ὈΣΤΑΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΡΟΣ ΠΕΤΑΣΙΟΝ ΠΕΡΙ ΤΗΣ ΙΕΡΑΣ
ΤΑΥΤΗΣ ΚΑΙ ΘΕΙΑΣ ΤΕΧΝΗΣ
Τῆς φύσεως τὸ ἄτρεπτον ἐν
μικρῷ ὕδατι τέρπεται· αἱ κράσεις γὰρ αὐτὸ τέρπουσιν τῆς ὑφεστώσης ὑποστάσεως·
διὰ γὰρ τοῦ ἐρασμίου καὶ θείου ὕδατος τούτου πᾶν νόσημα θεραπεύεται.
Ὀφθαλμοὶ βλέπουσι τυφλῶν͵ ὦτα
ἀκούουσι κωφῶν͵ μογιλάλοι τρανῶς λαλοῦσιν.
Ἔστι δὲ εἰκότως ἡ σκευὴ τοῦ
θείου ὕδατος τοιαύτη.
Λαβὼν ὠὰ δρυίνου ὄφεως ἐν αὐγούστῳ μηνὶ ἐν ὄρεσι διατρίβοντος Ὀλυμπίου ἢ
Λιβάνου ἢ Ταύρου͵ προσφάτων ὄντων͵ ἔκχεον ἐν ὑελίνῳ ἀγγείῳ λίτραν μίαν·
ἐπιβαλὼν ἐν αὐτῷ ὕδατι θείῳ͵ ἤγουν θερμοῦ͵ ἀνάγαγε ἐν οὐρανίᾳ θεῖον ἄπυρον
τετρακὶς͵ ἄχρις αὐτοῦ πορφυρόχροος γένηται ἡ ἀνάλειψις τοῦ ἐλαίου. Λαβὼν
ἀμιάντου ιγ͵ αἵματος κογχύλης θ͵ ὠὰ χρυσοπτέρων ἱεράκων ε͵ εὑρισκομένων πλησίον
τῶν κέδρων τοῦ Λιβάνου ἐν τῷ ὄρει· ταῦτα λειοτριβήσας τὰ εἴδη ἐν θυείᾳ λιθίνῃ
τὴν ἀμίαντον καὶ τὴν κογχύλην καὶ τὰ ὠὰ͵ ἕως ἂν ἑνωθῶσιν ὁμοῦ πάντα· καὶ μετὰ
ταῦτα ἐν ὑελίνῳ ἄμβικι ἐξωράϊσον ἑπτάκις͵ καὶ ἀπόθες. Ἀνάγαγε τὸ πρῶτον σύνθεμα
μετὰ τοῦ δευτέρου͵ καὶ λείου ἐν τρισὶν ἡμέραις· καὶ μετὰ τὴν τελείωσιν͵
ἐπίβαλλε ἐν ὑελίνῳ ἀγγείῳ πάντα ὁμοῦ λειωθέντα· καὶ θάψον ἐν ὕδατι θαλασσίῳ
ἡμέραν α· καὶ ἐτελέσθη τὸ θεῖον ὕδωρ.
Τοῦτο τὸ ὕδωρ τὰ νεκρὰ ἀνιστᾷ καὶ τὰ ζῶντα νεκροῖ͵ τὰ σκοτεινὰ φωτίζει καὶ
τὰ φωτεινὰ σκοτίζει͵ ὕδωρ θαλάσσιον δράσσεται͵ καὶ τὸ πῦρ ἀπολύει· καὶ ταῦτα
διὰ μικρᾶς σταγόνος τὰ μολιβδοειδῆ χρυσοειδῆ ἐργάζεται͵ συνεργοῦντος τοῦ τῇ
ἀοράτῳ καὶ παντοδυνάμῳ δυνάμει καὶ σοφίᾳ χρησαμένου͵ καὶ ἐκ μὴ ὄντος εἰς τὸ
εἶναι τὰ σύμπαντα καὶ ἀχθῆναι καὶ γενέσθαι καὶ μορφοῦσθαι κελεύσαντος· ᾧ καὶ
κράτος νέμειν δεῖ αὐτῷ τῷ μόνῳ͵ καὶ καθολικῷ καὶ ἀληθινῷ Θεῷ͵ σὺν τῷ ζωαρχικῷ
τῆς ἡμετέρας ζωῆς καὶ σωτηρίας Χριστῷ Ἰησοῦ͵ σὺν τῷ νοερῷ καὶ ἡγεμονικῷ Θείῳ
Πνεύματι͵ δόξα͵ μεγαλοπρέπεια εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων· ἀμήν.