Είναι ο τίτλος ενός κειμένου που έχει διασωθεί στα Ανώνυμα Παραδοξόγραφα.
Και το κείμενο:
ΓΥΝΑΙΚΕΣ ΕΝ ΠΟΛΕΜΙΚΟΙΣ ΣΥΝΕΤΑΙ ΚΑΙ ΑΝΔΡΕΙΑΙ
1 Σεμίραμις. Θυγατὴρ μὲν͵ ὥς φησι Κτησίας͵ Δερκετοῦς τῆς Συρίας θεοῦ καὶ Σύρου τινός͵ ἥτις ἐτράφη ὑπὸ Σιμόεντος͵ ὑπηρέτου τοῦ βασιλέως Νίνου. γαμηθεῖσα δὲ Ὀννέῳ͵ ὑπάρχῳ τινὶ βασιλικῷ͵ εἶχεν υἱούς. ἑλοῦσα δὲ Βάκτρα μετὰ τοῦ ἀνδρός ͵ ἐπιγνοὺς Νίνος ἤδη γηραιὸς ὢν ἐγάμησεν. ἡ δὲ ἐτέκνωσεν ἐξ αὐτοῦ Νίνυαν παῖδα. μετὰ δὲ τὸν Νίνου θάνατον ἐτείχισε τὴν Βαβυλῶνα ὀπτῇ πλίνθῳ καὶ ἀσφάλτῳ καὶ τὸ τοῦ Βήλου ἱερὸν κατεσκεύασεν. ἐπιβουλευθεῖσα δὲ ὑπὸ τοῦ υἱοῦ Νινύου ἐτελεύτησεν͵ ἔτη βιώσασα ξ͵ βασιλεύσασα ἔτη μβ.
2 Ζαριναία. Αὕτη τελευτήσαντος τοῦ προτέρου ἀνδρὸς αὐτῆς καὶ ἀδελφοῦ Κυδραίου͵ Σακῶν βασιλέως͵ ἐγαμήθη Μερμέρῳ τῆς Παρθυαίων χώρας δυνάστῃ. τοῦ δὲ Περσῶν βασιλέως ἐπιστρατεύσαντος πολεμοῦσα καὶ τρωθεῖσα ἔφυγε͵ διωχθεῖσα δὲ ὑπὸ Στρυαγγαίου ἱκετεύσασα διεσώθη. μετ΄ οὐ πολὺ δὲ ὑποχείριον αὐτὸν ὁ ἀνὴρ αὐτῆς λαβὼν ἐβούλετο ἀνελεῖν͵ ἡ δὲ δεομένη σώζειν καὶ μὴ πείθουσα͵ λύσασά τινας τῶν ἑαλωκότων σὺν αὐτοῖς τὸν Μέρμερον ἀνεῖλε͵ καὶ παραδοῦσα τῷ Πέρσῃ τὴν χώραν φιλίαν ἐποιήσατο πρὸς αὐτόν͵ ὡς ἱστορεῖ Κτησίας.
3 Νίτωκρις͵ Αἰγύπτου βασιλίσσα͵ περὶ ἧς Ἡρόδοτος ἱστορεῖ͵ τοῦ ἀδελφοῦ αὐτῆς ὑπ΄ Αἰγυπτίων ἀναιρεθέντος τοὺς μάλιστα αἰτίους συγκαλέσασα καὶ ἔν τινι ἐπιμήκει οἴκῳ ἑστιῶσα διά τινος αὐλῶνος τὸν ποταμὸν αὐτοῖς ἐπεισήγαγεν͵ ἑαυτὴν δὲ εἰς οἴκημά τι σποδοῦ πληρὲς ἐνέβαλεν.
