ΣΟΥΔΑ: ΟΝΟΜΑΣΤΙΚΟΝ ΤΑΚΤΙΚΟΝ


Ένα τόσο πολύτιμο έγγραφο, όπως η Εγκυκλοπαίδεια Σούδα,
φυσικά περιέχει και ειδικό λήμμα για τους στρατηγικούς όρους!

ΣΟΥΔΑ: ΟΝΟΜΑΣΤΙΚΟΝ ΤΑΚΤΙΚΟΝ

Ὅσαι ὀνομασίαι ἀρχῶν τε καὶ τάξεων καὶ πλήθους τῶν ἐν ταῖς πολεμικαῖς παρασκευαῖς καὶ χρείαις.

1 Καταλοχίσαι τὸ εἰς λόχους καταμερίσαι τὸ πλῆθος τοῦ στρατοῦ.

2 Λόχος ἔνιοι μὲν τὸ σύστημα τὸ ἐξ ἀνδρῶν ὀκτώ· οἱ δὲ τὸ ἐξ ἀνδρῶν ιβ͵ οἱ δὲ τὸ ἀπὸ ἑκκαίδεκα ἀνδρῶν πλῆθος͵ ὃ καὶ τέλειόν φασι καὶ σύμμετρον. 3 Λοχαγός͵ πρωτοστάτης καὶ ἡγεμὼν ὁ αὐτός ἐστι. ἔστι δὲ ὁ πρῶτος καὶ ἄριστος τοῦ λόχου.

4 Οὐραγός ὁ τελευταῖος τοῦ λόχου.

5 Στίχος καὶ δεκανία καὶ λόχος τὸ αὐτό ἐστιν. οἱ δὲ καὶ ἐνωμοτίαν αὐτὸ καλοῦσιν. οἱ δὲ τὸ ἥμισυ λέγουσι τοῦ λόχου τὴν ἐνωμοτίαν͵ οἱ δὲ τὸ τέταρτον.

6 Ἐνωμοτάρχης ὁ τῆς ἐνωμοτίας ἄρχων.

7 Διμοιρίαν καὶ ἡμιλοχίαν τὸ αὐτὸ φασί.

8 Διμοιρίτης καὶ ἡμιλοχίτης͵ ὁ ἄρχων τῆς διμοίρας καὶ ἡμιλοχίας.

9 Ἐπιστάτης ὁ τοῦ λόχου ὀπίσω τεταγμένος. ὁ δὲ μετ΄ αὐτὸν πρωτοστάτης͵ ὁ δὲ μετὰ τοῦτον πάλιν ἐπιστάτης͵ ὡς εἶναι τὸν ὅλον στίχον ἐκ πρωτοστατῶν καὶ ἐπιστατῶν συγκείμενον. ἔνιοι δὲ λοχαγὸν μὲν τὸν πρωτοστάτην λέγουσιν· ὥσπερ καὶ οὗτοι· καὶ οὐραγὸν τὸν ἐπιστάτην. τοὺς ἐν μέσῳ δὲ οὐχ ὡσαύτως· ἀλλ΄ ἐπιστάτην μὲν τὸν μετὰ τὸν πρωτοστάτην͵ ἤτοι τὸν δεύτερον· τὸν δὲ τρίτον ἀπὸ τοῦ πρωτοστάτου ὑποστάτην.

10 Συλλοχισμός ἐστιν͵ ὅταν τῷ πρώτῳ λόχῳ ἕτερος λόχος ἐπιτεθῇ· ὥστε λοχαγὸν λοχαγῷ καὶ οὐραγὸν οὐραγῷ καὶ τοὺς μεταξὺ τοῖς ὁμοζύγοις παρίστασθαι.

11 Παραστάται οἱ ὁμόζυγοι τῶν λόχων πρωτοστάται καὶ ἐπιστάται͵ διὰ τὸ παρ΄ ἀλλήλοις ἵστασθαι.

12 Διλοχία δύο λόχοι. καὶ ὁ ἡγούμενος αὐτῶν διλοχίτης.

13 Τετραρχία οἱ τέσσαρες λόχοι͵ ἀνδρῶν ξδ. καὶ ὁ ἡγούμενος τετράρχης.

14 Τάξις αἱ δύο τετραρχίαι͵ ἀνδρῶν ρκη. καὶ ὁ ἡγούμενος πάλαι μὲν ταξίαρχος͵ νῦν δὲ ἑκατοντάρχης.

