13ον ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.57-1.62)


1.57 τοῦ συναμφοτέρου γινώσκεται͵ τοιοῦτον εἶναι πρὸ τοῦ συναμφοτέρου οἷον μετ΄ ἐκεῖνο τὸ συναμφότερον. Καὶ εἰ χρὴ διελόντα φάναι͵ τὸ μὲν ὄντως γνωστόν ἐστι τὸ ἔν τινι διορισμῷ Θεωρούμενον͵ ὃ καὶ εἶδος ἤδη πώς ἐστι· τοῦτο γὰρ τῇ οἰκείᾳ περιγραφῇ τὴν περιγράφουσαν ὑπομένει γνῶσιν. Διόπερ ἀπὸ τοῦ τοιούτου καὶ ἡ γνῶσις ἄρχεται· τὸ δὲ ἀντίξουν τούτῳ ἐστὶ πάντη ὂν ἄρρητον͵ καὶ οὐδεμιᾶς λαβῆς ἀνεχόμενον· τὸ δὲ ἐν μέσῳ καὶ τούτου τὸ μὲν πρὸς τοῦ γνωστοῦ͵ οἷον τὸ ἡνωμένον͵ καὶ ταύτην διαφεῦγον τὴν διορίζουσαν ἢ περιγράφουσαν γνῶσιν͵ τὸ δὲ πρὸς τοῦ ἀρρήτου͵ οἷον τὸ ἓν ἁπλῶς καὶ πάντα κατὰ τὸ ἕν͵ ἐλαχίστην τινὰ καὶ ἀμυδροτάτην ὑπόνοιαν περὶ ἑαυτοῦ παρεχόμενον. Εἰ δέ τι καὶ μέσον τούτων ἐστίν͵ ὅταν ἕκαστα τούτων διακρίνωμεν͵ ἐπιστήσομεν· νῦν δὲ ἐκεῖνο περὶ τοῦ τοιούτου ἑνὸς ἐπισφραγιζόμενοι λέγομεν ὅτι ὃ μὲν λέγομεν οὐκ ἔστιν οὐδὲ γινώσκομεν ὡς ἓν καὶ ὡς πάντα ὁμοῦ͵ ὃ δὲ ἀπὸ τούτων ὠδίνομεν (ὠδῖνά φημι γνωστικὴν) τοῦτό ἐστι· μέχρι γὰρ ὠδῖνος ἡ γνῶσις αὐτοῦ προελήλυθεν͵ εἰς δὲ τόκον ἐκβαίνειν πειρωμένη καὶ διάρθρωσιν ἀποπίπτει ἐκείνου εἰς τοὺς τόκους αὐτοῦ͵ καὶ τοῦτό ἐστιν ὅπερ ὁ φιλόσοφος Πρόκλος ἐν τῷ μονοβίβλῳ ἀπόρρητον ἀξίωμα κέκληκε͵ τὸ κατὰ τὴν ὠδίνουσαν ἐκεῖνο γνῶσιν͵ ὡς ῥητὸν ἀξίωμα τὸ κατὰ τὴν ἤδη διηρθρωμένην. Τοῦτο δὲ αἴτιον καὶ τῆς ἐπαμφοτεριζούσης ἀεὶ περὶ αὐτοῦ δοκιμασίας καὶ κρίσεως͵ ποτὲ μὲν ὡς γνωστοῦ͵ ποτὲ δὲ ὡς ἀγνώστου ὄντος αὐτοῦ· πῶς μὲν γὰρ τοῦτο͵ πῶς δὲ ἐκεῖνο͵ καὶ διὰ τοῦτο καὶ ὁ Πλάτων ἐν Ἐπιστολαῖς τὸ ποιόν͵ καὶ τὸ τί ἀφαιρεῖ αὐτοῦ καὶ τοῦτο τῶν κακῶν αἰτιᾶται πάντων τὸν τοῦ ἰδίου μερισμόν͵ κατὰ τὸ ποιὸν καὶ τὸ τί· τῷ γὰρ ὄντι τοῦτο τιτανικὸν πάσχομεν͵ καὶ ὅμως τοῦτο τὸ πάθος ἐπὶ τὸ πάντων ἁγιώτατον καὶ παντὸς ὅλου ἀμερέστατον ἀνάγειν ἐπιχειροῦμεν.

