1.63 ἡ πρόχειρος ἔννοια τῷ προχείρῳ ἑνὶ ἐπαληθεύει͵ ἢ διωρισμένη τῶν ἄλλων πραγμάτων͵ δῆλον ὡς ἐκείνῳ τῷ ἀδιορίστῳ ἑνὶ οὐκ ἐφαρμόσει· ταύτης δὲ ἐπ΄ αὐτοῦ ἀνῃρημένης͵ οὐδεμίαν ἔχομεν ἄλλην ἐκείνου γνωστικήν͵ ὥστε μάτην αὐτὸ καὶ ἓν λέγομεν. Ἔπειτα καὶ τοῦ ἑνὸς τούτου γνωριζομένου͵ οὐδὲν ἁπλούστερον ἐννοοῦμεν͵ ὥστε τοῦτο ἂν εἴη πρώτη τῶν ἁπάντων ἀρχή· καὶ γὰρ τἀγαθὸν πρώτιστον ἔδοξεν εἶναι· διὸ τὸ μηδὲν αὐτοῦ κρεῖττον εἶναι δυνατόν͵ ὥστε καὶ τοῦτο ἀρχὴ τῶν ἁπάντων· καὶ διὰ τοῦτο εἰς ταὐτὸν ἡμῖν ἄγουσιν αἱ ἔννοιαι͵ τὸ ἓν καὶ τὸ ἀγαθόν. Καὶ πῶς ἐν διορισμῷ καὶ ἀντιδιαιρέσει τὸ πρῶτον; πῶς δὲ εἶδος τὸ πρῶτον; ἓν γάρ τι τῶν πολλῶν εἰδῶν τὸ ἓν καὶ τἀγαθόν. Πρὸς δὲ τούτοις ὡς κίνησις καὶ στάσις ἀντίθεσις μία͵ καὶ ἑτερότης καὶ ταυτότης͵ καὶ ἄλλαι τοιαῦται πλείους͵ οὕτω καὶ ἓν καὶ πολλὰ μία τις ἀντίθεσις͵ καὶ ἔστι μὲν ἐν ἑκάστῃ τὸ μὲν κρεῖττον͵ τὸ δὲ χεῖρον ὡς ἕν͵ ὁμοταγεῖ δὲ λόγῳ τὸ κρεῖττον καὶ χεῖρον͵ καὶ δὴ ἀντιμετέχει ἀλλήλων τὰ ἀντικείμενα͵ ὡς ἐν Παρμενίδῃ δείκνυται͵ ὥστε καὶ τὸ ἓν καὶ τὰ πολλὰ ἐν ἀλλήλοις ἐστίν. Οὐκ ἄρα ἀρχή͵ διότι τῷ ἑνὶ τούτῳ ἥνωται τὰ πολλά· καθὸ δὲ τὰ πολλὰ ἥνωται͵ τοῦτο ἕν· καὶ τὸ μὲν ἐν αὐτοῖς μετεχόμενον͵ τὸ δὲ καθ΄ ὕπαρξιν καὶ ἐφ΄ ἑαυτοῦ πρὸ τῶν πολλῶν· πρὸ τῶν πάντων ἄρα· ἀρχὴ ἄρα τῶν πάντων τοῦτο τὸ ἕν. Εἰ γὰρ καὶ ἀντίκειται αὐτῷ τὰ πολλά͵ ἀλλ΄ οὔτι γε ὡς ὁμοταγῆ͵ ὡς τὰ αἰτιατὰ δὲ πρὸς τὸ αἴτιον· χωρὶς δὲ τούτων͵ εἰ τῶν πάντων συναγωγόν ἐστι τὸ ἕν (ἴδιον γὰρ αὐτοῦ τὸ ἑνοποιόν͵ καὶ τῆς μίξεως αἴτιον)͵ τὸ δὲ ἑνοποιὸν καὶ συναγωγὸν τῶν πάντων πρεσβύτερόν ἐστι καὶ ὑπέρτερον τῶν συναγομένων καὶ ἑνοποιουμένων͵ φανερὸν ὅτι τὸ ἕν ἐστιν ἡ ἀρχὴ τῶν πάντων͵ ὅπερ ἀντιδιῄρηται πρὸς πάντα͵ ὡς αἴτιον τὰ αἰτιατά͵ καὶ τοῦτό ἐστιν ὃ γνωρίζομεν ὡς ἕν. Ἄλλο δὲ οὐδέ ἐστιν ἕν͵ οἷον τὸ ὡς γένος λεγόμενον; ἢ ῥητέον ὅτι τὸ μὲν ὡς γένος ἓν