4 Νίτωκρις Βαβυλωνία. Ταύτην φησὶν Ἡρόδοτος φρονιμωτέραν Σεμιράμιδος γενέσθαι βασιλίσσαν. τόν τε γὰρ ποταμὸν γεφυρῶσαι ἐν τῇ πόλει͵ τήν τε λίμνην ὀρύξαι καὶ κρηπιδῶσαι κρηπίδι λιθίνῃ͵ τό τε ῥεῦμα τοῦ ποταμοῦ εἰς αὐτὴν ἐπιστρέψαι πρὸς τὸ βραδυτέραν τὴν τῶν πολεμίων ἔφοδον εἶναι. καὶ τὸν τάφον δὲ τὸν ἐπὶ τῇ πύλῃ τὸν ἴδιον ταύτην φησὶ ποιῆσαι͵ τὸν ἐξαπατήσαντα Δαρεῖον͵ ὃς ὑπονοῶν ἀργύρια εὑρεῖν καὶ ἀνοίξας τὸν τάφον ταῦτα μὲν οὐχ εὗρε͵ γράμματα δὲ ἀπληστίαν πολλὴν καὶ αἰσχροκέρδειαν αὐτῷ ὀνειδίζοντα.
5 Ἀργεία͵ τὸ μὲν γένος ἔχουσα ἀπὸ Πολυνείκους. ταύτην φησὶν Ἡρόδοτος τεκεῖν διδύμους παῖδας͵ καὶ μετὰ τὴν τελευτὴν τοῦ ἀνδρὸς Ἀριστοδήμου Λακεδαιμονίων βασιλέως μὴ θελῆσαι εἰπεῖν τὸν πρεσβύτερον τῶν βρεφῶν͵ ἀμφοτέροιν ἐξ ἴσου τὴν βασιλείαν περι θεῖναι θέλουσαν· ἐφόδῳ μέντοι γενέσθαι φανερὸν τῷ πρῶτον ὑπ΄ αὐτῆς καὶ λούεσθαι καὶ τρέφεσθαι τὸν πρεσβύτερον.
6 Θειοσσώ. Ταύτην φησὶ Τίμαιος κατὰ μὲν τὴν Φοινίκων γλώσσαν Ἐλίσσαν καλεῖσθαι͵ ἀδελφὴν δὲ εἶναι Πυγμαλίωνος τοῦ Τυρίων βασιλέως͵ ὑφ΄ ἧς φησι τὴν Καρχηδόνα τὴν ἐν Λιβύῃ κτισθῆναι. τοῦ γὰρ ἀνδρὸς αὐτῆς ὑπὸ τοῦ Πυγμαλίωνος ἀναιρεθέντος ἐνθεμένη τὰ χρήματα εἰς σκάφας μετά τινων πολιτῶν ἔφευγε͵ καὶ πολλὰ κακοπαθήσασα τῇ Λιβύῃ προσηνέχθη͵ καὶ ὑπὸ τῶν Λιβύων διὰ τὴν πολλὴν αὐτῆς πλάνην Δειδὼ προσηγορεύθη ἐπιχωρίως. κτίσασα δὲ τὴν προειρημένην πόλιν͵ τοῦ τῶν Λιβύων βασιλέως θέλοντος αὐτὴν γῆμαι αὐτὴ μὲν ἀντέλεγεν͵ ὑπὸ δὲ τῶν πολιτῶν συναναγκαζομένη͵ σκηψαμένη τελετήν τινα πρὸς ἀνάλυσιν ὅρκων ἐπιτελέσειν͵ πύραν μεγίστην ἔγγυς τοῦ οἴκου κατασκευάσασα καὶ ἅψασα ἀπὸ τοῦ δώματος αὑτὴν εἰς τὴν πύραν ἔρριψεν.
7 Ἄτοσσα. Ταύτην φησὶν Ἑλλάνικος ὑπὸ τοῦ πατρὸς Ἀριάσπου ὡς ἄρρενα τραφεῖσαν διαδέξασθαι τὴν βασιλείαν. κρυβοῦσαν δὲ τὴν τῶν γυναίων ἐπίνοιαν τιάραν πρώτην φορέσαι͵ πρώτην δὲ καὶ ἀναξυρίδας καὶ τὴν τῶν εὐνούχων ὑπουργίαν εὑρεῖν καὶ διὰ βίβλων τὰς ἀποκρίσεις ποιεῖσθαι. πολλὰ δὲ ὑποτάξασα ἔθνη πολεμικωτάτη καὶ ἀνδρειοτάτη ἐν παντὶ ἔργῳ ἐγένετο.