1.58 Εἰ τοίνυν τὸ τὶ καὶ τὸ ποιὸν ἀφαιρετέον τῆς αὐτοῦ γνώσεως͵ καὶ τὸ ἓν ἀφαιρετέον. Τὶ γὰρ τοῦτο τῶν πάντων καὶ τὰ πάντα· τινὰ γὰρ τὰ πάντα· τῶν γὰρ ἁπάντων ἕκαστόν τί ἐστι· τινὰ ἄρα καὶ ὁμοῦ. Εἰ οὖν μήτε ὡς ἕν͵ μήτε ὡς πάντα γινώσκεται͵ τί ἂν εἴη; ἄπαγε͵ ἄνθρωπε͵ μὴ προσενέγκῃς τὸ τί· αὐτὸ γὰρ τοῦτό σε ἐμποδίζει πρὸς τὴν ἐκείνου γνῶσιν͵ ὅτι οἴει τι ἀκούσεσθαι͵ τόδε εἰ ἀφέλοις τὸ τὶ καὶ τὸ ποιόν͵ φανεῖταί σοι ὅ ἐστι κατὰ τὸ δυνατόν· αὐτὸ γὰρ τοῦτό ἐστι τὸ μή τι͵ μηδὲ ποιόν͵ ἀλλὰ πρὸ τούτων͵ ὅπερ οὔτε εἰπεῖν δυνατόν͵ πᾶν γὰρ ὄνομά τί ἐστι͵ καὶ τινὸς δηλωτικόν͵ οὔτε νοῆσαι ῥᾴδιον͵ πᾶν γὰρ νόημά τί ἐστι καὶ ποιοῦ τινος͵ κἂν πάντα ὁμοῦ συνάγῃς͵ ποιά ἐστι καί τινα͵ ποιῶν γάρ τινων. Ὥστε καὶ ὁ νοῦς͵ ᾗ νοῦς͵ τῶν ποιῶν τινων Θεωρὸς ὤν͵ ὠδίνει τὴν μὲν τῆς φύσεως ἐκείνης ἔννοιαν͵ προάγει δὲ αὐτὴν οὐδὲ ἐκεῖνος͵ ἀλλὰ τοὐναντίον͵ καὶ συνάγει πρὸς ἑαυτὴν τὴν ὠδῖνα͵ καὶ ἀνάγει πρὸς τὸ ἁπλούστατον καὶ πάντη ἀπερίγραφον καὶ ἄποιον παντελῶς τῇ περιγραφούσῃ ποιότητι κοινῇ τε ὁμοῦ πάντα καὶ ἰδίᾳ ἕκαστον͵ ὅπερ καὶ ὁ Πλάτων κατὰ τὰ λόγια παρακελεύεται ποιεῖν͵ εἴ πως δυνηθείημεν͵ τῶν ἡμετέρων ἐννοιῶν ἐπιλαθόμενοι͵ πρὸς τὴν ὠδῖνα ἐκείνην ἀναδραμεῖν͵ ἣ πέφυκεν ἐκεῖνο γνωρίζειν μέν͵ ἀπαγγέλλειν δὲ μηδενί͵ πλὴν ὅτι ἐξαιρεῖ τὸ ἐμπόδιον εἰς τὴν τοιαύτην προβολὴν ἐνιστάμενον͵ ὅπερ ἐστὶ τὸ ποιόν τι μὴν καὶ τὸ ὥς τι νοεῖν. Εἰ δέ τις αὐτὴν ἀναγκάζει περὶ ἐκείνου διδάσκειν͵ ἀνθ΄ ἑαυτῆς προβαλεῖται δευτέραν ἢ τρίτην ἔννοιαν͵ ἣ τὰ ὁμοῦ διωρισμένα προφέρουσα δοκεῖ προφερεῖν ἐκεῖνο· οἷον ὅτι τὸ ἁπλούστατον ἀρχή͵ καὶ τὸ πρῶτον͵ καὶ τὸ πάντων περιεκτικόν͵ καὶ τὸ πάντων γεννητικόν͵ καὶ τὸ πᾶσιν ἐφετόν͵ καὶ τὸ πάντων κράτιστον· καὶ ἤτοι πάντα ἐφεξῆς ἀπαριθμήσεται͵ ὧν αἴτιον ἐκεῖνο ἢ τὰ κράτιστα καὶ τιμιώτατα τῶν πάντων͵ οἷα τὰ εἰρημένα͵ καὶ μάλιστα τὸ ἓν καὶ τὰ πάντα κατὰ τὰς εἰρημένας αἰτίας. Ἀλλὰ τούτων λεγομένων ἐπιλήψεταί τις ἀμείνων ταύτης ἔννοια͵ παραιτουμένη τὸ διωρισμένον καὶ πολύμορφον ἐν ἀρχῆς λόγῳ͵ συναίρουσα δὲ πάντα εἰς μίαν φύσιν μονοειδῆ͵ καὶ ταύτην ἐκείνης ἀξιοῦσα προτιθέναι͵ τὴν ἡνωμένην τῆς διωρισμένης. Ἀλλ΄ ἡ εἴσω μένουσα καὶ οὐ προϊοῦσα τῆς γνωστικῆς δυνάμεως πρώτη ὠδὶς οὐδὲ ταύτην δέξεται τὴν συναίρεσιν͵ ὡς κύουσαν τὸ πλῆθος καὶ

1.59 οὔπω γε αὐτὸ τετοκυῖαν͵ αὐτὴ δὲ τὸ ἁπλοῦν πάντη καὶ ὑπὲρ ἅπαν τὸ πλῆθος ἱδρυμένον ὠδίνουσα ἕν͵ ὅπερ ἄγνωστον ὄν͵ ὅμως ὠδίνει τὸ γνωστόν͵ εἰ Θέμις εἰπεῖν͵ οὐ προστιθέμενον τῷ ἑνὶ ἐκείνῳ· ἀλλ΄ ἡ φύσις αὐτοῦ μὴ πάντη οὖσα ἀπόρρητος τὸ ἀναλογοῦν τῇ ὠδῖνι γνωστὸν εἰς ὑπόνοιαν παραδίδωσιν ἀδιάρ θρωτον͵ οὐ προϊούσῃ εἰς γνῶσιν͵ οὐ προϊὸν εἰς τὸ εἶναι γνωστόν. Φέρε οὖν ἐπειδὴ πάντα ἐστίν͵ οὐδέν͵ ὃ μὴ ἔστι τὸ ἕν͵ ὥς φαμεν͵ αὐτὸ τοῦτο ζητήσωμεν πρῶτον ὅπως ἀληθὲς ὅτι πάντα͵ καὶ δεύτερον εἰ ἐπίσης πάντα͵ καὶ ἔτι γε τρίτον τίς ἡ διαφορὰ τοῦ εἶναι πάντα τῷ τε ἑνὶ καὶ τῷ ἡνωμένῳ· πάντα γὰρ ἑκάτερον ἀδιακρίτως͵ λέγω δὲ οὐ τὸ οὐσιῶδες ὄν͵ ἀλλὰ τὸ ἑνιαῖον· καὶ τοῦτο γὰρ πάντα κατὰ τὸ ἕν͵ τό γε τοῦ ὄντος ὑπεριδρυμένον͵ ὃ καὶ πρὸ ἐκείνου λέγοιτο ἂν ἡνωμένον͵ τὴν ἀϊδιότητα τοῦ μικτοῦ προ ειληφός. ῍Η τοῦτο μὲν ἤδη προφαίνει τὴν ἐκ πολλῶν ἄκραν ἕνωσιν καὶ τὴν πρώτην ὠδῖνα τοῦ πλήθους͵ μᾶλλον δὲ τῆς τοῦ πλήθους μίξεως· πρὸ αὐτοῦ γὰρ ἐξεφάνη τὸ πλῆθος͵ ὥσπερ καὶ τὸ ἕν· ἐκ δὲ ἀμφοῖν εἰς αὐτὸ συνελθόντοιν τὴν μίαν ἐπ΄ αὐτοῖς ἡνωμένην καὶ μικτὴν