1.42 ἀπόρρητον· λέγω δὲ τρόπον τινά͵ οὐχ ὅτι πῆ καταφατικὸν ἢ θετικόν͵ ἀλλ΄ ὅτι οὐδὲ ἀπόφασις οὐδὲ θέσις τὸ δὲ ὄνομα ἢ τὸ πρᾶγμα͵ ἀλλὰ παντελὴς ἀναίρεσις͵ οὐχί τι οὖσα. Καὶ οὔτι γὰρ τῶν ὄντων͵ ἀλλὰ μηδὲ αὐτὴ οὖσα τὸ πάμπαν. Εἰ δὴ τοιοῦτον ὁριζόμεθα τὸ ἀπόρρητον ὄνομα͵ ὡς οὐδὲ ὄνομα͵ πᾶν ὅ ἐστι πρὸ τοῦ ἑνὸς ταύτης ἂν εἴη τῆς φύσεως· τοῦ γὰρ ἑνὸς ἐπέκεινα οὐδὲν ὑπονοεῖν δυνάμεθα. Εἰ δὲ τοῦτο πρῶτον ὑπονόητον καὶ ὁπωσοῦν͵ τί πρὸ αὐτοῦ πλείω ἐπιζητοῦμεν; ὅπου οὐδὲ τὰ πλείω͵ οὐδὲ τὸ ἕν· ἐπὶ μὲν δὴ ἐκείνης ἀπαλλαγῶμεν τῆς πολυπράγμονος ἀπορίας τε καὶ ἀμηχανίας͵ αὐτὸ δὲ τὸ ἓν πάλιν ζητήσωμεν εἰ ῥητὸν ἁπλῶς͵ ἢ τὸ ζητούμενόν ἐστιν μέσον τοῦ ἀπορρήτου καὶ τοῦ ῥητοῦ. Πολλὰ μὲν οὖν εἴρηται καὶ πρόσθεν περὶ τῆς τοῦ ἑνὸς φύσεως ἐξ ἀνάγκης διὰ τὴν ἐπέκεινα καὶ τοῦδε ἀρχήν· ταύτης γὰρ ἐχόμενοι͵ λέγειν πειρώμεθα περὶ ἐκείνης͵ ἧς ἔχεσθαι οὐκ ἐνῆν. Λεγέσθω δὲ ὅμως καὶ νῦν ὁ περὶ τοῦ ἑνὸς προηγούμενος λόγος͵ καὶ τοῦτό γε πρὸ πάντων ζητητέον͵ εἴ πη γνωστόν͵ ἢ πάντη ἄγνωστον. Ἀλλ΄ εἰ δυνάμεθα καὶ ἡμεῖς ἀναλύειν ἔσχατον ἄχρι τοῦ ἁπλουστάτου καὶ πάντων περιεκτικωτάτου͵ ὃ δὴ τὸ ἓν μόνον οἷόν τε ὑποθέσθαι͵ πάντως ὅτι τοῦτο αὐτό πη γνωρίζομεν͵ καὶ ἔτι μειζόνως ἡ κρείττων γνῶσις αὐτὸ μετέρχεται.
Δεύτερον δὲ εἰ τὸ ἓν ἄλλο τι ἐννοοῦμεν͵ καὶ τὰ πολλὰ ἕτερόν τι ἐκείνῳ ἀντι κείμενον͵ ἔχομεν ἄρα ἔννοιαν τοῦ ἑνός· εἰ δὲ τὸ τοιοῦτον εἰδητικὸν ἐννοοῦμεν͵ καὶ τὸ πρὸ τῶν εἰδῶν ἀπερίγραφον ἕν͵ οἷον τὸ πάντα ἓν κατὰ τὸ πάντη ἁπλούστατον. Πρὸς δὲ τούτοις͵ ἐπειδὴ ἕκαστον τῶν εἰδῶν καὶ ἕν τί ἐστιν͵ οὐ ταὐτὸν δέ ἐστιν ἑνὶ εἶναι καὶ εἴδει͵ ὥσπερ οὐδὲ ὄντι καὶ ἑνί͵ συναιροῦντες ἕκαστα͵ ὡς μὲν εἴδη συνάγομεν εἰς τὴν μίαν τοῦ νοῦ ἀπερίγραφον οὐσίαν͵ ὡς δὲ ὄντα εἰς τὴν μίαν τοῦ ὄντος ἀδιάκριτον ἕνωσιν͵ ὡς δὲ ἕνα εἰς τὴν μίαν τοῦ ἑνὸς ἀσύνθετον ἑνότητα· ὡς γὰρ ἄπειρα σημεῖα συνάγων ἓν σημεῖον ποιεῖς͵ οὕτως ἄπειρα ἕνα ὁμοῦ συναιρῶν͵ ἓν ποιεῖς τὸ πάντων περιληπτικώτατον.