15 Σύνταγμα͵ ὃ ἔνιοι παράταξιν͵ αἱ δύο τάξεις͵ ἄνδρες σν. καὶ ὁ ἡγούμενος συνταγματάρχης. τοῦτο δὲ ἔνιοι καὶ ξεναγίαν καλοῦσι͵ καὶ ξεναγὸν τὸν ἡγούμενον.

16 Πεντακοσιαρχία τὰ δύο τάγματα͵ ἄνδρες φιβ. καὶ ὁ ἡγούμενος πεντακοσιάρχης.

17 Ἔκτακτοι͵ ἢ ἔκτατοι. τούτους τὸ μὲν παλαιὸν ἡ τάξις εἶχεν͵ ὡς καὶ τοὔνομα δηλοῖ͵ διότι τῆς τάξεως ἐξάριθμοι ἦσαν. εἰσὶ δὲ πέντε· στρατοκήρυξ͵ σαλπιγκτής͵ σημειοφόρος͵ ὑπηρέτης͵ οὐραγός. νῦν δὲ καὶ τοῦ συντάγματος λέγονται καὶ τῶν ἄλλων. ἔχειν δὲ δεῖ τούτους τὴν τάξιν ἢ τὸ σύνταγμα͵ τὸ μέν͵ ὅπως τῇ φωνῇ σημαίνῃ τὸ προσταττόμενον· τὸν δέ͵ ὅπως τῷ σημείῳ͵ εἰ μὴ ἡ φωνὴ κατακούοιτο διὰ θόρυβον· τὸν δὲ σαλπιγκτήν͵ ὁπότε μηδὲ σημεῖον βλέποιεν διὰ κονιορτόν· καὶ τὸν ὑπηρέτην͵ ὥστε τι τῶν εἰς τὴν χρείαν παρακομίσαι. τόν γε μὴν ἔκτακτον οὐραγόν͵ πρὸς τὸ ἐπανάγειν τὸν ἀπολειπόμενον ἐπὶ τὴν τάξιν· ὃς τῶν τεσσάρων ἄνω τυπουμένων κατὰ μέτωπον κάτω τάσσεται.

18 Ξεναγία αἱ δύο πεντακοσιαρχίαι͵ ἀνδρῶν ακδ. οἱ δὲ πλεῖστοι τοῦτο τὸ πλῆθος χιλιαρχίαν καλοῦσι. καὶ χιλίαρχον͵ τὸν ἡγούμενον.

19 Μεραρχία αἱ δύο χιλιαρχίαι͵ ἀνδρῶν βμη. οἱ δὲ καὶ τέλος ὀνομάζουσι. καὶ τὸν ἡγούμενον μεράρχην͵ οἱ δὲ τελετάρχην.

20 Φαλαγγαρχία αἱ δύο μεραρχίαι͵ ἄνδρες δρ. τοῦτο ἔνιοι καὶ ἀποτομὴν κέρατος φασίν͵ οἱ δὲ μέρος. πάλαι δὲ καὶ στρατηγία ἐκαλεῖτο͵ καὶ ὁ ἡγούμενος στρατηγός· νῦν δὲ φαλαγγάρχης.

21 Διφαλαγγία αἱ δύο φαλαγγαρχίαι͵ ἄνδρες ηρβ. τοῦτο δὲ καὶ μέρος ὑπ΄ ἐνίων καλεῖται͵ ἀλλὰ καὶ κέρας͵ καὶ ὁ ἡγούμενος κεράρχης.

22 Φάλαγξ ἡ τετραφαλαγγαρχία͵ αἱ δύο διφαλαγγίαι͵ ἄνδρες ιτπδ. τοῦτο γὰρ ἡ τελεία καὶ εὔχρηστος φάλαγξ.

23 Μῆκος φάλαγγος τὸ πρῶτον ἐκ τῶν λοχάγων σύνταγμα· ὃ ὑπὸ μίαν εὐθεῖαν τάσσεται͵ ἀπὸ κέρατος εἰς κέρας διατεῖνον. καλεῖται δὲ τοῦτο καὶ πρόσωπον καὶ μέτωπον καὶ στόμα καὶ παράταξις καὶ πρωτολοχία καὶ πρωτοστάται. ὁ δὲ κατόπιν τούτου στίχος καὶ παράλληλος κείμενος δεύτερον ζυγὸν καλεῖται͵ καὶ ὁ τρίτος τρίτον· καὶ ἑξῆς ὁμοίως.

24 Βάθος ἐστὶ φάλαγγος τὸ μετὰ τὸ μέτωπον ἅπαν· καὶ ὁ ἀπὸ λοχαγοῦ ἐπὶ οὐραγὸν στίχος κατὰ βάθος λέγεται.

