Ανώνυμος: ΕΤΥΜΟΛΟΓΙΑ ΤΟΥ ΑΛΦΑΒΗΤΟΥ


Α. Ἄλφα πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ ἄλφω τὸ εὑρίσκω· ἢ παρὰ τὸ Ἄλεφ ὃ δηλοῖ τὸ μάθε· ἢ παρὰ τὸ ἀλοφῶ τὸ μανθάνω· ἢ παρὰ τὸ ἄλ φᾶ Γεργεσινῶν͵ ὃ σημαίνει͵ ἆρον φᾶ· κατ΄ ἀρχᾶς προτρεπόμενον τὸν παῖδα ἆραι καὶ τραφῆναι γνῶσιν τὴν τῶν γραμμάτων. καὶ διάτι προτάσσει τὸ ἄλφα τῶν ἄλλων πάντων γραμμάτων; διότι ἡ γνῶσις τῶν γραμμάτων βρῶσις καὶ τροφὴ λέγεται· τὸ δὲ ἄλφα κατὰ Γεργεσαίους ἆρον καὶ τραφῆναι λέγεται. διὸ καὶ προτέτακται τῶν ἄλλων πάντων γραμμάτων· σημαίνει γὰρ τὸ Αλ τὸ ἆρον͵ γεύσου δὲ τὸ φάγε· καὶ πάλιν· διάτι προτάσσει τὸ Ἄλφα τῶν ἑτέρων εἴκοσι τριῶν γραμμάτων; διότι ἀφ΄ ἑαυτοῦ ἄρχεται͵ καὶ εἰς αὐτὸ καταλήγει· εἰ γὰρ ὁλογράφος· αὐτὸ τιθῇς͵ αὐτὸ μὲν ἄρχειν εὑρήσεις ὁμοίως καὶ λήγειν· ἐνκαρδίως δὲ κέκτηται τὸ φ.

Β. Βῆτα πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ βῶ τὸ βαίνω͵ ἐν τοῖς μαθήμασιν. καὶ ἄλλως. Βάττα τὸ ἴχνος͵ καὶ τροπῇ τοῦ ᾶ εἰς ἡ βῆτα· διὰ ταύτην γὰρ τὰ ἴχνη ἡμῶν προβαίνουσιν ἐν τοῖς γράμμασιν· καὶ ἄλλως· Βάσσα κατὰ Δωρυείους τὸ βυσσίον͵ ὃ λέγεται βυκιόν ͵ καὶ τροπῇ τοῦ σ εἰς τ͵ βάτα· καὶ αὖθις ἡμεῖς τατῶν Δωρυέων ἄλφα εἰς κάππα τρέπομεν͵ καὶ γίνεται βῆτα· βρύσιν ἔτες τὸ ἄλφα· τὸ βῆτα δὲ͵ καθὰ βυκκίον· καὶ τοῦτο͵ πρὸς τὴν βρύσιν εἰσερχόμενον͵ ἀντλεῖ ἡμῖν ὕδωρ τῆς γνώσεως. Τί ἐστι βῆτα; βάσις μαθήσεως τῶν γραμμάτων· τί ἐστιν βάσις; βάσις λέγεται καὶ ἡ ἀναβάθρα· ἤτουν ἡ ἀναβάταξις. βάσις δὲ λέγεται καὶ ἡ ἔμβασις τινὸς πρός τινα τέχνην͵ ἣν ἡ βῆτα σημαίνει· διὰ ταύτην γὰρ ἐμβαίνομεν πρὸς τὴν μάθησιν͵ παρελθόντες τὸ ᾶ.

Γ. Τί ἐστι γάμα;
Γάνωσις τῶν γραμμάτων ἡδύτητος͵ ἤγουν γλυκύτητος· πόθεν Γάμα;
παρὰ τὸ γαἲμ ͵ ὃ δηλοῖ τὴν γεῦσιν τῶν γραμμάτων γλυκύτητος.

Δ. Δέλτα πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ δὰλθ. Δὰλθ γὰρ λέγεται ὁ τέταρτος οὐρανὸς͵ διὸ καὶ τὸ τέταρτον στοιχεῖον δέλτα προσαγορεύεται.

