11ον ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.47-1.52)


1.47 Τὸν μὲν οὖν ἥλιον ἴσμεν͵ τὸ δὲ ἓν οὐκ ἴσμεν͵ καὶ ἡ ἀπόφασις ὃ μὲν ἴσμεν ἀφαιρεῖ͵ ὃ δὲ ἀπολείπει οὐκ ἴσμεν. Καὶ ὁ Πλάτων δὲ οὐ πάντως οἴεται γνωστὸν τὸ ὄν· πρῶτον μὲν γὰρ ἐν Παρμενίδῃ φησίν· οὐδὲ γινώ σκεται ἄρα͵ καθόλου τὴν γνῶσιν ἀφαιρῶν͵ καὶ ἐν τῇ Πολιτείᾳ͵ καίτοι δοκῶν αὐτὸ γνώριμον ποιεῖν͵ ὅμως τὸ γινῶσκον καὶ γινωσκόμενον δεῖσθαί φησι τοῦ φωτός͵ ἵνα τῷ φωτὶ γανωθὲν τὸ δὲ ἀντιληπτικὸν οἷον τρανεστέρου γνωστοῦ γενομένου γανωθέντος. Δρᾷ γὰρ καὶ τὸ γνωστὸν εἰς τὸ γινῶσκον͵ οἷον διεγεῖρον αὐτὸ πρὸς τὴν οἰκείαν ἐνέργειαν. Εἰ δὴ γνωστὸν τὸ ἕν͵ δεῖ αὐτὸ γανωθῆναι τῷ φωτί· καίτοι πῶς ἂν γανωθείη τὸ ἓν ὑπὸ τοῦ οἰκείου φωτός; τὸ γὰρ τῆς ἀληθείας φῶς ἐν ἐκείνοις ἀπὸ τοῦ ἑνὸς ἀπορρεῖν. Ἀλλὰ μὴ ἡ ἔννοια ἡμῶν τοῦ ἑνὸς ἀντιλαμβανομένη τοῦ διωρισμένου πρὸς τὰ ἄλλα ἀντιλαμβάνεται. Διὸ καὶ συναναφαίνει τὴν τῶν πολλῶν ἀντίληψιν͵ ὥστε κἂν συνέλωμεν͵ ἐπὶ τῆς αὐτῆς ἐννοίας ὀχούμεθα τῆς πρὸς τὰ πολλὰ ἀντι κειμένης. Τοῦ δὲ ἑνὸς ἡ ἔννοια ὀφείλει ἀναντίθετος εἶναι καὶ μία παντελής͵ καὶ ἡ συναίρεσις δὲ πρὸς τὸ ἑνιαῖον ἀνάξιον· καὶ τὰ πάντα κατὰ τὸ ἓν τοῦ τοιούτου ἐστὶν ἑνός͵ ἐπειδὴ καὶ τὸ ὄν͵ πάντα κατὰ τὸ ἡνωμένον καὶ τὸ ἁπλούστατον͵ τοῦτό ἐστιν ὃ πρὸ τῶν πολλῶν ἐστι προσεχῶς. Ὡς γὰρ ἄπολυ τὸ ἁπλοῦν λέγεται͵ ἐκεῖνο δὲ τῶν πολλῶν ἑνάδων ἐπέκεινα͵ μετ΄ αὐτὸ γὰρ ἡ διάκρισις· ὡς γὰρ τῶν ἡνωμένων ἁπλούστατόν ἐστι τὸ πάντη ἡνωμένον καὶ ἀδιάκριτον͵ οὕτω καὶ τῶν ἑνῶν ἁπλούστατον τὸ ὑπερούσιον ἡνωμένον ἐστὶ καὶ ἑνιαῖόν γε ἡνωμένον͵ εἰ χρὴ οὕτω φάναι· τὸ δὲ ἁπλῶς λεγόμενον ἓν καὶ ὑπὲρ ταύτην ἐστὶ τὴν ἀνάπλωσιν͵ ὥστε καὶ τὸ ἔσχατον αὐτῆς ἂν εἴη τὸ ὄν͵ ὃ δὴ καὶ ἑνιαῖόν φαμεν.