25 Ζυγεῖν ἐστι τὸ ἐπ΄ εὐθείας τῷ κατὰ μῆκος στίχῳ κεῖσθαι͵ ἤτοι παραλλήλως ἔχειν.

26 Στοιχεῖν ἐστι τὸ ἐπ΄ εὐθείας κεῖσθαι τῷ κατὰ βάθος στίχῳ· τοῦτο γὰρ καὶ κυρίως λέγεται στίχος.

27 Διχοτομία φάλαγγος ἡ εἰς δύο ἴσα τομή. ταῦτα δὲ τὰ μέρη καλεῖται κέρατα͵ ὧν τὸ μὲν εὐώνυμον κέρας λέγεται καὶ οὐρά͵ τὸ δὲ λοιπὸν δεξιὸν κέρας καὶ κεφαλὴ καὶ δεξιὸν ἀκρωτήριον καὶ δεξιὰ ἀρχή.

28 Ἄραρος καὶ ὀμφαλὸς καὶ συνοχή. πρᾶγμα͵ ὡς ἔνιοι͵ καὶ στόμα ὡς ἕτεροι͵ ἡ διχοτομία καλεῖται.

29 Ὁπλῖται͵ πελτασταί͵ ψιλοὶ τῆς πεζικῆς εἰσὶ καὶ μαχίμου δυνάμεως. ἔχουσι δὲ διαφοράν· ὁπλῖται μὲν γὰρ λέγονται οἱ βαρυτάτῃ κεχρημένοι καθοπλίσει κατὰ τὸν Μακεδονικὸν τρόπον͵ ἀσπίσι περιφερέσι καὶ δόρασι περιμηκεστέροις· ψιλοὶ δέ͵ οἱ κουφοτάτῃ· κέχρηνται γὰρ τόξῳ καὶ ἀκοντίοις καὶ λίθοις ἐκ σφενδόνης ἢ ἐκ χειρός. οἱ δὲ πελτασταὶ μέσῃ πως κέχρηνται σκευῇ· ἥ τε γὰρ πέλτη μικρά τίς ἐστιν ἀσπιδίσκη καὶ κούφη· καὶ τὰ δόρατα πολὺ τῶν ὁπλιτῶν λειπόμενα· ἐστὶ δὲ καὶ τῆς ὀχηματικῆς δυνάμεως τρεῖς διαφοραί· ἡ μὲν γάρ ἐστιν ἱππική͵ ἡ δὲ δι΄ ἁρμάτων͵ ἡ δὲ δι΄ ἐλεφάντων. τοῦ δὲ ἱππικοῦ τὸ μὲν ἁπλῶς οὕτω καλεῖται ἱππεῖς͵ καὶ ἱππικόν· τὸ δὲ ἄμφιπποι. καὶ ἄμφιπποι μὲν οἱ ἐπὶ δυοῖν ἀστρώτοιν συνδεδεμένοιν ὀχούμενοι͵ οἳ καὶ μεταπηδῶσιν ἀπ΄ ἄλλου ἐπ΄ ἄλλον͵ ὅταν ἡ χρεία καλῇ. τοῦ δὲ κυρίως ἱππικοῦ τὸ μέν ἐστι κατάφρακτον͵ ὁ καὶ τοὺς ἵππους καὶ τὰς ἱππέας πεφραγμένους παρέχεται. τὸ δὲ ἀκατάφρακτον. οἱ μὲν δορατοφόροι ἢ κοντοφόροι ἢ ξυστοφόροι· καλοῦνται γὰρ τοῖς τρισὶν ὀνόμασιν. οὗτοι δέ εἰσιν οἱ ἀπὸ τῶν ἵππων καὶ πλήσιον τοῖς πολεμίοις δόρασι μαχόμενοι. οἱ δὲ ἀκροβολισταί͵ οἷον οἱ πόρρωθεν βάλλοντες. οἱ μὲν δορατίοις χρῶνται͵ οἱ καλοῦνται Ταραντῖνοι. οἱ δὲ τόξοις͵ οἱ λέγονται ἱπποτοξόται. τούτων δὲ οἱ μὲν θυρεοὺς ἔχοντες θυρεοφόροι καλοῦνται. οἱ δὲ ἁπλῶς δορατοφόροι. οἱ μὲν μόνον ἀκοντίζουσιν͵ εἰς δὲ χεῖρας τοῖς πολεμίοις οὐκ ἔρχονται͵ καὶ καλοῦνται ἱππακοντισταὶ καὶ ἰδίως Ταραντῖνοι. οἱ δὲ τὰ πρῶτα ἐλαφροῖς ἀκοντίοις ἀκοντίζουσιν πόρρωθεν. ἔπειτα δὲ καὶ πλησιάζοντες συγκόπτουσι τοὺς πολεμίους συμπλεκόμενοι τούτοις ἢ σπάθαις ἢ πελέκεσιν ἀπομαχόμενοι· οὕς φασιν ἐλαφρούς. τῆς ἱππικῆς δυνάμεως κατάφρακτοι θυρεοφόροι ἱππακοντισταί οἱ καὶ Ταραντῖνοι ἐλαφροί ἱπποτοξόται.