Ε. Ε πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ ῆ τὸ ἔειν καὶ φωτίζειν τὰς πέντε αἰσθήσεις ἡμῶν͵ ἐξ οὗ καὶ ἕως τὸ φῶς.

Ζ. Ζῆτα πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ ζεὶθ. ζεὶθ γὰρ λέγεται ὁ ἕβδομος οὐρανός. διὸ καὶ τὰ γεννώμενα βρέφη τῷ ἑβδόμῳ μηνὶ ζῶσι μὴ βλαβούμενα.

Η. ῏Ητα πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ ἣθ͵ ὃ δηλοῖ τὸ σχῆμα͵ ἐξ οὗ καὶ ἦθος καὶ εὐκοσμία.

Θ. Θῆτα πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ Θώθ· Θὼθ δὲ λέγεται τὸ πέταλον τῶν παλαιῶν ἱερέων.

Ι. Ἰῶτα πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ Ἰὼδ δὲ ἠλεῖ ὄτης τοῦ νοός· διὸ καὶ ἐν τῷ τελείῳ ἀριθμῷ τοῦ ψήφου τῶν γραμμάτων ἰῶτα προετέθη.

Κ. Κάππα πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ Καῦ· Καῦ δὲ ὁ αἰθὴρ λέγεται͵ ἤγουν τὸ οὐράνιον πῦρ· διὸ καὶ καῦμα ἡ θερινὴ θερμασία.

Λ. Λάμβδα πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ λάβ· λὰβ δὲ τὸ διὰ μέσου τοῦ οὐρανοῦ καὶ τῆς γῆς χάσμα λέγεται.

Μ. Μῖ πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ Μᾶν ὃ σημαίνει τὴν οὐράνιον τροφήν.

Ν. Ν πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ Νᾶν͵ ὃ δηλοῖ τὸν ἄρτον· καὶ γὰρ πέραι νᾶν τὸν ἄρτον λέγουσιν· διὸ καὶ ἱνιν ἐν τῷ ἀρότρῳ σιδήριον͵ ὡς ἱνεῦον͵ ἤτοι ἀρτόδουλον.

Ξ. Ξ πόθεν ἐτυμολογεῖται;
Παρὰ τοῦ ξιφιαίου ἀστέρος· κατὰ μίμησιν γὰρ ἐκείνου γράφεται.

Ο. Ο πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ ὄειν κυκλοειδῶς. Ὀειδὸν γὰρ τὸν οὐρανὸν λέγομεν εἶναι͵ ἤτοι κυκλοειδῆ· διὸ καὶ τὸ ο οὕτως ἐκλήθη͵ ὡς κυκλοειδὲς καὶ αὐτὸ τυγχάνον.

Π. Π πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ πιάδας ἔχειν͵ ἤτοι ποιητικα κέντρα. Πιάδες γὰρ αἱ αὐτοῦ γραμμαὶ λέγονται.

Ρ. Ρῶ πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ ῥέειν τὴν αὐτοῦ γραμμὴν κάτω.

Σ. Σίγμα πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ κεῖσθαι αὐτῷ ὡς περση μαίαν πλαγίας· ἤτοι ὡς φλάμουλον κείμενον.

Τ. Ταῦ πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ τὼβ͵ ὃ δηλοῖ τὸ ἀγαθὸν.

Υ. Υ πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ ὑακὸς κεῖσθαι αὐτὸ͵ ἤγουν νεφελιακῶς͵ ὥσπερ ὕδατος πλῆρες.

Φ. Φ πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ φαεινῶς γράφεσθαι αὐτὸ͵ ὥσπερ φωτὶ ὠπτόμενον παρά τινος.

Χ. Χ πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ χέεσθαι αὐτὸ ἔνθεν κᾳκεῖθεν.

Ψ. Ψ πόθεν ἐτυμολογεῖται;
Παρὰ τὸ ψιακῶς γράφεσθαι αὐτὸ καὶ μιμεῖσθαι τὰς τοῦ αὐτοῦ ψιάς.

Ω. Ω δὲ ῶ τὸ μέγα͵ διπλασιασμὸς τοῦ ο τοῦ ο μικροῦ͵ διὸ καὶ μέγα ἐκλήθη. Ἐδιπλασιάσθη δὲ πρὸς ἀναπλήρωσιν τῶν εἴκοσι τεσσάρων ὡρῶν τοῦ νυχθημέρου.