ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ: ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.320-1.324)


1.320 πρῶτον γενέσθαι τὸ Χάος ἱστορῶν τὴν ἀκατάληπτον τοῦ νοητοῦ καὶ ἡνωμένην παντελῶς φύσιν κεκληκέναι Χάος͵ τὴν δὲ Γῆν πρώτην ἐκεῖθεν παράγειν ὥς τινα ἀρχὴν τῆς ὅλης γενεᾶς τῶν θεῶν· εἰ μὴ ἄρα Χάος μὲν τὴν δευτέραν τῶν δυεῖν ἀρχῶν͵ Γῆν δὲ καὶ Τάρταρον καὶ Ἔρωτα τὸ τριπλοῦν νοητόν͵ τὸν μὲν Ἔρωτα ἀντὶ τοῦ τρίτου͵ ὡς κατὰ ἐπιστροφὴν θεωρουμένην. Τοῦτο γὰρ οὕτως ὀνομάζει καὶ ὁ Ὀρφεὺς ἐν ταῖς Ραψῳδίαις· τὴν δὲ Γῆν ἀντὶ τοῦ πρώτου͵ ὡς πρώτην ἐν στερεῷ τινι καὶ οὐσιώδει καταστήματι παγεῖσαν͵ τὸν δὲ Τάρταρον ἀντὶ τοῦ μέσου͵ ὡς ἤδη πως εἰς διάκρισιν παρακεκινημένου. Ἀκουσίλαος δὲ Χάος μὲν ὑποτίθεσθαί μοι δοκεῖ τὴν πρώτην ἀρχήν͵ ὡς πάντη ἄγνωστον͵ τὰς δὲ δύο μετὰ τὴν μίαν͵ Ἔρεβος μὲν τὴν ἄρρενα͵ τὴν δὲ θήλειαν Νύκτα͵ ταύτην μὲν ἀντὶ ἀπειρίας͵ ἐκείνην δὲ ἀντὶ πέρατος· ἐκ δὲ τούτων φησὶ μιχθέντων Αἰθέρα γενέσθαι καὶ Ἔρωτα καὶ Μῆτιν͵ τὰς τρεῖς ταύτας νοητὰς ὑποστάσεις͵ τὴν μὲν ἄκραν Αἰθέρα ποιῶν͵ τὴν δὲ μέσην Ἔρωτα κατὰ τὴν φυσικὴν μεσότητα τοῦ Ἔρωτος͵ τὴν δὲ τρίτην Μῆτιν͵ κατ΄ αὐτὸν ἤδη τὸν πολυτίμητον νοῦν. Παράγει δὲ ἐπὶ τούτοις ἐκ τῶν αὐτῶν καὶ ἄλλων θεῶν πολὺν ἀριθμὸν κατὰ τὴν Εὐδήμου ἱστορίαν. Τὸν δὲ Ἐπιμενίδην δύο πρώτας ἀρχὰς ὑποθέσθαι͵ Ἀέρα καὶ Νύκτα͵ δηλονότι σιγῇ τιμήσαντα τὴν μίαν πρὸ τῶν δυεῖν͵ ἐξ ὧν γεννηθῆναι Τάρταρον οἶμαι τὴν τρίτην ἀρχήν͵ ὥς τινα μικτὴν ἐκ τῶν δυεῖν συγκραθεῖσαν· ἐξ ὧν δύο τινὰς τὴν νοητὴν μεσότητα οὕτω καλέσαντα͵ διότι ἐπ΄ ἄμφω διατείνει τό τε ἄκρον

1.321 καὶ τὸ πέρας͵ ὧν μιχθέντων ἀλλήλοις ὠὸν γενέσθαι τοῦτο ἐκεῖνο τὸ νοητὸν ζῷον ὡς ἀληθῶς͵ ἐξ οὗ πάλιν ἄλλην γενεὰν προελθεῖν. Φερεκύδης δὲ ὁ Σύριος Ζᾶντα μὲν εἶναι ἀεὶ καὶ Χρόνον καὶ Χθονίαν τὰς τρεῖς πρώτας ἀρχάς͵ τὴν μίαν φημὶ πρὸ τῶν δυοῖν͵ καὶ τὰς δύο μετὰ τὴν μίαν͵ τὸν δὲ Χρόνον ποιῆσαι ἐκ τοῦ γόνου ἑαυτοῦ πῦρ καὶ πνεῦμα καὶ ὕδωρ͵ τὴν τριπλῆν͵ οἶμαι͵ φύσιν τοῦ νοητοῦ͵ ἐξ ὧν ἐν πέντε μυχοῖς διῃρημένων πολλὴν ἄλλην γενεὰν συστῆναι θεῶν͵ τὴν πεντέμυχον καλουμένην͵ ταὐτὸν δὲ ἴσως εἰπεῖν͵ πεντέκοσμον. Περὶ δὲ τούτων ἄλλος ἴσως φανεῖται καιρός· τοιαῦται μὲν οὖν καὶ τοσαῦται τὰ νῦν παρειλήφθωσαν ἡμῖν αἱ διὰ μύθων ἑλληνικῶν ὑποθέσεις͵ πολλῶν καὶ ἄλλων οὐσῶν. Τῶν δὲ βαρβάρων ἐοίκασι Βαβυλώνιοι μὲν τὴν μίαν τῶν ὅλων

