Υπάρχουν έργα που οι συγγραφείς τους είναι άγνωστοι ή θέλησαν να παραμείνουν άγνωστοι για διάφορους λόγους (για να προκαλέσουν περισσότερο ενδιαφέρον ή για να αποφύγουν ενδεχόμενη δίωξη).
Μερικά έργα, λοιπόν, έχουν σωθεί ανώνυμα όπως και το παρακάτω κείμενο που απευθύνεται στον βασιλιά Κωνσταντίνο Πωγωνάτο. Ήταν ο Κωνσταντίνος Δ’ (652-685 μ.Χ.) αυτοκράτορας του Βυζαντίου από το 658μ.Χ. Άρα και το κείμενο ανήκει σε αυτήν την χρονολογία.
ἘΞ ἸΑΤΡΙΚΗΣ ΒΙΒΛΟΥ ΠΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΝ ΒΑΣΙΛΕΑ ΤΟΝ ΠΩΓΩΝΑΤΟΝ ΠΕΡΙ ΤΡΟΦΩΝ
ΣΥΝΤΑΓΜΑ
(Τυγχάνει τόδε σαφῶς πονηθὲν παρὰ ἀνδρὸς σοφωτάτου)
1 Γνωστὴ ἡ φύσις καὶ ἡ δύναμις τῶν βρωμάτων καὶ πομάτων ἐκ τῆς αὐτῶν γεύσεως· αἱ δὲ γεύσεις διαιροῦνται εἰς ὀκτώ· γεῦσις γλυκεῖα· γεῦσις πικρά· γεῦσις ἁλμυρά· γεῦσις δριμεῖα· γεῦσις λιπαρά· γεῦσις στυπτική· γεῦσις ὀξίζουσα· γεῦσις μὴ ἔχουσα αἴσθησιν. Καὶ ἡ μὲν γλυκεῖα γεῦσις ὑπάρχει θερμὴ καὶ ὑγρὰ͵ καὶ ἁρμόζουσα τοῖς ἔχουσι σύμμετρον͵ καὶ πλεονάζει εἰς αὐτοὺς αἷμα εὔχρηστον͵ ἔχον σύμμετρον κρᾶσιν. τοῖς δὲ σώματα ἔχουσι θερμὰ καὶ ξηρὰ καὶ χολώδη μετατρέπεται εἰς χολὴν ξανθήν· πᾶσα δὲ ὑγρὰ ὀπώρα καὶ γλυκεῖα ἔχει ἐλαττοτέραν θερμότητα καὶ ξηρότητα παρὰ τὴν θερμότητα τοῦ σάκχαρος. πᾶσα δὲ βρῶσις καὶ πόσις ὅσον πλεονάζει εἰς αὐτὰς ἡ γλυκύτης͵ τοσοῦτον πλεονάζει καὶ ἡ θερμότης. Τὸ δὲ πικρὸν κέκτηται πλειοτέραν θερμότητα καὶ ξηρότητα τοῦ γλυκέος καὶ οὐχ ἁρμόζει τοῖς τὰ σώματα ἔχουσι θερμὰ καὶ ξηρά. λεπτύνει δὲ τὸ φλέγμα καὶ διαλύει αὐτὸ͵ καὶ πεπαίνει τοὺς παχεῖς χυμοὺς͵ καὶ ἁρμόζει τοῖς τὰ σώματα ἔχουσι θερμὰ καὶ ξηρά͵ ποιεῖ δὲ δίψαν καὶ πολυφαγίαν καὶ τέμνει τὸ φλέγμα καὶ διαλύει ἐκ τοῦ στομάχου τὰ παχέα περιττώματα καὶ σεσηπότα .......................... .............................. τὰ δὲ ἔχοντα ἐκκαυστικὴν δύναμιν εἰς γεῦσιν αὐτῶν͵ οἷον τὸ πέπερι͵ τὸ πύρεθρον͵ καὶ τὰ κρόμμυα͵ καὶ τὰ σκόροδα͵ κέκτηνται καὶ αὐτὰ πλείστην θερμασίαν͵ καὶ βλάπτουσι τὰ θερμὰ καὶ ξηρὰ σώματα καὶ γεννῶσι κεφαλαλγίαν ἐκ τῶν ἀναθυμιάσεων αὐτῶν͵ καὶ λεπτύνουσι τὸ αἷμα. χρὴ δὲ λαμβάνειν αὐτὰ τοῖς τὰ σώματα ἔχουσι καὶ ψυχρὰ καὶ ὑγρὰ͵ καὶ μάλιστα τοὺς καιροὺς τοὺς ψυχροὺς καὶ ὑγρούς· διαλύουσι δὲ τὴν ὑγρότητα καὶ παχύτητα ἐκ τοῦ στομάχου καὶ ἐκ τῶν ἐντέρων. Τὸ δὲ λιπαρὸν ἔχει σύμμετρον θερμότητα καὶ ὑγρότητα· ἁρμόζει δὲ τοῖς τὴν κρᾶσιν ἔχουσι ξηράν. Τὸ δὲ στύφον ὑπάρχει ξηρὸν καὶ ψυχρὸν καί ἐστιν ἐπιτήδειον τοῖς τὴν κρᾶσιν θερμοτέραν ἔχουσιν· ἐνδυναμεῖ δὲ τὸν στόμαχον καὶ ἄγει αὐτὸν εἰς ὄρεξιν͵ καὶ παύει τὸν πόνον αὐτοῦ͵ καὶ ἐνδυναμεῖ τὴν αὐτοῦ ἐνέργειαν͵ καὶ καταπραΰνει τὴν δίψαν. ἔστι δὲ τὸ τοιοῦτον βλαβερὸν τοῖς τὴν κρᾶσιν καὶ τὰ σώματα ἔχουσι ψυχρὰ͵ ἀδυνατοῖ δὲ τὰ νεῦρα καὶ βλάπτει αὐτά. Τὸ δὲ ὄξος διὰ τὴν φυσικὴν ξηρότητα͵ ἣν κέκτηνται κρᾶσιν ψυχρὰν καὶ ὑγράν. βλαβερὰ δὲ ὑπάρχουσι τοῖς τὰ σώματα ἔχουσι ξηρά. ἁρμόζουσι δὲ τοῖς τὰ νεῦρα τοῦ στομάχου ἔχουσι χαῦνα ἐκ πολλῆς ὑγρότητος͵ καὶ ὠφελοῦσιν ἐν τοῖς κοιλιακοῖς· τὰ δὲ ἐλαττοτέραν τὴν στυφότητα ἔχοντα͵ οἷον τὰ κυδώνια καὶ τὰ ἄπια καὶ τὰ μῆλα καὶ ὅσα τούτοις ὅμοια ἔχουσι σύμμετρον δύναμιν καὶ ἐνέργειαν εἰς τὸ δυναμεῖν τὸν στόμαχον καὶ τὴν κοιλίαν καὶ τὸ ἧπαρ καὶ εἰς τὴν ὄρεξιν τοῦ βρώματος. ἐσθιόμενα δὲ πρὸ τῆς βρώσεως κωλύουσι τὴν φύσιν͵ καὶ ἐσθιόμενα μετὰ τὴν βρῶσιν ἄγουσι τὴν φύσιν. Ἡ δὲ γεῦσις ἡ μὴ ἔχουσα αἴσθησιν͵ οἷον τὰ λευκὰ τῶν ὠῶν καὶ τὸ ψύλλιον καὶ ὅσα τούτοις ὅμοια ὑπάρχουσιν͵ ὑγρὰ καὶ ψυχρὰ καὶ μετατρέπονται ταχέως εἰς τὴν ὑγρότητα͵ ἁρμόζουσι δὲ τοῖς ἔχουσι τὴν κρᾶσιν τῶν σωμάτων θερμὴν καὶ ξηράν.
