Πληροφορίες από το Λεξικό Σούδα:
« Ἀριστοτέλης͵ υἱὸς Νικομάχου καὶ Φαιστιάδος· ὁ δὲ Νικόμαχος ἰατρὸς ἦν τοῦ τῶν Ἀσκληπιαδῶν γένους͵ ἀπὸ Νικομάχου τοῦ Μαχάονος. ἐκ Σταγείρων͵ πόλεως τῆς Θρᾴκης͵ φιλόσοφος͵ μαθητὴς Πλάτωνος͵ τραυλὸς τὴν φωνήν. καὶ ἀδελφοὺς μὲν ἔσχεν Ἀρίμνηστον καὶ Ἀριμνήστην͵ θυγατέρα δὲ ἀπὸ Πυθιάδος͵ τῆς θυγατρὸς Ἑρμείου τοῦ εὐνούχου· ὃς καὶ θλαδίας ὢν αὐτὴν ἔσπειρε. γημαμένη δὲ τρισὶν ἡ Ἀριστοτέλους θυγάτηρ τεκνώσασα προετελεύτησεν Ἀριστοτέλους τοῦ πατρός. ἔσχε δὲ καὶ υἱὸν Νικόμαχον ἐξ Ἑρπυλλίδος παλλακῆς͵ ἣν ἠγάγετο μετὰ Πυθιάδα παρ΄ Ἑρμείου τοῦ εὐνούχου· ὅστις ἦν ἄρχων Ἀταρνέως͵ χώρα δὲ αὕτη Τρῳάδος͵ Εὐβούλου δὲ τοῦ Βιθυνοῦ δοῦλος γεγονὼς ἔλαβε· καὶ αὐτοῦ Ἑρμείου παιδικὰ γενομένου Ἀριστοτέλους. ἦρξε δὲ ἔτη ιγ τῆς Περιπατητικῆς κληθείσης φιλοσοφίας διὰ τὸ ἐν περιπάτῳ ἤτοι κήπῳ διδάξαι ἀναχωρήσαντα τῆς Ἀκαδημίας͵ ἐν ᾗ Πλάτων ἐδίδαξεν. ἐγεννήθη δὲ ἐν τῇ θ΄ Ὀλυμπιάδι καὶ ἀπέθανεν ἀκόνιτον πιὼν ἐν Χαλκίδι͵ διότι ἐκαλεῖτο πρὸς εὐθύνας͵ ἐπειδὴ ἔγραψε παιᾶνα εἰς Ἑρμείαν τὸν εὐνοῦχον· οἱ δέ φασι νόσῳ αὐτὸν τελευτῆσαι βιώσαντα ἔτη ο.
Τίμαιός φησι κατὰ Ἀριστοτέλους εἶναι αὐτὸν εὐχερῆ͵ θρασὺν͵ προπετῆ· ἀλλ΄ οὐ σοφιστὴν ὀψιμαθῆ͵ μισητὸν ὑπάρχοντα͵ καὶ τὸ πολυτίμητον ἰατρεῖον ἀποκεκλεικότα͵ καὶ πρὸς πᾶσαν αὐλὴν καὶ σκηνὴν ἐμπεπηδηκότα. πρὸς δὲ γαστρίμαργον͵ ὀψαρτυτὴν͵ ἐπὶ στόμα φερόμενον ἐν πᾶσι. δοκεῖ δή μοι τὰ τοιαῦτα μόλις ἄνθρωπος ἀγύρτης καὶ προπετὴς ἐπὶ δικαστηρίου ῥιψολογῶν ἀνεκτὸς φανῆναι. ὅτι Ἀριστοτέλης τῆς φύσεως γραμματεὺς ἦν͵ τὸν κάλαμον ἀποβρέχων εἰς νοῦν· ὃν οὐδὲν ἴσως ἐχρῆν τῶν χρησίμων͵ εἰ καὶ τεχνικώτερόν ἐστι καὶ περιττότερον ἐξειργασμένον͵ παραιτεῖσθαι. καὶ Ἀριστοτέλειος λόγος.»