δαπάνας͵ παρθένῳ δὲ ὡραίᾳ μὲν οὔσῃ γάμον προαγορεύει· οὐ γὰρ ἄνευ συνουσίας [ἀφροδισίου] γάλα ἄν ποτε σχοίη· παντελῶς δὲ μικρᾷ καὶ πρὸ πολλοῦ τῆς ὥρας τῶν γάμων οὔσῃ θάνατον προμαντεύεται· τὰ γὰρ παρὰ τὴν ἡλικίαν μοχθηρὰ πάντα πλὴν ὀλίγων. ἀνδρὶ δὲ πένητι καὶ βίου δεομένῳ περιουσίαν χρημάτων καὶ κτημάτων προαγορεύει͵ ὡς δύνασθαι καὶ ἄλλους τρέφειν. καὶ ἀγάμῳ γάμον καὶ ἄπαιδι παῖδας πολλάκις ἐτήρησα προαγορεῦσαν τὸ ὄναρ· ὁ μὲν γὰρ οὕτως ἔσχεν εὔνουν τὴν γυναῖκα ὡς ταὐτὰ ἐκείνῃ πάσχειν δοκεῖν͵ ὁ δὲ ἀνεθρέψατο παῖδας. ἀθλητῇ δὲ καὶ μονομάχῳ καὶ παντὶ σωμασκοῦντι νόσον προαγορεύει͵ ἐπειδὴ τὰ θηλύτερα σώματα γάλα ἔχει. ἔτι καὶ τὸ τοιοῦτον ἐτήρησα. γυναῖκά τις ἔχων καὶ παῖδας ἐπὶ τούτῳ τῷ ὀνείρῳ τῆς γυναικὸς ἐστερήθη καὶ τοὺς ἑαυτοῦ παῖδας ἀνεθρέψατο τὴν ἴσην αὐτοῖς παρέχων χρείαν πατρός τε ἅμα καὶ μητρός. Καὶ ταῦτα μὲν περὶ ἀνατροφῆς· νυνὶ δὲ περὶ σώματος καὶ τῶν ἐν τῷ σώματι μερῶν προσγινομένων τε καὶ ἀπογινομένων καὶ ἀλλοιουμένων εἴς τινα μορφὴν ἑτέραν ἢ εἰς ὕλην ποιήσομαι τὸν λόγον μικρὰ παραιτησάμενος τοὺς τοῖς ἐπὶ λεπτὸν διαιρουμένοις δυσχεραίνοντας· ἡμεῖς γὰρ οὐχ ὅτι μόνον τοῖς ἐπισύρουσι τὰ τοιαῦτα ἀχθόμεθα ἀλλὰ καὶ βλάβην κοινὴν νομίζομεν τὸ μὴ περὶ ἑκάστου ἀκριβοῦν καὶ ἐξονυχίζειν. τοιγάρτοι πρῶτον μὲν ἀπὸ τοῦ κυριωτάτου τῶν ἐν τῷ σώματι μερῶν ἄρξομαι διασαφεῖν.