ΓΕΩΡΓΙΟΣ μοναχός, ο αμαρτωλός: Ποίηση



Ήταν μοναχός που έζησε τον 9ο αιώνα κατά τους χρόνους του αυτοκράτορα Μιχαήλ Γ' (842-867).

Έγραψε ποίηση και μία χρονογραφία που ξεκινά από τη δημιουργία του κόσμου και τελειώνει στον θάνατο του Θεόφιλου (842) και η οποία είχε μεγάλη επίδραση στους μεταγενέστερους βυζαντινούς χρονογράφους

1 Τί εἴποι ἡ Ἀφροδίτη τῆς Ἀθηνᾶς φυτευσάσης ἐλαίαν͵ καὶ ἀνελθόντος ῥόδου;

Ὁ Ἔρως χάριν συνάπτων

πόρε μοι ῥόδον Κυθήρῃ͵

ἵνα σὺν πόθοις χορεύω

Ἑλικῶνι͵ σὺν βελέμνοις.

Φλογερὸν βέλος τινάσσει

τὸ γένος τὸ τῶν Ἐρώτων.

Ἀπ΄ ἐμῶν ῥόδων προῆλθες͵

ἀπ΄ ἐμοῦ φέρεις τὸ κάλλος͵

ἵνα σε πλέον τὸ κέντρον

ῥοδέοις φυτοῖς δαμάσσῃ.

Ἄχρι τὶς μάθῃ͵ τὸ κρεῖσσον

ἀγνοῶν δοκεῖ κακίζειν•

ὅτε δὲ χρόνῳ νοήσῃ͵

τὶ πρὶν οὐ μάθεν στενάζει.

Τὸ καλὸν φύσει μαθοῦσα͵

μάθε καὶ πόθεν τὸ κρεῖσσον.

Τὸ ῥόδον πάλιν προλάμπει

Χάριτας κλάδοις χαράσσον•

ὃ γὰρ ἡ φύσις προσεῦρεν

τὸ ῥόδον μόνον προσεῦρεν.

Γλυκερὸν ῥόδον προῆλθεν͵

γλυκερὴν χάριν κομίζει͵

κοτίνου δὲ πικρὸν ἄνθος

γλυκεροῖς κλάδοις καλύπτει.

Φύσεως μόνην κρατοῦσαν

Παφίην ἔδειξε πάσης

δροσόεν ῥόδον κρατῆσαν

στιβαρῶν κλάδων ἐλαίης

Τὸ ῥόδον φυτῶν τὸ κάλλος

παλάμαις τεαῖς λαβοῦσα͵

Παφίης μελῶν͵ Ἀθήνη͵

ἐρατοὺς χοροὺς μετέρχου.

Παφίην μόνην Ἀθήνης

κρατέειν ῥόδον διδάσκει.

Δότε μοι ῥόδον φυτεύσω͵

ἵνα καὶ ῥόδον προέλθῃ͵

ὅτε δὲ τραπῇ πρὸς ἄλλο͵

τότε Παλλάς ἐστι κρείσσων.

Τί λέγουσιν Ἀφροδίτην

βυθίοις ἁλὸς γενέσθαι͵

ὅτε καὶ πλέον με γαῖα

διὰ τοῦ ῥόδου σεβίζει;

Ἔτι παρθένος καλεῖσθαι

τάχα νῦν θέλεις͵ Ἀθήνη•

μάθε τοὺς πόθους Κυθήρης

ἵνα καὶ ῥόδου κρατήσῃς.

Ἀρετῆς πόσης μετέσχεν͵

ὅτ΄ ἂν εἰς ῥόδον μετῆλθεν

τὸ φυτὸν τὸ τῆς Κυθήρης

ὅτε τὴν ἄκανθαν εἷλξεν.

Πρόφασις πέλει ποθούντων

τὸ ῥόδον τὸ τῆς Κυθήρης.

