Ο Αρχέλαος, αρχαίος φιλόσοφος του 5ου αιώνα π.Χ.,
μαθητής του Αναξαγόρα, υποστήριζε ότι η Γη είναι σφαιροειδής επειδή ο ήλιος θα
ανέτελλε ταυτόχρονα παντού αν ήταν επίπεδη η διαμόρφωσή της. Υποστηρίζεται ότι
ο Αρχέλαος υπήρξε δάσκαλος του Σωκράτη. Από τις Βιογραφίες του Διογένη
Λαέρτιου, οι εξής πληροφορίες: DIOG. II <b>Ἀρχέλαος Ἀθηναῖος ἢ Μιλήσιος͵ πατρὸς Ἀπολλοδώρου͵ ὡς δέ τινες͵ Μίδωνος͵ μαθητὴς Ἀναξαγόρου͵ διδάσκαλος Σωκράτους· οὗτος πρῶτος ἐκ τῆς Ἰωνίας τὴν φυσικὴν φιλοσοφίαν μετήγαγεν Ἀθήναζε͵ καὶ ἐκλήθη φυσικὸς͵ παρὸ καὶ ἔληξεν ἐν αὐτῶι ἡ φυσικὴ φιλοσοφία͵ Σωκράτους τὴν ἠθικὴν εἰσαγαγόντος. ἔοικεν δὲ καὶ οὗτος ἅψασθαι τῆς ἠθικῆς. καὶ γὰρ περὶ νόμων πεφιλοσόφηκεν καὶ καλῶν καὶ δικαίων παρ΄ οὗ λαβὼν Σωκράτης τῶι αὐξῆσαι εἰς τὸ ἄκρον εὑρεῖν ὑπελήφθη. ἔλεγε δὲ δύο αἰτίας εἶναι γενέσεως͵ θερμὸν καὶ ψυχρόν· καὶ τὰ ζῶια ἀπὸ τῆς ἰλύος γεννηθῆναι καὶ τὸ δίκαιον εἶναι καὶ τὸ αἰσχρὸν οὐ φύσει͵ ἀλλὰ νόμωι. ὁ δὲ λόγος αὐτῶι οὕτως ἔχει. τηκόμενόν φησι τὸ ὕδωρ ὑπὸ τοῦ θερμοῦ͵ καθὸ μὲν εἰς τὸ κάτω διὰ τὸ πυρῶδες συνίσταται͵ ποιεῖν γῆν· καθὸ δὲ περιρρεῖ͵ ἀέρα γεννᾶν. ὅθεν ἡ μὲν ὑπὸ τοῦ ἀέρος͵ ὁ δὲ ὑπὸ τῆς τοῦ πυρὸς περιφορᾶς κρατεῖται. γεννᾶσθαι δέ φησι τὰ ζῶια ἐκ θερμῆς τῆς γῆς καὶ ἰλὺν παραπλησίαν γάλακτι οἷον τροφὴν ἀνιείσης· οὕτω δὴ καὶ τοὺς ἀνθρώπους ποιῆσαι. πρῶτος δὲ εἶπε φωνῆς γένεσιν τὴν τοῦ ἀέρος πλῆξιν. τὴν δὲ θάλατταν ἐν τοῖς κοίλοις διὰ τῆς γῆς ἠθουμένην συνεστάναι. μέγιστον τῶν ἄστρων τὸν ἥλιον͵ καὶ τὸ πᾶν ἄπειρον. γεγόνασι δὲ καὶ ἄλλοι τρεῖς Ἀρχέλαοι· ὁ χωρογράφος τῆς ὑπὸ Ἀλεξάνδρου πατηθείσης γῆς͵ ὁ τὰ Ἰδιοφυῆ ποιήσας͵ ἄλλος τεχνογράφος ῥήτωρ. Στην Εγκυκλοπαίδεια Σούδα αναφέρεται στο λήμμα «άλφα» 4084: SUID. S. V. Ἀρχέλαος. Ἀρχέλαος Ἀπολλοδώρου ἢ Μίδωνος Μιλήσιος φιλόσοφος φυσικὸς τὴν
αἵρεσιν κληθείς͵ ὅτι ἀπὸ Ἰωνίας πρῶτος τὴν φυσιολογίαν ἤγαγεν͵ Ἀναξαγόρου
μαθητὴς τοῦ Κλαζομενίου͵ τοῦ δὲ μαθητὴς Σωκράτης͵ οἱ δὲ καὶ Εὐριπίδην φασίν.