2 Περὶ τροφῆς σπερμάτων καὶ καρπῶν
Ὁ σῖτος πλεονάζει τῇ θερμότητι καὶ ὑπάρχει βελτιώτερος πάντων τῶν σπερμάτων͵ γεννᾷ δὲ αἷμα εὔχρηστον καὶ πάνυ καλόν. ἡ δὲ κριθὴ πλησιάζει τὴν ψυχρότητα καί ἐστιν ἡ τροφὴ αὐτῆς ἐλαττοτέρα τῆς τροφῆς τοῦ σίτου͵ οὐχ ἁρμόζει δὲ τοῖς τὴν φύσιν ἔχουσι θερμοτέραν. ἡ ὄρυζα σύμμετρος (μέσον) θερμότητος καὶ ψυχρότητος͵ ὑπάρχει δὲ κωλυτικὴ τῆς φύσεως· εἰ δὲ ἑψηθῇ μετὰ ἀρτύματος γίνεται εὔκοιλος. ὑοσκύαμος πλησιάζει τῇ ψυχρότητι καὶ τίκτει φῦσαν καὶ πνεῦμα ἐν τῇ κοιλίᾳ καὶ βάρος ἐν τῇ κεφαλῇ· ἑψηθεὶς δὲ μετὰ ὄξους κωλύει τὴν φύσιν. ἐρέβινθος ἔχει θερμότητα͵ γεννᾷ δὲ καὶ αὐτὸς φύσας ἐν τῇ κοιλίᾳ· ἄγει δὲ καταμήνια καὶ πληθύνει τὰ οὖρα καὶ τὴν συνουσίαν. ἡ φακῆ ψυχρὰ καὶ ξηρὰ͵ ξηραίνει τὸ σῶμα καὶ πλεονάζει μελαγχολικῷ χυμῷ. ποιεῖ δὲ καὶ ἀμβλυωπίαν καὶ ψύχει τὰ σώματα. θερμία θερμὰ καὶ ξηρὰ͵ δύσπεπτα͵ καταμηνίων ἀγωγικά. εἰ δὲ γλυκανθῶσιν ἐν ὕδατι χλιαρῷ͵ γεννῶσιν ἐλαφροτέραν τροφὴν καὶ ἧσσον δύσπεπτον. φάσουλιν ἔχει κρᾶσιν θερμὴν καὶ ὑγράν· γεννᾷ ἀνέμους ἐν τῇ κοιλίᾳ͵ ἄγει τὴν φύσιν͵ πληθύνει τὰ οὖρα͵ ἄγει τὰ καταμήνια͵ ποιεῖ ἐνυπνιασμὸν κακόν. ὁ κέγχρος ὑπάρχει ξηρὸς καὶ τρέφει τὸ σῶμα͵ κωλύει τὴν φύσιν. Ὁ δὲ ἄρτος ὁ γινόμενος ἐκ τοῦ σίτου ὑπάρχει βελτιώτερος πάντων τῶν βρωμάτων καὶ εὐτροφώτερος· μάλιστα δὲ ὁ καθαρὸς͵ ὁ ἔχων σύμμετρον ζύμην καὶ ἅλας καὶ πλασσόμενος μέσον ξηρότητος καὶ ἁπαλότητος σὺν ὀλίγῳ τῷ ἀνίσῳ καὶ σπέρματος μαλάθρου καὶ μαστίχης ἐστὶ κάλλιστος· ὁ δὲ ἔχων θερμότητα κράσεως ἑνωσάτω εἰς τὸ κατάπλασμα σήσαμον· εἰ δὲ θέλει τις προσθεῖναι (ἐν) τῷ ἄρτῳ πλείονα ὑγρότητα καταπλασσέτω τῷ ἄρτῳ ἔλαιον τῶν ἀμυγδάλων· κατάστατον ψυχρὸν καὶ ξηρόν͵ ἁπαλύνει τὸ στῆθος καὶ τὸν τράχηλον͵ ἑψηθεὶς δὲ σὺν ἀμυγδάλοις τετριμμένοις καὶ σάκχαρι ὠφελεῖ δυσεντερικούς. Ὁ δὲ χυλὸς τῆς κριθῆς͵ (ὅ ἐστι πτισάνη) ὠφελεῖ εἰς τοὺς ὀξεῖς πυρετούς· πραΰνει δὲ τὴν θέρμην καὶ δίψαν· ὠφελεῖ δὲ καὶ εἰς τὰ πάθη͵ τὰ γινόμενα ἐν τῷ θώρακι.
3 Περὶ πόσεως ὑδάτων
Τὸ ὕδωρ φυλάττει τὴν φυσικὴν ὑγρότητα τοῦ σώματος͵ ἐπισώζει δὲ τὴν τροφὴν εἰς ἅπαν τὸ σῶμα καὶ εἰς τὰς φλέβας· ἁρμόζει δὲ τὴν κρᾶσιν ἔχουσι θερμὴν καὶ ξηρὰν͵ καὶ ἐν θερμοτάτῳ τοῦ καιροῦ καὶ τοῦ θέρους· τὸ δὲ γλυκὺ ὕδωρ καὶ ἐλαφρὸν ὑπάρχει βελτιώτερον πάντων τῶν ὑδάτων· μᾶλλον δὲ τὸ μὴ ἔχον δυσωδίαν. Τὰ γένη δὲ τῶν ὑδάτων εἰσὶ πέντε· ὕδωρ πηγαῖον͵ ὕδωρ φρέατος͵ ὕδωρ ποταμιαῖον͵ ὕδωρ ὄμβριον͵ ὕδωρ τὸ ἐν ταῖς λίμναις. Τὸ δὲ πηγαῖον ὕδωρ͵ τὸ καθαρὸν καὶ γλυκύ ἐστι τῷ χειμῶνι θερμόν. Τὸ δὲ ἁλμυρὸν ὕδωρ ὑπάρχει κατάξηρον πάνυ· ὡσαύτως δὲ καὶ τὸ στυπτικὸν ὕδωρ. Τὸ δὲ θερμὸν ὕδωρ πινόμενον πρὸ τῆς βρώσεως διαλύει τὰ φλέγματα καὶ λεπτύνει τὰ περιττώματα· ὁ δὲ λουόμενος τοῖς γλυκοῖς ὕδασι εὐθετεῖ τὴν κρᾶσιν τοῦ σώματος· τὸ δὲ χαλκὸν ὕδωρ ξηραίνει τὴν ψώραν τὴν ἔχουσαν πολλὴν ὑγρότητα καὶ ὠφελεῖ τὰ παχέα καὶ ὑγρὰ τῶν σωμάτων.
4 Περὶ οἰνοποσίας
Οἶνος ὁ γινόμενος ἐκ τῆς πεπανθείσης σταφυλῆς καὶ γλυκανθείσης πάνυ ὑπάρχει θερμὸς καὶ ὁ οἶνος ὁ γινόμενος ὑπάρχει λεπτότερος τῇ θερμότητι· ὁ δὲ λευκὸς οἶνος καὶ αὐτὸς ἔχει ἐλαττοτέραν τὴν θέρμην. ὁ δὲ ἐρυθρὸς οἶνος ὑπάρχει παχὺς διὰ τὸ πλεονάζειν τὴν γεώδη οὐσίαν εἰς τὴν μέλαιναν σταφυλὴν διὰ τὴν στυφότητα͵ ἣν κέκτηται. ὁ δὲ χρυσοειδὴς οἶνος καὶ αὐστηρίζων͵ σύμμετρος γλυκύτητος καὶ στυφότητος͵ ὑπάρχει θερμότερος παντὸς οἴνου· ἁρμόζει δὲ ὁ τοιοῦτος οἶνος τοῖς γέρουσι καὶ τοῖς τὴν κρᾶσιν ἔχουσι ψυχράν· οἱ δὲ κεκτημένοι θερμοτέραν κρᾶσιν͵ οὐχ ἁρμόζει αὐτοῖς· τοῖς δὲ κεκοπιακόσιν ἀνθρώποις ἁρμόζει οἶνος ὁ μελίας καὶ στυφίζων· καὶ ὁ μὲν νέος οἶνος καὶ γλυκὺς εὐτροφώτερός ἐστι͵ γεννᾷ δὲ πλῆθος αἵματος. Ὁ δὲ οἶνος θερμαίνει τὸν στόμαχον καὶ λεπτύνει τὰ περιττώματα καὶ ἀναζωπυρεῖ τὸ ἔμφυτον θερμὸν͵ καὶ ποιεῖ αἷμα πολύ. ἡ δὲ εἰς πλῆθος πόσις τοῦ οἴνου καὶ ἡ συνεχὴς μέθη πάνυ βλάπτει τὰ μόρια τοῦ σώματος͵ οἷον τὸ ἧπαρ͵ τὸν ἐγκέφαλον καὶ τὰ νεῦρα καὶ ποιεῖ τρόμον εἰς τὸ σῶμα ἅπαν καὶ ποιεῖ καρδιωγμὸν καὶ ἀπεψίας καὶ παρεῖ τὰ ὄμματα καὶ παράλυσιν ἐργάζεται τοῦ παντὸς ὁ οἶνος· ὁ δὲ οἶνος ὁ πινόμενος ἐκ τῶν σταφίδων ὑπάρχει καλός͵ καὶ ἔχει πλειοτέραν θέρμην καὶ ἁρμόζει τοῖς χρήζουσιν πολυσαρκίαν. Ὁ δὲ οἶνος ὁ σκευασθεὶς ἐκ τοῦ μέλιτος κέκτηται πλειοτέραν θέρμην καὶ ξηρότητα ὑπὲρ πάντα οἶνον καὶ ὠφελεῖ τοὺς τὰς κράσεις ἔχοντας ψυχρὰς καὶ ὑγρὰς͵ καὶ εἰς τὴν ψυχρότητα καιρῶν καὶ τόπων. ἔστι δὲ ῥυπτικὸς καὶ καθαρτικὸς στομάχου εἰς τὰ παχέα περιττώματα καὶ φλεγματώδη͵ καὶ χωνεύει τὴν βρῶσιν καὶ ποιεῖ εὔχροιαν εἰς τὸ πρόσωπον. εἰσὶ δέ τινες μιγνύοντες εἰς τὴν σκευασίαν τοῦ μέλιτος ἀρώματα θερμά. (καὶ ποιεῖ πλειοτέραν θέρμην ὑπὲρ πάντα οἶνον καὶ ὠφελεῖ τοῖς τὰ σώματα ἔχουσι ψυχρὰ καὶ ὑγρὰ͵ καὶ εἰς τοὺς ψυχροὺς καιροὺς καὶ τόπους).