1.322 ἀρχὴν σιγῇ παριέναι͵ δύο δὲ ποιεῖν Ταυθὲ καὶ Ἀπασών͵ τὸν μὲν Ἀπασὼν ἄνδρα τῆς Ταυθὲ ποιοῦντες͵ ταύτην δὲ μητέρα θεῶν ὀνομάζοντες͵ ἐξ ὧν μονογενῆ παῖδα γεννηθῆναι τὸν Μωϋμίν͵ αὐτόν͵ οἶμαι͵ τὸν νοητὸν κόσμον ἐκ τῶν δυεῖν ἀρχῶν παραγόμενον͵ ἐκ δὲ τῶν αὐτῶν ἄλλην γενεὰν προελθεῖν͵ Δαχὴν καὶ Δαχόν͵ εἶτα αὖ τρίτην ἐκ τῶν αὐτῶν͵ Κισσαρὴ καὶ Ἀσσωρόν͵ ἐξ ὧν γενέσθαι τρεῖς͵ Ἀνὸν καὶ Ἴλλινον καὶ Ἀόν· τοῦ δὲ Ἀοῦ καὶ Δαύκης υἱὸν γενέσθαι τὸν Βῆλον͵ ὃν δημιουργὸν εἶναί φασιν. Μάγοι δὲ καὶ πᾶν τὸ ἄρειον γένος͵ ὡς καὶ τοῦτο γράφει ὁ Εὔδημος͵ οἱ μὲν Τόπον͵ οἱ δὲ Χρόνον καλοῦσι τὸ νοητὸν ἅπαν καὶ τὸ ἡνωμένον͵ ἐξ οὗ διακριθῆναι ἢ θεὸν ἀγαθὸν καὶ δαίμονα κακόν͵ ἢ φῶς καὶ σκότος πρὸ τούτων͵ ὡς ἐνίους λέγειν. Οὗτοι δὲ οὖν καὶ αὐτοὶ μετὰ τὴν ἀδιάκριτον φύσιν διακρινομένην ποιοῦσι τὴν διττὴν συστοιχίαν τῶν κρειττόνων͵ τῆς μὲν ἡγεῖσθαι τὸν Ὠρομάσδη͵ τῆς δὲ τὸν Ἀρειμάνιον.