συνέταξε δὲ Φυσιολογίαν καὶ ἐδόξαζε τὸ δίκαιον καὶ αἰσχρὸν οὐ φύσει εἶναι͵ ἀλλὰ
νόμω. συνέταξε καὶ ἄλλα τινά.
Το ποίημα έχει διασωθεί στην Ελληνική Γραμματεία μας ως:
«Ἀρχελάου φιλοσόφου περὶ τῆς αὐτῆς ἱερᾶς τέχνης· διὰ στίχων ἰάμβων.»
Διαβάζοντάς το όμως ανακαλύπτεις πως περιέχει και χριστιανικές λέξεις/έννοιες και καταλαβαίνει κανείς ότι μάλλον δεν το έγραψε ο Αρχέλαος αλλά κάποιος βυζαντινός λόγιος που μελέτησε την θεωρία του αρχαίου φιλοσόφου περί "θερμότητος και ψύχους ως αιτία της ζωής". Ίσως πάλι να συνέβει ετούτο: καταγράφοντας το πρωτότυπο αρχαίο ποίημα του Αρχέλαου (για να το διασώσει στους μεταγενέστερους), να το εμπλούτισε καλοπροαίρετα ο βυζαντινός γραφιάς με τα αγγελούδια του αλλά και με τα «αμήν εις τους αιώνας των αιώνων».
Είναι πάντως ένα όμορφο ποίημα.
Ἀρχελάου φιλοσόφου περὶ τῆς αὐτῆς ἱερᾶς τέχνης· διὰ στίχων ἰάμβων
Ἡ πάνσοφος καὶ θεία τέχνη τῶν σοφῶν
τεχνουργικῶς ἔχουσα τὴν θεωρίαν
σοφουργικὴν ἔντεχνον ἐνεργὸν φέρει
πρᾶξιν σοφήν͵ τέλειαν ἔργων ἔκβασιν.
πρᾶξις θεωρίας γάρ ἐστιν ἔκβασις·
ὥσπερ ψυχὴ ἄτερ μένουσα σώματος
ἄπρακτός ἐστι μηδὲν αἰσθητὸν τελεῖν
ἐξισχύουσα πάμπαν ἤ τι ποιέειν
εἰς ἔργον αὐτοῦ ἐκτὸς ὡς ἀποστᾶσα͵
ἐνοῦσα δ΄ αὖ εἰς αὐτὸ σὺν τῷ ὀργάνῳ
ἐργάζεται πᾶν ἔργον ὡς λογίζεται
σοφιστικῶν ἐννοίας εἰς πλοκὰς λόγων͵
οὕτω νόει τὸ ἔργον͵ ὃ ζητῶν θέλεις͵
ἔχειν μύησιν γνώσεως͵ ἐπιστήμην
καὶ πραγμάτων εἰς πεῖρας αὐτοῦ ἔκβασιν
τελουμένην πράξει τε καὶ θεωρίᾳ͵
ὡς καὶ ψυχὴ εἰς σῶμα τῇ τε συνθέσει
κράσει ἑνώσει συμπλοκῇ τε τῶν δύο
ἓν ζῷον ἄμφω θεία τέχνη ἐκτελεῖ
τοῦ πνεύματος συνόντος ὡς τρίτου στέφους.
τὸν νοῦν προγύμνασον γὰρ εἰς θεωρίαν
πάσης σοφιστικῆς τε τῶν αἰνιγμάτων
καὶ συμπλοκῆς ἐννοίας ἀρχαίων σοφῶν
γνῶσίν τε πείρας πράξεως τεχνουργικῆς
ἐμπειρίαν σοφήν τε καὶ διάκρισιν͵
τῶν στοιχείων τὸ κρᾶμα καὶ τὴν σύνθεσιν
καὶ ποιότητα μανθάνειν καὶ πανσόφως
συγκιρνᾶν εἰς ἄλληλα καὶ ὁμοῦ πλέκειν
συνεδεῖν τε καὶ πρὸς ἕν τι τῆς τέχνης
τέλος εὔχρηστον ὠφελείας εἰς κέρδος
φέρειν.
ἄτερ γὰρ ἀμφοῖν τοῖνδε͵ σώματος ψυχῆς͵
λέγω θεωρίας τε καὶ τῆς πράξεως͵
γενήσεταί σοι οὐδὲν ὠφελουμένῳ.