30 Πύκνωσις κατὰ παραστάτην καὶ ἐπιστάτην. τουτέστι πύκνωσις κατὰ μῆκος καὶ βάθος. κατέχει δὲ ὁ πεπυκνωμένος ἀνὴρ πήχεις δύο͵ ὁ δὲ ἁπλῶς τεταγμένος πήχεις δ.

31 Συνασπισμός ὅταν ἕκαστος ἀνὴρ τῶν ἐν τῇ φάλαγγι κατέχῃ πῆχυν ἕνα͵ τότε τοῦτο καλεῖται συνασπισμός.

32 Πρόταξις ψιλῶν ὅτε τῶν ἄλλων οὗτοι ἐν πολέμῳ προτάττονται ὑπόταξις δέ͵ ὅτε ὑποτάττονται. προσένταξις δέ͵ ὅτε καὶ ἐμπλεκόμενοι τῇ φάλαγγι παρ΄ ἄνδρα τάττονται. λέγεται δὲ καὶ παρένταξις τοῦτο.

33 Παρεμβολὴ παρεντάξεως διαφέρει. παρεμβολὴ μὲν γάρ ἐστιν ἡ τῶν ὁμοίων παρένθεσις͵ οἷον ὁπλιτῶν παρ΄ ὁπλίτας͵ ἢ ψιλῶν παρὰ ψιλούς. παρένταξις δὲ ἡ τῶν ἀνομοίων͵ οἷον ὁπλιτῶν παρὰ ψιλούς͵ ἢ ψιλῶν παρὰ ὁπλίτας.

34 Ὀνομασίαι τῶν τάξεων τῶν ψιλῶν καὶ ποσότης αὐτῶν. λόχος ἀνδρῶν η. σύστασις͵ τέσσαρες λόχοι͵ ἀνδρῶν λβ. πεντηκονταρχία δύο συστάσεις͵ ἀνδρῶν ξδ. ἑκατονταρχία͵ δύο πεντηκονταρχίαι͵ ἀνδρῶν ρκη. ἑκάστη δὲ ἑκατονταρχία ἐκτάτους ἔχει ε· σημειοφόρον͵ οὐραγόν͵ σαλπιγκτήν͵ ὑπηρέτην͵ στρατοκήρυκα. ψιλαγία͵ δύο ἑκατονταρχίαι͵ ἀνδρῶν σν. ξεναγία͵ δύο ψιλαγίαι͵ ἀνδρῶν φιβ. σύστρεμμα δύο ξεναγίαι͵ ἀνδρῶν ακδ. ἐπιξεναγία͵ δύο συστρέμματα͵ ἀνδρῶν βμη. στῖφος͵ δύο ἐπιξεναγίαι͵ ἀνδρῶν δ. ἐπίταγμα͵ δύο στίφη͵ ἀνδρῶν ηρβ. τούτου ἔκτατοι ἄνδρες η͵ ἐπιξέναγοι μὲν δ͵ συστρεμματάρχαι δὲ οἱ λοιποί.

35 Ἔμβολον παρατάξεως ὄνομα τοιᾶσδε. ἔστι δὲ τὸ ἥμισυ τοῦ ῥόμβου ῥομβοειδὴς παράταξις. ὀνομάζεται καὶ σφηνοειδές.

36 Ἐφίππων ὀνόματα. ἴλη ἱππέων ἐστὶν ξδ. ἐπιλαρχία δύο ἴλαι͵ ἱππέων ρκη. Ταραντιναρχία δύο ἐπιλαρχίαι͵ ἱππέων σν. ἱππαρχία δύο Ταραντῖνοι͵ ἱππέων φιβ. ἐφιππαρχία δύο ἱππαρχίαι͵ ἱππέων ακδ. τέλος δύο ἐφιππαρχίαι͵ ἱππέων βμη. ἐπίταγμα δύο τέλη͵ ἱππέων δ.

37 Κλίσις ἡ κατὰ ἄνδρα κίνησις. κλίσις ἐπὶ δόρυ ἐστὶν ἡ ἐπὶ τὰ δεξιὰ κλίσις.

38 Ἐπανάκλισις ἡ ἐπὶ τὰ ἀριστερὰ κλίσις. Ἐπ΄ ἀσπίδα κλίσις ἐστὶν ἡ ἐπὶ τὰ ἀριστερὰ ὁμοίως.

39 Μεταβολή ἐστιν ἡ δὶς ἐπὶ τὸ αὐτὸ γινομένη κλίσις κατὰ νώτου τὰς τῶν ὁπλιτῶν ὄψεις μετατιθεῖσα· ἧς δύο διαφοραί͵ ἡ μὲν ἀπὸ τῶν πολεμίων͵ ἣν καὶ ἐπ΄ οὐρὰν ὀνομάζουσιν͵ ἡ δὲ ἐπὶ τοὺς πολεμίους͵ ἀπ΄ οὐρᾶς καλουμένη. ἔνιοι δὲ οὕτως καὶ αὐτὴν ὑπογράφουσι· μεταβολή ἐστι μετάληψις τῆς προϋπαρχούσης ἐπιφανείας εἰς τὴν κατ΄ οὐρὰν ἐπιφάνειαν͵ ἢ ἀπὸ ταύτης ἐπὶ τὴν ἐναντίαν. καὶ ἡ μὲν ἀπὸ τῶν πολεμίων μεταβολὴ δὶς ἐπὶ δόρυ κλινάντων γίνεται͵ ἡ δὲ ἐπὶ τοὺς πολεμίους δὶς ἐπ΄ ἀσπίδα.

40 Ἐπιστροφή ἐστιν͵ ἐπειδὰν τὸ πᾶν σύνταγμα πυκνώσαντες κατὰ παραστάτην καὶ ἐπιστάτην καθάπερ ἑνὸς ἀνδρὸς σῶμα ἐπὶ δόρυ ἢ ἐπ΄ ἀσπίδα ἐγκλίνωμεν͵ καθάπερ ἐπὶ κέντρῳ τῷ λοχαγῷ παντὸς τοῦ τάγματος περιενεχθέντος καὶ μεταλαβόντος τόπον μὲν τὸν ἔμπροσθεν͵ ἐπιφάνειαν δὲ τὴν ἐκ δεξιῶν͵ διαμενόντων ἑκάστῳ τῶν τε παραστατῶν καὶ τῶν ἐπιστατῶν. 41 Ἀναστροφή ἐστιν ἡ ἀποκατάστασις τῆς ἐπιστροφῆς εἰς τὴν προτέραν χώραν.

42 Περισπασμὸς δέ ἐστιν ἐκ δυοῖν ἐπιστροφῶν τοῦ τάγματος κίνησις͵ ὥστε μεταλαμβάνειν τὸν ὀπίσω τόπον. ἐκπερισπασμὸς δέ ἐστιν͵ ἐκ τριῶν ἐπιστροφῶν συνεχῶν τοῦ τάγματος κίνησις· ὥστε μεταλαμβάνειν͵ ἐὰν μὲν ἐπὶ δόρυ γίνηται͵ τὴν ἐξ ἀριστερῶν ἐπιφάνειαν· ἐὰν δὲ ἐπ΄ ἀσπίδα͵ τὴν ἐκ δεξιῶν.

43 Εἰς ὀρθὸν δέ ἐστιν ἀποδοῦναι τὸ ἐπὶ τὴν ἐξ ἀρχῆς θέσιν ἀποκαταστῆσαι ἄνδρα ἕκαστον· ὥστε͵ εἰ ἐπὶ δόρυ κλίνειν ἐκ τῶν πολεμίων κελεύοιντο͵ εἶτα αὖθις εἰς ὀρθὸν ἀποδοῦναι δεήσει͵ ἐπὶ τοὺς πολεμίους πάλιν τρέπεσθαι. καλεῖ δὲ τοῦτο καὶ ἐπ΄ ὀρθὸν ἀποκαταστῆσαι.