5 Ὅσα εὔχυμα
Εὐχυμότατόν ἐστι τὸ ἄριστον γάλα σχεδὸν ἁπάντων͵ καὶ μάλιστα τὸ τῶν εὐεκτούντων ζώων͵ ὅταν ἀμελχθῇ πινόμενον εὐθέως. προλαμβάνειν δὲ τοῦτο χρὴ πρὸ παντὸς σιτίου καὶ ποτοῦ͵ καὶ μηδὲν ἕτερον μετ΄ αὐτοῦ συνεσθίειν ἕως ἂν πεφθῇ καὶ διακαταῤῥυῇ εἰς τὰ κάτω. καὶ γὰρ εἰ καὶ μικρὸν οὑτινοσοῦν προσμιγείη͵ τοῦτο αὐτό τε διαφθείρεται καὶ τὸ ἐπ΄ αὐτῷ προσληφθέν. καλὸν οὖν ἐστιν ἐκ πρωΐας πίνειν τοῦτο εὐθὺ μέλγητον καὶ ἀσιτεῖν ἐπ΄ αὐτῷ ἡσυχῆ περιπατοῦντα. καταρχὰς μὲν γὰρ κινεῖ τὴν κοιλίαν καὶ μετὰ τοῦτο τρέφει μάλιστα καὶ οὐκέτι διαχωρεῖ ἀλλ΄ ἵστησι τὰ ἔντερα. Μετὰ δὲ τὸ γάλα εὔχυμά εἰσι καὶ τὰ ὠὰ τῶν ὀρνίθων͵ τὰ τρομητὰ͵ ἤγουν τὰ ῥοφητὰ͵ χείρονα δὲ τὰ τῶν χυτρῶν. Κρέατα δὲ εὔχυμα πρὸ πάντων ὄρνιθος οἰκιδίας καὶ φασιανοῦ καὶ οἱ ὄρχεις τῶν ἀλεκτορίων καὶ ἀπὸ τῶν λοιπῶν πετομένων͵ πέρδικός φημι τραγιναρίου͵ περιστερᾶς͵ κίχλης͵ κοσσύφων καὶ τῶν μικρῶν στρουθίων͵ ἐν οἷς εἰσιν οἱ τρωγλῖται. Σκληρότερα δὲ τούτων καὶ δυσπεπτότερα καὶ νευρωδέστερα τὰ τοῦ ταὼ καὶ τῆς τρυγόνος καὶ ἔτι τούτων σκληρότερα τὰ τῆς φάττης καὶ τῆς νήσσης καὶ τοῦ γεράνου· περιττωματικώτερα δὲ τὰ τῶν χηνῶν καὶ κύκνων καὶ ὠτίδων. Τούτων δ΄ αὐτῶν εὐχυμότερά εἰσι τὰ τῶν ἔτι αὐξανομένων͵ βλαβερὰ δὲ τὰ παλαιὰ καὶ τὰ νεαγενῆ δὲ τούτων αὐτῶν. κάλλιστα ὄρνιθες οἰκίδιαι καὶ περιστεραὶ αἱ κατ΄ αἰρῶν διαιτώμεναι· καθόλου δὲ τὰ γεγυμνασμένα καὶ τὰ ξηροτέραις τροφαῖς χρώμενα καὶ τὰ καθαρὸν καὶ λεπτὸν ἀναπνέοντα τὸν ἀέρα βελτίονα τῶν ἐναντίων͵ (τουτέστι τῶν ὑγροτέραις τροφαῖς χρωμένων καὶ τῶν ἀγυμνάστων)͵ τῶν μέντοι τοιούτων εἰ καὶ μάλιστα μαλακὴν ἔχει τὴν σάρκα καὶ εἰς κόρον ἐσθίειν. Τῶν δὲ πεζῶν τῶν ἀρνείων κρείττους εἰσὶν ἔριφοι· βλαβερώτερα τὰ μετὰ τοῦ δέρματος ἑψόμενα. Ἰχθύων δὲ οἱ πελάγιοι καὶ πετραῖοι͵ ἐν οἷς ἐστι καὶ ὁ ἐκεῖθεν κρατούμενος κέφαλος καὶ ὁ λάβραξ· ἔτι τε καὶ τὰ σελάχια καὶ κωβιοὶ καὶ γαλία καὶ οἱ ἐφεξῆς τούτων πλὴν ὅτι σκληρότεραί εἰσιν αἱ μεγάλαι τρίγλαι. μέσοι δὲ εὐχύμων καὶ κακοχύμων εἰσὶν οἱ θάργοι͵ βούγλωσσα͵ ψισσίον. καὶ καθόλου τῶν ἰχθύων κάλλιστοι͵ ὅσοι μὲν γλισχρότητά τινα καί τινα μέν γε ἀηδίαν ἔχουσιν ἐν τῇ γεύσει. Τῶν δὲ πεζῶν ζώων αἱ σάρκες τῶν τρυφερῶν χοιριδίων͵ οἷον τὰ ἐνιαύσια καὶ τὰ μήπω διετίαν πληρώσαντα͵ καὶ τὰ μαστάρια καὶ οἱ πόδες· τοῦδε χείρους αἱ ῥῖνες καὶ τὰ ὦτα. τῶν δὲ ἀγρίων ζώων ἡ σὰρξ εὐχυμοτέρα τῶν ἡμέρων. Ἄρτος καθαρὸς καὶ καλῶς ἐσκευασμένος· χόνδρος (σίων)͵ σῖτος ἁδρομερὴς ἀληλεσμένος͵ κριθαὶ ἀπολεπισθεῖσαι καὶ καλῶς ἑψηθεῖσαι. Τῶν δ΄ ὀσπρίων κύαμοι͵ τῶν δ΄ ὀπωρῶν σῦκα ὥριμα καὶ σταφυλαὶ ὥριμοι κρεμαστοῦσαι ἐπ΄ ὀλίγῳ· ἰσχάδες ταχὺ μὲν πεφθεῖσαι εὔχυμοι͵ χρονίσασαι δ΄ ἐν τῇ γαστρὶ κα κόχυμοι γίνονται͵ μετὰ δὲ καρύων ἐσθιόμεναι κάλλισται͵ ὅσοι δὲ μετ΄ ἄλλου τινὸς τῶν ἐδεσμάτων ἐσθίουσι τὰ σῦκα καὶ τὰς ἰσχάδας οὐκ ὀλίγα βλάπτονται. τὰ κάστανα οὐ κακόχυμα πλὴν δύσπεπτα͵ ἑφθὰ δὲ γενόμενα εὔπεπτα. ἐκ ῶν δὲ ἀλλιματων δὲ λαβάνι πιστακὶ καὶ ἀμύγδαλα. Τῶν δὲ λαχάνων μαιούλια καὶ μετὰ ταῦτα ἴντυβα. τῶν δὲ οἴνων οἱ εὐώδεις καὶ εὔπεπτοι.
6 Ὅσα εὔπεπτα
Εὔπεπτοί εἰσιν ἄρτοι οἱ καλῶς σκευασθέντες ἐν τῇ ζυμώσει καὶ οἱ καλῶς ὀπτηθέντες καὶ ἁλῶν καὶ φυράματος καὶ ὕδατος δεξάμενοι συμμέτρως. Πάντων δὲ πτηνῶν ἡ σὰρξ οἷον πέρδικος͵ τραγιναρίου͵ περιστερᾶς͵ ἀλεκτωρίωνος καὶ φασιανοῦ. εὔπεπτα καὶ τὰ πτερύγια τῶν χηνῶν· εὔπεπτα καὶ μάλιστα τῶν πίων καὶ νέων͵ τῶν δὲ ἰσχνῶν καὶ γεγηρακότων χείριστα͵ καὶ τῶν σιτευθέντων διὰ τυρογάλακτος χοιρίων τὸ ἧπαρ͵ καὶ τῶν ὁμοίως τραφέντων πετεινῶν οἱ ὄρχεις. κάλλιστοι δὲ τῶν βοῶν οἱ μόσχιοι καὶ τῶν αἰγῶν οἱ ἔριφοι καὶ τούτων αὐτῶν ὅσοι βόσκονται ἐν ξηροῖς τόποις. καὶ τῶν λαχάνων μαλάχη͵ κολοκύνθη͵ ἐκζέστη (ὅταν πεφθῇ). Τὸ λεπτοκάρυον καὶ οἱ γλυκεῖς οἶνοι ἔμπροσθεν πινόμενοι καλλίω τῶν αὐστηρῶν· ἕκαστον δὲ τῶν ἡδέως ἐσθιομένων εὐπεπτότερον τοῦ ἀνηδόνου.