1.43 Πρὸς δὲ τούτοις ἀνάγκη πᾶν ὁτιοῦν προτιθέμενον εἰς ἔννοιαν ἢ μόνον εἶναι πολλὰ ἀμέτοχα τοῦ ἑνός· οὕτω δὲ οὐ στήσεται ἀπειρούμενα͵ οὕτω δὲ οὐδ΄ ἐννοή σομεν αὐτῶν οὐδ΄ ὁτιοῦν͵ ἢ μετέχοντα πολλὰ τοῦ ἑνός· καὶ ἅμα τῷ γνωρισμῷ τῶν πολλῶν͵ γνωσθήσεταί πως καὶ τὸ ἕν͵ ὅπερ καὶ ἔστησε τὴν τῶν πολλῶν ἐπ΄ ἄπειρον χύσιν· ἢ αὐτὸ μένον ἓν προτίθεσθαι͵ χωριζόμενον τῆς τῶν πολλῶν ἐννοίας͵ ὡς οἷόν τε· εἰ γὰρ καὶ μὴ ῥᾴδιον τελέως ἀποστῆναι τοῦ πλήθους͵ ἀναγόμεθα μᾶλλον πρὸς τὸ ἓν καὶ ἀποκαθαίρομεν ὁμῶς πρὸς αὐτὸ τὴν ἡμε τέραν ἔννοιαν. Ἔτι τοίνυν τὸ γινώσκειν ἢ κατ΄ ἐπιβολὴν γίνεται͵ [ἢ κατὰ συλλογισμόν͵] ἥ ἐστι μαλθακή τις καὶ ἀμυδρὰ οἷον πόρρωθεν μὲν ὁρῶσα͵ τῇ δὲ ἀνάγκῃ τῆς ἀκολουθίας ἐπερειδομένη͵ ἢ κατὰ νόθον τινὰ συλλογισμὸν οὐδὲ τὴν πόρρωθεν ἔχοντα ἀπέρεισιν͵ ἀλλ΄ ἀφ΄ ἑτέρων ἕτερα ἐννοοῦντα͵ ᾧ καὶ τὴν ὕλην γνωρίζειν εἰώθαμεν καὶ στέρησιν καὶ ὅλως μὴ ὄν. Εἰ δή τις καὶ οὗτος τρόπος͵ τίς ἐστι γνώσεως; μήποτε καὶ τὸ ἐπέκεινα πάντων ἓν οὕτω γινώσκομεν͵ ὡς ὁ Πλάτων παραδίδωσι͵ ποτὲ μὲν κατ΄ ἀναλογίαν ἡμᾶς προσβιβάζων εἰς τὸ τῆς οὐσίας ἐξῃρημένον͵ ποτὲ δὲ διὰ τῶν ἀποφάσεων ἀπογυμνῶν ἡμῶν ἐκείνην τὴν φύσιν͵ ἣν τελευτῶν οὐδὲ εἶναί φησιν͵ ἀλλὰ μόνον ἓν τοῦ εἶναι ἀμέτοχον· ἀπ΄ αὐτῆς γὰρ τὸ εἶναι. Καὶ ἐπειδὴ τὸ ὄνομα καὶ ὁ λόγος καὶ ἡ δόξα καὶ ἡ ἐπιστήμη τοῦ ὄντος͵ ἀφαιρεῖ καὶ ταύτην. Εἰ δὲ καὶ ἡ νόησις τοῦ νοητοῦ ἐστιν͵ τοῦτο δέ ἐστι τοῦ ὄντος͵ ἀφαιρετέον καὶ ταύτην ἅτε σύνθετον καὶ τῷ ἁπλουστάτῳ μὴ ἐφαρμόζουσαν. Εἰ δέ ἐστιν ἑνιαία γνῶσις οἵα ἡ τῶν θεῶν κατὰ τὸ ἓν ἑστῶσα καὶ ὑπὲρ τὸ ἡνωμένον͵ αὕτη ἐφάψεται τοῦ ἑνὸς κατὰ ἐπιβολήν͵ ἡ δὲ παχυτέρα͵ οἵα καὶ ἡ ἡμετέρα͵ νόθῳ μόλις λογισμῷ ἀντιλήψεται τοῦ ἑνός. ῎Ηδη δέ ποτε καὶ ἡμεῖς ἐπιβαλοῦμεν͵ ὅταν͵ ὥς φησι͵ τὴν αὐγὴν τῆς ψυχῆς ἀνακλίνωμεν͵ τὸ ἄνθος αὐτοῦ προβαλλόμενοι τῆς ἑνοειδοῦς ἡμῶν γνώσεως. Ὅτι δὲ γνωστὸν αὐτὸ τίθεται͵ σαφῶς ἐδήλωσε͵ μέγιστον αὐτὸ μάθημα καλέσας͵ καὶ ἐν Σοφιστῇ μέντοι πρὸ τοῦ ὄντος ἀποφήνας αὐτό͵ κατὰ τὴν τοῦ ἑνὸς ἔννοιαν μόνην στήσας τὴν ἀπόδειξιν. Χωρὶς δὲ τούτων͵ εἰ ἔστιν ἑνιαία γνῶσις͵ ὡς δηλοῦσιν οἱ ἐνθουσιασμοί͵ καθάπερ ἡ τῶν πολλῶν ὄντων μεμερισμένη γνῶσις συναιρεῖται εἰς μίαν τὴν τοῦ ἑνὸς ὄντος ἔννοιαν͵ οὕτω καὶ ἡ τῶν πολλῶν ἑνιαίων γνωστῶν· δῆλον γὰρ ὅτι τῇ ἑνιαίᾳ γνώσει καὶ ἑνιαῖον γνωστὸν ἀντιθήσομεν· οὐ γὰρ δήπου ὁ μεθεκτὸς θεὸς τὰ μὲν ἄλλα εἴσεται͵ ἑαυτὸν δὲ ἀγνοήσει͵ ἢ γνώσεται μόνον κατὰ τὸ ὂν ἑαυτόν͵ οὔτι γε μὴν καὶ κατὰ τὸ ἕν͵ ἄλλως τε καὶ τῇ ἑνιαίᾳ νοήσει ἣν αὐτὸς ἔχει· καὶ γὰρ ὡς ἐξηρτημένος ἔχει ὁ νοῦς͵ οὕτω καὶ αὐτὸς προάρχων· γνώσεται ἄρα καὶ αὐτὸς ἑαυτόν· αὐτὸς δὲ τὸ ἕν. Γνώσεται ἄρα καὶ τὸ ἕν. Καὶ ὅλως εἰπεῖν͵ ὥσπερ διττὸν τὸ νοερόν͵ οὕτω διττὸν εἶναί φαμεν καὶ τὸ νοητόν͵ τὸ μὲν ἡνωμένον͵ τὸ δὲ ἑνιαῖον͵ τὸ μὲν ὑπερούσιον͵ ἐκεῖνο δὲ οὐσιῶδες· τὸ δὲ νοητόν φαμεν τὸ γνωστὸν τῇ νοήσει. Ἔστιν ἄρα καὶ ἑνιαῖον γνωστόν· γνωστὸν ἄρα καὶ ἓν τί ἐστί· πολλὰ οὖν τὰ ἑνιαῖα γνωστά· καὶ ὃ νῦν διηρχόμην͵ ἐρῶ. Ἡ τῶν πολλῶν τούτων γνώσεων διαίρεσις εἰς μίαν συναιρείσθω γνῶσιν ὁλοτελῆ τοῦ ὁλοτελοῦς ἑνός͵ ὅ ἐστιν ἁπλοῦν συναίρεμα τῶν πολλῶν ἑνάδων. Ἔτι δὲ λέγωμεν͵ εἰ ἔστιν ἕν τι γνωστόν͵ ἡ τοῦ ἑνὸς φύσις οὐκ ἀναίνεται πάντη τὴν γνῶσιν. Ὡς οὖν τὸ ἁπλῶς εἶδος γνωστόν͵ ὅτι καὶ τουτί͵ καὶ τὸ ἁπλῶς ὄν͵ ὅτι καὶ τουτί͵ οὕτω καὶ τὸ ἁπλῶς ἓν γνωστὸν ἂν εἴη͵ ὅτι καὶ τουτί. Καὶ γὰρ τὸ ἑκασταχοῦ τοιοῦτον͵ ᾗ τοιοῦτον͵ οἷόν τι εἶδος͵ ἀλλὰ καθὸ εἶδος͵ καί τι ὄν͵ ἀλλὰ καθὸ ὄν͵ καί τι ἄρα ἕν͵ ἀλλὰ καθὸ ἕν. Εἰ δὲ ἡ συναίρεσις ἡμᾶς ὑπερβαίνει τοὺς ἐν τῷ τιτανικῷ πολέμῳ συνεσπασμένους͵ τί θαυμαστόν;
