ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ: ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.313-1.315)


1.313 δύναμιν͵ ὅτι καὶ ἡ δύναμις ἐκτένεια ἦν τῆς οὐσίας. Ἐπὶ δὲ ταύτῃ ἡ τρίτη πρόεισιν ἀρχή͵ τὸ τελειότατον͵ ὡς δοκεῖ͵ συλλαβοῦσα͵ καὶ παντέλειον εἶδος͵ οἷον τριχῆ διαστᾶσα καὶ εἰς οὐσίαν ἀντὶ ὑπάρξεως ἑνωθεῖσα. Διὸ καὶ ἔοικε τῷ οἰκείῳ πατρὶ ὁ πατρικὸς νοῦς͵ καὶ ἐπέστραπται πρὸς αὐτόν͵ ὡς τῷ ἑνὶ τὸ ἡνωμένον͵ καὶ τῇ ὑπάρξει ἡ οὐσία. Οὐ μὴν ταὐτόν γέ ἐστιν ὂν καὶ ἄλλο μέσον ἡ δύναμις͵ ἐκβᾶσα μὲν ἀπὸ τῆς πατρικῆς ἁπλότητος καὶ ταύτῃ συμφερομένη τῷ νῷ͵ οὔπω δὲ εἰς ἕνωσιν περιγραφεῖσα͵ ἀλλὰ μόνη χύσις καὶ ἀπειρία τοῦ ἑνὸς εἶναι βουλομένη· διὸ καὶ τῷ πατρὶ σύνεστιν͵ ὡς ἑνὶ μένοντι͵ χεόμενον ἕν· ὅθεν οὔπω ἡνωμένον ἡ δευτέρα ἀρχή͵ ἀλλ΄ ἓν ἔτι͵ εἰ καὶ χεόμενόν πως εἰς χάος ὡς ἀληθῶς. Ἡ μὲν οὖν ὕπαρξις ᾗ διαφέρει τῆς οὐσίας͵ ἐπὶ τοσοῦτον εἰρήσθω. Καὶ δῆλον ὅτι χωριζομένη τῆς οὐσίας ἑνὰς ἀνάλογον πανταχοῦ ὡς ὕπαρξις χωρισθή σεται. Εἰ γὰρ τὸ ἓν ἁπλῶς ὕπαρξις͵ καὶ τὸ ἡνωμένον ἁπλῶς οὐσία. Εἰ δὲ τὸ ἀντιδιαιρούμενον πρὸς τὸ ὂν ἓν ὡς ἐξημμένον αὐτοῦ καθ΄ ἑτερότητα ὕπαρξις͵ καὶ τὸ ὂν ὡς πρὸς ὕπαρξιν ταύτην οὐσίαν͵ κατὰ μέντοι τὴν ἁπλότητα ὕπαρξις· τὸ δὲ ἁπλῶς ἓν ὕπαρξις μόνον͵ ὡς καὶ τὰ ἁπλῶς πολλά͵ καὶ οὐδὲν ἄλλο ἢ τὰ πολλὰ ἡ πρώτη δύναμις. Καὶ ἤδη καὶ τὸ ἡνωμένον͵ ὃ μίγμα ἐστὶν ἑνὸς καὶ πολλῶν τῶν ἁπλῶς͵ καὶ διὰ τοῦτο καὶ αὐτὸ ὂν ἁπλῶς ἡνωμένον τὸ ἁπλῶς λέγεται ὄν͵ ὅτι πανταχοῦ τὸ λεγόμενον͵ ὃ πέπονθε μὲν τὸ ἕν͵ ἓν δὲ ὅμως οὐκ ἔστιν͵ ἐν