1.323 Σιδώνιοι δὲ κατὰ τὸν αὐτὸν συγγραφέα πρὸ πάντων Χρόνον. ὑποτίθενται καὶ Πόθον καὶ Ὀμίχλην͵ Πόθου δὲ καὶ Ὁμίχλης μιγέντων ὡς δυεῖν ἀρχῶν Ἀέρα γενέσθαι καὶ Αὔραν͵ Ἀέρα μὲν ἄκρατον τοῦ νοητοῦ παραδηλοῦντες͵ Αὔραν δὲ τὸ ἐξ αὐτοῦ κινούμενον τοῦ νοητοῦ ζωτικὸν προτύπωμα. Πάλιν δὲ ἐκ τούτων ἀμφοῖν Ὦτον γεννηθῆναι κατὰ τὸν νοῦν͵ οἶμαι͵ τὸν νοητόν. Ὡς δὲ ἔξωθεν Εὐδήμου τὴν Φοινίκων εὑρίσκομεν κατὰ Μῶχον μυθολογίαν͵ Αἰθὴρ ἦν τὸ πρῶτον καὶ Ἀὴρ αἱ δύο αὗται ἀρχαί͵ ἐξ ὧν γεννᾶται Οὐλωμός͵ ὁ νοητὸς θεός͵ αὐτό͵ οἶμαι͵ τὸ ἄκρον τοῦ νοητοῦ· ἐξ οὗ ἑαυτῷ συνελθόντος γεννηθῆναί φασι Χουσωρόν͵ ἀνοιγέα πρῶτον͵ εἶτα ὠόν͵ τοῦτον μέν͵ οἶμαι͵ τὸν νοητὸν νοῦν λέγοντες͵ τὸν δὲ ἀνοιγέα Χουσωρόν͵ τὴν νοητὴν δύναμιν ἅτε πρώτην διακρίνασαν τὴν ἀδιάκριτον φύσιν͵ εἰ μὴ ἄρα μετὰ τὰς δύο ἀρχὰς τὸ μὲν ἄκρον ἐστὶν Ἄνεμος ὁ εἷς͵ τὸ δὲ μέσον οἱ δύο ἄνεμοι Λίψ τε καὶ Νότος· ποιοῦσι γάρ πως καὶ τούτους πρὸ τοῦ Οὐλωμοῦ· ὁ δὲ Οὐλωμὸς αὐτὸς ὁ νοητὸς εἴη νοῦς͵ ὁ δὲ ἀνοιγεὺς Χουσωρὸς ἡ μετὰ τὸ νοητὸν πρώτη τάξις͵ τὸ δὲ Ὠὸν ὁ οὐρανός· λέγεται γὰρ ἐξ αὐτοῦ ῥαγέντος εἰς δύο γενέσθαι Οὐρανὸς καὶ Γῆ͵ τῶν διχοτομημάτων ἑκάτερον. Αἰγυπτίων δὲ ὁ μὲν Εὔδημος οὐδὲν ἀκριβὲς ἱστορεῖ͵ οἱ δὲ Αἰγύπτιοι καθ΄ ἡμᾶς φιλόσοφοι γεγονότες ἐξήνεγκαν αὐτῶν τὴν ἀλήθειαν κεκρυμμένην εὑρόντες ἐν αἰγυπτίοις δή τισι λόγοις͵ ὡς εἴη κατ΄ αὐτοὺς ἡ μὲν

1.324 μία τῶν ὅλων ἀρχὴ σκότος ἄγνωστον ὑμνουμένη͵ καὶ τοῦτο τρὶς ἀναφωνούμενον οὕτως͵ τὰς δὲ δύο ἀρχὰς Ὕδωρ καὶ Ψάμμον͵ ὡς Ἡραΐσκος͵ ὡς δὲ ὁ πρεσβύτερος αὐτὸς Ἀσκληπιάδης͵ Ψάμμον καὶ Ὕδωρ͵ ἐξ ὧν καὶ μεθ΄ ἃς γεννηθῆναι τὸν πρῶτον Καμηφίν͵ εἶτα τὸν δεύτερον ἀπὸ τούτου͵ εἶτα καὶ ἀπὸ τούτου τὸν τρίτον͵ οὓς συμπληροῦν τὸν ὅλον νοητὸν διάκοσμον. Οὕτω μὲν Ἀσκληπιάδης. Ὁ δὲ νεώτερος Ἡραΐσκος τὸν τρίτον ὀνομασθέντα Καμηφὶν ἀπὸ τοῦ πατρὸς καὶ τοῦ πάππου τὸν ῞Ηλιον εἶναί φησιν αὐτὸν δήπου τὸν νοῦν τὸν νοητόν. Ἀλλὰ τὴν μὲν περὶ τούτων ἀκρίβειαν ἐξ ἐκείνων ληπτέον͵ ἰστέον δὲ καὶ ἐκεῖνο περὶ τῶν Αἰγυπτίων ὅτι διαιρετικοί εἰσι πολλαχοῦ τῶν κατὰ ἕνωσιν ὑφεστώτων͵ ἐπεὶ καὶ τὸ νοητὸν διῃρήκασιν εἰς πολλῶν θεῶν ἰδιότητας͵ ὡς ἔξεστι μαθεῖν τοῖς ἐκείνων συγγράμμασιν ἐντυχοῦσι τοῖς βουλομένοις͵ λέγω δὲ τῇ Ἡραΐσκου ἀναγραφῇ τοῦ αἰγυπτίου καθ΄ ὅλον λόγου πρὸς τὸν Πρόκλον γραφείσῃ τὸν φιλόσοφον͵ καὶ τῇ ἀρξαμένῃ γράφεσθαι συμφωνίᾳ ὑπὸ Ἀσκληπιάδου τῶν Αἰγυπτίων πρὸς τοὺς ἄλλους θεολόγους.