Πάλιν ὁ χρόνος κομίζει

γλυκερὸν φάος χορείης͵

λογικοῖς λόγοις κρατοῦντες͵

τελετῆς νόμον τεκόντες.

Σταχυηκόμος δὲ γαῖα͵

ἅτε Κύπριδος τὸ ἄνθος͵

νοτερὴν ἄνοιγε βῶλον͵

ῥόδον οὐ στάχυν φέρουσα.

Λιβάνου κλέος Κυθήρη͵

Χαρίτων ὅπου τὰ τόξα•

Μαραθὼν ἔρως Ἀθήνης͵

σοφίης ὅπου τὰ τόξα•

Ὁ γέρων Ἔρως χορεύει

ῥόδον εἰς χάριν συνάπτων.

Ἐδάης τὰ νῦν͵ Ἀθήνη.

καλύκων σθένος Κυθήρης͵

ῥόδα Κύπριδος χορεύει͵

ὅτι Παλλάδος κρατοῦσιν.

Παφίη͵ χόρευε μούνη͵

ὅτι καὶ μόνη διδάχθης

κρατέειν σοφῆς Ἀθήνης

φλογεροῖς ῥόδοις τυπείσης.

Φλογεροῖς ἐμοῖσι κέντροις

βροτέη φύσις κρατεῖται•

μάθε͵ Παλλάς͵ ἐξ Ἐρώτων͵

ὁπόσον σθένος Κυθήρης.

Ἐδάης ῥόδου τὸ ἄνθος͵

μάθε καὶ πόθου τὸ κέντρον.

Πτόλις ἐστὶν Ἀφροδίτης

μεγάλαι σοφῶν Ἀθῆναι͵

ὅτι Κύπριδος προσῆλθε

τὸ φυτὸν τὸ τῆς ἐλαίης.

Ὅτε μῆλον ἔσχε Κύπρις͵

κλέος ἄφθιτον προσεῦρεν͵

πλέον ἄστατον δὲ μᾶλλον

φθόνον ἐκ θεῶν ἁπάντων.

Τὸ ῥόδον πλέος με μήλου

σοφὸν εἰς κλέος κομίζει.

Βελέων Ἔρωτος οἶδεν

τὸ ῥόδον πλέον με τέρπειν͵

ὅτι Παλλάδος κρατῆσαν

Παφίῃ κλέος προσάπτει.

Ἄγαμαι φύσιν πετήλων͵

κάλυκας πλέον γεραίρω

διὰ τῶν ῥόδων γὰρ ἄρτι

σοφίης κρατοῦσα λάμπω.

Παλάμαις ῥόδον λαβοῦσα

ποτὶ σὰς κόμιζε ῥῖνας͵

ἵνα τὴν χάριν λαβοῦσα

ῥοδόεσσά τις φανείης.

Τὸ φυτὸν τὸ τῆς Ἀθήνης

Παφίης κάλυξ ἐτύχθη͵

ἵνα τῶν ὅλων φανείη

νοερῶς μόνη κρατοῦσα.

Φλογερὸς πέφυκεν οἶστρος͵

φλογερώτερον δὲ τούτου

καλύκων πέφυκεν ἄνθος

σοφίης ἄνασσα μάρτυς.

Σοφίης ἄνασσαν ἄρτι

τὸ ῥόδον φανὲν διδάσκει͵

ὅτι Κύπριδος τὰ πάντα.

Ἔμαθεν τὰ νῦν Ἀθήνη

γλυκεροὺς κλάδους Ἐρώτων͵

ἔμαθεν σθένος Κυθήρης͵

φρονέει τὰ τῶν Ἐρώτων.

Τρομέεις τὰ νῦν κρατοῦσα

φλογεροῦ ῥόδου τὸ κέντρον•

Παφίης γάρ ἐστι τέκνον͵

ὅ σε τοῖς δόλοις δαμάζει.

Πολέμων ἄνασσα Παλλάς͵

σθεναρῶν βελῶν κρατοῦσα͵

ῥοδέοις ὅπλοις ἐλήφθης͵

ἐδάης μάχην Κυθήρης.