1.45 οὐδὲ γὰρ ἓν τῷ εἴδει γινώσκομεν͵ ὡς ἐν Ἐπιστολαῖς αὐτὸς λέγει ὁ Πλάτων͵ ἀλλ΄ ὅμως καὶ περὶ ἐκείνων διατάτεσθαι δοκοῦμεν͵ ἐφαπτόμενοί πως αὐτῶν οὐκ ἀμέσως͵ ἀλλ΄ ὥσπερ διὰ τινῶν σωμάτων διαφανῶν τῶν παρ΄ ἡμῖν ἀνεγειρομένων εἰδῶν. Ἔτι δὴ οὖν χρὴ καὶ τὸ γνωστὸν ἀπὸ τοῦ ἑνὸς ἄρχεσθαι͵ καὶ λέγεται ὑπὸ τῶν φιλοσόφων͵ πάντα γὰρ ἀπὸ τῶν θεῶν ἄρχεται͵ φασί͵ καὶ δειχθήσεται ὑφ΄ ἡμῶν ἐν τοῖς ἑξῆς͵ ὅταν ἐπὶ τούτῳ γινώμεθα͵ ὥστε καὶ τὸ πρῶτον γνωστὸν ἐν θεοῖς͵ ἐπειδὴ καὶ τὸ γνωστικόν· ὅπου δὲ τὸ ἕτερον͵ καὶ τὸ ἕτερον τῶν πρός τι πέφυκε· τὸ πρῶτον ἄρα γνωστὸν εἰ ἕν ἐστιν͵ ἀναγκὴ τὸ πρῶτον ἓν εἶναι γνωστόν͵ ἐπειδὴ καὶ ἐν τοῖς οὖσι τὸ πρῶτον γνωστὸν αὐτό ἐστι τὸ πρῶτον νοητόν τε καὶ ὄν. Ἀλλὰ γὰρ ἐπὶ πᾶσι τὸ ἓν ἁπλῶς πάντα ἐστὶν ἕν· οὐ γάρ ἐστιν ἕν τι͵ ἀλλὰ πᾶν ἕν͵ ὡς Λῖνός τε ἔλεγε καὶ Πυθαγόρας͵ ὥστε καὶ γνωστόν· ἓν γάρ τι τῶν πάντων καὶ τὸ γνωστόν· ἐν τῷ ἑνὶ ἄρα καὶ τοῦτο προείληπται· ἐκ μὲν δὴ τούτων καὶ τῶν τοιούτων ὑπολάβοι ἄν τις εἶναι γνωστὸν αὐτὸ τὸ πρὸ πάντων ἕν. Πάλιν δὲ ἄν τις ἀπορήσειεν͵ εἰς ἐκεῖνα ἀποβλέψας ὧν πρῶτον μέν͵ ὃ δὴ ὕστατον ἐλέγετο· εἰ γὰρ πάντα τὸ ἕν͵ τί μᾶλλον γνωστὸν ἢ ἄγνωστον; καὶ γὰρ τὸ ἄγνωστον ἐκεῖ πρῶτον· ἓν γάρ τι καὶ τοῦτο τῶν μετὰ τὸ ἕν͵ ὅπερ καὶ ἀντιδιῄρηται τῷ γνωστῷ καὶ ἕν τι τῶν πολλῶν ἐστι· τὸ δὲ ἐπέκεινα καὶ τοῦ ἑνὸς οὔτε γνωστὸν ἦν οὔτε ἄγνωστον. Ἔστιν ἄρα τὸ ἓν ἄγνωστον͵ ἔκ γε τοῦ
