Στο Ανθολόγιο του Ιωάννου Στωβαίου αναφέρεται:
Σωστράτου ἐν β΄ Κυνηγετικῶν
Κυάνιππος τῷ γένει Θεσσαλὸς γήμας
Λευκώνην τὰ πολλὰ διὰ φιλοκύνηγον ἐνέργειαν ἐν ὕλαις διέτριβεν. ἡ δὲ νεόνυμφος ὑπολαμβάνουσα
συνήθειαν αὐτὸν ἔχειν μεθ΄ ἑτέρας γυναικὸς κατ΄ ἴχνος ἠκολούθησε τῷ προειρημένῳ
καὶ ἔν τινι κατακρυβεῖσα συνδένδρῳ τὸ μέλλον ἀπεκαραδόκει.
Τῶν δὲ πέριξ κλάδων αἰφνιδίως σεισθέντων͵
οἱ στιβευταὶ κύνες δόξαντες καὶ αὐτὴν ἀλόγου ζῴου δίκην διεσπάραξαν.
Τῆς δὲ πράξεως αὐτόπτης γενόμενος
Κυάνιππος ἑαυτὸν ἐπικατέσφαξεν.
Και ο Αρσένιος γράφει στα
Παραδοξόγραφά του:
Λευκώνης
ζῆλος ἐπὶ τῶν ζήλῳ κακῶς ἀποθανόντων. Κυάνιππος τῷ γένει Θεσσαλὸς γήμας
Λευκώνην τὰ πολλὰ διὰ φιλοκύνηγον ἐνέργειαν ἐν ὕλαις διέτριβεν. ἡ δὲ νεόνυμφος ὑπολαμβάνουσα
συνήθειαν αὐτὸν ἔχειν μεθ΄ ἑτέρας γυναικός͵ κατ΄ ἴχνος ἠκολούθησε τούτῳ. καὶ ἔν
τινι κατακρυβεῖσα συνδένδρῳ τὸ μέλλον ἀπεκαραδόκει· τῶν δὲ πέριξ κλάδων αἰφνιδίως
σεισθέντων͵ οἱ στιβευταὶ κύνες͵ δόξαντες καὶ αὐτήν͵ ἀλόγου ζῴου δίκην
διεσπάραξαν· τῆς δὲ πράξεως αὐτόπτης γενόμενος Κυάνιππος ἑαυτὸν συγκατέσφαξεν
Σώστρατος
ἱστορεῖ ἐν β Κυνηγετικῶν
Στα Ανώνυμα Παραδοξόγραφα αναφέρεται:
Λευκώνη Κυανίππου γυνή͵ φιλοκυνήγου τοῦ ἀνδρὸς ὑπάρχοντος
ζηλοτυποῦσα καὶ ὑποπτεύουσα πρὸς ἑτέραν αὐτὸν πορεύεσθαι γυναῖκα αὐτῆς ἀμελοῦντα͵
νυκτὸς ἀκολουθήσασα καὶ λάθρα εἰς τὴν ὕλην ἐγκρυβεῖσα ὑπὸ τῶν τοῦ ἀνδρὸς κυνῶν
διεσπάσθη.
Ο
Κλειτώνυμος ήταν έλληνας ιστορικός που έγραψε ιστορίες με τίτλο ΙΤΑΛΙΚΑ ,
ΣΥΒΑΡΙΤΙΚΑ, ΘΡΑΚΙΚΑ και από τις οποίες σώζονται μικρά αποσπάσματα. Τον αναφέρει
ο Πλούταρχος.
Στα
ΣΥΒΑΡΙΤΙΚΑ διαβάζουμε:
Ἐν Συβάρει͵ πόλει τῆς Ἰταλίας͵ νέος περίβλεπτος τὸ
κάλλος Αἱμίλιος φιλοκύνηγος ἦν· ἡ δὲ νεόνυμφος δόξασα ἑτέρᾳ συνεῖναι εἰσῄει εἰς
τὴν νάπην. Τῶν δὲ δένδρων σεισθέντων͵ οἱ κύν
ες ἐπιδραμόντες͵ διέσπασαν· ὁ δὲ ἐπέσφαξεν ἑαυτόν·
ὡς Κλειτώνυμος ἐν δευτέρῳ Συβαριτικῶν.