Ἐπισκεπτέον δὲ μήποτε καὶ τὸ ἡνωμένον οὔπω γνωστόν· συνῄρηται γὰρ ἐν αὐτῷ καὶ οἷον συγκέχυται μετὰ τῶν ἄλλων ἀδιακρίτως τὸ γνωστόν͵ ὥστε πᾶν μὲν ὁμοῦ καὶ ἓν συναίρεμα τῶν πάντων͵ οὔπω δὲ ἕν τι ἤδη τὸ

1.48 γνωστόν͵ ὡς καθ΄ αὑτὸ φαινόμενον. Πρὸς μὲν δὴ τὰ εἰρημένα τοιαῦτα ἄν τις ἀπορήσειεν͵ χωρὶς δὲ τούτων αὐτὸ καθ΄ αὑτὸ σκοποῦντες τὸ πρόβλημα λέγωμεν εἰ δυνατὸν τόγε ἓν ἁπλῶς εἶναι γνώριμον. Εἰ τοίνυν τὸ ἓν αὐτὸ μόνον ἐστὶ τὸ ἓν καὶ οὐδὲν ἄλλο τῶν πάντων͵ οὔτε κατὰ μέθεξιν͵ ὅτι μηδὲν πρὸ αὐτοῦ͵ οὔτε καθ΄ ὕπαρξιν͵ ὅτι ἕν͵ οὔτε κατ΄ αἰτίαν͵ ὅτι μηδὲ αἰτίαν ἔχει ἐν ἑαυτῷ τῶν ἀπ΄ αὐτοῦ τινος͵ οὐδὲν γάρ τι ἐκεῖ παρὰ τὸ ἕν͵ πῶς αὐτὸ φήσομεν ἓν καὶ γνωστόν; οὔτε γὰρ ταὐτὸν γνωστὸν καὶ ἕν͵ οὔτε εἰ ἕτερον ἔτι ἕν. Καὶ μὴν εἰ γνωστὸν͵ ἢ κατὰ μέθεξιν͵ καὶ ἔσται πρὸ αὐτοῦ καθ΄ ὕπαρξιν τὸ γνωστόν͵ ἢ κατ΄ αἰτίαν͵ καὶ οὔπω γνωστόν͵ μετ΄ αὐτὸ δὲ καὶ ἀπ΄ αὐτοῦ γνωστόν͵ ἢ καθ΄ ὕπαρξιν͵ καὶ οὐκ ἔστιν ἐκεῖνο καθ΄ ὕπαρξιν͵ ἀλλὰ τὸ συναμφότερον ἓν γνωστόν͵ ὥστε ἓν κατὰ μέθεξιν͵ εἴ γε ἐν τῷ συναμφοτέρῳ τὸ καθ΄ ὕπαρξιν. Ἔτι τοίνυν εἰ τὸ ἓν ἐκεῖνο πάντα ἐστὶ καὶ πᾶν͵ ὡς Λῖνός τε καὶ Πυθαγόρας ἐλεγέτην͵ τόδε πάντα εἶναι οὐκ ἔστι τόδε τι εἶναι͵ τόδε γνωστὸν εἶναι͵ τόδε τί ἐστιν εἶναι͵ δῆλον τὸ συμβαῖνον͵ ὅτι τὸ πάντα ὂν οὐκ ἔστι γνωστόν. Ἔτι τὸ γνωστὸν ἐφετόν ἐστι τοῦ γνωστικοῦ· ἡ ἄρα γνῶσις ἐπιστροφή ἐστι τοῦ γνωστικοῦ πρὸς τὸ γνωστόν· πᾶσα δὲ ἐπιστροφὴ συναφή ἐστι· συνάπτει δὲ τὸ αἰτιατὸν τῷ αἰτίῳ ἢ κατὰ γνῶσιν͵ ἢ κατὰ ζωήν͵ ἢ κατὰ τὸ εἶναι αὐτό. Πρὸ τῆς μὲν ἄρα κατὰ γνῶσιν ἐπιστροφῆς ἡ κατὰ ζωήν͵ πρὸ δὲ ταύτης ἡ κατ΄ οὐσίαν͵ πρὸ δὲ τῶν οὕτω διῃρημένων ἐστὶν ἡ ἁπλῶς ἐπιστροφή τε καὶ συναφή. Καὶ ἢ ταὐτὸν οὖσα τῇ ἁπλῶς γνώσει͵ ἢ τόγε ἀληθέστερον͵ καὶ πρὸ ταύτης ἡ ἕνωσις. Ἐπειδὴ καὶ τὸ ἓν πρό τε νοῦ καὶ ζωῆς καὶ οὐσίας (καὶ τῆς ἑνιαίας φημί)͵ ἑκάστης ἐπέκεινα ἄρα γνώσεως ἡ ἕνωσις· τὸ ἄρα πρὸς τὸ ἓν ἐπιστρεφόμενον οὔτε ὡς γνωστικὸν οὔτε ὡς πρὸς γνωστὸν ἐπιστρέφεται͵ ἀλλ΄ ὡς ἓν πρὸς ἓν δι΄ ἑνώσεως͵ ἀλλ΄ οὐ διὰ γνώσεως· καὶ γὰρ ἔδει πρὸς τὸ πρῶτον διὰ τῆς πρώτης ἐπιστρέφεσθαι ἐπιστροφῆς· οὐκ ἔστι

1.49 δὲ πρώτη ἡ γνῶσις͵ ἀλλὰ τοὐλάχιστον τρίτη· μᾶλλον δὲ ἡ κοινὴ τῶν τριῶν· τὸ δὲ ἀληθέστερον καὶ πρὸ τῆς κοινῆς. Μήποτε δὲ καὶ αὐτὸ τοῦτο ζητήσεως ἄξιον͵ εἰ δι΄ ἐπιστροφῆς ἐκείνῳ συνάπτεσθαι δυνατόν· οὐδὲ γὰρ οἷόν τε ἀπ΄ αὐτοῦ τι προελθεῖν͵ ἵνα τι καὶ ἐπιστρέψῃ μετὰ τὴν πρόοδον. Πῶς γὰρ ἂν προέλθοι μὴ διακριθέν; πῶς δ΄ ἄν τι διακριθείη τοῦ ἑνός͵ καὶ οὐ διαπεσεῖται εἰς τὸ μηδέν; ὅτι γὰρ ἂν καὶ ὁπωσ οῦν ἐκβέβηκε τὸ ἓν οὐδέν ἐστιν. Εἰ δὲ ἕκαστον ἓν καὶ οὐχ ἓν γίνεται͵ ἵνα τὸ οὐχ ἓν μένῃ καὶ μὴ σκεδασθῇ εἰς τὸ μηδέν͵ ἅτε ἐνδεδεμένον τῷ ἑνί͵ ἀλλὰ καθό γε ἓν ἔτι͵ τῷ ἑνὶ σύνεστι͵ μᾶλλον δὲ οὐδὲ προῆλθεν κατά γε τὸ ἓν ἀπὸ τοῦ ἑνός· ἀλλ΄ οὐδὲ κατὰ τὸ οὐχ ἕν͵ ἀλλ΄ ἀεὶ προλαμβάνει τὸ ἓν τὴν τοῦ οὐχ ἑνὸς ὅπως δήποτε διάκρισιν͵ ὥστε οὐδὲ ἐπιστρέφει πρός γε τὸ ἕν͵ ἀφ΄ οὗ μὴ προ ῆλθεν. Ἔτι τὸ διακεκριμένον διακεκριμένου διακέκριται͵ ὡς τὸ ἕτερον ἑτέρου ἕτερον. Εἰ δὴ ἐπιστρέφει τι͵ διακέκριται κατὰ τοσοῦτον καθόσον ἐπιστρέφει· καὶ τὸ ἓν ἄρα διακέκριται τούτου· πέπονθεν ἄρα τὴν διάκρισιν͵ καὶ ἔστιν οὐ μόνον ἕν͵ ἀλλὰ καὶ διακεκριμένον· οὐκ ἄρα ἕν. Ἔπειτα τί τὸ αἴτιον αὐτῷ τῆς διακρίσεως; ἢ γὰρ αὐτό. Καὶ πῶς γὰρ διακρίσεως αἴτιον τὸ ἕν͵ χαλεπὸν καὶ πλάσαι· ἑνώσεως γὰρ τὸ ἓν αἴτιον͵ διακρίσεως δὲ τὰ πολλὰ ἢ ὅ τίποτε ἕτερον͵ τοῦτο μὲν γὰρ εἰσαῦθις· εἰ δὲ μηδὲ αὐτό͵ ἀλλὸ ἂν αὐτὸ διακρίνοι· καὶ

1.50 ἤτοι πάλιν τὸ πρὸ αὐτοῦ͵ ὅπερ ἄτοπον (ἔστω γὰρ τὸ διακριτικὸν πρὸ τοῦ ἑνοποιοῦ͵ τὸ χεῖρον πρὸ τοῦ κρείττονος)͵ ἢ τὸ μετ΄ αὐτό· καὶ πῶς τὸ αἴτιον πείσεται ὑπὸ τοῦ αἰτιατοῦ; τί δὲ καὶ τὸ μετ΄ αὐτὸ προελθόν; κινδυνεύει γὰρ ὁ λόγος εἰς τὸ αὐτὸ περιτρέπεσθαι͵ πάσης προόδου διακρινούσης καὶ τὸ τῆς διακρίσεως αἴτιον ἐπιζητούσης ἀεὶ μεταξύ͵ καὶ τοῦτο ἐπ΄ ἄπειρον. Οὐκ ἄρα πρόεισί τι ἀπὸ τοῦ ἑνός͵ οὐδὲ ἄρχεται ἐκεῖθεν ἡ πρόοδος͵ ἀλλὰ πρὸ ἐκείνου πρώτου͵ ὃ δύναται καὶ ἑαυτὸ διακρίνειν ἀπὸ τῶν μετ΄ αὐτό͵ καὶ αὖ ἐκεῖνα ἀφ΄ ἑαυτοῦ· τὸ δὲ ἓν ἀνάπαλιν αὐτό τε ἑνοῦται τοῖς μεθ΄ ἑαυτό͵ καὶ ἐκεῖνα οὐκ ἀφίησιν ἑαυτοῦ διακριθῆναι. Εἰ τοίνυν ἀπ΄ αὐτοῦ μηδὲν πρόεισιν͵ οὐδὲ ἐπιστρέφεται πρὸς αὐτό· πολλῷ ἄρα μᾶλλον οὐ διὰ γνώσεως͵ οὐδὲ ὡς γνωστικὸν πρὸς γνωστόν· ἐν πλείστῃ γὰρ διακρίσει ταῦτα πρὸς ἄλληλα. Καὶ εἴπερ τις ἐπινοηθείη διακρίσεως ἀμυδροτάτη ἀπ΄ αὐτοῦ ἢ τοῦ πρώτου προελ θόντος͵ (οὔτι γε καὶ τοσαύτη ἀπ΄ ἐκείνου γενήσεται διάκρισις͵ ἵνα καὶ δεηθῇ γνωστικῆς ἐπιστροφῆς)͵ τοιαῦτα ἄν τις ἔχοι λέγειν τὴν πρὸς τὸ ἓν διαγνώσεως ἀνάτασιν ἀπαρνούμενος. Τίς ἂν οὖν γένοιτο λόγων διαιτητὴς ἀμφισβητούντων πρὸς ἀλλήλους περὶ τηλικούτων; Τὰ μὲν οὖν ἀληθέστατα περὶ τούτων αὐτοὶ ἴσασιν οἱ θεοί· τολμητέον δὲ καὶ ἡμῖν