Ἐγὼ Φιλαινὶς ἡ
΄πίβωτος ἀνθρώποις
ἐνταῦθα γήρᾳ τῷ
μακρῷ κεκοίμημαι.
μή μ΄͵ ὦ μάταιε
ναῦτα͵ τὴν ἄκραν κάμπτων
χλεύην τε ποιεῦ
καὶ γέλωτα καὶ λάσθην.
οὐ γάρ͵ μὰ τὸν Ζῆν΄͵
οὐ μὰ τοὺς κάτω κούρους͵
οὐκ ἦν ἐς ἄνδρας
μάχλος οὐδὲ δημώδης·
Πολυκράτης δὲ τὴν
γενὴν Ἀθηναῖος͵
λόγων τι
παιπάλημα καὶ κακὴ γλῶσσα͵
ἔγραψεν͵ οἷ΄ ἔγραψ΄·
ἐγὼ γὰρ οὐκ οἶδα.