Ποσείδιππος
ο κωμικός ήταν ποιητής του 3ου αιώνα π.Χ. από την Κασσάνδρεια της Χαλκιδικής.
Για
πρώτη φορά παρουσιάζεται σε ποιητικό αγώνα το 290 π.Χ. και είναι γνωστό (από
επιγραφή που διασώθηκε) ότι πήρε συνολικά τέσερα βραβεία σε δραματικούς αγώνες.
Έγραψε
30 έργα, όμως σώθηκαν αποσπάσματα ή τίτλοι μόνο από 19.
Οι
κωμωδίες του Ποσείδιππου γνώρισαν μεγάλη επιτυχία καθώς είχε δημιουργήσει ένα
νέο κωμικό πρόσωπο, τον δούλο μάγειρο, (μορφή που είχε πρωτεύοντα ρόλο).
Αρκετές
κωμωδίες του μεταφράσηκαν και στα λατινικά.
Ήταν
ευκατάστατος και ένας ανδριάντας του είχε στηθεί σε ένδειξη εκτίμησης για το
έργο του (σήμερα ο ανδριάντας αυτός φυλάσσεται στο Βατικανό).
Όλα
τα αποσπάσματα από τα έργα του που διασώθηκαν:
ΑΝΑΒΛΕΠΩΝ
1ἐγὼ μάγειρον λαμβάνων ἀκήκοα
τὰ τῶν μαγείρων πάντα καθ΄ ἑκάστου κακά.
ἀντεργολαβοῦντες ἔλεγον ὁ μὲν ὡς οὐκ ἔχει
ῥῖνα κριτικὴν πρὸς τοὔψον͵ ὁ δ΄ ὅτι τὸ στόμα
πονηρόν͵ ὁ δὲ τὴν γλῶτταν εἰς ἀσχήμονας
ἐπιθυμίας . . . . . .
. . .
. . . ἔνιά τε τῶν ἡδυσμάτων͵
κάθαλος͵ κάτοξος͵ χναυστικός͵ προσκαυστικός͵
καπνὸν οὐ φέρων͵ πῦρ οὐ φέρων. ἐκ τοῦ πυρὸς
εἰς τὰς μαχαίρας ἦλθον· ὧν εἷς οὑτοσὶ
διὰ τῶν μαχαιρῶν τοῦ πυρός τ΄ ἐλήλυθεν.
ΑΠΟΚΛΗΙΟΜΕΝΗ
2ταυτὶ μὲν οὖν τοιαῦτα· συμβαίνει δέ τι
νῦν μοι διακονοῦντι παρὰ τῷ δεσπότῃ
ἀστεῖον· οὐχ ἁλώσομ΄ ἐκφέρων κρέας.
3 ἑψητὸν ἀγοράζειν τινά
4 ὦ Λακιάδαι
5 τηγανίζεσθαι
ΑΡΣΙΝΟΗ
6 βοῦς ἕβδομος
ΓΑΛΑΤΗΣ
7 κόρακι κλῄεθ΄ ἡ θύρα.
ΔΗΜΟΤΑΙ
9 νεανισκεύεται
ΕΠΙΣΤΑΘΜΟΣ
10 σκηνάς͵ ὄχους͵
ῥίσκους͵ ἀορτάς͵ τάχανα͵ λαμπήνας͵ ὄνους.
ΕΡΜΑΦΡΟΔΙΤΟΣ
11 υἱὸν τρέφει πᾶς κἂν πένης τις ὢν τύχῃ͵
θυγατέρα δ΄ ἐκτίθησι κἂν ᾖ πλούσιος.
ΕΦΕΣΙΑ
12 Φρύνη πρὸ ἡμῶν γέγονεν ἐπιφανεστάτη
πολὺ τῶν ἑταιρῶν· καὶ γὰρ εἰ νεωτέρα
τῶν τότε χρόνων εἶ͵ τόν γ΄ ἀγῶν΄ ἀκήκοας.