1.46 τοιούτου λόγου. Καὶ γὰρ ἄλλως͵ εἰ πρῶτον ἀνέθορεν ἀπὸ τοῦ ἀρρήτου͵ δῆλον ὡς ἥκιστα διέστη αὐτοῦ. Καὶ ἔτι ὑπὸ τῆς ἐκείνου ἀγνωσίας ἐπιλυγάζεται. Πρὸς τοίνυν τούτοις͵ εἰ πάντα ἐστὶ κατὰ τὸ ἕν͵ οὐδὲν ἐν αὐτῷ κεχώρισται· οὔτε ἄρα γνωστόν ἐστιν οὔτε ἄγνωστον͵ ἀλλὰ μόνον ἓν καὶ πάντα ἕν. Ἔτι͵ εἰ͵ ὅτι πάντα͵ διὰ τοῦτο γνωστόν͵ ἔσται καὶ γνωστικόν· καὶ τοῦτο γὰρ ἓν τῶν πάντων· καίτοι τί ἂν γινώσκοι; οὔτε γὰρ τὸ πρὸ ἑαυτοῦ͵ οὐδαμῶς γὰρ ἐκεῖνο γνωστόν͵ οὔτε ἑαυτό· διπλόην γὰρ ἕξει τινὰ πρὸς ἑαυτὸ ἐπιστρέφον͵ καὶ οὐκέτι ἕν· καὶ ἐνεργήσει τὸ πρὸ πάσης ἐνεργείας καὶ δυνάμεως· ἐν διακρίσει γάρ τινι ταῦτα ἀπὸ τῆς οὐσίας ὁρᾶται͵ τὸ δὲ καὶ ὑπὲρ πᾶσαν διά κρισιν καὶ αὐτὸ τοῦτο ἓν μόνον. Οὔτε τὰ μεθ΄ ἑαυτὸ γνώσεται· καὶ γὰρ ἐνεργήσει͵ καὶ ἔσται αὐτοῦ πρὸς τὸ χεῖρον ἡ ἐνέργεια͵ καὶ ταῦτα πρώτη οὖσα πασῶν ἐνεργειῶν. Καίτοι καὶ ἐν τοῖς ἔπειτα πρώτη γνῶσίς ἐστιν ἡ τοῦ κρείττονος͵ καὶ δευτέρα ἥγε ἑαυτοῦ͵ καὶ τρίτη ἡ τοῦ μεθ΄ ἑαυτό· χωρὶς δὲ τούτων͵ εἰ καὶ γνωστόν ἐστι τὸ τὶ ἕν͵ καὶ ᾗ ἕν τι͵ ἀλλ΄ οὔτι γε καὶ ὡς ἁπλῶς ἕν. Γινωσκέσθω γὰρ ὡς νοερὸν τόγε ἑνιαῖον͵ ἢ ὡς ζωτικόν͵ ἢ ὡς ἓν τὸ ὑπερούσιον ὃ καταλάμπει τὸ ὄν. Ἀλλὰ καὶ τούτων ἐπέκεινα τὸ ἁπλῶς ἕν͵ ὥστε καὶ οἱ ἀπὸ τῶν συναιρέσεων λόγοι καὶ οἱ ἀπὸ τῆς ἀναλογίας τοῦ ὄντος εἰς τοῦτο φέρουσι τὸ ἓν τὸ τοῦ ὄντος ὑπεριδρυμένον. Ὡς γὰρ τὸ ἓν ὂν ἐν τοῖς οὖσι τὸ πρῶτόν ἐστι νοητόν͵ οὕτω καὶ τὸ ἓν ἐν τοῖς ὑπερουσίοις τὸ πρῶτόν ἐστιν τὸ ὑπερούσιον. Τὸ ἐπέκεινα ἄρα ἄγνωστον ἂν εἴη. Καὶ μὴν ὁ νόθος λογισμός͵ ὅ τε δι΄ ἀποφάσεων καὶ ὁ δι΄ ἀναλογίας͵ ἔτι δὲ ὁ δι΄ ἀκολουθίας ἀναγκάζων συλλογισμός͵ ὃ μὴ οἶδέ τις εἰδέναι ταῦτα πάντα͵ μήποτε κενεμβατοῦντός ἐστι λογισμοῦ͵ ἀπὸ ἄλλων ἄλλα γινώσκοντος· ὅλως δὲ εἰ μὴ οἶδε τὸ ἁπλοῦν͵ οὐκ ἂν εἰδείη τὴν ὅλην πρότασιν͵ ὥστε οὐδὲ τὸν ὅλον συλλογισμόν. Καὶ ἡ ἀναλογία γένοιτο ἂν καὶ περὶ τῶν μὴ ὄντων παντάπασιν͵ οἷόν ἐστιν ἥλιος πρὸς ὁρατὸν καὶ ὁρατικόν͵ τοῦτο τὸ ἓν πρὸς γινῶσκον καὶ γινωσκόμενον.