Ἐδόκεις κρατεῖν͵ Ἀθήνη͵

ἔλαβες δὲ πεῖραν ἄρτι

καλύκων λαβοῦσα κέντρον•

πάλιν ἂν θέλῃς ἀνάπτω.

Τὸ γένος τὸ τῆς Κυθήρης

μακάρων ὅλων ἀνάσσει.

Βλέπε͵ Παλλάς͵ Ἀφροδίτης

τὸ ῥόδον τὸ μικρὸν ἄνθος

κραδίης τεῆς κρατῆσαν

δροσερὸν βέλος κομίζον.

Κραδίην θεῶν ἰαίνει τα

ὸ ῥόδον τὸ τῆς Κυθήρης•

λάβε μικρὸν ἄρτι γεῦμα͵

ἵνα σὸν κέαρ κρατήσῃ.

Τὸ κράτος τὸ τῆς Ἀθήνης

ὁ κάλυξ ἔδειξεν οὐδέν•

ὅθεν ἀρτίως προλάμπων

Παφίῃ δίδωσι χάρμα.

Ὁ γλυκὺς κάλυξ ἐδείχθη

μεγάλης θεᾶς Ἀθήνης

τελέως φυτοῦ κρατήσας.

Κρατέουσα νῦν Ἀθήνης

Παφίη θέλω κρατῆσαι

Ζυγίης• μόνη γὰρ αὕτη

παλάμας ἐμὰς προφεύγει.

Ρόδον ἐκ φρενῶν Ἀθήνης

ἐφάνη μόνον κρατῆσαν•

τάχα που ῥόδον κομίζει

δροσερὰς φρένας φυτοῖσι.

Βραδέως ἔγνως τὸ κρεῖσσον͵

βραδέως δὲ γνοῦσα͵ Παλλάς͵

ταχέως δίδου βεβαίαν

κραδίαις τεαῖσι πίστιν.

Πολέμοις κόμιζε μᾶλλον

σάκος ἐκ ῥόδων͵ Ἀθήνη͵

Δαναῶν ὅπως τις εἴποι•

Παφίην ὁρῶμεν ἄλλην.

Φρονέεις πλέον λαλοῦσα

τὸ ῥόδον τὰ νῦν͵ Ἀθήνη.

Ὁ Ἔρως ὁ τῆς Κυθήρης͵

τὸ ῥόδον πάλιν Κυθήρης•

κατέχω δύο κρατοῦντας•

ὁ θέλων μάχην συνάψει.

2 Τί εἴποι ἡ Ἀφροδίτη τῆς Ἀθηνᾶς διὰ ῥόδου πεισθείσης βοηθῆσαι τοῖς Τρωσίν;

Καλύκων χάριν λαβοῦσαν

θεράπαιναν Ἀφροδίτην

ῥοδέην δέδεξο͵ Παλλάς͵

ἵνα γνῷς πόθεν τὸ κρεῖσσον.

Σοφίης Ἔρως ὁ λάτρις͵

Χάριτες πάλιν σὺ οἴστρῳ•

ἔχε͵ Παλλάς͵ Ἀφροδίτης

γλυκερὴν ὅλην γενέθλην.

Δαναοῖς͵ θέλεις͵ ἀμύνω͵

Φρυγίοις πάλιν ἀρήγω•

μερόπων τί μοι τὸ φίλτρον

φιλίης τεῆς τυχούσῃ;

Φέρε πάντα τῶν Ἐρώτων•

τί δέ σοι χρέος στενάζειν;

ἐχέτω μάχην τὸ θνητόν͵

μακάρων πόθον τὸ φῦλον.

Ἀγαπᾶν θεοῖς προσήκει͵

ἀπαθὴς φύσις γὰρ ὤφθη•

τὸ πάθος πρέπει βροτοῖσιν͵

χαλεπὴν ἔριν τελέσσαι

Ποταμῶν θάλασσα πάντων

δέχεται μόνη τὸ ῥεῦμα͵

Παφίη δὲ τῶν Ἐρώτων

ἀρετὰς χάριν κομίζει.

Τὸ γένος τὸ τῶν Ἐρώτων

κρατέει δοκοῦν λατρεύειν.

Φρυγίοις ἔλαμψεν ὥρη

ῥοδέης γέμουσα νίκης•

σοφίη πόθοις ἐπείσθη

Δαναοὺς μόνους ὀρίνειν.

Μέγα νῦν κλέος προσεῦρον.

ξένα Παλλὰς ἔργα πτήσσει͵

ῥοδόεν στέφος κρατοῦσα

Παφίης πόνους γεραίρει.

Διός ἐστιν Ἀφροδίτη͵

ὁ Ἔρως πάλιν Κυθήρης•

ὁ θέλων Ἔρωτα νικᾶν

Διῒ τὴν μάχην συνάψει.

Ὅπερ οὖν πάρος δοκεύω͵

γελόωσα νῦν δοκεύω•

ὅπερ οὐ πόθος προσεῦρεν͵

Παφίης ῥόδον προσεῦρεν.

3 Τί εἴποι ὁ Ἄρης τῆς Ἀφροδίτης τρωθείσης ὑπὸ ἀκάνθης ῥόδου;

Τὸ ῥόδον δύω τιτρώσκει͵

σὲ μὲν ἐς δέμας͵ Κυθήρη͵

ἐμέθεν δ΄ ἔπληξεν ἦτορ͵

ὅτι σοι πόνους προπέμπει.

Φέρε τὴν ἄκανθαν ἕλξω

ἀπὸ σῶν μελῶν͵ Κυθήρη͵

ἵνα μὴ πλέον τυπεῖσα

μεταδῷς Ἄρηϊ κέντρον.

Τὸ σὸν ἄνθος͵ ὦ Κυθήρη͵

ἴσον ἐστὶ τῇ μελίσσῃ͵

ὅτι καὶ πόνους κομίζει

φέρον ἡδονὴν τὸ κέντρον.

Παφίην ῥόδον τιτρώσκει͵

τὸ ῥόδον δὲ νῦν τὸ πλῆττον

ποτέροις πόθοις ἐτρώθη͵

ὅτι Κύπριδι προσῆλθεν;

Ροδέην ἄκανθαν εἴθε

Κρονίδης Ἄρηα τεῦξεν͵

ἵνα σῶν μελῶν μετάσχω

γλυκερῷ βαλών σε κέντρῳ.

Ἐπ΄ ἐμὸν δέμας͵ Κυθήρη͵

φέρε σου βάδισμα πέμψον͵

ἵνα μὴ πάλιν σε πλήξῃ

χλοεροῦ δένδρου τὸ κέντρον.

Μάθε τοῦ ῥόδου τὸ νύγμα͵

μάθε τῶν πόνων τὸ κέντρον͵

ἵνα τοῖς πόθοις κρατοῦσα

ὑπὸ τῶν ῥόδων κρατύνῃ.

Χθονίῳ βραχεῖ βελέμνῳ

Παφίην Ἔρως δαμάζει͵

γλυκερὸν βέλος φυτεύει

ῥόδον͵ ὃ κρατεῖ ποθούντων.

Ἀπὸ σῶν αἷμα μελῶν στάξε͵ Κυθήρη͵

γλυκερῶς ἡμετέρων ἔνδοθι κόλπων.

Τί ποθεῖς πόθων κρατοῦσα

τὸν Ἄδωνιν οὐ ποθοῦντα͵

τὸν Ἄρην δὲ καὶ ποθοῦντα

στυγέεις͵ καλὴ Κυθήρη;

Βροτός ἐστιν͵ ὃν διώκεις͵

Παφίη͵ τὰ νῦν ποθοῦσα•

θεὸς οὖσα δὲ στενάξεις

θεὸν ὄντα με στυγοῦσα.

