ΑΝΩΝΥΜΟΥ: "Περὶ οἴνων"


ΑΝΩΝΥΜΟΥ Περὶ οἴνων

Οἶνος ὁ γινόμενος ἐκ τῆς πεπανθείσης σταφυλῆς καὶ πάνυ γλυκανθείσης ὑπάρχει θερμός͵ ὁ δὲ γινόμενος ἐκ τῆς ἀπέπτου καὶ μὴ γλυκανθείσης ἧττον ὑπάρχει θερμός.

Καὶ ὁ λευκὸς οἶνος ἐλάττονα καὶ αὐτὸς ἔχει τὴν θερμότητα͵ ὁ δὲ ἐρυθρὸς ὑπάρχει παχὺς καὶ δύσπεπτος διὰ τὸ πλεονάζειν τὴν γεώδη οὐσίαν εἰς τὴν μέλαιναν σταφυλὴν καὶ διὰ τὴν στυφότητα ἣν κέκτηται.

ὁ δὲ χρυσοειδὴς οἶνος καὶ αὐστηρίζων συμμέτρως μέσον γλυκύτητος καὶ στυφότητος͵ ὑπάρχει θερμότερος παντὸς οἴνου καὶ εὐτροφώτερος· ἁρμόζει γοῦν ὁ τοιοῦτος οἶνος τοῖς γέρουσι καὶ τοῖς ἔχουσι τὴν κρᾶσιν ψυχράν.

Τοῖς δὲ θερμοτέραν τὴν κρᾶσιν κεκτημένοις ἁρμόζει ὁ λεπτὸς καὶ λευκὸς οἶνος. Τοῖς δὲ κοπιῶσιν ὁ μέλας καὶ γλυκὺς καὶ στυφίζων διὰ τὸ εἶναι τὴν πέψιν αὐτοῖς βραδεῖαν.

ὁ μὲν οὖν νέος οἶνος εὐτροφώτερός ἐστι καὶ γεννᾷ πλῆθος αἵματος· ὁ δὲ παλαιὸς ὑπάρχει συντομώτερος τῇ πέψει καὶ ξηρότερος͵ ἀτροφώτερος δὲ τοῦ νέου.

Οἶνος θερμαίνει τὸν στόμαχον καὶ ἀποπέμπει τὸ λεπτυνθὲν ἐκ τῆς πέψεως εἰς τὰς φλέβας εἰς ἅπαν τὸ σῶμα συνεργεῖ τε τῇ πέψει καὶ λεπτύνει τὰ περιττώματα καὶ ἀναζωπυροῖ τὸ ἔμφυτον θερμὸν καὶ ποιεῖ αἷμα πολύ.

ἡ δὲ εἰς πλῆθος πόσις τοῦ οἴνου καὶ συνεχὴς μέθη πάνυ βλάπτει τὰ μόρια τοῦ σώματος οἷον ἧπαρ͵ ἐγκέφαλον͵ νεῦρα καὶ ποιεῖ τρόμον εἰς ἅπαν τὸ σῶμα καὶ τίκτει βαρέα καὶ αἰσχρὰ νοσήματα· ποιεῖ γὰρ καρδιωγμὸν καὶ ἀπεψίας͵ πηροῖ τοὺς ὀφθαλμοὺς καὶ παράλυσιν ἐργάζεται τοῦ παντὸς σώματος. Συμμέτρως δὲ πινόμενος εὐθετεῖ τὰς κράσεις καὶ τρέφει τὰ σώματα πασῶν τῶν ἡλικιῶν.

ὁ δὲ σκευαζόμενος οἶνος ἀπὸ τῶν ἀσταφίδων ὑπάρχει καλός· ἔχει πλείστην θέρμην καὶ ἁρμόζει τοῖς χρῄζουσι πολυσαρκίαν.

Ὁ δ΄ ἀπὸ τοῦ μέλιτος σκευαζόμενος οἶνος κέκτηται πλείονα θέρμην καὶ ξηρότητα παντὸς οἴνου. ἁρμόζει γοῦν τοῖς ἔχουσι τὰ σώματα καὶ τὴν κρᾶσιν ὑγρὰν καὶ ψυχρὰν καὶ εἰς ψυχροτέρους καιροὺς καὶ τόπους. ἔστι δὲ ῥυπτικὸς καὶ καθαρτικὸς στομάχου τῶν παχέων καὶ φλεγματικῶν περιττωμάτων. Πέπτει δὲ καὶ κινεῖ τὰ οὖρα θαυμαστῶς καὶ ποιεῖ εὔχροιαν εἰς τὸ πρόσωπον. Εἰσὶ δέ τινες μίσγοντες εἰς τὴν τοῦ μέλιτος σκευασίαν ἀρώματα θερμὰ σὺν τῷ οἴνῳ· καί ἐστι θερμότερος παντὸς οἴνου ὠφελεῖ γοῦν τοὺς ἔχοντας τὰ σώματα ψυχρὰ καὶ ὑγρὰ καὶ εἰς τοὺς ψυχροὺς καιροὺς καὶ τόπους.