44 Ἐξελιγμῶν διτταί εἰσιν ἰδέαι͵ ἡ μὲν κατὰ λόχους͵ ἡ δὲ κατὰ ζυγά. εἴδη δὲ ἀνὰ ἑκατέρου αὐτῶν τρία· καλεῖται γὰρ ὁ μὲν Μακεδών͵ ὁ δὲ Λάκων͵ ὁ δὲ Χόριος· ὃν καὶ Κρητικὸν καὶ Περσικὸν καλοῦσι. Μακεδὼν ἐξελιγμός ἐστιν ὁ κατὰ λόχους͵ ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν ἔμπροσθεν τόπον· ἀντὶ δὲ τῆς κατὰ πρόσωπον ἐπιφανείας͵ τὴν ὄπισθεν. Λάκων δὲ ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν ὀπίσω τόπον· ὁμοίως δὲ καὶ ἀντὶ τῆς ἔμπροσθεν ἐπιφανείας τὸν ὄπισθεν. Χόριος δὲ ὁ τὸν αὐτὸν ἐπέχων τόπον τῆς φάλαγγος τῶν κατὰ μέρος ὁπλιτῶν ἀνθ΄ ὧν προκατεῖχον τόπων ἑτέρους μεταλαμβανόντων͵ τοῦ μὲν λοχαγοῦ τὸν τοῦ οὐραγοῦ͵ τοῦ δὲ οὐραγοῦ τὸν τοῦ λοχαγοῦ͵ ἀντὶ δὲ τῆς κατὰ πρόσωπον ἔμπροσθεν ἐπιφανείας͵ τὴν ὄπισθεν. οἱ δὲ δὴ κατὰ ζυγὰ ἐξελιγμοὶ γίνονται͵ ἐπειδὰν ἀπὸ τῶν ἀποτομῶν βουληθῇ τις τὰ κέρατα καθιστάνειν͵ τὰς δὲ ἀποτομὰς ἐπὶ τῶν κεράτων͵ χάριν τοῦ τὰ μέσα ἰσχυροποιεῖσθαι. καὶ ὁμοίως τὰ δεξιὰ ἐν τοῖς εὐωνύμοις͵ καὶ τὰ εὐώνυμα ἐν τοῖς δεξιοῖς.

45 Διπλασιάσαι διχῶς λέγεται. ἢ γὰρ τὸν τόπον͵ ἐν ᾧ ἡ φάλαγξ͵ μένοντος τοῦ πλήθους τῶν ἀνδρῶν· ἢ ἀριθμὸν αὐτῶν. γίνεται δὲ ἑκάτερον διχῶς͵ ἢ κατὰ λόχον ἢ κατὰ ζυγά. ταὐτὸν δ΄ εἰπεῖν κατὰ μῆκος καὶ κατὰ βάθος. κατὰ μῆκος μὲν οὖν γίνεται διπλασιασμὸς ἀνδρῶν͵ ὅταν μεταξὺ τῶν προϋπαρχόντων λόχων παρεμβάλωμεν ἢ παρεμπλέκωμεν ἄλλους αὐτοῖς ἀριθμούς͵ τὸ μῆκος φυλάττοντες τὸ αὐτὸ τῆς φάλαγγος͵ ὥστε πύκνωσιν γενέσθαι μόνην ἐκ τῆς τῶν ἀνδρῶν διπλασιάσεως. κατὰ βάθος δέ͵ ὅταν μεταξὺ τῶν προϋπαρχόντων ζυγῶν παρεμβάλωμεν ἢ παρεμπλέκωμεν ἄλλα αὐτοῖς ἰσάριθμα· ὥστε κατὰ βάθος πύκνωσιν εἶναι μόνην. κατὰ μῆκος δὲ τόπου γίνεται διπλασιασμός͵ ὅταν τὴν προειρημένην κατὰ μῆκος πύκνωσιν μανότητι μετατάττωμεν ἢ οἱ παρεντεθέντες ἐξελίσωσι κατὰ μῆκος. κατὰ βάθος δὲ γίνεται τόπου διπλασιασμός͵ ὅταν τὴν προειρημένην κατὰ βάθος πύκνωσιν μανότητι μετατάττωμεν ἢ οἱ παρεντεθέντες ἐξελίξωσι κατὰ βάθος. ἔνιοι δὲ τοὺς τοιούτους διπλασιασμοὺς ἀποδοκιμάζουσι͵ καὶ μάλιστα ἐγγὺς ὄντων τῶν πολεμίων· ἐφ΄ ἑκάτερα δὲ τῶν κεράτων τοὺς ψιλοὺς καὶ τοὺς ἱππέας ἐπεκτείνοντες τὴν ὄψιν τοῦ διπλασιασμοῦ χωρὶς ταραχῆς τῆς φάλαγγος ἀποδιδόασιν.

46 Πλαγία λέγεται φάλαγξ ἥτις ἔχει τὸ μῆκος τοῦ βάθους πολλαπλάσιον. ὀρθία δὲ λέγεται͵ ὅταν ἐπὶ κέρατος πορεύηται͵ πολλαπλάσιον ἔχουσα τὸ βάθος τοῦ μήκους. καθόλου δὲ παρὰ μῆκος μὲν λέγεται πᾶν τάγμα͵ ὃ ἂν τὸ μῆκος ἔχῃ πλέον τοῦ βάθους. ὄρθιον δέ͵ ὃ ἂν τὸ βάθος τοῦ μήκους.

