Ο Αρχίμηλος ήταν έλληνας ποιητής-επιγραμματοποιός του
3ου αιώνα π.Χ.
Έζησε στην αυλή του τυρράνου των Συρακουσών Ιέρωνα Β΄
και τα επιγράμματά του διέσωσε στο έργο «Στέφανος»
ο κυνικός φιλόσοφος-επιγραμματοποιός Μελέαγρος από τα
Γάδαρα τον 10 αιώνα π.Χ.
Τὴν Εὐριπίδεω μήτ΄ ἔρχεο μήτ΄ ἐπιβάλλου
δύσβατον ἀνθρώποις οἶμον͵ ἀοιδοθέτα·
λείη μὲν γὰρ ἰδεῖν καὶ ἐπίκροτος· ἢν δέ τις αὐτὴν
εἰσβαίνῃ͵ χαλεποῦ τρηχυτέρη σκόλοπος·
ἢν δὲ τὰ Μηδείης Αἰητίδος ἄκρα χαράξῃς͵
ἀμνήμων κείσῃ νέρθεν. ἔα στεφάνους.
de Hieronis II navigio (από το ταξίδι του Ιέρωνα Β΄)
τίς τόδε σέλμα πέλωρον ἐπὶ χθονὸς εἵσατο; ποῖος
κοίρανος ἀκαμάτοις πείσμασιν ἠγάγετο;
πῶς δὲ κατὰ δρυόχων ἐπάγη σανίς͵ ἢ τίνι γόμφοι
τμηθέντες πελέκει τοῦτ΄ ἔκαμον τὸ κύτος͵
ἢ κορυφαῖς Αἴτνας παρισούμενον ἤ τινι νάσων
ἃς Αἰγαῖον ὕδωρ Κυκλάδας ἐνδέδεται͵
τοίχοις ἀμφοτέρωθεν ἰσοπλατές; ἦ ῥα Γίγαντες
τοῦτο πρὸς οὐρανίας ἔξεσαν ἀτραπιτούς.
ἄστρων γὰρ ψαύει καρχήσια καὶ τριελίκτους
θώρακας μεγάλων ἐντὸς ἔχει νεφέων.
πείσμασι δ΄ ἀγκύρας ἀπερείδεται οἷσιν Ἀβύδου
Ξέρξης καὶ Σηστοῦ δισσὸν ἔδησε πόρον.
μανύει στιβαρᾶς κατ΄ ἐπωμίδος ἀρτιχάρακτον
γράμμα͵ τίς ἐκ χέρσου τάνδ΄ ἐκύλισε τρόπιν·
φατὶ γὰρ ὡς Ἱέρων Ἱεροκλέος Ἑλλάδι πάσᾳ
καὶ νάσοις καρπὸν πίονα δωροφορῶν͵
Σικελίας σκαπτοῦχος ὁ Δωρικός. ἀλλά͵ Πόσειδον͵
σῷζε διὰ γλαυκῶν σέλμα τόδε ῥοθίων.