Ἐθέλω͵ θέλω δαμῆναι

ῥοδόεντι σῷ βελέμνῳ•

μόνον͵ ὦ θεῶν κρατοῦσα͵

τέλεσον χάριν ποθοῦντι.

Ὁ Ἔρως Ἄρην δαμάζει

παρέχων πόνους Κυθήρῃ.

Χαρίτων χάριν κομίζει

τὸ ῥόδον͵ τὸ πῦρ͵ τὸ κέντρον͵

τὸ βέλος τὸ τῶν Ἐρώτων͵

ὅ τι καὶ Κύπριν δαμάζει.

Τὸ ῥόδον τάχα προῆλθεν

φέρον ἐκ φθόνου τὸ τύμμα͵

ὅτι μῆλον Ἀφροδίτη

ἕτερον φυτὸν γεραίρει.

Ὅτε καὶ Κύπρις δονεῖται͵

τότε καὶ ῥόδον ποθεῖται.

Βελέων μάτην ἀνάσσω•

τί δέ μοι χρέος φαρέτρης͵

ὅτε τὴν ἐμὴν Κυθήρην

ῥοδόεν βέλος δαμάζει;

Ἔλαβεν Κύπρις τὸ τύμμα

ἐπὶ γῆς͵ ἐγὼ δὲ κέντρον͵

ὅτι τοὺς πόνους Κυθήρης

ἔλαβον͵ ποθῶν Κυθήρην.

Φαέθων Κύπριν δαμάζει͵

λέχος οἶδεν ἐξελέγχειν͵

ἔχον ἡλίου τὸ κέντρον

τὸ ῥόδον Κύπριν δαμάζει.

Τὸ ῥόδον Κύπριν δαμάζει͵

ὅτι κάλλος εὗρε μεῖζον.

Ὁ Ἔρως σε͵ Κύπρι͵ βάλλει͵

τὸ ῥόδον δὲ ταῖς ἀκάνθαις͵

ἵνα πως λάβωσι πεῖραν

ἀπὸ σοῦ θεῶν ἀνάσσειν.

Κατὰ σοῦ τὰ τόξα τείνει͵

νόθον οὐ πέφυκε τέκνον

ἀπὸ τῶν δρυῒ τραφέντων

πάλιν ἢ πέτρᾳ στραφέντων.

Ὁ λέων φέρων τὸ κέντρον

ἴδιον δέμας τιτρώσκει•

Παφίη͵ ῥόδοισι βάλλεις

γλυκερὸν σέθεν τὸ σῶμα.

Ἰδίοισιν ἀγριοῦται

ὁ λέων τυπεὶς βελέμνοις•

Παφίη δὲ ταῖς ἀκάνθαις

πολὺ μᾶλλον ἠγριώθης.

Γενεὴν τεὴν οἰδάσκεις͵

ἵνα τῶν θεῶν κρατήσῃς.

Γλυκερὸν ῥόδου τὸ τύμμα

γλυκεροὺς πόνους προπέμπει͵

τὸ δὲ τύμμα σόν͵ Κυθήρη͵

φλογεροὺς πόνους προπέμπει.

Μέγα θαῦμα νῦν δοκεύω͵

ὑπὸ τοῦ ῥόδου κρατεῖται

Παφίη͵ κρατοῦσα πάντων

μερόπων θεῶν τε φύτλης•

Παφίης͵ Ἔρως͵ ὁπλίζου

παλάμαις βέλος κομίζων͵

τὸ ῥόδον τὸ τῆς Κυθήρης

ἀθετεῖ τὰ νῦν Κυθήρην.

Βελέων ἄπειρον ὤφθη

τὸ ῥόδον τὸ σόν͵ Κυθήρη͵

τεὸν εἰ μάθῃ δὲ κέντρον͵

τρομερὸν νόον κομίσσει.

Ὀλίγον ῥόδον Κυθήρης

ὀλίγους δίδωσι μόχθους͵

ὁ δὲ βαιὸς Ἀφροδίτης

μεγάλους Ἔρως προπέμπει.