47 Λοξὴ δὲ λέγεται φάλαγξ ἡ τὸ μὲν ἕτερον κέρας͵ ὁπότερον ἂν προῄρηται͵ πλησίον τῶν πολεμίων ἔχουσα καὶ ἐν αὐτῷ τὸν ἀγῶνα ποιουμένη͵ τὸ δὲ ἕτερον ἐν ἀποστάσει δι΄ ὑποστολῆς ἔχουσα· δεξιὰ μὲν ἡ τὸ δεξιὸν προβεβλημένη͵ λαιὰ δὲ ἡ τὸ λαιόν.

48 Παρεμβολὴ δὲ λέγεται͵ ἐπειδὰν προτεταγμένων τινῶν εἰς τὰ μεταξὺ διαστήματα ἐκ τῶν ἐπιτεταγμένων καθιστῶνται αὐτοῖς ἐπ΄ εὐθείας.

49 Πρόσταξις δέ͵ ὅταν ἐξ ἑκατέρων τῶν μερῶν τῆς τάξεως ἢ ἐκ θατέρου κατὰ τὸ κέρας αὐτὸ προστεθῇ τι στῖφος τῇ πάσῃ φάλαγγι͵ κατευθὺ τοῦ μετώπου τῆς τάξεως.

50 Ἔνταξις δέ͵ ἐπειδάν τις προαιρῆται τοὺς ψιλοὺς εἰς τὰ διαστήματα τῆς φάλαγγος ἐντάσσειν͵ ἄνδρα παρ΄ ἄνδρα. ἔνιοι δὲ τοῦτο καὶ παρένταξιν ὀνομάζουσιν.

51 Ἐπαγωγὴ δὲ λέγεται͵ ὅταν τάγμα τάγματι ὑποτάσσηται͵ οἷον τετραρχίας ἡγουμένης αἱ λοιπαὶ τετραρχίαι ὑποτάσσωνται͵ ἢ ξεναγίας ἡγουμένης αἱ λοιπαὶ ξεναγίαι ἐπακολουθῶσι͵ καὶ καθόλου͵ ὅταν σύνταγμα συντάγματι ἐν πορείᾳ ἕπηται͵ ὥστε τοῖς τοῦ προηγουμένου συντάγματος οὐραγοῖς τοὺς τοῦ ἑξῆς συντάγματος ἡγεμόνας συνάπτειν.

52 Παραγωγὴ λέγεται͵ ὅταν ἡ φάλαγξ πορεύηται͵ τοὺς ἡγεμόνας ἐκ τῶν εὐωνύμων ἔχουσα ἢ ἐκ τῶν δεξιῶν. κἂν μὲν ἐκ τῶν δεξιῶν μερῶν ἔχῃ τοὺς ἡγεμόνας͵ εὐώνυμος παραγωγὴ λέγεται· ἐὰν δὲ ἐκ τῶν εὐωνύμων͵ δεξιὰ παραγωγή. εἴτε δὲ ἡ πορεία ἐν ἐπαγωγῇ γίνεται εἴτε ἐν παραγωγῇ͵ ἐν μονοπλεύρῳ ἢ διπλεύρῳ ἢ τριπλεύρῳ ἢ τετραπλεύρῳ τάγματι βαδιεῖ. μονοπλεύρῳ μέν͵ ὅταν μοναχόθεν φοβηθῇ· διπλεύρῳ δέ͵ ὅταν διχόθεν· τριπλεύρῳ δέ͵ ὅταν τριχόθεν· καὶ τετραπλεύρῳ͵ ὅταν πανταχόθεν οἱ πολέμιοι ἐπιτίθεσθαι ὑφορῶνται.

53 Ἀμφίστομος φάλαγξ καλεῖται ἡ τοὺς ἡμίσεας τῶν ἐν τοῖς λόχοις ἀνδρῶν ἀπεστραμμένους ἀπὸ σφῶν ἔχουσα͵ ὡς ἀντινώτους εἶναι.

54 Διφαλαγγία δὲ ἀμφίστομος͵ ἥτις ἐν τῇ πορείᾳ τοὺς ἡγεμόνας ἔχει ἐξ ἑκατέρων τῶν μερῶν ἐν παραγωγαῖς τεταγμένους͵ οὓς μὲν ἐν δεξιᾷ παραγωγῇ͵ οὓς δὲ ἐν εὐωνύμοις· τοὺς δὲ οὐραγοὺς ἔσω τεταγμένους.