8 Ροδογύνη͵ ἡ Περσῶν βασιλίσσα͵ ὥς φησιν Αἰσχίνης ὁ φιλόσοφος͵ μεγίστην ἐποίησε τὴν Περσῶν βασιλείαν. οὕτως γάρ φησιν ἀνδρείαν αὐτὴν ἐν τοῖς ἔργοις καὶ φοβερὰν γενέσθαι͵ ὥστε ποτὲ περὶ τὴν ἄσκησιν τῶν τριχῶν οὖσαν͵ ἀκούσασαν ἀποστάντα τινὰ τῶν ἐθνῶν͵ ἀφιέναι μὲν ἡμιτέλεστον τὴν πλοκήν͵ μὴ πρότερον δὲ ἀναπλέξασθαι πρὶν καταλαβοῦσαν ὑποτάξαι τὰ προειρημένα ἔθνη. διὸ καὶ εἰκὼν αὐτῆς ἀνετέθη χρυσεία͵ τὰς μὲν ἡμισεῖς ἔχουσα τριχὰς ἐπὶ τῆς κεφαλῆς ἀναπεπλεγμένας͵ τὰς δὲ ἡμισεῖς καθειμένας.
9 Λύδη. Ταύτην φησὶν Ξενόφιλος͵ ὁ τὰς Λυδικὰς ἱστορίας γράψας͵ γυναῖκά τε καὶ ἀδελφὴν εἶναι Ἀλυατέω τοῦ Κροίσου προπάτορος. ταύτης υἱὸς Ἀλυάτης διαδεξάμενος τὴν τοῦ πατρὸς βασιλείαν ἐγένετο δεινῶς ὑβριστής͵ ὡς καὶ τὰ ἱμάτια ἀξιολόγων ἀνδρῶν περισχίσαι καὶ προσπτύειν πολλοῖς. αὐτὴ δὲ τὸν υἱὸν ὅσον ἐδύνατο κατέστελλεν͵ τοὺς δὲ ὑβριζομένους καὶ λόγοις χρηστοῖς καὶ ἔργοις ἠμείβετο. πᾶσαν δὲ τῷ υἱῷ φιλοφροσύνην προσφέρουσα εἰς στοργὴν ἑαυτῆς πολλὴν αὐτὸν περιέτρεψε. νομίσασα δὲ αὐταρκῶς ἀγαπᾶσθαι͵ σκηψαμένη ἀσθένειαν σίτου καὶ τῶν λοιπῶν ἀπέσχετο͵ τὸν δὲ παρεδρεύοντα καὶ ὁμοίως ἀσιτοῦντα κατασταλῆναι καὶ εἰς τοῦτο μεταβάλλεσθαι͵ ὥστε͵ φησίν͵ ὀρθώτατον καὶ δικαιότατον αὐτὸν γενέσθαι.
10 Φερετίμη͵ γυνὴ Βάττου. Αὕτη τελευτήσαντος αὐτῆς τοῦ παιδὸς δόλῳ αὐτὴ τὴν ἀρχὴν τῆς Κυρήνης κατέσχε͵ καὶ τὸν υἱδοῦν βασιλέα καταστήσασα τοὺς ἀντιταξαμένους τῷ υἱῷ αὐτῆς Ἀρκεσίλᾳ κατὰ θάλατταν εἰς Αἴγυπτον ἀπέστειλεν. ἐπιπαραγενομένη δὲ αὐτὴ πάντας ἀνεῖλε͵ συμπείσασα τὸν ἔχοντα τὴν Αἰγύπτου ἀρχὴν τότε Ἀρυάνδην. λαβοῦσα δὲ δύναμιν παρὰ τοῦ βασιλέως τοὺς Κυρηναίους πικρῶς ἐχειρώσατο͵ καὶ ἀναχωρήσασα εἰς Αἴγυπτον ἐτελεύτησε͵ καθὼς ἱστορεῖ Μενεκλῆς͵ ὁ τὰς Λιβυκὰς ἱστορίας γράψας.
11 Θαργηλία Μιλησία. Ταύτην φασὶν Ἀντιόχου βασιλεύοντος τῶν Θετταλῶν ἀφικομένην εἰς Θετταλίαν γήμασθαι Ἀντιόχῳ καὶ ἀποθανόντος ἐκείνου βασιλεῦσαι Θετταλίας ἔτη λ͵ καὶ τὸν Περσῶν βασιλέα͵ ὅτε ἐπὶ τὴν Ἑλλάδα ἐστρατεύετο͵ δέξασθαι καὶ ἀποπέμψαι μηδὲν ἐλαττωθεῖσαν.