εἰ δ΄ αὖ τεχνίτης ὥσπερ ἔμπειρος σοφὸς
πέλων προσέλθῃς τῇδε τῇ τέχνῃ͵ θέλων
γνῶναι λόγων μου πεῖραν ὡς τὴν ἔκβασιν͵
θάρσει· ἔχων ἄνωθεν ἔμπνευσιν φάους
οὐκ ἀστοχήσεις πείρᾳ τοῦ ποθουμένου
καὶ εὐχερῶς σοι ἔργον͵ ὥσπερ προσδοκᾷς
ἔσται φέρον σοι κέρδος ὄλβιον πάνυ͵
ψυχὴν ὅταν καὶ σῶμα κοσμήσῃς σοφῶς
ἁγνείᾳ καὶ νηστείᾳ καὶ ῥύψει φρενῶν͵
τύρβας βίου φεύγων τε καὶ μένων μόνος͵
εὐχαῖς σχολάζων καὶ θεῷ δὲ προσφέρων
λατρείαν ὡς δέησιν͵ ἐξαιτούμενος
τῷ ἐν χεροῖν τὴν γνῶσιν ἐξ ὕψους χάριν
δοῦναι͵ ὅπως γνῷς͵ μύστα͵ θᾶττον ἐξ ἑνὸς
εἴδους τὸ ἔργον τοῦτος ἐκπληρούμενον.
Ἄκουε τοίνυν τοῦδέ μου προοιμίου
ἐπῶν λόγων τε τοῦ σοφοῦ <τε> σκέμματος
σύνταξιν ὡς εὔληπτον ἐννοῶν ἔπος
μηδὲν λέγειν κενόν γε ἢ πλεῖστον κόπον͵
ἔχειν δὲ μᾶλλον εὔκολον καὶ σύντομον
τὸ ἔργον ὄνησιν τε τοῖς σοφοῖς φέρον
θαυμαστικῶς· οὕτως γὰρ ἄρχομαι λέγειν·
Ὦ τῆς τελείας τῶν σοφῶν ἐμπειρίας͵
ὦ πανσόφου ἐννοίας ἀνδρῶν ῥητόρων͵
ὦ τῆς μιᾶς φύτλης τε κάλλος εὐπρεπές͵
ὦ εἶδος εὔχρουν φαιδρὸν ἔκστιλβον πάνυ͵
ὦ θαῦμα θαυμάτων τε τῆς τρισολβίας
ταύτης μιᾶς καὶ θείας οὐσίας τέρας.
τέρπει γὰρ ὄντως ἡ φύσις τε τὴν φύσιν
νικῶσα καὶ κρατοῦσα τὴν φύσιν πᾶσαν͵
ἔχουσα συγγένειαν οὐσίας μένει
ἑνουμένη τέρπουσα͵ θαῖτον δ΄ εἰσκρίνει͵
εἰς σῶμα βαίνει λευκὸν ὡς ἀσώματος͵
ὅμοιον ὡς φιλοῦσα σῶμα προσμένει
ἀσωμάτως· τούτῳ γὰρ ἑνοῦται πᾶσα͵
ὡς γνοῦσα τῆς οἰκείας ἐνοικήσεως
κατεμβατεύει ὡς μελάθρῳ καὶ μένει͵
ὅλην φυλάττει͵ οὐδόλως αὐτὴν ἐᾷ
φεύγειν͵ μένειν δὲ μᾶλλον ὡς κρατήσασα
τῇ εἰσδύσει. ταύτην γὰρ ἐκτρέφει φύσιν
μορφοῦσα καὶ κοσμοῦσα καὶ εἰς πῦρ φέρει
καὶ πυρμαχεῖν νικᾶν δὲ τοῦ πυρὸς φορὰν
ποιεῖ τάχιστα καὶ περᾶν καῦσιν φλογὸς͵
ἐλθοῦσα εἰς εὔμορφον εἴδους ἐκστροφήν.
οὐκ εἰσκρίνει γὰρ σῶμα εἰς ἀσώματον͵
εἰ μὴ γένηται ὥσπερ ἡ ἀσώματος
φύσις τραπεῖσα ἐκ φθορᾶς καὶ ἄφθορος
τυχθεῖσα͵ χωρισθεῖσα δ΄ ἐξ ὕλης πάχους.
γεῶδες ἐκβαλοῦσα γὰρ λεπτύνεται
καὶ γίνεται νικῶσα τὴν φύσιν πᾶσαν͵
ὡς ἐκστραφεῖσα ἐξ ὕλης ἄνω θέει
καὶ γίνεται ὡς πνεῦμα καὶ κρατεῖ φύσιν
καὶ εἰσκρίνει· μένει γάρ͵ οὐκ ἀφίσταται.