Τὸ ῥόδον ῥόδον τιτρώσκει•

τί καλὴ πέφυκε τέρψις;

τὸ ῥόδον δὲ ποῖον εἴπω͵

ἀπορῶ μὰ τὴν Ἀθήνην.

Ἐδάης πόνων τὸ κέντρον͵

μάθε μὴ πόνοις με βάλλειν.

Ὁ Ἔρως δίκαια πράττει͵

ὁρόων γὰρ Ἀφροδίτην

νόον ἄστατον λαχοῦσαν͵

ῥοδέοις ἔνυξε κέντροις.

4 Τί εἴποι ὁ Ἀπόλλων κατατρέχων τῆς Δάφνης καὶ ἐμποδισθεὶς εἰς ἄκανθαν ῥόδου;

Γενεὴν ῥόδων φανεῖσαν

δότε μοι δρέπειν μανένατα•

τί μάτην δὲ τοῦτο πράττω;

ὁ χρόνος φέρει γὰρ ἄλλα.

Κιθάρης μέλος δονήσω

κραδίης πόνους συνᾴδων͵

ἐλαφρίζεται γὰρ οἶστρος͵

ὅταν ἐκ βάθους ἀνέλθῃ.

Πτερόεις Ἔρως ὑπάρχων

μετέωρον αἶρε Φοῖβον͵

ἵνα μὴ τὸ μικρὸν ἄνθος

ἀπὸ σοῦ δρόμου με παύσῃ.

Χθόνα καὶ πόλον τοσοῦτον

Φαέθων ἐγὼ κυκλεύω.

πόθεν οὖν͵ πόθεν κρατοῦμαι

ἁπαλὴν κόρην πιέζειν;

Λέγε μοι͵ ῥόδον Κυθήρης͵

τί τὸ τραῦμα μου βαθύνεις;

πυρὶ πῦρ τί νῦν προσάπτεις

δροσερῆς Δάφνης στεροῦν με;

Κύκνε͵ σὺ δραμὼν πτεροῖσι

λέγε τῇ Δάφνῃ τρεχούσῃ͵

ἵνα μοι φίλημα πέμψῃ

λεχέων͵ ἀφ΄ ὧν στερεῖ με.

Φιλοκερτόμως με παίζειν

ἐνόησα τὴν Κυθήρην.

Ὁ Ἔρως τρέχειν διδάσκει͵

σύ͵ ῥόδον͵ τρέχοντα παύεις•

γενεὴν μίαν λαχόντες

κατ΄ ἐμοῦ διχῶς φρονεῖτε.

Σύ͵ Κύπρις͵ πόθοις με θέλγεις͵

σύ με καὶ ῥόδοις κατέσχες•

τί με τοῖς πόθοις διώκεις͵

τί πάλιν ῥόδοις κρατεῖς με;

Τὸ ῥόδον τὸ τῆς κυθήρης

Παφίης πλέον δαμάζει•

ὅτε γὰρ συνῆλθε Κύπρις͵

τὸ ῥόδον τότε φθονεῖ μοι.

Ἀμελῶ πόθου κρατοῦντος•

τὸ ῥόδον πλέον με τέρπει͵

ὅτε καὶ Δάφνην ἐάσω.

5 Τί εἴποι ἡ Φαίδρα ὁρῶσα τὸν Ἱππόλυτον ἐστεμμένον ῥόδοις;

Τὶ καλὸν χρόνον δοκεύω͵

Παφίην ὁρῶ τυχοῦσαν•

ὁ ποθούμενος γὰρ ἄρτι

ῥοδόεν στέφος κομίζει.

Ὀλίγην Ἔρωτος αἴγλην͵

Παφίη͵ ῥόδοισι μῖξον͵

ἵνα τοὺς πόνους νοήσας

φλογερὸν λέγῃ φαρέτρην.

