Επιγράμματα
Ἐξ ἀταλᾶν χειρῶν τάδε γράμματα͵ λῶιστε Προμαθεῦ͵
ἐντὶ καὶ ἄνθρωποι τὶν ὁμαλοὶ σοφίαν.
ταύταν γοῦν ἐτύμως τὰν παρθένον ὅστις ἔγραψεν,
αἰ καὐδὰν ποτέθηκ΄͵ ἦς κ΄ Ἀγαθαρχὶς ὅλα.
Νύμφας Βαυκίδος εἰμί. πολυκλαύταν δὲ παρέρπων
στάλαν τῶι κατὰ γᾶς τοῦτο λέγοις Ἀίδαι•
βάσκανος ἔσσ΄͵ Ἀίδα. τὰ δέ τοι καλὰ σάμαθ΄ ὁρῶντι
ὠμοτάταν Βαυκοῦς ἀγγελέοντι τύχαν͵
ὡς τὰν παῖδ΄͵ ὑμέναιος ἐφ΄ αἷς ἀείδετο πεύκαις͵
τᾶσδ΄ ἐπὶ καδεστὰς ἔφλεγε πυρκαϊᾶς.
καὶ σὺ μέν͵ ὦ Ὑμέναιε͵ γάμων μολπαῖον ἀοιδάν
ἐς θρήνων γοερὸν φθέγμα μεθαρμόσαο.
Στᾶλαι καὶ σειρῆνες ἐμαὶ καὶ πένθιμε κρωσσέ͵
ὅστις ἔχεις Ἀίδα τὰν ὀλίγαν σποδιάν͵
τοῖς ἐμὸν ἐρχομένοισι παρ΄ ἠρίον εἴπατε χαίρειν͵
αἴτ΄ ἀστοὶ τελέθωντ΄͵ αἴθ΄ ἑτεροπτόλιες.
χὤτι με νύμφαν εὖσαν ἔχει τάφος͵ εἴπατε καὶ τό•
χὤτι πατήρ μ΄ ἐκάλει Βαυκίδα͵ χὤτι γένος
Τηλία͵ ὡς εἰδῶντι͵ καὶ ὅττι μοι ἁ συνεταιρίς
῎Ηρινν΄ ἐν τύμβωι γράμμ΄ ἐχάραξε τόδε.