ῥᾷον δὲ τοῦτο γίνεται <τὸ> τέχνημα·
ἕνωσον ἄμφω ξηρὸν ὑγρῷ ὡς σοφός͵
αὖθις δὲ θερμὸν ψυχρῷ ὡς ἐναντίων
ὄντων τε ποιότητι καὶ ἑνουμένων.
ὁμοῦ γὰρ εἰς ἄλληλα τῇ μίξει φέρων͵
ὅταν τετράστοιχά <συ> ταῦτα ἐμφρόνως
ὡς ἀγχίνους σοφός τε μύστης ἐργάσῃ͵
ἕνωσιν αὐτῶν πείρα καὶ μυούμενος
ἀνωφερῶν τὴν γνῶσιν ἤγουν ἀρρένων
κατωφερῶν τε αὖθις ὄντων θηλέων.
Τὸ πῦρ γὰρ ὥσπερ κοῦφον ὂν μετάρσιον
θερμὸν πέλον καὶ ξηρὸν οὐχ ἑνούμενον
τῇ ψυχρᾷ καὶ βαρείᾳ τοῦ ῥείθρου φύσει
ὡς ὑγρᾷ οὔσῃ καὶ κατωφερεῖ πάνυ.
ἀὴρ γὰρ ὡς ὑγρός τε καὶ θερμὸς πέλων
ἑνοῖ πρὸς αὑτὸν ταῦτα θᾶττον καὶ κρατεῖ.
οὕτως τε γῆ ὡς ψυχρὰ καὶ κατωφερὴς
ἄνικμος οὖσα ξηρὰ δ΄ αὖ οὐ μίγνυται
θερμῇ ἀέρος ὑγρᾷ κουφῇ δ΄ οὐσίᾳ.
ὕδωρ γὰρ͵ <ὡς> ψυχρόν τε καὶ ὑγρὸν φύσει
ὑπάρχον͵ ἔχθραν τοῖνδε παύει καὶ ἑνοῖ
καὶ προσκαλεῖται συνδεσμεῖ τε πρόσφιλα͵
συγκιρνᾷ ποιότητα<ς> καὶ μίσγει πρὸς
ἕν.
ὕδωρ γὰρ ὡς θερμανθὲν εἰς πυρὸς φλόγα
ἀτμηθὲν αὖθις γίνεται ἀὴρ ὅλον͵
ἡ γῆ τε πιληθεῖσα καὶ ζυμουμένη
δι΄ ὑγρᾶς οὐσίας μὲν ἐκλυθήσεται
καὶ ὡς νᾶμα πρόεισιν ἐξ ὕλης πάχους
καὶ γίνεται ὕδωρ μὲν ὑγροῦ συμπλοκῇ
ἐκ ποιότητος τῆσδε. ἔσται γὰρ νᾶμα
οὕτως. τὸ πῦρ δὲ σβεσθὲν ἐκχωρισμένον
ἄνω τὸ θερμὸν καὶ γεῶδες γίνεται
κατωφερές͵ γῇ ὥ[περ] ἐξομοιούμενον.
ἀὴρ ὅλως δὲ θερμὸς ἐκκαύσει φλογὸς
ἑφθεὶς πῦρ ἔσται τῇ πυρώσει καὶ ζέσει.
οὐ γὰρ θέμις τὸ ὑγρὸν εἰς ξηρὸν τρέπειν
ἢ ξηρὸν εἰς τὸ ὑγρὸν ἐκστρέφειν πάλιν͵
εἰ μὴ φύσεις τούτων γὰρ ἐκστρέψῃς πάσας.
αἱ τρεῖς δὲ οὕτως ὑγρᾶς οὐσίας ῥύσιν
εἰς ξηρότητα τρέψας ὑγρὸν ἐξεοῖς
ξηροῦ ἑνώσει καὶ μάχῃ καὶ συμπλοκῇ.
οὕτως ῥέειν τὸ ξηρὸν αὖθις ἐργάσῃ
ὕδωρ τε βλύζειν θεῖον ἀρρήτως ἅπαν
δείξεις. γενήσεται γὰρ ὑγροῦ συμπλοκῇ
τὸ ξηρὸν ὥσπερ ῥεῖθρον εἰς ὑγρὸν τραπέν.
φύσις κατωφερὴς γὰρ οὐ δυνήσεται
ἀνωφερὴς ἐλαφρὰ καὶ μετάρσιος
ὅλως γενέσθαι͵ πρῶτον εἰ μὴ ἐκστραφῇ.
