Ο Κορνούτος Λεύκιος Ανναίος ήταν στωικός
φιλόσοφος του 1ου αι. μ.Χ., καταγόταν από την Λέπη της Λιβύης και ήταν δάσκαλος
του Πέρσιου και του Λουκιανού. Το 66 ή 68 π.Χ. εξορίσθηκε από τον Νέρωνα και
αργότερα θανατώθηκε μαζί με τον επίσης στωικό φιλόσοφο Μουσώνιο Ρούφο.
Από τα έργα του Κορνούτου σώθηκε
μόνο το γραμμένο στα ελληνικά «Επιδρομή των κατά την Ελληνικήν μυθολογίαν
παραδεδομένων», στο οποίο εξετάζεται η αλληγορική ερμηνεία των θεών με βάση την
στωική φυσική.
Από το Λεξικό Σούδα:
«Κορνοῦτος· δύω
συγγραφέε Ρωμαίων ἤστην͵ Τῖτος Λίβιος͵ οὗ διαρρεῖ πολὺ καὶ κλεινὸν ὄνομα͵ καὶ
Κορνοῦτος. πλούσιον μὲν οὖν ἀκούω καὶ ἄπαιδα τοῦτον͵ σπουδαῖον δὲ οὐδὲν ὄντα.
τοσαύτη δὲ ἦν ἡ διαφορότης ἐς τούσδε τοὺς ἄνδρας τῶν ἀκροωμένων͵ ὡς τοῦ μὲν
Κορνούτου παμπλείστους ἀκούειν͵ θεραπείᾳ τε καὶ κολακείᾳ τοῦ ἀνδρὸς συρρέοντας
καὶ διὰ τὴν ἀπαιδίαν ἐλπίδι κληρονομίας· τοῦ γε μὴν Λιβίου ὀλίγους͵ ἀλλὰ ὧν τι
ὄφελος ἦν καὶ ἐν κάλλει ψυχῆς καὶ ἐν εὐγλωττίᾳ. καὶ ταῦτα μὲν ἐπράττετο. ὁ
χρόνος δὲ ὁ ἄπρατός τε καὶ ἀδέκαστος καὶ ἡ τούτου φύλαξ καὶ ὀπαδὸς καὶ ἔφορος
ἀλήθεια͵ μήτε χρημάτων δεόμενοι͵ μηδὲ μὴν ὀνειροπολοῦντες ἐκ κλήρου διαδοχήν͵
μήτ΄ ἄλλῳ τῳ αἰσχρῷ καὶ κιβδήλῳ τε καὶ καπήλῳ καὶ ἥκιστα ἐλευθέρῳ ἁλισκόμενοι͵
τὸν μὲν ἀνέφηναν καὶ ἐξεκάλυψαν͵ ὥσπερ κεκρυμμένον θησαυρὸν καὶ κεχανδότα πολλὰ
καὶ ἐσθλά͵ τὸ τοῦ Ὁμήρου͵ τοῦτον τὸν Λίβιον· τοῦ δὲ πλουσίου καὶ μέντοι καὶ
περιρρεομένου τοῖς χρήμασι λήθην κατεχέαντο τοῦ Κορνούτου. καὶ ἴσασιν ἤ τις ἢ
οὐδεὶς αὐτόν. οὗτος ὁ Κορνοῦτος Λεπτίτης φιλόσοφος· Λεπτὶς δὲ πόλις Λιβύης·
γεγονὼς ἐν Ρώμῃ ἐπὶ Νέρωνος καὶ πρὸς αὐτοῦ ἀναιρεθεὶς σὺν τῷ Μουσωνίῳ. ἔγραψε
πολλὰ φιλόσοφά τε καὶ ῥητορικά.»