Εὔπεπτοί εἰσιν ἄρτοι οἱ καλῶς σκευασθέντες ἐν τῇ ζυμώσει καὶ οἱ καλῶς ὀπτηθέντες καὶ ἁλῶν καὶ φυράματος καὶ ὕδατος δεξάμενοι συμμέτρως. Πάντων δὲ πτηνῶν ἡ σὰρξ οἷον πέρδικος͵ τραγιναρίου͵ περιστερᾶς͵ ἀλεκτωρίωνος καὶ φασιανοῦ. εὔπεπτα καὶ τὰ πτερύγια τῶν χηνῶν· εὔπεπτα καὶ μάλιστα τῶν πίων καὶ νέων͵ τῶν δὲ ἰσχνῶν καὶ γεγηρακότων χείριστα͵ καὶ τῶν σιτευθέντων διὰ τυρογάλακτος χοιρίων τὸ ἧπαρ͵ καὶ τῶν ὁμοίως τραφέντων πετεινῶν οἱ ὄρχεις. κάλλιστοι δὲ τῶν βοῶν οἱ μόσχιοι καὶ τῶν αἰγῶν οἱ ἔριφοι καὶ τούτων αὐτῶν ὅσοι βόσκονται ἐν ξηροῖς τόποις. καὶ τῶν λαχάνων μαλάχη͵ κολοκύνθη͵ ἐκζέστη (ὅταν πεφθῇ). Τὸ λεπτοκάρυον καὶ οἱ γλυκεῖς οἶνοι ἔμπροσθεν πινόμενοι καλλίω τῶν αὐστηρῶν· ἕκαστον δὲ τῶν ἡδέως ἐσθιομένων εὐπεπτότερον τοῦ ἀνηδόνου.
7 Ὅσα δύσπεπτα
Αἴγεια κρέα͵ βόεια͵ ἐλάφεια· χείρονα δὲ τούτων τὰ τράγεια͵ ἑξῆς δὲ τὰ τῶν κριῶν͵ εἶτα τῶν ταύρων· καὶ πάντα τὰ παλαιὰ ζῶα δύσπεπτα καὶ τὰ τούτων μόρια͵ οἷον σκέλεα͵ ἔντερα͵ μήτρα͵ καρδία͵ ἧπαρ͵ ὦτα͵ νεφροὶ͵ σπλάγχνα πάντα͵ ἐγκέφαλος͵ οὐρὰ καὶ τῶν τελείων ζώων οἱ ὄρχεις. καὶ αἱ χῆνες πλὴν τῶν πτερύγων͵ φάσσαι͵ κίχλαι͵ κόσσυφοι καὶ αἱ τῶν μικρῶν στρουθίων σάρκες σκληρότεραι͵ καὶ ἔτι μᾶλλον τρυγόνος καὶ νήσσης καὶ πλέον ἡ τοῦ ταὼ καὶ αἱ τῶν ὠτίδων καὶ αἱ κοιλίαι πᾶσαι τῶν πτηνῶν. δύσπεπτοι οἱ κοχλίαι͵ τυρὸς παλαιὸς͵ κογχύλη͵ ἀστακοὶ͵ παγουρία͵ καρκίνοι͵ καραβίδες͵ καρίδες͵ ὀκτάποδες͵ σηπίαι͵ μοσχῖται͵ καλαμάρια͵ βάτοι͵ λειόβατοι͵ ῥῖναι͵ δρακόντιον͵ κοβίδια͵ σκορπίδια͵ τρίγλαι͵ ὄρφοι͵ φάγρια. ὠὰ ἔκζεστα͵ ὀπτὰ καὶ ταγηνιστά· σῖτος ἑφθὸς͵ φάβα͵ αὖχος͵ λόβοι τῶν φασουλίων καὶ αὐτά͵ λάθυρις͵ ἐρέβινθος͵ ὄρυζα͵ θερμία͵ σοῦρβα ἄωρα͵ σταφυλὴ ὀξύνη͵ φοίνικες πάντες͵ ξυλοκέρατα͵ κίτρον πλὴν τοῦ φλοίου͵ γογγυλὶς ὠμοτέρα͵ βολβοὶ οἱ ὠμότεροι͵ δαῦκος καὶ πᾶσαι αἱ ῥῖζαι τῶν λαχάνων͵ καὶ αὐτὰ δὲ τὰ λάχανα͵ πάντα πλὴν μαιουλίων͵ καὶ ἰντύβου͵ καὶ τῶν οἴνων οἱ παχεῖς καὶ νέοι δύσπεπτοι καὶ τὸ ὕδωρ πάνυ.
8 Ὅσα εὐστόμαχα καὶ ῥωστικά
Φοίνικες οἱ στυφώτεροι͵ μῆλα κυδώνια͵ ἐλαῖαι κολυμβάδες καὶ μᾶλλον αἱ μετ΄ ὄξους συντιθέμεναι· σταφίδες αἱ στύφουσαι· σταφυλὴ ἡ ἐν τοῖς τράφοις ἀποτιθεμένη. κάρυα μετ΄ ἰσχάδων͵ σίνηπι͵ ῥάφανα͵ γογγύλια ἑφθὰ͵ κάρδαμα͵ ἐλαιοδάφνια͵ βολβοὶ͵ οἵ τι καὶ ὄρεξιν ἐμποιοῦσι͵ τοῦ κίτρου ὁ φλοιὸς ὡς βοήθημα λαμβανόμενα͵ οἶνος ὁ στυφὸς͵ ἀψίνθιον καὶ ἀλωή.
9 Ὅσα κακοστόμαχα
Σεῦτλον͵ ὡς καὶ δηγμὸν ἐμποιεῖν ὅταν πλέον βρωθῇ͵ γογγύλιν τὸ ὠμότερον κακοστόμαχον͵ ὡς καὶ τὸ γάρῳ ἑψόμενον εὐστόμαχον· βλίτον͵ χρυσολάχανον͵ ἐὰν μὴ μετ΄ ὄξους καὶ ἐλαίου βρωθῇ͵ σήσαμον. γάλα ψυχρὸν τοὺς μὲν ἔχοντας ψυχρὰν διάθεσιν τῆς κοιλίας ὀξύνειν ποιεῖ͵ τοὺς δὲ θερμὴν κνισσοῖ· βλαβερόν ἐστιν ἐν τοῖς πυρέσσουσιν. πεπόνια μὴ καλῶς πεφθέντα χολερικοὺς ἀποτελεῖ. καὶ γὰρ καὶ πρὶν διαφθορεῖν εἰς ἔμετον ἐπιτήδειά εἰσιν͵ καὶ πλείω βρωθέντα͵ ἐὰν μή τις αὐτοῖς τῶν εὐχύμων ἐδεσμάτων ἐπιφάγῃ. ἐγκέφαλος καὶ κακοστόμαχος͵ καὶ εἰς ἔμετον παρορμᾷ͵ ὥσπερ καὶ τῶν ὀστῶν μυελός. οἶνος ὁ μέλας καὶ στυφὸς εὐκόλως ὀξίζει καὶ εἰς ἔμετον ὁρμᾷ καὶ ὁ παχὺς καὶ ὁ νέος.