λεπτύνεται γάρ͵ γίνεται δ΄ αὖ ἐν πυρὶ
ὡς πνεῦμα ἑνωθεῖσα τῷ ἀνωφερεῖ.
καὶ πνεῦμα ὥσπερ <σῶμ΄ ἀ> σωματούμενον
κρατούμενόν τε ψηλαφούμενον χεροῖν
οὐκ ἰσχύει ποιεῖν τις͵ εἰ μὴ πρότερον
τὸ σῶμα ἐκλεπτυνθὲν ὥσπερ πνεύματος
λεπτὴ φύσις καὶ δειχθὲν ἰσχνὸν͵ μὴ ἔχον
ὕλης ὅλως τι λεῖμμα μᾶλλον δ΄ ὡς φανὲν
ὅμοιον ὧδε τοῦ ἐν ᾧ πάλιν τοι γάρ.
οὕτως γὰρ ἡ μὴ οὖσα σῶμα γίνεται
ἐκτὸς κόπου μόρφωσις ἔνσωμος θέσει
μορφουμένη τάχιστα καὶ προσλαμβάνει
τοῦ σώματος [τοῦθ΄] κάλλος ὅρασ<ιν>
εἰκόνος.
φαίνει ἐν αὐτῇ λαμπρὰν ὡς ἀλουργίδα
ἄνακτος εὔχρουν φαιδρὰν ἔκστιλβον λίαν
ἔχουσα συγγένειαν ὡς ἀσώματος
πρὸς τὴν ἀσώματόν τε καὶ μετάρσιον
ταύτην μίαν γάλακτος εἰκονίζεται.
ὡς ἀστραπημόρφῳ γὰρ εἴδει καὶ γένει
λευκῆς σελήνης͵ τὴν δὲ καὶ ἀσπάζεται͵
κρατουμένη τε καὶ φιλουμένη πάλιν
κρατεῖ͵ φιλεῖ τέρπουσα καὶ τερπομένη
ἀλλήλας αἱ φύσεις δὲ οἷαπερ φίλαι
κρατοῦσι καὶ μορφοῦσι τῇ σφῶν εἰσκρίσει
τοῦ σώματος. ψυχὴ γὰρ ἐκχωρίζεται
τέχνῃ μόνῃ͵ ὡς οἶδεν ὄντως πάνσοφος
ἀνὴρ τὰ θεῖα ὥσπερ ἐξησκημένος.
ταυτὴν λαβὼν φύλαττε σώματος δίχα
ῥύψας μέλανσιν ἔνδον ὡς κεκρυμμένην.
αὕτη καλύψει κάλλος ἔκλαμπρον σκότει.
ῥείθροις κάθαιρε ὡς χιόνα δ΄ αὖ ψυχὴν
τόν τε ζόφον καὶ ἀχλὺν ἔκπλυνον πάλιν
εἰς φῶς φέρων͵ ἄγεις γὰρ εἰς εὐοπτίαν
ἀμηχάνου αἴγλης τε δόξης φωσφόρου.
τὴν ἐμφωλεύουσαν γὰρ εἰ ὅλως λάβῃς
ἔνδον φύσιν κάλυμμα σώματος πάχος
ἔχουσαν ὡς τείχισμα͵ μέλανσιν σκότους͵
καὶ τῆσδε ἄρδην ἀχλὺν ὡς σοφὸς λύσῃς
τεχνουργικῶς λειῶν τε καὶ πλύνων πάλιν͵
μὴ ἀσχολούμενος δὲ τοῖς πολλοῖς κόποις͵
ἀλλ΄ εὐφυῶς κάθαρσιν οἰκείως φέρων.
ποιῶν κυβερνωμένην εἰς θεῖον νᾶμα
καὶ εἰς πῦρ εἰσάγων δὲ τῷ ἰωμένῳ
καίοντι δ΄ αὖ ῥύπτοντι καὶ ὡς ἄργυρον
δεικνύντι καὶ πλύνοντι τοῦ σκότους μέλαν͵
ὄψει τάχιστα͵ ἣν ποθεῖς ἰδεῖν θέαν.