Χαρίεις Ἄδωνι χαίροις͵

διὰ σοῦ ῥόδον γὰρ ἄνθος

φλογεροὺς πόνους προπέμπον

κραδίην ἐμὴν ἰαίνει.

Ρόδον ἤθελον γενέσθαι͵

ἵνα μετρίως τυχοῦσα

ἐπικειμένη μετώποις

μετεβαλλόμην φιλοῦσα.

Χαρίτων φέρει τὰ τερπνά͵

ὅτε τις φιλῶν ποθεῖται.

6 Ἄλλο εἰς τὸν αὐτόν.

Ἐπ΄ ἐμοὶ πανδαμάτωρ ὅπλα κορύσσει͵

ἐπ΄ ἐμοὶ πάντα βέλη νεῦρα τινάσσει͵

ὅτι παῖς Ἱππολύτης στέμμα Κυθήρης

φορέων ἐν κροτάφοις ἀμφιπολεύει.

Χρονίων͵ Κύπρι͵ πόθων ἵλαθι Φαίδρης͵

φλογερῆς παῦσον ἐμῆς οἶστρον ἀνάγκης͵

ὅτι παῖς Ἱππολύτης στέμμα Κυθήρης

φορέων ἐν κροτάφοις ἀμφιπολεύει.

Κορυφαῖς ἀνθοφόροις παίξατε θῆρες͵

βελέων παυσαμένων ἰοχεαίρης͵

ὅτι παῖς Ἱππολύτης στέμμα Κυθήρης

φορέων ἐν κροτάφοις ἀμφιπολεύει.

Μὰ τοὺς Ἔρωτας νῦν ἀριθμὸν γὰρ μέγαν

χρεὼν ὀνομάζειν εἰκότως͵ βλέπουσά γε

τὸν χθὲς μὲν ἄκανθαν͵ σήμερον δὲ τοῦ ῥόδου

ἔσχον ὑγίειαν τῶν ποθούντων φαρμάκων.

Γλυκὺ Θησέως τὸ τέκνον

βάλε καὶ λόγοις με͵ Κύπρι͵

ἵνα πᾶν μέλος συνᾴδῃ͵

ἀκοή͵ φρένες σὺν ὄψει.

Ὁ πόθος πόθοις ἐρίζει͵

ἀγαθὸν πέφυκε νεῖκος•

φλέγε πῦρ͵ ἐγὼ κομίζω͵

φλέγε πῦρ͵ τὸ πῦρ τὸ καῖον.

Στεφάνους τί νῦν κομίζεις;

ῥόδα φαιδρὰ δέξο͵ Φαίδρα•

ἐὰν ὀκλάσῃς ἀφάσσων͵

τότε μανθάνεις τὸ κρεῖσσον.

Ἀρετῆς πόθεν μετέστη

γενέτης τεὸς τοσαύτης;

λαβύρινθε͵ μαρτύρει μοι͵

ὅτι τὸ κράτος Κυθήρης.

Ἀνέμων πνοαῖς ἐρίζω͵

πελάγους βάθος διώκω͵

λιμένας φίλους δοκεύσω•

ἕνεκεν τίνος πλανῶμαι;

Ὁ φιλῶν ὅτε στυγεῖται͵

ἀέρος σκιὰν διώκει͵

καμάτους φέρων ἀΰπνους.

Παφίης Ἔρωτα φεύγων͵

Παφίης ῥόδοις τί τέρπῃ;

φιλέων ῥόδον Κυθήρης͵

ἔχε καὶ νόον Κυθήρης.

Παφίη͵ πόθων ἀνάσσεις͵

Παφίη͵ κρατοῦσα δεῖξον͵

ἵνα τοῖς τεοῖς βελέμνοις

φιλίης γένοιτο τέρψις.

Στυγέων Ἔρωτος ἔργα͵

φρένα σὴν ῥόδοις νοθεύεις•

ἐρατῆς γὰρ Ἀφροδίτης

ἐρατὸν πέφυκεν ἄνθος.

