Περικτιόνης Πυθαγορείας "Περὶ σοφίας"


 

Γέγονε δὲ καὶ συνέστα ὁ ἄνθρωπος ποττὸ θεωρῆσαι τὸν λόγον τᾶς τῶ ὅλω φύσιος· καὶ τᾶς σοφίας ἔργον ἐστὶν αὐτὸ τοῦτο κτήσασθαι καὶ θεωρῆσαι τὰν τῶν ἐόντων φρόνασιν.

Ἐν ταὐτῷ

Γαμετρία μὲν ὦν καὶ ἀριθμητικὰ καὶ τἄλλα τὰ θεωρητικὰ καὶ ἐπιστῆμαι καὶ περὶ τῶν ἐόντων κατασχολέονται͵ ἁ δὲ σοφία περὶ πάντα τὰ γένη τῶν ἐόντων. οὕτως γὰρ ἔχει σοφία περὶ πάντα τὰ ἐόντα͵ ὡς ὄψις περὶ πάντα τὰ ὁρατὰ καὶ ἀκοὴ περὶ πάντα τὰ ἀκουστά. τὰ δὲ συμβεβακότα τοῖς ἐοῖσιν ἃ μὲν καθόλω πᾶσι συμβέβακεν͵ ἃ δὲ πλείστοις αὐτῶν͵ ἃ δέ πᾳ ἑνὶ ἑκάστῳ. τὰ μὲν ὦν καθόλω πᾶσι συμβεβακότα συνιδὲν καὶ θεωρῆσαι τᾶς σοφίας οἰκῇον͵ τὰ δὲ τοῖς πλείστοις τᾶς περὶ φύσιν ἐπιστήμας͵ τὰ δ΄ ἴδια καθ΄ ἕκαστον τᾶς περί τι ἀφωρισμένον ἐπιστάμας. καὶ διὰ τοῦτο σοφία μὲν τὰς τῶν ἐόντων ἁπάντων ἀρχὰς ἀνευρίσκει͵ φυσικὰ δὲ τὰς τῶν φύσει γιγνομένων͵ γαμετρία δὲ καὶ ἀριθμητικὰ καὶ μουσικὰ τὰς περὶ τὸ ποσὸν καὶ τὸ ἐμμελές. ὅστις ὦν ἀναλῦσαι οἷός τ΄ ἐστὶ πάντα γένη ὑπὸ μίαν καὶ τὰν αὐτὰν ἀρχάν͵ καὶ πάλιν ἐκ ταύτας συνθεῖναι καὶ ἀριθμάσασθαι͵ οὗτος δοκεῖ καὶ σοφώτατος εἶναι καὶ ἀληθέστατος͵ ἔτι δὲ καὶ καλὰν σκοπιὰν ἀνευρηκέναι͵ ἀφ΄ ἇς δυνατὸς ἐσσεῖται τόν τε θεὸν κατόψεσθαι καὶ πάντα τὰ ἐν τᾷ συστοιχίᾳ τε καὶ τάξει τᾷ ἐκείνω κατακεχωρισμένα.