βλάπτειν δοκοῦσα τοὺς βίους μείζους βλάβας
τὴν ἡλιαίαν εἷλε περὶ τοῦ σώματος͵
καὶ τῶν δικαστῶν καθ΄ ἕνα δεξιουμένη
μετὰ δακρύων διέσωσε τὴν ψυχὴν μόλις.
ΚΩΔΩΝ
13 τὸν παῖδ΄ ἄνω σπεύδοντα πρὸς τὸ τελώνιον
ΛΟΚΡΙΔΕΣ
14 ὥρα περαίνειν· ἐγχέλεια͵ καράβους͵
κόγχας͵ ἐχίνους προσφάτους͵ μηκώνια͵
πίνας͵ τραχήλους͵ μύας.
ΜΕΤΑΦΕΡΟΜΕΝΟΙ
15 ὥστ΄ ἐν ἡμέραις δέκα
εἶναι δοκεῖν Ζήνωνος ἐγκρατέστερον.
16 κυβίων
17 Κύπριον
ΜΥΡΜΗΞ
18 ὧν τοῖς θεοῖς ἄνθρωπος εὔχεται τυχεῖν
τῆς εὐθανασίας κρεῖττον οὐδὲν εὔχεται.
19 οὕτω τι πολύπουν ἐστὶν ἡ λύπη κακόν.
ΟΜΟΙΟΙ
20 ἔργον γε λύπην ἐκφυγεῖν͵ ἡ δ΄ ἡμέρα
ἀεί τι καινὸν εἰς τὸ φροντίζειν φέρει.
ΠΑΙΔΙΟΝ
21 τὸ ἑφθοπώλιον
ΠΟΡΝΟΒΟΣΚΟΣ
22 ὁ μὴ πεπλευκὼς οὐδὲν ἑόρακεν κακόν·
τῶν μονομαχούντων ἐσμὲν ἀθλιώτεροι.
ΣΥΝΤΡΟΦΟΙ
23 ἐβάδιζες ἔξω τῶν πυλῶν μάγειρος ὤν;
Β. ἐντὸς πυλῶν γὰρ ἂν μένων ἄδειπνος ἦν.
Α. πότερ΄ οὖν ἀφεῖσαι; Β. κατ΄ ἀγορὰν ἐργάζομαι·
ἐπρίατο γάρ τις ὁμότεχνός με γνώριμος.
24 ἔνδοθι προνομεύειν ὄρμενα
ΦΙΛΟΠΑΤΩΡ
25 ἐθισμός
ΧΟΡΕΥΟΥΣΑΙ
26 μαθητὰ Λεύκων οἵ τε συνδιάκονοι
ὑμεῖς· ἅπας γάρ ἐστιν οἰκεῖος τόπος
ὑπὲρ τέχνης λαλεῖν τι· τῶν ἡδυσμάτων
πάντων κράτιστόν ἐστιν ἐν μαγειρικῇ
ἀλαζονεία· τὸ καθ΄ ὅλου δὲ τῶν τεχνῶν
ὄψει σχεδόν τι τοῦθ΄ ἡγούμενον.
ξεναγὸς οὗτος͵ ὅστις ἂν θώρακ΄ ἔχῃ
φολιδωτὸν ἢ δράκοντα σεσιδηρωμένον͵
ἐφάνη Βριάρεως͵ ἂν τύχῃ δ΄ ἐστὶν λαγώς.
ὁ μάγειρος ἂν μὲν ὑποδιακόνους ἔχων
πρὸς τὸν ἰδιώτην καὶ μαθητὰς εἰσίῃ͵
κυμινοπρίστας πάντας ἢ λιμοὺς καλῶν͵
ἔπτηξ΄ ἕκαστος εὐθύς. ἂν δ΄ ἀληθινὸν
σαυτὸν παραβάλλῃς͵ καὶ προσεκδαρεὶς ἄπει.
ὅπερ οὖν ὑπεθέμην͵ τῷ κενῷ χώραν δίδου.