ἰδιότητα προεβάλετο τοῦ ὄντος͵ ἥτις αὐτοῦ γέγονεν ὕπαρξις͵ οὐ τὸ ἕν͵ οὐδὲ τὰ πολλά͵ ἀλλ΄ ἡ τούτων μῖξις ἐν τῷ τρίτῳ ἀναφανεῖσα Θεῷ͵ τοῦτο αὐτὸ ὅπερ ἐστὶν ἡ μῖξις καὶ τὸ μικτόν͵ ὃ δὴ καλοῦμεν ἡνωμένον͵ ὃ δίϊόν ἐστιν. Εἰ τοίνυν καὶ τοῦτο πάντα͵ ἀλλ΄ ἡνωμένως τὰ πάντα͵ ἐπεὶ καὶ πρὸ αὐτοῦ πάντα τὸ πλῆθος͵ καὶ κυριώτερον πάντα ἢ τὸ ἕν· τοῦτο μὲν γὰρ πάντα͵ ἢ πολλὰ τὰ πάντα͵ ἐκεῖνο δέ͵ ἢ τὰ πάντα ἓν καὶ πάντα κατὰ τὸ ἕν. Ἴσως δ΄ ἄν τις ἀπορήσειεν εἰ καὶ τὸ ἓν πάντα͵ καὶ οὐ μόνον ἔσται πρὸ αὐτοῦ τὸ μόνον ἕν͵ ἐπειδὴ ἁπλουστέραν ἔννοιαν ἔχει ἢ τὸ ἓν πάντα· πρόσκειται γὰρ τούτῳ πάντα͵ καὶ εἰ μὲν βούλεταί τις͵ ὁμόσε χωρήσει τῷ ἀποροῦντι τὸ μὲν πλῆθος ἓν πάντα φάμενος͵ ἓν μὲν καθ΄ ὕπαρξιν͵ πάντα δὲ κατὰ μέθεξιν· τὸ δὲ ἓν μόνον͵ ἕν͵ καὶ οὔπω πάντα. Οὐ μέντοι͵ ἀλλ΄ ἐκεῖνό γε ἀληθέστερον εἰπεῖν ὅτι καὶ τὸ πλῆθος ἐν τῷ ἑνί· καὶ τοῦτο γὰρ ἀπ΄ αὐτοῦ͵ ἀλλ΄ οἷον κατ΄ αἰτίαν οὐ διωρισμένην ἀπὸ

1.60 τοῦ ἐν ᾧ ἐστιν͵ οὔπω γὰρ ἐκεῖ διορισμός͵ ἀλλ΄ ὅτι τὸ ἓν τοιοῦτον πρὸ πάντων οἷα τὰ πάντα μετὰ τὸ ἓν͵ καὶ ἔτι μειζόνως πάντα τὸ ἓν ἢ τὰ πάντα ἐστίν· αὕτη γὰρ ἡ αἰτία τοῦ πάντα εἶναι τὰ πάντα τὸ ἕν ἐστιν. Ἄλλως οὖν πάντα πρὸ τοῦ πλήθους τὸ ἕν͵ ἀλλὰ καὶ ταὐτό γε τὸ μόνον ἓν καὶ τὸ πάντων ἁπλούστατον· διὰ τοῦτο γὰρ ἁπλούστατον ὅτι περιεκτικώτατον· διὸ καὶ πάντα. Ἆρα οὖν ἐπίσης; πῶς δὲ οὐχί; πάντα γὰρ κατὰ τὸ ἕν͵ καὶ οὐδὲν ὅ τι μὴ κατὰ τὸ ἕν· τὸ δὲ κατὰ τὸ ἓν καὶ τοῦ ἐπίσης ἐστὶν ἰσαίτερον͵ εἰ οἷόν τε οὕτως εἰπεῖν· τὰ δὲ ἀπ΄ αὐτοῦ κατὰ τάξιν ἄλλο πρὸ ἄλλου͵ ἐκεῖ δὲ ἄνευ τάξεως͵ ὅτι ἐν διακρίσει ἡ τάξις· ἀλλ΄ οὐδὲ κατ΄ αἰτίαν ἡ τάξις͵ εἴη γὰρ ἂν κατ΄ αἰτίαν καὶ ἡ διάκρισις͵ καὶ τὰ αἴτια διακεκριμένα· εἰ μὴ ἄρα καὶ ἡ τάξις ἐκεῖ καὶ ἡ διάκρισις͵ οὐδὲ κατ΄ αἰτίαν͵ ἀλλὰ μειζόνως ἢ κατὰ τὴν αἰτίαν· κατὰ γὰρ τὸ ἓν καὶ τὸ πάντη ἕν͵ καὶ διὰ τοῦτο πάντα ἐπίσης. Διὰ τί οὖν τὰ μὲν αὐτῷ ἐστιν οἰκειότερα͵ τὰ δὲ ἀνοικειότερα͵ ὥς φαμεν͵ οἷον τὸ ἓν αὐτό͵ τὸ πάντα ὁμοῦ͵ τὸ ἁπλούστατον͵ τὸ πρῶτον͵ τὸ ἐπέκεινα πάντων͵ τἀγαθὸν καὶ ὅσα τὴν μίαν ἀρχὴν εἶναι δείκνυσθαι βούλεται; ταῦτα μὲν γὰρ εἴποι τις ἂν περὶ αὐτοῦ νοῦν ἔχων ἄνθρωπος· ἄνθρωπος δὲ ὅτι ἐστὶν ἤ τι τῶν ἀτιμοτέρων͵ αὐτό γε τὸ ἔσχατον͵ ἢ τὸ αἰτιατὸν ἢ ὕλη ἤ τι τῶν τοιούτων͵ οὐδεὶς ἄν͵ εἰ μὴ μαίνοιτο͵ φάναι τολμήσειεν. ῍Η τούτου αἴτιον τὸ μηδὲν μὲν ἐκείνων τῶν διωρισμένων ἐπαληθεύειν͵ μηδὲ τὸ πρῶτον͵ μηδὲ τὸ ἔσχατον͵ μηδέ τι τῶν μέσων͵ αὐτῶν δὲ τούτων τὴν τάξιν ὁρῶντες͵ ἣν ἔχει πρὸς ἄλληλα͵ ὡς τὰ μὲν παράγει͵ τὰ δὲ παράγεται͵ καὶ τὰ μὲν τάττει͵ τὰ δὲ τάττεται͵ βουλόμενοί τι ἐνδείξασθαι͵ ἀφ΄ ὧν ἴσμεν͵ περὶ οὗ οὐκ ἴσμεν͵ τὰ πρεσβύτερα φύσει αὐτῶν ἀνατίθεμεν͵ τὰ αἴτια τῷ προαιτίῳ͵ καὶ τὰ πρῶτα ἀπ΄ αὐτοῦ προελθόντα τῷ μηδὲ προελθεῖν τι͵ ὡς καὶ ταῦτα ἥκιστα προελθόντα.

1.61 Τί οὖν; καὶ ἐκεῖνο τὰ μὲν πρῶτα͵ τὰ δὲ δεύτερα παρήγαγεν; οὕτω γὰρ καὶ ἐν ἐκείνῳ φανεῖται ἡ τάξις· ἢ ἐκεῖνο μὲν πάντα ὁμοῦ παράγει͵ τὰ δὲ οὐχ ὁμοῦ προέρχονται͵ ἀλλὰ τὸ μὲν πρότερον͵ τὸ δὲ ὕστερον ἑαυτὸ παράγει. Καὶ πῶς τὰ κρείττω χωρίζεται τοῦ ἑνός͵ πρότερα τῶν χειρόνων; ἢ εἰ καὶ [εἰ] πρότερα διὰ τὸ μᾶλλον ἐρρῶσθαι πρὸς ὑπόστασιν τὴν ἐφ΄ ἑαυτῶν͵ ἀλλ΄ οὔτι γε καὶ μειζόνως χωρίζεται͵ ἀλλὰ καὶ ἥκιστα͵ διὰ τὴν αὐτὴν δύναμιν· ᾗ μὲν γὰρ δι΄ ἀσθένειαν προῄει͵ τάχα ἂν τὰ πρότερα ἀπολείφθη πρότερα τοῦ ἑνός͵ ὃ πάσχουσι καὶ τῶν ψυχῶν αἱ ἀσθενέστεραι͵ ἀφιστάμεναι