Σοφιστῇ δείκνυσιν ὁ Πλάτων. Οὐκοῦν ἐν δίκῃ τὸ μὲν ἓν ὁ πατὴρ τῆς τριάδος͵ ὅτι πρὸ τοῦ ὄντος καὶ γεννητὴς τοῦ ὄντος͵ ἡ δὲ δύναμις τοῦ πατρὸς τὰ πολλά͵ ὅτι ἐκτένεια ταῦτα τοῦ ἑνὸς ἐπὶ τὴν τοῦ ὄντος γέννησιν͵ ὁ δὲ πατρικὸς νοῦς τὸ ἡνωμένον τε καὶ τὸ ὂν κατὰ τὴν πρὸς τὸ ἓν τὸ πατρικὸν ἐπιστροφὴν θεωρούμενον͵ οὐ δήπου τὴν γνωστικήν͵ οὔπω γὰρ ἐκεῖ διακέκριται γνῶσις͵ οὐδὲ τὴν ζωτικήν͵ οὐδὲ γὰρ ζωή πως ἐν ἐκείνοις διεκρίθη· οὐδὲ ἄρα οὐσιώδης· καὶ γὰρ ἡ οὐσία πρὸς ταῦτα ἀντιδιῄρηται μετὰ τὸ ἡνωμένον͵ οὐσιώδης ἡ ἐπιστροφή͵ ἣ ἐστὶ πασῶν ἐπιστροφῶν πρεσβυτάτη͵ οὐκ εἰς οὐσίαν ἐπιστρεφομένη͵ ἀλλ΄ εἰς τὸ ἓν ἁπλῶς. Διὸ καὶ τούτου πρὸ πάντων ὄντος καὶ ἡ ἐπιστροφὴ πασῶν ἐστιν ὑπερέχουσα τῶν ἐπιστροφῶν· διὸ καὶ ἁπλῶς ἐπιστροφὴ αὕτη ἐστίν͵

1.314 ἀλλ΄ οὐ τίς͵ οἷον γνωστικὴ πρὸς γνωστόν͵ ἢ ὀρεκτικὴ πρὸς ὀρεκτὸν (καὶ γὰρ αὕτη ζωτικὴ μᾶλλόν ἐστιν)͵ οὐδὲ ὡς πρὸς ὂν τοῦ ἡνωμένου͵ τὶς γὰρ αὕτη καὶ πρός τι ἐπιστροφή͵ ἀλλ΄ ἡ πρὸς τὸ πάντων ἁπλούστατον καὶ ἁπλουστάτη πασῶν͵ ἡ τοῦ ἡνωμένου πρὸς τὸ ἕν͵ τοῦ πρώτου πρὸς τὸ πρῶτον͵ καὶ οὕτως ἔχουσα διακρίσεως͵ μᾶλλον δὲ τῆς ἀδιακρίτου ὑπερβολῆς͵ ὡς ἕνωσις εἶναι μᾶλλον ἢ ἐπιστροφή. Ἀλλ΄ ὅμως καὶ ἡ ἀναλογία καὶ ἐπιστροφὴν αὐτὴν εἶναι φήσει καὶ νοῦν ὀνομάσει τὸν κατ΄ αὐτὴν ὑφιστάμενον͵ διότι νοῦ ἴδιον ἡ ἐπιστροφή. Εἰ δὲ νοῦ τὸ διακεκριμένον͵ ὡς εἴρηται πρόσθεν͵ καὶ ταύτῃ νοῦς τὸ ἡνωμένον͵ ὅτι τρίτος ἀπὸ τοῦ πατρὸς ὅπως διαλέγοιτο͵ κατά τινα ῥηθήσεται ἀναλογίαν καὶ ἔνδειξιν ὑπερφυᾶ τὸ μέγεθος. Ἀλλ΄ ὡς μὲν κοινῶς εἰπεῖν͵ οὕτως εἰρήσθω.