καὶ εἰς θάλασσαν βάψας ἐν ῥείθροις πλέειν
δείξεις κάτω τὴν οὖσαν οὐσίαν πάλιν
ὠκεανόχρουν αὖθις ἔκστιλβον͵ πλύνων͵
ἕως ἂν ἴδῃς γαῖαν οἷάπερ νᾶμα
λυθεῖσαν εἰς νέφος τε βαίνουσαν͵ ῥᾷον
ὑψουμένην͵ θέουσαν ἐν ῥείθροις ὅλην
μὴ δεικνύουσαν τῆς ὕλης τι παντελῶς͵
ἀλλ΄ ἢ μόνον τὴν φαιδρὰν εἰκόνος θέαν
τὴν πολύμορφον λευκότητα͵ ἣν ποθεῖς
κατοπτρίσασθαι καὶ θεάσασθαι ὅλην
κατεμβατεύουσαν μὲν εἰς ὕδωρ ῥέον
ὥσπερ χρυσέκλαμπρόν τε καὶ χρυσήλατον
νύμφην. χρυσαυγὲς τὸ πρόσωπον δείκνυσι
καὶ νήχεται στίλβουσα καὶ καλύπτεται
ἐν τοῖς Νείλου γλυκέσιν οἷα δὴ μέλι
ῥείθροις͵ νικῶσα ἡλίου δὲ φῶς <ἅ>παν
φαίνει ἄνωθεν μηδόλως κρυπτομένη.
ἔσωθεν ὡς ἔξωθεν ἐκλάμπει σέλας
καὶ τῶν βλεπόντων τὰς κόρας ἀμβλυωπεῖν
ποιεῖ͵ πόθῳ δὲ προσκαλεῖται πρὸς θέαν
βαβαὶ λέγουσα τῆς ἀσωματουμένης
καὶ προσμενούσης αὖθις οἷον πνεύματος
τὸ σχῆμα <καὶ> τὸ εἶδος ὡς μορφουμένης
καὶ μὴ ἐώσης πάμπαν ἀχλύος σκότος
φαίνειν ἐν αὑτῇ. μᾶλλον δ΄ ἐνδύει σέλας
εἰς φωτὸς αἴγλην λευκότητος ἐκτροπῇ.
ἰδοῦσα κείμενον δὲ ταύτης ὄργανον
ἄφωνον ἄψυχόν τε͵ μὴ κινούμενον
ὡς προσδοκοῦν δὲ τοῦ τάφου ἀνάστασιν
πολλῶν τιμωριῶν τε προσβολῇ μάχην͵
πρόεισι γοῦν χαίρουσα φαιδρῷ βλέμματι
καὶ λαμπρᾷ φωνῇ προσκαλεῖται κείμενον
τὸ σῶμα· οὕτω φησὶν ἔργοις͵ οὐ λόγοις·
Ἔξελθε βαῖνον ἐκ σκότους ὡς ἐξ ᾅδου͵
ἑκὰς βάλε σκότωσιν ἐκ σοῦ ἀχλύος͵
ῥῖψον φθορᾶς χιτῶνα [καὶ] πάλιν͵ ἔνδυμα
πρῴην ὅπερ σε εἶχεν ὡς κατάκριτον͵
δι΄ οὗ πυρώσεις πλείστας ὡς παχὺς φέρων
στέ<να>ξας͵ ὄφρα λεπτὸς ἐκφανθῇς ὅλως
ὡς πνεῦμα ἐκτραπῇς δὲ καὶ ζήσῃς πάλιν
σὺν τῇ ψυχῇ πάροιθεν ἐκ σοῦ ἐκστάσῃ͵
καὶ αὖθις ἐν σοὶ θᾶττον εἰσοικούμενον
εἴσδεξαι πνεῦμα τὸ τρίτον ὥσπερ στέφος.
νεκρὸς γὰρ ἦσθα τὸ πρὶν εἰς φθορὰν πέλων
τάφῳ κατῴκησάς τε νεκρὸς͵ ἄψυχος͵
ἄμορφος͵ ἄπνους͵ μηδόλως κάλλος φέρων͵
νικώμενος παλαίστρᾳ καὶ φεύγων πάλην͵
ἡττώμενος μάχῃ τε συμπλοκῆς ὅλης
τὴν ἧτταν ὥσπερ φεύγων ἐμφαίνων πᾶσι.