55 Ἀντίστομος διφαλαγγία͵ ἣ τοὺς μὲν ἡγεμόνας ἔχει μέσους τεταγμένους͵ τοὺς δὲ οὐραγοὺς ἔξω ἔχουσα ἐξ ἑκατέρων τῶν μερῶν ἐν παραγωγαῖς τεταγμένους.

56 Ἑτερόστομος φάλαγξ καλεῖται͵ ἥτις ἂν πορεύηται τὸ μὲν ἡγούμενον ἥμισυ ἔχουσα ἐν εὐωνύμῳ παραγωγῇ͵ τουτέστι τοὺς ἡγεμόνας ἐξ εὐωνύμου͵ τοῦ δὲ λοιποῦ ἡμίσεως τοὺς ἡγεμόνας ἐν δεξιᾷ παραγωγῇ.

57 Ὁμοιόστομος ἐν πορείᾳ διφαλαγγία ἐστίν͵ ἥτις τοὺς ἡγεμόνας ἑκατέρας τῆς φάλαγγος ἐκ τῶν αὐτῶν μερῶν ἔχει τεταγμένους͵ οἷον ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων ἑκατέρας φάλαγγος.

58 Ἔμβολον δὲ καλεῖται͵ ὅταν ἡ ἀμφίστομος διφαλαγγία τὰ μὲν ἡγούμενα κέρατα ἀλλήλοις συνάψῃ͵ τὰ δὲ ἑπόμενα διαστήσῃ.

59 Κοιλέμβολον δὲ καλεῖται͵ ἐπειδὰν ἡ ἀντίστομος διφαλαγγία τὰ μὲν ἑπόμενα κέρατα συνάψῃ͵ τὰ δὲ ἡγούμενα διαστήσῃ.

60 Πλαίσιον ὀνομάζεται͵ ὁπόταν πρὸς πάσας τὰς πλευρὰς παρατάξηταί τις ἐν ἑτερομήκει σχήματι.

61 Πλινθία δὲ ἢ πλινθίον λέγεται͵ ὅταν ἐν τετραγώνῳ σχήματι ταὐτὸ τοῦτο πράξῃ͵ ὅπερ Ξενοφῶν ὁ τοῦ Γρύλλου διπλάσιον ἰσόπλευρον καλεῖ.

62 Πεπλεγμένη φάλαγξ ἐστίν͵ ἥτις τοῖς ὑποπίπτουσι τόποις ἀναγκαζομένη ἐξομοιοῦσθαι τερηδόνος λόγον ἐπέχει· ξιφοειδὴς ἡ φάλαγξ ὅλη γίνεται καὶ πολυειδὴς τῇ τάξει.

63 Ἐπικαμπὴς δέ͵ ἐπὰν τὰ μέσα τοῖς πολεμίοις προσπίπτῃ͵ τὰ δὲ κέρατα ἐκ τῶν ὀπίσω μερῶν ὄρθια ὑφ΄ ἑαυτὴν ἔχει τεταγμένα.

64 Ἐσπαρμένη δέ͵ ὅταν εἰς ὄγκους πλείονας διαλύηται ταγμάτων.

65 Κυρτὴ δὲ καὶ κοίλη καὶ ἐπικάμπιος λέγεται εἰς τοὐπίσω τε καὶ πρόσω ἡ τὸ στόμα κοῖλον ἔχουσα ἢ κυρτὸν ἢ ἐπικαμπές· καὶ τοῦτο͵ ὡς εἴρηται͵ ἢ εἰς τοὐπίσω ἢ εἰς τὸ πρόσω. ὥστε τὰ εἴδη αὐτῆς γίνεσθαι ἕξ͵ ἑκάστης τῶν τριῶν ἢ εἰς τοὐπίσω σχηματιζομένης ἢ εἰς τὸ πρόσω.

66 Ὑπερφαλάγγισις λέγεται͵ ὅταν ἐξ ἑκατέρων τῶν μερῶν τῆς φάλαγγος ὑπερέχωμεν τῶν πολεμίων.

67 Ὑπερκέρωσις δέ͵ ὅταν ἐκ τοῦ ἑτέρου μέρους μόνον ὑπερέχωμεν τῶν πολεμίων.

68 Λεπτυσμός ἐστιν͵ ὅταν τὸ βάθος τῆς φάλαγγος συναιρῆται͵ καὶ ἀντὶ δεκαὲξ τυχὸν ἀνδρῶν ἐλάττους γίνωνται.