Τὸν δὲ μερικώτερον τρόπον κατὰ τὴν τριχῆ διαίρεσιν τοῦ ἡνωμένου ῥητέον͵ καθ΄ ἣν τὸ μὲν ἄκρον αὐτοῦ πάντως ἀδιάκριτον͵ τὸ δὲ μέσον ἤδη πως ὡς ἐκεῖνο διακρινόμενον͵ τὸ δὲ πέρας διακρινόμενον ὡς τοῦ ἡνωμένου τὸ δια κεκριμένον εἰπεῖν. Καὶ γὰρ ὁ Πλάτων τοῦτο μὲν διακρίνας εἰς ἓν καὶ ὂν ὅμως εὕρισκεν ἑκάτερον τὸ συναμφότερον γιγνόμενον͵ τὸ δὲ μέσον ἐκ μερῶν ὅλον ἐποίει τοῦ ἑνὸς καὶ τοῦ ὄντος· τοῦτο δὲ τοῦ διακρινομένου ἴδιον ἦν͵ τὸ δὲ ἄκρον πάντη ἓν ὄν͵ καὶ τό τε ἓν τοῦ ὄντος͵ καὶ τὸ ὂν τοῦ ἑνός. Εἰ δὲ καί τι λέγοι τις͵ ὀρθῶς ἐρεῖ͵ ᾗ τὸ μὲν ἄκρον ὑπὸ τοῦ ἑνὸς ἔχει τὸ ὂν κρατούμενον͵ τὸ δὲ ἔσχατον ἀνάπαλιν ὑπὸ τοῦ ὄντος τὸ ἕν͵ ἐν δὲ τῷ μέσῳ ἑκάτερον ἰσοστάσιον; ἢ πάλιν͵ ὡς Πλάτων͵ τὸ μέν ἐστιν ἓν ὄν͵ τὸ δὲ ὅλον καὶ μέρη͵ τὸ δὲ ἄπειρον πλῆθος· τοῦτο μὲν οὖν ὡς ἀναλογοῦν τῷ νῷ κατὰ τὸ διακεκριμένον ἤδη πλῆθος͵ τὸ δὲ μέσον κατὰ τὸ διακρινόμενον͵ τὸ δὲ πρῶτον κατὰ τὸ ἡνωμένον. Διόπερ τὸ μὲν ἄκρον μόνον ἓν ὄν͵ τὸ δὲ μέσον ἀρχόμενον ἤδη μερισμοῦ τινός͵ τὸ δὲ τρίτον εἰς πολλὰ διῃρημένον͵ ὡς ὁ νοῦς εἰς τὰ εἴδη͵ φαμέν͵ οὕτως τοῦτο εἰς τὰ πολλά͵ ἃ λέγομεν εἶναι πολλὰ πρὸ ἀριθμοῦ παντός͵ ὅθεν καὶ τὸ ἄπειρον πλῆθος͵

1.315 ὅτι ἀνάριθμον φύσει καὶ πρὸ παντὸς ὅρου ἀριθμητικοῦ· οὐ γὰρ ὁ ἀριθμὸς ἐνδέχεται τὸ ἄπειρον͵ οὐδὲ κατὰ τοὺς λέγοντας͵ ἀλλὰ τὸ πλῆθος͵ ὅτι ἦν πλῆθος ἄπειρον͵ καὶ ὕλη ἀριθμοῦ δεομένη πέρατος ἀριθμητικοῦ͵ μᾶλλον δὲ οὔτε ὕλη͵ οὔτε δεομένη πέρατος͵ ἀλλ΄ ἐπέκεινα τῆς τῶν ἀριθμῶν πάντων ὑποστάσεως. Ἔστι τοίνυν τὰ πολλὰ ταῦτα τοῦ ἡνωμένου ἑνὸς πολλά͵ ὡς τὰ πρὸ τοῦ ἡνωμένου πολλὰ κατὰ τὴν δευτέραν ἀρχὴν πολλά͵ ἥν͵ ὡς ἔφαμεν͵ ἁπλῶς τοῦ ἑνός τε τὰ μὲν ὡς ἓν πολλά͵ ταῦτα δὲ ὡς ἡνωμένον πολλά͵ ὧν προϋπάρχειν ἐν τῷ μέσῳ τοῦ νοητοῦ οὐ τὰ πολλά͵ οὐδὲ τὸ ἄπειρον πλῆθος͵ ἀλλὰ μέρη καὶ ὅλον͵ ἔτι ἐνεχόμενα τῷ ἑνὶ τὰ πολλά͵ καὶ μόνον ἀρχόμενα διακρίνεσθαι ἀπ΄ αὐτοῦ. Ὅθεν τὸ μὲν ὅλον ἀντὶ ἑνὸς γέγονεν͵ τὰ δὲ μέρη ἀντὶ ἀμερίστων καὶ ὑπὸ τοῦ ἑνὸς τοῦ οἰκείου συνῃρημένων͵ ἐπειδὴ διεκρίθη τελέως͵ ὅσῃ καὶ οἵᾳ διακρίσει ἐπεφύκει γενέσθαι τοῦ ἡνωμένου͵ τοσούτων καὶ τοιούτων γενομένων κερμάτων ἐν τούτῳ πολλὰ εὐθὺς ἐφάνη. Καὶ τὸ πᾶν ἄπειρον πλῆθος ἀναλογήσει ἄρα τῷ νῷ͵ καὶ τοῖς ἐν τῷ νῷ εἴδεσι τὸ ἄπειρον τοῦτο πλῆθος πᾶν (διὸ καὶ νοητὸς ἀνύμνηται τοῦ νοητοῦ παντός)͵ τὸ δὲ μέσον τῇ μέσῃ τάξει καὶ ὄνομα λαχούσῃ ταὐτὸν ἐν τῷ δευτέρῳ διακόσμῳ μετὰ τὸν νοητόν͵ τὸ δὲ ἄκρον τῷ στοιχειωτῷ καὶ ἀπὸ στοιχείων συγκεκραμένῳ͵ αὐτό γε ὂν ἡνωμένον τὸ τοῦ ἡνωμένου κόσμου παντός. Καὶ αὖ πάλιν ἐν τῷ τρίτῳ διακόσμῳ τῷ νοερῷ ὁ μὲν ἀμιστύλλευτος νοῦς καὶ ἅπαξ ἐπέκεινα τῷ ἄκρῳ τοῦ ἡνωμένου καὶ πάντη ἡνωμένῳ ἀπείκασται· ἡ δὲ ἀμφιφαὴς Ἑκάτη καὶ ὅλη πολυμερὴς φαινομένη τῷ μέσῳ τοῦ ἡνωμένου προσέοικεν. Ὅπερ δὲ ἐν τούτῳ ὁ δὶς ἐπέκεινα νοῦς͵ νοεραῖς στράπτων τομαῖς͵ τοῦτο ἐκεῖ ὁ νοητὸς νοῦς καὶ ἡνωμένος νοηταῖς τομαῖς͵ εἰ θέμις φάναι͵ στράπτων καὶ ἐκεῖνος. Ἀλλὰ γὰρ εἰ τοιαῦται διαφοραί τινές εἰσιν ἐν τῷ ἡνωμένῳ͵ ἢ διαφορῶν προεμφάσεις ἢ προαιτίαι͵ ἢ ὅπως ἕλοιτό τις εἰπεῖν (εἴρηται γὰρ πλείω περὶ τούτων πρότερον͵ τὸ δὲ ἡνωμένον ἦν ὁ πατρικὸς νοῦς͵ ὁ μὲν ὡς εἷς ὅλος͵ ὁ δὲ οὕτω τριχῆ διῃρημένος)͵ δῆλον ὅπως ἀνὰ τὸν αὐτὸν λόγον συνδιελοῦμεν τήν τε τελείαν δύναμιν εἰς τρεῖς δυνάμεις καὶ τὸν ἕνα πατέρα εἰς τρεῖς πατέρας. Ὁ μὲν γὰρ ἔσται πατὴρ τοῦ ἡνωμένου ἐν τῷ ἡνωμένῳ νῷ͵ ὁ δὲ τοῦ ὡς ὅλου καὶ μερῶν θεωρουμένου͵ ὁ δὲ τοῦ κατὰ τὸ ἄπειρον πλῆθος λαμβανομένου· ὅθεν οὗτος