κρατούμενος γὰρ ἔνδον οὐκ ἀεὶ μένεις͵
φεύγεις βελῶν δὲ προσβολὴν ἔξω πλέων͵
νήχεις ὕπερθεν ὑγρᾶς οὐσίης͵ ὅλως
οὐχ ἵσταται πρὸς θῆλύ σοι ἑνούμενον
μίξει γὰρ ὡς γέγηθας͵ οὕτως οὐ μένεις
μάχης πάλη θηλείας͵ ἀλλὰ φθείρῃ τε
ὡς χνοῦς ὑπ΄ αὐτῆς κείμενος ὥσπερ μέλας͵
καλύπτεταί σου κάλλος ἔκλαμπρον τάφῳ͵
ταῖς κειρίαις δὲ νεκρὸς ἄπνους͵ ἄψυχος͵
εἱλίσσῃ μὲν πρόσωπον ἐκφαίνων μόνον.
ἐρριμ<μ>ένος γυμνὸς δὲ τοῖς ὁρῶσί σε
ἄφωνος οὕτως φαίνῃ τὸ ζῆν προσδοκῶν
ἔργοις λέγων· ποῦ ἐστιν ἡ ζῶσα ψυχή;
ἐμοῦ <γὰρ> ἀποστᾶσα πρὶν ἔξελθε
ζῶσα.
σῇ εἰσκρίσει με δεῖξον ἔκστιλβον πάλιν.
τὴν εἰκόνα χρανθεῖσαν ἐν ζόφῳ σκότους
ἐμὴν πλύνασα σμῆξον ἀφράστως πλέον͵
ὅπως γένωμαι φαιδρὸν οἰκητήριον
σοῦ͵ ὦ ψυχή͵ ἔκλαμπρον ἠγλαϊσμένον͵
μηδὲν ῥύπου σκότωσιν ἢ μελάνσεως
ἀχλὺν φέρον͵ μᾶλλον δὲ͵ ὥσπερ φῶς
νέμ<ον>
τὰς ἀκτῖνας καὶ εἶδος ἄσκιον χέον.
νικητικὸν τὸ στέμμα συγκομίσομαι
πάλιν νικήσας τὸν νικήσαντα πλοκῇ
τρέψας τε δείξω οἶκον ἔκλαμπρον μένειν
εἰς αὐτὸν ὡς οἰκίον ἀμφοῖν ἄξιον
τοῦ πνεύματός τε καὶ καθαρτικῆς ψυχῆς.
οὕτως γὰρ οἱ τρεῖς προσπλακέντες εἰς μίαν
ἕνωσιν πόθου ἀρραγοῦς στερεμνίου
φίλτρου τε οἰκήσουσιν ἐν μίξει μιᾷ
σῶμα͵ ψυχὴ καὶ πνεῦμα μὴ νικώμενα
τῇ εἰσκρίσει͵ μᾶλλον δὲ κοσμοῦνται πλέον
φάει τε πυρμαχοῦντα πῦρ βαπτείνοντα
βάψαι θέλουσι͵ πάμπαν οὐ δεδοίκασιν
ὡς τρίπλοκον τείχισμα καὶ στερέμνιον
ἄλληλα συνδέοντα τέσσαρσι στίχοις
τῶν στοιχείων τῇ ἀκραποιᾷ συνθέσει.
[τῇ εἰσκρίσει μένοντα καὶ τὰ σώματα
βάπτοντα καὶ μορφοῦντα παντοίαν χρόαν].
τὸ ἐκ <πυρὸς> γὰρ στοιχεῖον
εἰσέρχεται
εἰς πῦρ νικῶν ἔκκαυσιν ὡς καὶ τὴν φλόγα͵
ὥστε μορφοῖ λαμπρύνει <πῦρ> τὸ
στοιχεῖον.
αὖθις τὸ ἐκ τῆς <ὑγρᾶς οὐσίας> πέλον
πᾶσαν φύσιν τυχθεῖσαν αὖ ἐ<κ> νέκταρος.
τὸ στοιχεῖον <γαίας> δὲ βάπτει σῶμα
πᾶν
γεννηθὲν ἐκ τῆς ξηρᾶς͵ ὡς καὶ λαμπρύνει.
τὸ θερμὸν ὑγρὸν στοιχεῖον δ΄ αὖ ὡς
<ἀὴρ>
εἰσέρχεται τάχιστα καὶ εἰς σώματα
βάπτον φυλάττον κάλλος ὥρας σώματος.-
Οὕτως γὰρ͵ ὦ ἄνθρωπε͵ ταῦτα σκευάσας
ἔσῃ τέλειος͵ ἀγχίνους͵ λίαν σοφὸς
ἀνὴρ͵ φέρων ἐνεργὸν εἰς πρᾶξιν λόγον͵
μηδὲν κενὸν φρονῶν τε τῶνδέ μου ἐπῶν͵
μηδ΄ αὖ φρένας σου ἐκτρέπων ἐξ ὧν ἔφην
σοφῶν μεγίστων͵ ὥσπερ εἰς ἃ μὴ θέμις
ἀπασχολούμενος σὺ πολὺν εἰς κόπον
ἄκαιρον ὄλβον͵ σοὶ δὲ μηδὲν <ἐκ>φέρων͵
μᾶλλον δέ σοι ἀκερδὲς ἔργον γίνεται.