ἀποπλῆσαι τὰς ἀπορητικὰς ὠδῖνας ἐφ΄ ὅσον ἐνδίδωσιν ἥ τε Θεία πρόνοια τῆς ζητουμένης ἀληθείας καὶ ἡ ἡμετέρα δύναμις. Τίς μὲν οὖν ἡ ἀπὸ τοῦ ἑνὸς τῶν ἀπ΄ αὐτοῦ πρόοδος καὶ τίνα τρόπον ἐπι τελεῖται͵ καὶ πῶς ἄν τις διαφύγοι τὰς πρὸς αὐτὴν ἀπορίας͵ ὕστερον μέτιμεν αὐτίκα δὴ μάλα· νῦν δὲ τόγε τοσοῦτον ληπτέον͵ ὅτι μετὰ τὸ ἓν πάντα ἐστίν· οὐ γὰρ ἐκεῖνο μόνον ἐστίν͵ ἀλλὰ καὶ τὰ μετ΄ ἐκεῖνο πολλὰ καὶ διάφορα. Καὶ ὅτι μὲν ταῦτα οὐκ ἔστιν ἐκεῖνο͵ φανερόν· ὥστε διακέκριται ἀπ΄ αὐτοῦ· καὶ εἰ μὴ καθόσον ἓν ἕκαστον͵ ἀλλὰ καθόσον οὐχ ἕν. Τοῦτο τοίνυν τὸ οὐχ ἓν οὐκ

1.51 ἔστιν ἀπόφασις͵ ἀλλὰ θέσις τοῦ παρὰ τὸ ἕν· καὶ τοῦτο δὲ ὅμως ἕν͵ ἀλλ΄ οὔτι γε ᾗ οὐχ ἓν καὶ παρὰ τὸ ἕν͵ ἀλλ΄ ὅτι οὐδὲ τοῦτο τοῦ ἑνὸς διέστη τὸ πάμπαν· ἀλλ΄ οἷον ἐρρίζωται τῷ ἑνί͵ καὶ τὸ οὐχ ἕν ἐστι διὰ τὸ ἕν· ὥστε τῷ ἐπιβλέποντι͵ τὸ μὲν οὐχ ἓν διακρίνεται τοῦ ἑνὸς τῇ ἑαυτοῦ φύσει͵ τῇ τοῦ οὐχ ἑνὸς διακρινόμενον͵ τὸ δὲ ἓν αὐτοῦ ἔτι ἔχεται καὶ οὐκ ἀφίσταται αὐτοῦ οὐδὲ κατὰ τοσοῦτον͵ ἐπεὶ καὶ τὸ οὐχ ἕν͵ ὅ τίποτε ἂν ᾖ παρὰ τὸ ἕν͵ ὅμως ἔτι ἐστὶν ἓν κατὰ μέθεξιν διὰ τὸ γενέσθαι οὐχ ἕν. Οὐκοῦν αὐτὸ μὲν ἑαυτὸ ποιεῖ οὐχ ἕν͵ τὸ δὲ ἓν αὐτό͵ καὶ ὡς ἓν ἀπεργάζεται φθάνον αὐτοῦ τὴν διάκρισιν τῇ ἑαυτοῦ ἑνώσει. Τὸ μὲν ἄρα οὐχ ἓν διακρίνεται ἀπὸ τοῦ ἑνός͵ ὅτι γίνεται οὐχ ἕν͵ τὸ δὲ ἓν οὐ διακρίνεται τοῦ οὐχ ἑνός͵ ὅ γε καὶ τὸ οὐχ ἕν͵ καίτοι διαστάν͵ ὅμως ἓν ποιεῖ. Τοσοῦτον ἀπέχει τοῦ διακρίνεσθαι ὥστε οὐδὲ ἀφιέντος͵ ἀφίεται͵ ἀλλὰ καὶ προλαμβάνει τῇ ἑνιζούσῃ μεθέξει τὴν ἐκείνου διακρίνουσαν ὕπαρξιν· οὐ γὰρ ἂν οὐδ΄ ὕπαρξις εἴη τινὸς ἄνευ τοῦ ἑνός͵ ὥστε καὶ τὴν ὕπαρ ξιν ἡ μέθεξις συνίστησι͵ τοῦτο δέ ἐστι͵ τὴν διάκρισιν ἡ ἕνωσις. Τοῦτο δὲ οὐ πάνυ θαυμασόμεθα͵ οὐδ΄ ὅσον καὶ ἀπιστῆσαι τῷ ῥηθέντι͵ ἐὰν ἐννοήσωμεν τὴν τοῦ ἑνὸς φύσιν οὔτε ποιεῖν οὔτε πάσχειν τὴν διάκρισιν πεφυκυῖαν. Ἐξ ετάσωμεν δὲ τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἐμφανοῦς εὐθυντῆρος ἁπάσης ἀληθείας͵ ἡλίου. Τῷ γὰρ ἀνεῳγότι ὀφθαλμῷ καὶ μὴ ὁρῶντι διά τινα γλαύκωσιν πάρεστι μὲν ὁ ἥλιος͵ ὥσπερ τῷ ὁρῶντι͵ ὁ δὲ οὐ πάρεστι τῷ ἡλίῳ διὰ τὴν οἰκείαν ἀπό στασιν· καὶ μὴ φοβώμεθα τὰς λογικὰς ἀξιώσεις· ἐπὶ γὰρ τῶν ὁμοφύλων αὗται χώραν ἔχουσιν͵ ἐφ΄ ὧν τὰ πρός τι ἰσάξιά πως ἢ ὁμοφυῆ͵ ἐπεὶ καὶ τὸ εἶδος ἕτερον τῆς ὕλης. Ἆρα οὖν καὶ ἡ ὕλη τοῦ εἴδους ἑτέρα ἐστίν; ἀλλ΄ ἡ ἑτερότης εἶδός ἐστιν· οὐκ ἄρα ἑτέρα ἡ ὕλη καὶ τὸ εἶδός ἐστι· διακέκριται τῆς ὕλης͵ ἀλλ΄ οὐ διακεκριμένης καὶ ταύτης ἄλλη διάκρισις ἐν τῷ εἴδει μεμένηκεν͵ οὐ δυνηθεῖσα παρελθεῖν εἰς τὴν ὕλην. Εἰ τοίνυν οὕτω διεκρίθη τι ἀπὸ τοῦ μὴ

1.52 διακριθέντος͵ τί κωλύει τόγε αὐτὸ διακριθὲν ἰάσασθαι τῇ ἐπιστροφῇ τὴν διάκρισιν͵ ἵνα μὴ μόνον τὸ ἓν αὐτῷ παρῇ͵ ἀλλὰ καὶ αὐτὸ τῷ ἑνί. Καὶ δῆλον ὅτι κατὰ τὰ μέτρα τῆς διακρίσεως͵ ἐγγύθεν ἢ πόρρωθεν· ὡς γὰρ ἕκαστον ἀπ΄ αὐτοῦ διακρίνεσθαι πέφυκεν͵ οὕτω καὶ ἐπιστρέφειν πρὸς αὐτὸ δύναται· καὶ ὥσπερ αὐτὸ μένει ἀδιάκριτον πρὸς ἕκαστον διακρινόμενον͵ οὕτω καὶ πρὸς ἕκαστον ἐπιστρεφόμενον͵ τὸ αὐτὸ μένει͵ καὶ ἓν τέλος ἁπάντων ἐστὶν ἀδιάκριτον· ὡς δὲ τὸ αὐτοὸν ἑκάστῳ προϊόντι σύνεστι τῷ ἐκείνου καλούμενον ἰδιώματι͵ οἷον οὐσιῶδες ἕν͵ καὶ ζωτικὸν ἕν͵ καὶ νοερὸν ἕν͵ αὐτὸ μὲν πανταχοῦ ἕν͵ ἀπὸ δὲ τῶν μετεχόντων παρονομαζόμενον͵ οὔπω μερισθὲν αὐτό φημι ταῖς πολλαῖς ἰδιότησι τῶν Θεῶν͵ ἀλλὰ τὸ ἁπλῶς ἐν ἑκάστῳ ἓν πρὸ τοῦ τινος ἑνὸς Θεωρῶ͵ καλῶ δὲ αὐτὸ ὅμως ἀπὸ τῶν οἷς πάρεστι͵ κἂν ἀδιάφορον ᾖ͵ καὶ πᾶν ἓν ἑκαστάχου͵ οὕτω δήπου καὶ τέλειόν τι τῷ αὐτῷ κατὰ τὴν ἑαυτοῦ διάκρισιν ἑκάστου ἐντυγχάνειν ἀπὸ τῆς ἑαυτοῦ ἐκεῖθεν τελειώσεως ὀνομάζει αὐτὸ τοιοῦ τον τιθέμενον εἶναι͵ οἵῳ ἐνέτυχε͵ καὶ οἵου ἔτυχε. Καὶ γὰρ καὶ ἐκεῖνο πάντα ὂν κατὰ τὴν ὕπαρξιν τοῦ ἑνός͵ ἑκάστῳ σύνεστιν͵ ὡς ἴδιον αὐτοῦ ῥίζωμα͵ καὶ ἑκάστῳ φαίνεται͵ ὡς ἴδιον αὐτοῦ τέλος· ἃ γὰρ πάντα μεμερισμένως ἐστί͵ ταῦτα ἐκεῖνο κατὰ τὸ ἕν͵ οὐ δυνάμει͵ ὡς ἂν οἰηθείη τις͵ οὐδὲ κατὰ αἰτίαν τὴν οὔπω ὄντων͵ ἀλλ΄ εἰ Θέμις εἰπεῖν͵ καθ΄ ὕπαρξιν οὖσάν τε καὶ ὄντων͵ ἀλλὰ μίαν͵ καὶ μίαν παμφόρου φύσεως. Ὥσπερ οὖν ἑκάστῳ τῶν ἄλλων͵ οὕτω καὶ τῷ γνωστικῷ σύνεστιν ἕν͵ ὡς γνωστικόν· πρόκειται δὲ ὡς γνωστόν͵ οὐ τῷ ἑκάτερον εἶναι͵ ἀλλὰ τῷ συναμφότερον ὑπὲρ ἑκατέρων͵ ὡς δὲ ἀκριβέστερον εἰπεῖν͵ ὑπὲρ τὸ συναμφότερον· πάντα γάρ ἐστιν οὐκ ἀπὸ τῆς διακρίσεως͵ ἀλλὰ πρὸ τῆς διακρίσεως· οὕτω γὰρ ἔσται κατὰ ἀλήθειαν πάντα πρὸ πάντων οὐκ ἀτελῶς͵ ὡς δυνάμει͵ οὐδὲ κατὰ αἰτίαν͵ ὡς μήπω πάντα͵ ἀλλὰ πάντα κατὰ ὕπαρξιν τὴν ἀδιάκριτον͵ οὐ τὴν ἡνωμένην πρὸ πάντων͵ ἀλλὰ τὴν πάντων ὑπερηπλωμένην τῇ ἑαυτῆς ἁπλότητι͵ πάντα οὖσαν οἷα καὶ ὅσα τὰ προελθόντα κατὰ διάκρισιν. Καὶ τὰ κυρίως πάντα ἐκεῖνο· τὰ γὰρ ἀπ΄ αὐτοῦ διακριθέντα ἡ διάκρισις ἠμύδρωσε κατὰ φύσιν τὴν ἑαυτῆς. Ἀλλὰ δὴ καὶ τού των ἕκαστον αὐτὸ ἑαυτοῦ κυριώτερόν ἐστιν ἐν τῇ μίᾳ συντάξει τῶν πάντων͵