πρότεραι τοῦ νοῦ͵ δεύτεραι δὲ ἴσως καὶ μόγις αἱ ἰσχυρότεραι. Νῦν δὲ κατὰ δύναμιν γίνεται ἡ ἀπὸ τῶν αἰτίων πρόοδος͵ καὶ τὰ μὲν αὐταρκέστερά ἐστι πρὸς ὑπόστασιν͵ τὰ δ΄ ὅλως οὐδὲ παράγειν ἑαυτὰ πέφυκεν͵ ἀλλὰ τὸ ὅλον ἑτέρωθεν ὑφίσταται. Εἰ δὲ ἐκεῖνο παράγει αὐτά͵ τὰ ἑαυτῷ ὁμοιότερα παράξει πρὸ τῶν ἀνομοιοτέρων͵ καὶ τὰ μᾶλλον αὐτῶν͵ οὐχ ὅτι προείληφε τὴν τάξιν͵ ἀλλ΄ ὅτι ἀπ΄ αὐτοῦ καὶ ἡ τάξις͵ ὡς καὶ τὰ ἄλλα πάντα. Τοῦτο μὲν οὖν τοιοῦτον. Ἀντὶ δὲ αὐτοῦ τὰ ὁμοιότερα αὐτῷ ὀνομάζομεν͵ τὰ μὲν δὴ παραγόμενα ἄνισα͵ τὸ δὲ παράγον ἴσον πρὸς πάντα͵ καὶ ἔτι μειζόνως ἢ ἴσον· ἓν γάρ ἐστι μόνον καὶ ὡς αὐτό͵ καὶ ὡς πάντα ὂν καὶ ὡς πάντα παράγον· κατὰ γὰρ τὸ ἓν ὅτι ἂν εἴπῃς περὶ αὐτοῦ. Ἀλλὰ τὸ πρῶτον ἁπάντων ζητηθὲν ἤδη ἐπιλυτέον͵ πόθεν ὅτι πάντα; μήποτε γὰρ οὐδὲ οἷόν τε τὸ ἓν πάντα εἶναι· τίς δὲ καὶ ἡ χρεία τοῦ πάντα εἶναι; ἀρκεῖ γὰρ καὶ τὸ μόνον ἓν πρὸς τὸ πάντων αἴτιον· εἰ δὲ καὶ πάντων αἴτιον͵ οὐκ ἂν εἴη πάντα· εἰ δὲ καὶ πολλὰ τὰ πάντα͵ τόγε ἓν οὐκ ἂν εἴη πολλά· ἐοίκασιν ἄρα οἱ πάντα τὸ ἓν εἰπόντες ἀμυνόμενοι τὴν ἔννοιαν εἰρηκέναι τὴν προχειρότερον ἐκεῖνο τιθεῖσαν ἕν͵ ὥς τι τῶν πάντων· οὐ γάρ τι͵ ἀλλὰ πάντα τὸ ἓν καὶ πλέον γε ἢ τὰ πάντα· ἀρχὴ γάρ τοι ἥμισυ͵ φασί͵ τοῦ παντός· μᾶλλον δὲ τὸ πᾶν͵ τὸ δὲ ἀληθέστερον πλέον ἢ τὸ πᾶν. Καὶ ταῦτα Πυθαγορείων παῖδες φιλοσοφοῦσι·

1.62 τῷ γὰρ ὄντι εἰ μὲν τὸ πᾶν λέγομεν͵ ἀρχήν τε καὶ τ΄ ἀπὸ τῆς ἀρχῆς. Ἡ δὲ ἀρχὴ τοῖς ἀπ΄ αὐτῆς ἀντίσομος͵ ἥμισυ τοῦ παντὸς ἡ ἀρχή· εἰ δὲ τὸ πᾶν κυριώτερον ἡ ἀρχή͵ τὰ δὲ ἀπ΄ αὐτῆς͵ οἷον μίμημα αὐτῆς καὶ οἷον ἀπαιώρημα· καὶ τοῦτο φάναι ἀληθές· εἰ δὲ μή͵ ἡ ἀρχή ἐστιν ἡ πρόληψις τῶν ἀπ΄ αὐτῆς· οὐδὲ γὰρ τὰ ἐν τῷ παράγοντι