Τελέστης, αποσπάσματα


Έχουν διασωθεί τα εξής αποσπάσματα, από τον Τελέστη:

Ἀργώ

ὃν σοφὸν σοφὰν λαβοῦσαν οὐκ ἐπέλπομαι νόωι

δρυμοῖς ὀρείοις ὄργανον

δίαν Ἀθάναν δυσόφθαλμον αἶσχος ἐκφοβη-

θεῖσαν αὖθις χερῶν ἐκβαλεῖν

νυμφαγενεῖ χειροκτύπωι φηρὶ Μαρσύαι κλέος·

τί γάρ νιν εὐηράτοιο κάλλεος ὀξὺς ἔρως ἔτειρεν͵

ἇι παρθενίαν ἄγαμον καὶ ἄπαιδ΄ ἀπένειμε Κλωθώ;

ἀλλὰ μάταν ἀχόρευτος ἅδε ματαιολόγων

φάμα προσέπταθ΄ Ἑλλάδα μουσοπόλων

σοφᾶς ἐπίφθονον βροτοῖς τέχνας ὄνειδος.

ἃν συνεριθοτάταν Βρομίωι παρέδωκε σεμνᾶς

δαίμονος ἀερόεν πνεῦμ΄ αἰολοπτέρυγον

σὺν ἀγλαᾶν ὠκύτατι χειρῶν.

Ἀσκληπιός

ἢ Φρύγα καλλιπνόων αὐλῶν ἱερῶν βασιλῆα͵

Λυδὸν ὃς ἅρμοσε πρῶτος

Δωρίδος ἀντίπαλον μούσας νομοαίολον ὀρφναι

πνεύματος εὔπτερον αὔραν ἀμφιπλέκων καλάμοις.

Διθύραμβος· Ὑμέναιος

ἄλλος δ΄ ἄλλαν κλαγγὰν ἱεὶς

κερατόφωνον ἐρέθιζε μάγαδιν

πενταρράβδωι χορδᾶν ἀρθμῶι

χέρα καμψιδίαυλον ἀναστρωφῶν τάχος.

πρῶτοι παρὰ κρατῆρας Ἑλλάνων ἐν αὐλοῖς

συνοπαδοὶ Πέλοπος Ματρὸς ὀρείας

Φρύγιον ἄεισαν νόμον·

τοὶ δ΄ ὀξυφώνοις πηκτίδων ψαλμοῖς κρέκον

Λύδιον ὕμνον.

ἄκατον

Διὸς γοναί