πείσθητί μοι λέγοντι καὶ ζήτει ῥοπῆς
ἄνωθεν ἐμπνευσθεῖσαν ἐλθεῖν σοι χάριν͵
μηδὲν φρονῶν γεῶδες ἢ βίον ποθῶν
τὸ<ν> φθαρτόν· ὡς οὐδὲν <γὰρ> ἔσται καὶ σκιὰ
παρέρχεται. ὅλως γὰρ οὕτως τῶν βροτῶν
ἡ δόξα καὶ ὁ πλοῦτος ἄρδην ὄλλυται͵
μένει δὲ πίστις͵ ἐλπὶς ὥσπερ καὶ πόθος
θεῖος δι΄ ἔργων φωτὸς ἐκτελούμενος.
ἐγὼ γὰρ οὐκ ἔκρυψα τοῦ ζητουμένου
τὴν γνῶσιν͵ ἀλλ΄ ἔδειξά σοι τὴν σύντομον
καὶ πάνσοφον τέχνης τε τὴν ἐμπειρίαν
καὶ πρᾶξιν ὡς εὔληπτον οὖσαν εὔκολον͵
μύησιν εὐσύνοπτον ἐγκρίτων σοφῶν
ἀνδρῶν τελείων γυμνασάντων τοῖς πόνοις
τῶν ἐνθέων ἔργων καὶ ἐσθλῶν πράξεων
τὸν νοῦν τε καὶ λογισμὸν εἰς θεωρίαν͵
ὁρᾶν σοφιστικῆς τε καὶ τῆς πρακτικῆς
τῶν ῥητόρων ῥηθεῖσαν ἰσχνῶς τοῦ νοὸς
θεωρίαις τὴν πρᾶξιν ἀψευδῆ ὅλως
φέρουσαν εἰς δήλωσιν ἔργων <τῶν>
σοφῶν.
καὶ εἰ μὲν ἀγχίνους τε καὶ λίαν σοφὸς
καὶ ἐξεταστὴς ὧν ἔφη λόγων γένῃ
τῶν κειμένων πάντων μὲν ἐν βίβλοις σοφῶν͵
ἔσῃ τὸ κέρδος πρὸς πορισμὸν εὑρηκὼς
εἰς ἀμπλακημάτων δὲ λύτρωσιν φέρον
καὶ τῆς ἀλήκτου χαρμονῆς κληρουχίαν.
νέκρωσον οὖν τὸ σῶμα δουλεύων θεῷ͵
ψυχὴν πτέρωσον ἐμπόνως πρὸς ἔνθεον
θεωρίαν͵ ὡς μηδὲν ἐξ ὧν οὐ θέμις
πράττειν θελήσεις ἢ λογίζεσθαι ὅλως.
ψυχῆς γὰρ ἰσχύς ἐστιν ἀνδρεία φρενῶν͵
σώφρων λογισμὸς καὶ φρόνησις τοῦ νοὸς
παθῶν τε πάντων ῥύψις͵ ὡς καὶ ἡδονῶν
τοῦ σώματος τὸ αἶσχος ἐκπλύνων ῥοαῖς
ἐξ ὀμμάτων σου δακρύων καὶ καρδίας
ἄλγους πόνου τε τὸν στεναγμὸν προσφέρων
φλόγας γεέννης καὶ λογίζου τὴν κρίσιν.
οὕτως βιῶν γὰρ ἀξιωθήσῃ βλέπειν
τὸ φῶς τὸ ἄσκιόν τε καὶ ἀΐδιον
ὕμνοισι δόξαν προσφέρων ἐκ χειλέων
σὺν ἀγγέλοις τὸν αἶνον ὑψίστῳ θεῷ
ὑψιμέδοντι παντάνακτι ἐμφρόνως
τῷ πατρὶ σὺν λόγῳ τε θείῳ πνεύματι
εἰς ἀπείρονας καὶ αἰωνίους κύκλους͵
ἀϊδίους αἰῶνας αἰώνων. ἀμήν.
στίχοι τκβ