10 Ὅσα ῥύπτει͵ τέμνει καὶ ἐκφράττει
Κριθὴ͵ τήλη͵ μηλοπέπων͵ σταφίδες γλυκεῖαι͵ φάβα͵ ἐρέβινθοι καὶ μᾶλλον οἱ μέλανες͵ κάππαρις͵ καὶ μᾶλλον ἡ δι΄ ὀξυμέλιτος ἢ ὀξελαίου ἔμπροσθεν ἐσθιομένη͵ σεύτλου χυλὸς καὶ αὐτὸ τὸ σεῦτλον͵ ὅταν μετὰ σινήπεως ἢ ὄξους ἐσθίηται͵ λάπαθον͵ βολβοὶ͵ κρόμμυα͵ σκόροδα͵ πράσα ἑψηθέντα δὶς ἢ τρὶς ἀποτίθενται τὴν δριμύτητα· λεπτύνει δὲ ὁμοίως τυρόγαλα· καὶ σῦκα ῥύπτει͵ διὸ καὶ ψαμίθα οὖσα πολλὴ τοῖς νεφριτικοῖς ἐσθίουσι ταῦτα ἐκκρίνεται. ἰσχάδες͵ ἀμύγδαλα͵ πιστάκια͵ κράμβη͵ μέλι ὀξύμελι· οἱ λεπτοὶ τῶν οἴνων· ἂν δὲ καὶ ψυχροὶ τυγχάνωσιν οἱ χυμοὶ͵ ἔστωσαν καὶ παλαιοὶ καὶ ὑδατώδεις οἶνοι. Ἐμφράξεως δὲ συμβαινούσης λαμβάνειν τὸ ὕδωρ γάρου τῶν ζωμῶν· καὶ τῶν οἴνων τοὺς καλοὺς καὶ λεπτοὺς καὶ λευκούς· τὰ σκόροδα καὶ τὰ κρόμμυα ἑφθά· καὶ ὡς ἄρτυμα καὶ μάλιστα κατὰ τὸν χειμῶνα βάλλειν πέπερι͵ ὀρίγανον͵ θρύμβον͵ βλυσκούνην͵ σίνηπι͵ εὔζωμον͵ σέλινα͵ πετροσέλινα͵ ῥάφανα͵ ἡδύοσμον͵ πεντάρτυμα͵ ἄνηθον͵ κύμινον͵ ἄνισον͵ δαῦκον. ταῦτα πάντα ἀρτύματα ἔχειν τῶν δριμειῶν τροφῶν.
11 Ὅσα ἐμφράττει
Γάλα τὸ ἔχον ὀλίγον τυρόγαλα οὐκ ἀσφαλές ἐστι τοῖς ἐν αὐτῷ πλεονάζουσιν͵ ὡς βλάπτειν (καὶ) νεφροὺς καὶ σκληροὺς ποιεῖν· ἐμφράττει καὶ τὸ ἧπαρ ἰσχάδες καὶ σῦκα ἐπὶ τῇ τροφῇ λαμβανόμενα· μιγνύμενα δὲ ὀριγάνῳ͵ ἢ ὑσσώπῳ͵ ἢ πεπέρι καὶ ἐσθιόμενα ἔμπροσθεν οὐ μικρὰν ὠφέλειαν ἔχουσιν. εὐκρατόμελι ἀνεπιτήδειον τοῖς κακοσπλάγχνοις· φοίνικες οἱ χλωροὶ καὶ ὅσα δι΄ ἰτρίων καὶ σεμιδάλεως σκευάζονται ἐμφρακτικὰ καὶ σπληνὸς αὐξητικὰ͵ καὶ λίθων ποιητικὰ ὁμοίως. καὶ ἄλευρα μετὰ γαλακτὸς͵ καὶ οἶνος ὁ γλυκὺς ἐμφράττει καὶ τοὺς ὄγκους τῶν σπλάγχνων αὐξάνει.
12 Ὅσα ὑπάγει γαστέρα
Φακῆς τὸ πρῶτον ἀπόζεμα ἐν τῇ ἑψήσει καὶ μάλιστα ἀρτυόμενον δι΄ ἐλαίου ἢ γάρου. καὶ τῶν ὀστρακοδέρμων ὁ ζωμός͵ οἷον ἀστακῶν τε καὶ παγουρίων καὶ τῶν ὁμοίων· καὶ γὰρ ἑψήσας αὐτὰ͵ εἶτα ἡδύνας τὸ ἀφέψημα δι΄ ἐλαίου ἢ γάρου͵ ὡς εἴρηται͵ καὶ πεπέρεος ποιεῖ τοῖς εὔλυτον ἔχουσι τὴν κοιλίαν. ἀλλὰ καὶ τῶν θαλασσίων ἐχίνων καὶ τῶν κογχαρίων καὶ τῶν κοχλιῶν οἱ ζωμοὶ καὶ τῶν παλαιῶν ἀλεκτρυόνων. Ἄρτοι κυβαροὶ διὰ τὸ πλείστων μετέχειν πιτύρων͵ τήλεως ὁ ζωμὸς ἑψηθεὶς μετὰ μετρίου μέλιτος ἐπιτήδειός ἐστιν· ὑπάγει γὰρ τοὺς ἐν τοῖς ἐντέροις μοχθηροὺς χυμοὺς ἅπαντας. τὸ δὲ μέλι ὀλίγον ἔστω τῇ κράσει διὰ τὸ δακνῶδες. ἐλαῖαι κολυμβάδες μετὰ γάρου πρὸ τῶν σιτίων ἐσθιόμενα͵ τυρόγαλα μετὰ μέλιτος καλλίστου ὀλίγου. εἰ δὲ βούλει ὑπακτικωτέρους ποιῆσαι τοὺς χυμοὺς͵ οὓς εἴπομεν͵ ἅλας ἔμβαλλε πλέον. τὰ τῶν πάνυ νέων ζώων κρέα τῶν παλαιῶν μᾶλλον ὑπάγει. σεῦτλον͵ λάπαθον͵ λινόζωστις καὶ τὸ ἀπόζεμα αὐτῶν σὺν ἁλσίν͵ νεαρὸς τυρὸς μετὰ μέλιτος͵ χρυσολάχανον͵ βλίτον͵ κολοκύνθη͵ πέπονες͵ σῦκα͵ σταφυλαὶ γλυκεῖαι͵ ὅταν ὦσιν ὑγραί. συκάμινα καθαρὰ ἀεὶ ἐμπεσόντα τῇ γαστρὶ καὶ πρῶτον ἐσθιόμενα ὑπάγει τὴν κοιλίαν͵ εὐχυμότερα δὲ ὕστερον͵ καὶ κακοχυμίαν εὑρόντα ἐν τῇ γαστρὶ διαφθείρεται ὡσαύτως. καὶ ἡ κολοκύνθη ὡσαύτως ποιεῖ͵ καὶ τὰ κάρυα τὰ χλωρὰ͵ καὶ τῶν ξηρῶν τὰ ἐν ὕδατι βεβρεγμένα καὶ ἀπολελεπισμένα· δαμασκηνὰ τὰ ὑγρὰ καὶ τῶν ξηρῶν τὰ εἰς εὐκρατόμελι βεβρεγμένα κἂν μόνα τις αὐτὰ φάγῃ͵ ἐὰν δὲ ἐπιῤῥοφήσῃ καὶ ἀπὸ τοῦ εὐκρατομέλιτος πλέον ὑπάγει· οἷς ἂν γλυκὺν οἶνον ἐπιπιεῖν καὶ μὴ εὐθέως ἐπαριστῆσαι͵ ἀλλὰ διαλείπειν τινὰ χρόνον. κεράσια ἁπαλὰ͵ βερίκοκκα͵ ῥοδακινὰ ἁπαλὰ καὶ πάντα τὰ ὑγρὰ καὶ ὑδατώδη πρὸς τὸν ἐπιτηδείως ἔχοντα τὴν γαστέρα εἰς διαχώρησιν ἀλλὰ καὶ διὰ τοῦτο μέσον πώς ἐστι τῶν τοιούτων βρωμάτων ἡ ὕλη͵ διὰ τὸ μηδεμίαν αὐτοῖς ὑπάρχειν δριμύτητα ἢ νιτρώδη ποιότητα. ἀλλ΄ ὁ γλυκὺς οἶνος ἐπιτηδείως ἔχει πρὸς τοῦτο.