12 Τώμυρις͵ Μασσαγετῶν βασιλίσσα. Αὕτη͵ καθὼς ἱστορεῖ Ἡρόδοτος͵ ἄσπονδον αὐτῇ πόλεμον Κύρου καταγγείλαντος͵ ἔχουσα καὶ υἱόν͵ τὸ μὲν πρῶτον συνεβούλευε τῷ Κύρῳ ἐν τοῖς ἰδίοις μένοντι ἡσυχάζειν͵ εἰ δ΄ ἄρα ἐπιθυμοίη πολεμεῖν͵ ἀναχωρήσαντα τῆς χώρας τριῶν ἡμερῶν διάστημα δέξασθαι αὐτὴν μετὰ τοῦ στρατεύματος ἢ εἰς τὴν αὐτῆς ὁμοίως εἰσιέναι. τοῦ δὲ πρὸς αὐτὴν χωρήσαντος καὶ μάχῃ νικήσαντος καὶ τὸν υἱὸν ζῶντα αὐτῆς λαβόντος͵ πέμψασα πάλιν συνεβούλευεν͵ ἀρκεσθέντα τῇ νίκῃ ἀποδόντα τὸν υἱὸν αὐτῇ ὑποστρέφειν εἰς τὴν ἰδίαν. ἀπειθοῦντος δὲ͵ ἐπεὶ ἔγνω τὸν παῖδα αὐτοχειρὶ διαφθαρῆναι͵ σύμπαντι τῷ στρατεύματι ἐπελθοῦσα οὐ μόνον ἐνίκησεν͵ ἀλλὰ καὶ αὐτὸν πεσόντα ἀναζητήσασα ἀντὶ τοῦ παιδὸς νεκροῦ ᾐκίσατο.
13 Ἀρτεμισία͵ Ἁλικαρνασσίς͵ θυγάτηρ Λυγδάμιος͵ ὥς φησιν Ἡρόδοτος. Αὕτη διὰ τὴν ἰδίαν ἀνδρείαν ἐπεστράτευσε τῷ Πέρσῃ͵ ἄρχουσα Ἁλικαρνασσέων͵ Κώων͵ Νισυρίων. ταύτης͵ φησί͵ τὰ ἔργα καὶ τὰς γνώμας ὁ Πέρσης θαυμάζων ἀνέκραγεν͵ ὡς αἱ γυναῖκες μὲν αὐτῷ ἄνδρες͵ οἱ δὲ ἄνδρες γυναῖκες αὐτῷ γεγόνασιν. ὅθεν καὶ μετὰ τὴν ναυμαχίαν τῇ μὲν Ἀρτεμισίᾳ πανοπλίαν ἔπεμψε͵ τοῖς δὲ τῶν Φοινίκων στρατηγοῖς ἠλακάτας καὶ ἀτράκτους͵ τῆς μὲν τιμῶν τὴν ἀρετὴν τοῖς τῆς ἀνδρίας ἐπισήμοις͵ τῶν δὲ ἐξελέγχων τὴν μαλακίαν τοῖς τῶν γυναικῶν ἐπιτηδεύμασιν.
14 Ὀνόμαρις, μία τῶν ἐν ἀξιώματι Γαλατῶν͵ καταπονουμένων ὑπ΄ ἀφορίας τῶν ὁμοφύλων καὶ ζητούντων φυγεῖν ἐκ τῆς χώρας͵ παραδιδόντων δὲ αὐτοὺς ἐν ὑποταγῇ τῷ θέλοντι ἀφηγεῖσθαι͵ μηδενὸς τῶν ἀνδρῶν θέλοντος τήν τε οὐσίαν πᾶσαν εἰς μέσον ἔθηκε καὶ τῆς ἀποικίας ἀφηγήσατο͵ πολλῶν ὄντων ὡς εἰς διαβᾶσά τε τὸν Ἰστρὸν καὶ τοὺς ἐπιχωρίους μάχῃ νικήσασα τῆς χώρας ἐβασίλευσεν.