Βέλος ἄρχεται κομίζειν

ὑπὸ Κύπριδος γελώσης͵

ἵνα γνῶ͵ πόσον δαμάζει

φλογερὸν βέλος Κυθήρης.

Παφίη͵ χόλῳ μετρήσεις•

ὁ χόλος πόθου με βάλλει͵

ὁ πόθος ῥόδοις με τήκει•

πόσα τίς βέλη κομίσσει.

Φύσις οὐκ ἔμεινε͵ Κύπρι͵

τὰ σὰ μὴ φέρουσα κέντρα.

7 Ἐπιθαλάμια.

Γάμιαι πνέουσιν αὖραι͵

μέλος ὀργάνων δονεῖται͵

τάχα παστὸν Ἀφροδίτῃ

Χαρίτων πλέκουσι κῶμοι.

Ὁ δ΄ ἔρως ὁ πάντα παίζων͵

ὁ γένος γένει συνάπτων

ἀπ΄ ἐλευθέρας φαρέτρας

βέλος ἱμέρου τινάσσει.

Ὁ γέρων πάρεστι Νεῖλος

κεφαλὴν ῥόδοις πυκάσσας͵

ἵνα σὺν νέοις χορεύσῃ

πολιοὺς πόδας τινάσσων.

Κιθάρης ἄναξ Ἀπόλλων

γάμιον μέλος λιγαίνει•

γλυκεραὶ πάρεισι Μοῦσαι

Βρομίῳ γάμους τελοῦσαι.

Ὅθεν ἄσμενος προῆλθον

ἐπέων μέλος χαράξας͵

ἵνα σὺν νέοις χορεύσω

γαμίους νόμους τελέσσας.

8 Ἐπιθαλάμια.

Ἀναβάλλομαι χορεύειν

λιγυροῖς μίτοισι κρούων γ

αμικὸν μέλισμα σεμνόν͵

βιοτῆς χάρισμα πρῶτον.

Τί γάρ͵ εἰπέ μοι͵ τίς ὤφθης;

κιθάρης μαθὼν ἀταρπόν͵

τόσον εἰς χρόνον μεθῆκας

ἀγέραστα κέντρα πλήκτροις;

Ἑλέτω πόθος δ΄ ἐκείνης͵

ἑλέτω μάκαρ λιγαίνειν

φίλον εἰς λέχος κιόντα

μετὰ σώφρονος συνεύνου.

Ἀπὸ πασσάλου δ΄ ἀκούσας

χέλυν ὡς τάχος καθεῖλον͵

ἐθέλω δὲ ταῦτα μέλπειν͵

ὅσα μοι βίος κελεύει.

Πόθεν οὖν γένοιτο βαλβίς

Ἑλικωνίδος μερίμνης;

τίνα δ΄ ὡς θέμις προσειπών

Ἄγ΄ ἔλασσον ἢ τεκόντας

ενέτην σὸν ἢ τεκοῦσαν͵

ἐπέων φέρουσαν εὖχος͵

γεραροῖς νόμοις κομῶσαν.

Χρόνος ἐστὶ ταῦτα βάζειν͵

κόρον ἐκ χρόνου δὲ φεύγω͵

ὅτι θ΄ ἥματος μί΄ ὥρα

χρόνος ἐστὶ τοῖς ποθοῦσιν.

Μικρὸν οὖν κόρην προσειπών͵

μελέων ἐμῶν ἀφορμήν͵

θαλίης μέλισμα πάσης

ἀποπαύσομαι λιγαίνειν.

Ἐρατὴ πέλουσα νύμφη͵

ἐρατοῦ δὲ καὶ γραφεῖσα

φιλοσώφρονος συνεύνου͵

πόσιν ἄξιον μετέρχῃ.

Ὅθεν͵ ὦ μάκαιρα͵ χαίροις

γεραροῖς ζυγεῖσα λέκτροις•

τετελεσμένας δ΄ ἐς ὥρας

πάϊν ἀγκάλαισι φέρβοις.