Φακῆς τὸ πρῶτον ἀπόζεμα ἐν τῇ ἑψήσει καὶ μάλιστα ἀρτυόμενον δι΄ ἐλαίου ἢ γάρου. καὶ τῶν ὀστρακοδέρμων ὁ ζωμός͵ οἷον ἀστακῶν τε καὶ παγουρίων καὶ τῶν ὁμοίων· καὶ γὰρ ἑψήσας αὐτὰ͵ εἶτα ἡδύνας τὸ ἀφέψημα δι΄ ἐλαίου ἢ γάρου͵ ὡς εἴρηται͵ καὶ πεπέρεος ποιεῖ τοῖς εὔλυτον ἔχουσι τὴν κοιλίαν. ἀλλὰ καὶ τῶν θαλασσίων ἐχίνων καὶ τῶν κογχαρίων καὶ τῶν κοχλιῶν οἱ ζωμοὶ καὶ τῶν παλαιῶν ἀλεκτρυόνων. Ἄρτοι κυβαροὶ διὰ τὸ πλείστων μετέχειν πιτύρων͵ τήλεως ὁ ζωμὸς ἑψηθεὶς μετὰ μετρίου μέλιτος ἐπιτήδειός ἐστιν· ὑπάγει γὰρ τοὺς ἐν τοῖς ἐντέροις μοχθηροὺς χυμοὺς ἅπαντας. τὸ δὲ μέλι ὀλίγον ἔστω τῇ κράσει διὰ τὸ δακνῶδες. ἐλαῖαι κολυμβάδες μετὰ γάρου πρὸ τῶν σιτίων ἐσθιόμενα͵ τυρόγαλα μετὰ μέλιτος καλλίστου ὀλίγου. εἰ δὲ βούλει ὑπακτικωτέρους ποιῆσαι τοὺς χυμοὺς͵ οὓς εἴπομεν͵ ἅλας ἔμβαλλε πλέον. τὰ τῶν πάνυ νέων ζώων κρέα τῶν παλαιῶν μᾶλλον ὑπάγει. σεῦτλον͵ λάπαθον͵ λινόζωστις καὶ τὸ ἀπόζεμα αὐτῶν σὺν ἁλσίν͵ νεαρὸς τυρὸς μετὰ μέλιτος͵ χρυσολάχανον͵ βλίτον͵ κολοκύνθη͵ πέπονες͵ σῦκα͵ σταφυλαὶ γλυκεῖαι͵ ὅταν ὦσιν ὑγραί. συκάμινα καθαρὰ ἀεὶ ἐμπεσόντα τῇ γαστρὶ καὶ πρῶτον ἐσθιόμενα ὑπάγει τὴν κοιλίαν͵ εὐχυμότερα δὲ ὕστερον͵ καὶ κακοχυμίαν εὑρόντα ἐν τῇ γαστρὶ διαφθείρεται ὡσαύτως. καὶ ἡ κολοκύνθη ὡσαύτως ποιεῖ͵ καὶ τὰ κάρυα τὰ χλωρὰ͵ καὶ τῶν ξηρῶν τὰ ἐν ὕδατι βεβρεγμένα καὶ ἀπολελεπισμένα· δαμασκηνὰ τὰ ὑγρὰ καὶ τῶν ξηρῶν τὰ εἰς εὐκρατόμελι βεβρεγμένα κἂν μόνα τις αὐτὰ φάγῃ͵ ἐὰν δὲ ἐπιῤῥοφήσῃ καὶ ἀπὸ τοῦ εὐκρατομέλιτος πλέον ὑπάγει· οἷς ἂν γλυκὺν οἶνον ἐπιπιεῖν καὶ μὴ εὐθέως ἐπαριστῆσαι͵ ἀλλὰ διαλείπειν τινὰ χρόνον. κεράσια ἁπαλὰ͵ βερίκοκκα͵ ῥοδακινὰ ἁπαλὰ καὶ πάντα τὰ ὑγρὰ καὶ ὑδατώδη πρὸς τὸν ἐπιτηδείως ἔχοντα τὴν γαστέρα εἰς διαχώρησιν ἀλλὰ καὶ διὰ τοῦτο μέσον πώς ἐστι τῶν τοιούτων βρωμάτων ἡ ὕλη͵ διὰ τὸ μηδεμίαν αὐτοῖς ὑπάρχειν δριμύτητα ἢ νιτρώδη ποιότητα. ἀλλ΄ ὁ γλυκὺς οἶνος ἐπιτηδείως ἔχει πρὸς τοῦτο.
13 Ὅσα ἐπέχουσι τὴν γαστέρα
Φοίνικες οἱ στυφοὶ͵ σταφίδες αἱ στύφουσαι͵ συκάμινα τὰ ἄωρα͵ βάτζηνα· ὁ δὲ τῆς λαγίνιδος καρπὸς͵ πλέον τὰ μυρσιόκοκκα͵ προῦνα͵ μῆλα τὰ στύφοντα͵ τὰ δὲ γλυκέα καὶ τὰ γλυκύτερα ἢ δριμύτερα κινεῖ͵ ταῦτα καὶ ἐπιρούδιον καὶ ἐπάπιον λέγεται. τὸ γάλα ἐάν τις αὐτὸ ἑψήσῃ ὡς δαπανηθῆναι τὸ τυρόγαλα. οἱ ἀστακοὶ͵ παγούρια͵ καρκίνοι͵ καραβίδες͵ ἐὰν ἑψήσῃ τις αὐτὰ καὶ κενώσῃ τῶν ὑγρῶν αὐτῶν͵ κρατεῖ τὴν κοιλίαν͵ ὥσπερ καὶ ἐπὶ τῶν ὀστρουδίων καὶ ἐπὶ τῶν ὁμιδίων καὶ τῶν ὁμοίων· φακῆ καὶ ἡ κράμβη δεύτερον ἑψηθεῖσαι εἶτα ἐμβληθεῖσα θατέρα τούτων ἐν ἑτέρῳ θερμῷ καὶ ἰσχυρῶς ἑψηθεῖσα ἕως ἂν ἁπαλυνθῇ͵ καὶ ταύτης ὁ ζωμὸς ἐπέχει. ὀρίζιν͵ κεγχρὶς͵ τὰ ταγηνιστὰ ὠὰ͵ οἶνος στυφὸς καὶ ξανθός.
Φοίνικες οἱ στυφοὶ͵ σταφίδες αἱ στύφουσαι͵ συκάμινα τὰ ἄωρα͵ βάτζηνα· ὁ δὲ τῆς λαγίνιδος καρπὸς͵ πλέον τὰ μυρσιόκοκκα͵ προῦνα͵ μῆλα τὰ στύφοντα͵ τὰ δὲ γλυκέα καὶ τὰ γλυκύτερα ἢ δριμύτερα κινεῖ͵ ταῦτα καὶ ἐπιρούδιον καὶ ἐπάπιον λέγεται. τὸ γάλα ἐάν τις αὐτὸ ἑψήσῃ ὡς δαπανηθῆναι τὸ τυρόγαλα. οἱ ἀστακοὶ͵ παγούρια͵ καρκίνοι͵ καραβίδες͵ ἐὰν ἑψήσῃ τις αὐτὰ καὶ κενώσῃ τῶν ὑγρῶν αὐτῶν͵ κρατεῖ τὴν κοιλίαν͵ ὥσπερ καὶ ἐπὶ τῶν ὀστρουδίων καὶ ἐπὶ τῶν ὁμιδίων καὶ τῶν ὁμοίων· φακῆ καὶ ἡ κράμβη δεύτερον ἑψηθεῖσαι εἶτα ἐμβληθεῖσα θατέρα τούτων ἐν ἑτέρῳ θερμῷ καὶ ἰσχυρῶς ἑψηθεῖσα ἕως ἂν ἁπαλυνθῇ͵ καὶ ταύτης ὁ ζωμὸς ἐπέχει. ὀρίζιν͵ κεγχρὶς͵ τὰ ταγηνιστὰ ὠὰ͵ οἶνος στυφὸς καὶ ξανθός.