αἴτια αὐτό ἐστι τὸ παράγον͵ ἀλλὰ καὶ τὸ τῶν ἐν ἑαυτῷ αἰτίων παρακτικὸν εἴη ἂν ἡ ἀρχὴ πλέον ἢ τὸ πᾶν. Εἰ δὲ ἀληθῆ ταῦτά φαμεν͵ οὐκ ἂν εἴη κατὰ ἀλήθειαν τὸ ἓν τὰ πάντα͵ ἀλλὰ τὰ πάντα μετὰ τὸ ἕν· καὶ γὰρ οὐδὲ αἰτίας τῶν πάντων ἐν αὐτῷ ἀποτίθεμεν͵ ἵνα ταύτῃ γοῦν εἴη πάντα κατὰ τὴν παντότητα τῶν αἰτίων· οὐδαμῶς ἄρα τὸ ἕν͵ ὡς ὄντως εἰπεῖν. Ἀλλ΄ ἵνα μὴ τὸ ἐλάχιστον ἐννοῶμεν͵ τὸ δὲ πάντων περιεκτικώτατον καὶ μέγιστον͵ οὐδὲ τοῦτο ὡς τὸν κόσμον͵ ἀλλὰ τὸ πάντων ἁπλούστατον͵ οὐδὲ τοῦτο ὡς κατά τι τῶν κατὰ τὸν κόσμον͵ οἷον τὴν ἐσχάτην ἴτυν τῆς ἀπλάνους͵ ἀλλ΄ ὡς εἰς τὴν ἁπλότητα αὐτοῦ πάντων ἀναχυθέντων καὶ οὐκέτι πάντων εἶναι βουλομένων. ῍Η καὶ τούτων εὖ λεγομένων͵ ὀρθῶς ἔχει καὶ ἐκεῖνο πάντα ἀνυμνεῖν· ἑκάστου γὰρ πλήθους τὸ ἡνωμένον συναίρεμα πᾶν ἐστιν ἀδιάκριτον͵ οἷον τὸ πλῆθος διακεκριμένον͵ πρὸ δὲ τοῦ ἡνωμένου ἑκασταχοῦ τὸ ἓν ἕκαστον͵ τοσαῦτα τὸ ἕν͵ ὅσα τὸ ἡνωμένον· ὅτι γὰρ τοσαῦτα͵ ὅ τι προῆλθεν εἰς τοσαῦτα· οὐ γὰρ εἰς ἓν ὑπέβη τὸ ἕν͵ ἀλλ΄ εἰς ἡνωμένον͵ οὐδὲ τὸ ἡνωμένον εἰς ἡνωμένον͵ ἀλλ΄ εἰς πᾶν διακεκριμένον͵ ὅπου καὶ σαφῶς τὰ πάντα νοοῦμεν. Ἀλλ΄ ὥσπερ ἐν τῷ κέντρῳ συνέπτυκται ὁ κύκλος καὶ πᾶσαι αἱ ἀπὸ τοῦ κέντρου͵ οὕτω καὶ ἐν τῷ ἡνωμένῳ τὸ πᾶν τῆς διακρίσεως πλῆθος· ἀνὰ δὲ τὸν αὐτὸν λόγον ἐν τῷ ἑνί͵ τό τε κέντρον αὐτὸ καὶ τὰ ἐν τῷ κέντρῳ συνεπτυγμένα καὶ πάντα ὁμοίως ἁπλοΐζεται. Καὶ οὕτως ἓν τὰ πάντα λέγομεν͵ καὶ τὸ ἓν πάντα καὶ ἔτι πλέον͵ ὅτι κατὰ τὸ ἓν τὰ πάντα· καὶ τὰ μὲν πάντα οὐ πάντως ἕν͵ τὸ δὲ ἓν ἐκεῖνο πάντως τὰ πάντα. Ἐπὶ τούτοις ἄξιον ζητήσεως ὅπη διαφέρει τοῦ διωρισμένου ἑνὸς ἡ προφαινομένη ἔννοια͵ καὶ τούτου οὗ πέρι λέγομεν τοῦ ἀσυμμέτρου ταῖς ἡμετέραις ἐννοίαις͵