ΨΑΛΤΡΙΑ
1 Ὑπερῃσχυνόμην
μέλλων ἀσύμβολος πάλιν δειπνεῖν· πάνυ
αἰσχρὸν γάρ.
ἀμέλει· τὸν Τιθύμαλλον γοῦν ἀεὶ
ἐρυθρότερον κόκκου περιπατοῦντ΄ ἔσθ΄ ὁρᾶν·
οὕτως ἐρυθριᾷ συμβολὰς οὐ κατατιθείς.
2 Ἐπεὶ δὲ θᾶττον ἦμεν ἠριστηκότες͵
ὁ παῖς περιεῖλε τὰς τραπέζας͵ νίμματα
ἐπέχει τις͵ ἀπενιζόμεθα͵ τοὺς στεφάνους πάλιν
τοὺς ἰρίνους λαβόντες ἐστεφανούμεθα.