14 Ὅσα κακόχυμα
Τῆς κακοχυμίας οὐχ ἓν εἶδος· ἡ μὲν γὰρ φλεγματικωτέρα ὑπάρχει͵ ἡ δὲ χολωδεστέρα͵ ἄλλη μελαγχολικωτέρα. ἀπέχεσθαι δὲ χρὴ πάντων τῶν κακοχύμων ἐδεσμάτων͵ κἂν εὔπεπτα γὰρ ὦσιν͵ εἶεν τῷ χρόνῳ κακόχυμα θησαυριζόμενα ἐν ταῖς φλεψὶν͵ ἐπειδὰν ἀφορμῆς ὀλίγης ἐπιλαβομένη ἡ σῆψις πυρετοὺς χαλεποὺς ἀπεργάζηται. εἰσὶ δὲ κακόχυμα τάδε· τῶν προβάτων ἡ σὰρξ καὶ τῶν αἰγῶν ὁμοίως μετὰ δριμύτητος͵ ἡ δὲ τῶν τράγων χειρίστη ἐφεξῆς καὶ τῶν κριῶν͵ εἶτα τῶν ταύρων· ἐν πᾶσι δὲ τούτοις ἡ τῶν εὐνουχισθέντων καλλίστη͵ τὰ δὲ παλαιὰ χείριστα τῶν νέων· τῶν λαγωῶν σὰρξ αἵματος μέν ἐστι παχυτέρου γεννητική· βελτίονες δὲ εἰς εὐχυμίαν βοὸς καὶ προβάτου· κακόχυμοι δὲ καὶ τῶν ἐλάφων οἱ νεφροί͵ κακόχυμοι καὶ οἱ ὄρχεις τῶν ἐπιπλέον ηὐξημένων͵ πλὴν τῶν ἀλεκτρυόνων͵ καὶ πᾶς ἐγκέφαλος καὶ ὁ τῆς ῥάχεως μυελὸς καὶ ὁ σπλήν· τὸ δὲ ἧπαρ ὀλίγῳ κακοχυμότερον. χείρω δὲ πάντα τὰ σπλάγχνα τῶν ζώων. Κακόχυμα ὠὰ ταγηνιστὰ͵ τυροὶ παλαιοὶ͵ βολβοὶ͵ ἀμανῖται͵ τήλη͵ φακῆ͵ τίφη͵ βρώμη͵ ἐλύμη͵ κέγχρος καὶ τὰ τοιαῦτα οὐκ εὔχυμα. τῶν δὲ ἰχθύων κοβία͵ γαλέαι͵ σκορπίδια͵ ὄρφοι͵ τρίγλαι͵ αἱ τὰς καρκινάδας ἐσθίουσαι͵ καὶ οἱ μεγάλοι τῶν ἰχθύων καὶ πάντα τὰ ὀπωρώδη. σῦκα δὲ ὀλίγα τῶν ἄλλων κακόχυμα͵ καὶ αἱ σταφυλαὶ ὁμοίως κακόχυμοι͵ ἰσχάδες τοῖς αὐτῶν πλεονάζουσιν͵ ἄπια ἄωρα͵ κινάρα͵ καὶ μᾶλλον ὅταν περὶ τὴν ἕψησιν σκληρότερα γένηται͵ ἀγγούρια͵ πεπόνια͵ ἡ δὲ κολόκυνθα τούτων μέν ἐστι καλλίων ἐὰν καλῶς πεφθῇ. τῶν δὲ λαχάνων οὐδέν ἐστιν εὔχυμον. μέσον δὲ τῶν εὐχύμων καὶ κακοχύμων ἐστὶ τὸ μαιούλιον καὶ τὸ ἴντυβον καὶ μετὰ ταῦτα μαλάχη͵ εἶτα χρυσολάχανον͵ καὶ χοιροβότανον καὶ βλίτον καὶ λάπαθον. αἱ δὲ ῥίζαι τῶν λαχανωδῶν φυτῶν κακόχυμοί εἰσιν͵ ὅσαι δριμεῖαι. τὰ δὲ κρόμμυα καὶ πράσα καὶ σκόροδα καὶ κραύλων ὁ καυλός͵ δαῦκοι͵ γογγύλοι͵ βολβοὶ οἱ μὴ ἑψηθέντες καλῶς. τὰ κρόμμυα δὲ καὶ τὰ πράσα καὶ τὰ σκόροδα καὶ ἀμπελόπρασα δὶς ἑψηθέντα ἀποτίθενται τὴν κακοχυμίαν. τὰ δ΄ ἄγρια λάχανα κακόχυμα ἐσχάτως εἰσὶν͵ οἷον ἀγριομαιούλιον͵ ζωχία͵ πικρίδες καὶ τὰ ὅμοια τούτοις. καὶ τῶν οἴνων οἱ παχεῖς καὶ δυσώδεις καὶ αὐστηροί.
15 Ὅσα φλέγμα γεννᾷ
Τῶν ζώων τὰ νευρώδη μόρια͵ ἤτοι πόδες καὶ τὰ δέρματα͵ ἐγκέφαλος͵ πνεύμων͵ ὁ μυελὸς τῆς ῥάχεως͵ ἡ τῶν ἀρνίων σὰρξ͵ ἀμανῖται͵ ἡ σὰρξ τῶν ὀστρακοδέρμων καὶ τῶν ἁπαλοσάρκων καὶ μῆλα ἄωρα.
16 Ὅσα μελαγχολικὸν γεννῶσι χυμόν
Κρέα τὰ βόεια͵ αἴγεια καὶ μᾶλλον τὰ τῶν ταύρων καὶ τράγων καὶ λαγωῶν͵ τὰ παστὰ κρέα τῶν τετραπόδων͵ τῶν δὲ θαλασσίων θύνναι͵ κοχλίαι͵ τῶν δὲ λαχάνων κράμβαι. τῶν δένδρων οἱ βλαστοὶ δι΄ ἅλμης καὶ ὀξάλμης συντιθέμενοι. τῶν ὀσπρίων μελαγχολικώτερός ἐστι ὁ φακὸς τῶν ἄλλων καὶ μετ΄ αὐτὸν οἱ πιτυρίαι τῶν ἄρτων καὶ οἱ ἐκ τῆς τύφης καὶ κέγχρου καὶ βίκου͵ τῶν δὲ οἴνων οἱ παχεῖς καὶ μέλανες.
17 Ὅσα χολῆς γεννητικά
Ξυλοκέρατα͵ κινάρα͵ τὸ μέλι͵ πλὴν ἐκχολοῦται ἐπὶ τὰ θερμὰ σώματα͵ καὶ οἱ γλυκεῖς οἶνοι.
18 Ὅσα γλισχροὺς χυμοὺς γεννῶσι
Οἱ σεμιδαλῖται ἄρτοι καὶ αὐτὴ ἡ σεμίδαλις͵ τὰ τραγανὰ μόρια τῶν ζώων͵ αὐτῶν ὀστᾶ͵ ὠτία͵ μύτις καὶ τὰ περιτράχηλα τὰ χοιρίων͵ κρέας τὸ χοίρου͵ τὸ τῶν ἀρνίων. τοσισάκην οἱ βολβοὶ καὶ οἱ λιπαροὶ φοίνικες͵ οἱ χλωροὶ ὁμοίως καὶ οἱ γογγύλοι καὶ ἡ σὰρξ τῶν ὀστρακοδέρμων ἀποβαλοῦσα τὸν ζωμὸν ἐκ τῆς πολλῆς ἑψήσεως͵ καὶ τὰ μαλάκια καλούμενα͵ οἷον ὀκταπόδια͵ σηπίαι͵ καλαμάρια͵ μοσχῖται͵ τὰ μὲν ἄλλα ὀψάρια ὥσπερ θύνναι͵ σαῦροι͵ ξιφίαι. τῶν ζώων τὰ μόρια͵ κοιλίαι͵ ἔντερα͵ μήτρα͵ ὀξύγαλα͵ τυροὶ οἱ παλαιοὶ͵ τὰ δ΄ αὐτὰ καὶ ψυχροὺς τίκτει χυμούς· κύμινον͵ λιβυστικοῦ σπέρμα καὶ ἡ ῥίζα· λινόκομα· κανναβόσπερμα͵ φάβα φρυκτὸν͵ βολβοὶ ἑψηθέντες ἐν ἐλαίῳ καὶ γάρῳ μετ΄ ὄξους ἐσθιόμενα͵ μάλιστα ἀπαφρισθὲν ὀξύμελι͵ ὥστε καὶ τὰ πνεύματα καταῤῥήγνυσιν͵ ἄρτοι κρίθινοι.
19 Ὅσα ὠμοὺς χυμοὺς γεννῶσιν
Ἐρέβινθοι͵ λουπινάρια͵ φασιούλια͵ αὖχος͵ κέγχρος͵ κύαμοι͵ οἱ χλωροὶ φοίνικες· γάλα καὶ μάλιστα τὸ ψυχρὸν͵ βολβοὶ οἱ ὠμότεροι· μέλι͵ τὸ μὲν ἑψηθέν· τῶν οἴνων οἱ γλυκεῖς ἅμα καὶ οἱ αὐστηροί· σῦκα· καὶ μάλιστα τῶν ὡρίμων καὶ ἰσχάδων ὀλιγοχρόνιος ἡ ἐμπνευμάτωσις.
20 Ὅσα ἰξώδη χυμὸν γεννᾷ
Οἱ κλιβανῖται ἄρτοι͵ αἱ μουστόπιται͵ ἰτρία͵ τὰ πλακοῦντα͵ φακῆ͵ οἱ λοβοὶ τῶν φασουλίων͵ τὰ λουπινάρια͵ φάβα͵ οἱ κητώδεις τῶν ἰχθύων͵ σηπίαι͵ ὀκταπόδια͵ ὀστρούδια͵ ὀμίδια͵ κτένια͵ πίνναι͵ κηρύκια͵ χηβάδες͵ σωλῆνες͵ ἐγχέλυες͵ κοχλίαι͵ ἐλάφεια κρέα͵ αἴγεια͵ βόεια͵ λάγεια͵ χοίρεια͵ ἧπαρ͵ νεφροὶ͵ ὄρχεις͵ ἐγκέφαλος͵ μαστοὶ͵ γλῶσσαι͵ γάλα τὸ ἐπίπλεον ἑψηθὲν͵ τυροὶ πάντες͵ ὀξύγαλα͵ ὠὰ ἔκζεστα͵ μᾶλλον δὲ τὰ ὀπτὰ σκληρὰ γενόμενα͵ καὶ μᾶλλον ἔτι τὰ ταγηνιστὰ͵ κάστανα͵ βαλάνια͵ βολβοὶ͵ γογγύλαι͵ ὕδνα͵ κούμαρα͵ σῦκα τὰ ὡριμώτερα͵ κίτρου σὰρξ͵ ἀγγούρια͵ πέπονες͵ μῆλα τὰ ὥριμα· τῶν οἴνων οἱ γλυκεῖς͵ μᾶλλον δὲ τὸ ἕψημα καὶ ὁ μούστος.