καὶ τὰ στόματα γίνωσκε τῶν κεκλημένων·
ὥσπερ γὰρ εἰς τἀμπόρια͵ τῆς τέχνης πέρας
τοῦτ΄ ἔστιν͵ ἂν εὖ προσδράμῃς πρὸς τὸ στόμα.
διακονοῦμεν νῦν γάμους. τὸ θῦμα βοῦς͵
ὁ διδοὺς ἐπιφανής͵ ἐπιφανὴς ὁ λαμβάνων.
τούτων γυναῖκες ἱέρειαι τῇ θεᾷ θεοί͵
κορύβαντες͵ αὐλοί͵ παννυχίδες͵ ἀναστροφή·
ἱππόδρομος οὗτός ἐστί σοι μαγειρικῆς.
μέμνησο καὶ σὺ τοῦτο.
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
27 ἰδιώτης μέγας
αὐτοῖς ὁ Σεύθης. οἶσθα δ΄͵ ὦ βέλτισθ΄͵ ὅτι
ἀγαθοῦ στρατηγοῦ διαφέρειν οὐδὲν δοκεῖ.
οἱ πολέμιοι πάρεισιν· ὁ βαθὺς τῇ φύσει
στρατηγὸς ἕστηκεν͵ τὸ πρᾶγμ΄ ἐδέξατο.
πολέμιός ἐστι πᾶς ὁ συμπίνων ὄχλος.
κινεῖ γὰρ ἁθρόος οὗτος· εἰσελήλυθεν
ἐκ πέντε καὶ δέχ΄ ἡμερῶν προηλπικὼς
τὸ δεῖπνον͵ ὁρμῆς μεστός͵ ἐκλελυμένος͵
τηρῶν πότ΄ ἐπὶ τὰς χεῖρας οἴσει τις. νόει
ὄχλου τοιούτου ῥαχίαν ἠθροισμένην.
28 Ἑλλὰς μέν ἐστι μία͵ πόλεις δὲ πλείονες·
σὺ μὲν ἀττικίζεις͵ ἡνίκ΄ ἂν φωνὴν λέγῃς
αὐτοῦ τινές͵ οἱ δ΄ Ἕλληνες ἑλληνίζομεν.
τί προσδιατρίβων συλλαβαῖς καὶ γράμμασιν
τὴν εὐτραπελίαν εἰς ἀηδίαν ἄγεις;
29 ναοὶ δύ΄ εἰσὶ καὶ στοά͵ καὶ τοὔνομα͵
καὶ τὸ βαλανεῖον͵ καὶ τὸ Σαράβου κλέος͵
τὸ πολὺ μὲν ἀκτή͵ τοῖς δ΄ Ἐλευθερίοις πόλις.
30 οὐδεὶς ἀλύπως τὸν βίον διήγαγεν
ἄνθρωπος ὤν͵ οὐδὲ μέχρι τοῦ τέλους πάλιν
ἔμεινεν εὐτυχῶν.
31 τὴν χλανίδα πάντες͵ ὡς ἔοικεν͵ οὐκ ἐμὲ
προσηγόρευον· οὐδὲ εἷς νῦν μοι λαλεῖ.
32 διὰ τὴν τέχνην μὲν γνωρίμους ἐκτησάμην
πολλούς͵ διὰ τὸν τρόπον δὲ τοὺς πλείστους φίλους.
33 οὐκ ἔργον ἐστὶν εὖ λέγειν͵ ἀλλ΄ εὖ φρονεῖν·
πολλοὶ γὰρ εὖ λέγοντες οὐκ ἔχουσι νοῦν.
34 διψηρός͵ ἄτοπος ὁ μυρίνης ὁ τίμιος.
36 προσέκοψε τῷ ἀνθρώπῳ
37 τὸ τῆς ἐλαίας δένδρον
38 ὀνυχιστήρια λεπτά
39 ἄθετος
40 αὐθέκαστος
41 ἡ ἔπηλις
42 ἐπίχαρμα
43 κακοπρόσωπος
44 κύφωνες