21 Ὅσα πολύτροφα
Χοίρεια κρέα͵ βοῶν ἐγκέφαλος͵ ὄρχεις͵ καρδία͵ τῆς ῥάχεως ὁ μυελὸς καὶ ἄλλος πᾶς· τὰ πτερύγια τῶν ὀρνίθων͵ καὶ τῶν χηνῶν καὶ πάντων πετεινῶν· καὶ τῶν ὀστρακοδέρμων τὰ σκληρότερα͵ οἷον κηρύκια͵ κοχλίαι͵ ἀστακοὶ͵ παγούρια͵ καρίδια͵ ὀκταπόδια͵ σηπίαι͵ καλαμάρια καὶ τὰ τοιαῦτα· ναρκὴ͵ τρύγων͵ βάτοι͵ λειόβατοι͵ ῥῖναι͵ τρίγλαι· ὁ σεμιδαλίτης ἄρτος καὶ ὁ καθαρὸς ἀλευρίτης͵ σῖτος ἑψητὸς͵ σεμίδαλις͵ κύαμοι͵ ἐρέβινθοι͵ φασιούλια͵ αὖχος͵ τήλη͵ βολβοὶ δὶς ἑψηθέντες· μέλι τὸ ἀπαφρισθὲν καὶ εὐκρατόμελι καλῶς ἑψηθέν· λουπινάρια͵ κάστανα͵ φακῆ· γλυκεῖς φοίνικες͵ σταφίδες γλυκεῖαι καὶ λιπαραί· βαλάνια͵ γογγύλια· οἱ παχεῖς τῶν οἴνων καὶ ῥούσιοι͵ πλέον δὲ τούτων οἱ μέλανες͵ γλυκεῖς καὶ παχεῖς͵ καὶ στύφοντες.
22 Ὅσα ὀλιγότροφα
Τὰ ἄκρα τῶν ζώων͵ μήτρα͵ κοιλία͵ ἔντερα͵ οὐρὰ͵ ὠτία͵ πιμελή· καθόλου πᾶν γένος τῶν ὀρνίθων ὀλιγοτροφώτερόν ἐστι τῶν τετραπόδων͵ καὶ τῶν γεγηρακότων ζώων ἤπερ τὰ ἔτι αὐξανόμενα. τῶν ἰχθύων ἡ τροφὴ αἵματός ἐστι γεννητικὴ λεπτοτάτου. τῶν ὀστρακοδέρμων τὰ μαλακόσαρκα οἷον τὰ ὄστρεα· ἄρτοι κρίθινοι͵ ἄρτοι πιτυρώδεις καὶ κυβαροὶ͵ βρώμη͵ κέγχρος͵ ἐλίμην͵ ὄρυζα͵ φάβα χλωρὸν͵ συκάμινα͵ ἀμύγδαλα͵ πιστάκια͵ κράνα͵ δαμάσκηνα͵ ῥοδάκινα͵ ματζάναι͵ βερίκοκκα͵ προῦνα͵ κάππαρις͵ σεῦτλον͵ λάπαθον͵ ὀξυλάπαθον͵ χοιροβότανον͵ ῥάφανον͵ γογγύλη͵ σίνηπι͵ κάρδαμον͵ ἀσπάραγοι͵ δαυκία· κρόμμυα͵ σκόροδα͵ πράσα͵ ἀμπελόπρασα ὠμὰ οὐδόλως τροφὴν δίδωσι τῷ σώματι͵ ἑψηθέντα δὲ δὶς ἢ τρὶς ὀλιγίστην͵ ῥόδια͵ ἄπια͵ κολόκυνθα͵ σταφίδες αἱ στύφουσαι καὶ μὴ λιπαραί· τὰ δὲ σῦκα ἔχει τὸ πολυτροφώτερον͵ χαύνην δὲ ποιεῖ τὴν σάρκα καὶ σομφώδη· ὁμοίως καὶ αἱ σταφυλαί· ἔλαττον δὲ τῶν σύκων αἱ σταφυλαὶ τρέφουσιν.
23 Ὅσα περιττωματικά
Φάσσαι͵ χῆνες πλὴν τῶν πτερύγων· σπλάγχνα πάντα· οἷον ἧπαρ͵ σπλὴν͵ ἔντερα͵ μήτρα͵ κοιλία͵ ὁ μυελὸς τῆς ῥάχης καὶ ὁ τῆς κεφαλῆς· τὰ ἐν ταῖς λίμναις βοσκόμενα ὄρνεα· ἐρέβινθοι͵ κύαμοι χλωροί· τὰ μικρὰ χοιρίδια͵ τῶν προβάτων ἡ σὰρξ καὶ πάντων τῶν ζώων τῶν ἀργῶς βιούντων· τῶν ἰχθύων οἱ ποτάμιοι καὶ λιμναῖοι͵ καὶ οἱ ἐν βορβόρῳ διαιτώμενοι καὶ πάντα τὰ κητώδη τῶν ἐν θαλάσσῃ ζώων.
24 Ὅσα λεπτύνει
Σκόροδα͵ κρόμμυα͵ πράσα͵ κάρδαμα͵ σίνηπι͵ πέπερι͵ ὀρίγανον͵ ἡδύοσμος͵ ὕσσωπον͵ σφληκούνη͵ θύμον͵ θύμβρα χλωρὰ προσφερομένη͵ εὔζωμον͵ σέλινον͵ πετροσέλινον͵ ῥάφανον͵ κράμβη͵ σεῦτλον͵ σκόλυμον͵ κάρδαμον͵ μάραθρον͵ κορίανδρον͵ πήγανον͵ ἄνηθον͵ κύμινον͵ κάππαρις͵ ἄνισον͵ δαύκων σπέρμα· κριθή· οἱ πετραῖοι τῶν ἰχθύων͵ ἢ τῶν ὀρνίθων οἱ ἐν ξηροῖς διαιτώμενοι τόποις· τῶν ὀρνέων τὰ μικρὰ καὶ τὰ ἐν τοῖς ὄρεσι διαιτώμενα ζῶα· ὄψαροι͵ κίχλαι͵ κόσσυφοι͵ πέρδικες͵ τρωγλῖται καὶ τὰ ἐν τοῖς ἀμπέλοις εὑρισκόμενα στρουθία· αἱ περιστεραὶ αἱ διαιτώμεναι ἐν τοῖς πύργοις· ἐκ τῶν πελαγίων αἱ νάρκαι καὶ αἱ τρίγλαι· τῆς αὐτῆς ἐστι δυνάμεως τὰ βούγλωσσα͵ καὶ τὰ παστὰ͵ ὅσα εἰσὶ μαλακά· τῶν ὀπωρῶν αἱ ὑγρότεραι καὶ εὔχυλοι ἰσχάδες μετὰ καρύων͵ πιστάκια͵ τῶν ἀμυγδάλων τὰ ὑπόπικρα· μέσαι δέ πώς εἰσιν αἱ ἐλαῖαι· τῶν οἴνων οἱ λευκοὶ καὶ λεπτοί· τὸ τυρόγαλα χρήσιμόν ἐστιν εἰς λεπτὴν οὐσίαν καὶ δίαιταν͵ τὸ δὲ ὀξύμελι μᾶλλον τῶν ἄλλων.
25 Ὅσα θερμαίνει
Σῖτος ἑψητὸς καὶ οἱ ἐξ αὐτοῦ ἄρτοι͵ ἤτοι αὐτόζυμοι͵ τήλη͵ οἱ γλυκεῖς φοίνικες· μῆλα τὰ γλυκέα͵ σήσαμον͵ καναβοῦρι͵ σταφυλαὶ γλυκεῖαι͵ σέλινον͵ εὔζωμον͵ ῥάφανον͵ γόγγυλιν͵ σίνηπι͵ κάρδαμον͵ δαῦκος͵ σκόροδον͵ οἶνοι γλυκεῖς͵ θερμότεροι δὲ οἱ ξανθοὶ οἶνοι καὶ οἱ παλαιοί.
26 Ὅσα ψύχει
Κριθὴ κατὰ πάντων τρόπων τῆς ἑψήσεως· κέγχρος͵ ὕδνα͵ κολόκυνθα͵ ἐκζεστή͵ πέπων͵ μηλοπέπων͵ τετράγγουρα͵ συκάμινα͵ ὄξυναι σταφυλαὶ καὶ αἱ στύφουσαι σταφίδων.
Κριθὴ κατὰ πάντων τρόπων τῆς ἑψήσεως· κέγχρος͵ ὕδνα͵ κολόκυνθα͵ ἐκζεστή͵ πέπων͵ μηλοπέπων͵ τετράγγουρα͵ συκάμινα͵ ὄξυναι σταφυλαὶ καὶ αἱ στύφουσαι σταφίδων.