γνωρίζομεν͵ ὥς τι τῶν πάντων ὄν͵ ὡς τὰ πολλά τι λέγω τὸ εἶδος͵ καὶ ἀγαθὸν καὶ καλόν· ἡ γὰρ διωρισμένη ἔννοια τοῦ διωρισμένου ἐστὶ πράγματος· τὸ δὲ ἓν ἐκεῖνο͵ οὐχ ὡς ἑνοποιὸν ληπτέον͵ ἀλλ΄ ὡς παντο ποιόν· καὶ πληθοποιὸν γάρ͵ καὶ ἀγαθοποιόν͵ καὶ καλοποιόν͵ καὶ ὁλοποιόν͵ καὶ οὐδὲ ἓν ὅτι οὐ ποιοῦν τῇ μίᾳ ἑαυτοῦ ἁπλότητι. Εἰ δὲ τὸ ἑνοποιόν͵ οὐ κλητέον
1.64 ἓν κυρίως· εἰ δὲ οὐκ ἔστιν αὐτοῦ ὄνομα κύριον͵ ἕκαστον αὐτὸ κλητέον͵ οὐ μόνον ἑνοποιόν͵ ἀλλὰ καὶ πληθοποιόν͵ καὶ ἕν͵ εἰ βούλει͵ καὶ πολλά͵ μᾶλλον δὲ πάντα πρὸ τῶν πολλῶν καὶ τῶν πάντων. Τί οὖν; οὐ συνάγει τὰ πάντα καὶ τῆς μίξεως ἐκεῖνο αἰτιᾶται ὁ ἐν Φιλήβῳ Σωκράτης; πάντως δήπου͵ ἀλλὰ κατὰ τὸ ἓν μόνον ἰδίωμα αὐτὸ προβαλλόμενον τὸ συναγωγόν τε καὶ ἑνοποιόν· τούτου γὰρ ἐκείνοις ἐδεῖτο͵ ἐπεὶ καὶ τὸ πέρας ἓν ἦν καὶ τὸ ἄπειρον ἕν͵ καὶ τὸ μικτὸν ἕν· καὶ οὐ δεῖ τῆς μίξεως μόνης αἴτιον ἐκεῖνο͵ ὡς δοκεῖ λέγεσθαι͵ ἀλλὰ καὶ τῶν στοιχείων. Ὅτι δὲ ὁ Σωκράτης οὐκ ἐπὶ τοῦτο τὸ ἓν φέρει τὴν διάνοιαν͵ ἀλλ΄ ὡς ἐπί τι σεμνὸν καὶ ἀπόρρητον͵ ἐδήλωσεν͵ αὐτὸ μὲν ἀφείς͵ ὡς πάντῃ κρυπτόμενον͵ τὰς δὲ ἐν προθύροις αὐτοῦ τρεῖς μονάδας ὡς γνωρίσματα αὐτοῦ προαγαγὼν τὰς τρεῖς τοῦ ἑνός. Καίτοι ῥᾴδιον ἦν τὸ εἰδητικὸν τοῦτο ἓν ἐν νοῆσαι͵ καὶ τὸ συναγωγόν͵ καὶ ἑνοποιὸν τῶν πολλῶν βαλέσθαι εἰς νοῦν͵ καὶ τοῦτο μᾶλλον ἢ τὴν ἀλήθειαν καὶ τὸ κάλλος καὶ τὴν συμμετρίαν. Ἔτι τοίνυν οὐ τὸ πέρας μόνον καὶ τὸ ἄπειρον ἦν τὰ στοιχεῖα͵ ἀλλὰ καὶ τὸ ἓν καὶ τὰ δύο͵ καὶ εἰ μόνα ταῦτα ἦν͵ ὥστε τὸ ἓν ὡς στοιχεῖον παρείληπτο. Ἐπὶ δὴ τούτοις τί ἐζητεῖτο; τὰ μὲν στοιχεῖα τά τε ἄλλα καὶ τὸ ἓν προϋπέκειτο͵ τὸ δὲ ἐκ τούτων μικτὸν ἐζητεῖτο ὅπως γέγονεν. Οὐκοῦν τὸ μικτὸν πάντων ὁμοῦ τὰ στοιχεῖα καὶ τὸ σύγκριμα τῶν στοιχείων͵ διὸ τῆς πάντα οὔσης αἰτίας ἐδεήθη͵ ἵνα γένηται πάντα ἓν ἐκ πάντων͵ ὡς ἐκείνη πρὸ πάντων. Πῶς δὲ ταύτης ἂν μετέσχεν͵ εἰ μὴ τὰ συνιόντα σύμμετρα εἴη καὶ συμπαθῆ πρὸς ἄλληλα͵ καὶ ἀληθείας τῷ αὐτῷ φωτὶ γεγανωμένα; ταῦτα γὰρ οἷον πρόδρομα ἴχνη τοῦ κοινοῦ ἦν αἴτια͵ οὐ τῶν πάντων. Πρὸς δὲ τούτοις τὸ τοῦ μικτοῦ αἴτιον τοῦ παντὸς ἦν αἴτιον καὶ οὐ μόνης τῆς μίξεως͵ ὃ δοκεῖ ποιεῖν τὸ μόνον ἕν· μᾶλλον δὲ οὐδὲ ἡ μῖξις τοῦ ἑνὸς οὐδὲ ἡ συναγωγή͵ ἀλλὰ τοῦ ἑνὸς μόνου τόγε ἕν͵ τὸ δὲ τῆς μίξεως καὶ συναγωγῆς καὶ τῆς ἑνώσεως καὶ τῆς διακρίσεως αἴτιον· ἡ γὰρ μῖξις ἐν ἀμφοῖν καὶ ἡ συναγωγὴ καὶ ἡ κοινωνία͵ καὶ πᾶν ὅτι τοιοῦτον συναμφότερόν τί ἐστιν͵ οὐ μόνον ἕνωσις͵ οὐδὲ μόνον διακρίσεως· αὕτη γὰρ ἀσύντακτος͵
1.65 ἐκείνη δὲ ἀπλήθυντος· ἡ γὰρ ἕνωσις ἓν βούλεται εἶναι καὶ ἑνὸς ἴχνος· διὸ καὶ ἀπὸ μόνου πρόεισι τοῦ ἑνὸς ὄντος͵ ὥσπερ ἡ διάκρισις ἀπὸ μόνου τοῦ πλήθους͵ ἡ δὲ κοινωνία ἀπὸ τοῦ ἅμα καὶ ἑνοποιοῦ καὶ πληθοποιοῦ͵ ὅ ἐστι πρὸ ἀμφοῖν. Ἔτι τοίνυν εἰ καὶ τοῦτο καλοῖ τις ἓν τὸ πρὸ πάντων͵ ἀπορίᾳ τοῦ ἰδίου ὀνόματος͵ οὐδὲν γὰρ ἐπ΄ ἐκείνου ἴδιον͵ οὐδὲ ἐν ἐκείνῳ͵ ἀλλ΄ ὅμως διοίσει τοῦ διωρισμένου ἑνός. Τοῦτο μὲν γὰρ ἑνίζει τὰ διωρισμένα͵ οὐ συγχέον αὐτῶν τὸν διορισμὸν οὐδὲ ἀπαλεῖφον τὰς περιγραφάς· τοιγαροῦν ἐπέκεινα· οἷά ἐστι μένοντα͵ ἔπειτα οὕτως ἑνοῦται πρὸς ἄλληλα͵ τὸ δὲ πρὸ πάντων ἕν͵ εἴπερ καὶ ἓν πρὸ πάσης περιγραφῆς͵ οὖσαν ἐνδίδωσιν ἕνωσιν͵ καὶ οὐδὲ ταύτην πρὸς τὰ ἄλλα διωρισμένην͵ ἀλλ΄ οἷον ῥίζαν ἀδιάκριτον πάσης τῆς ἑκάστου ὑποστάσεως. Τούτων δὲ οὕτως ἐχόντων͵ τὸ μὲν γνωριζόμενον ἕν͵ ὅτι τὸ διωρισμένον ἐστὶ καὶ εἰδητικόν͵ δῆλον ἐκ τοῦ ἕν τι τῶν πολλῶν ἐννοεῖν τὸ ἕν͵ ὡς τὰ πολλά͵ ὡς τὸ ἀγαθόν͵ ὡς τὸ καλόν· τὸ δὲ συναγωγὸν πάντων ὅτι οὐ τοῦτο τὸ ἓν τὸ εἰδητικὸν ἢ ὅλως διωρισμένον͵ φανερὸν ἐκ τοῦ καὶ τοῦτο ἕν τι εἶναι τῶν συναγομένων͵ ἵνα ἅμα καὶ ἡνωμένα καὶ διακεκριμένα τὰ πάντα ᾖ. Ἀλλὰ μὴν τὸ διωρισμένον ἓν πάσχει τι ὑπὸ τῶν πολλῶν͵ ἢ ὡς ὑποκειμένων αὐτοῦ τῇ ἰδιότητι κατὰ τὴν ἐκ πολλῶν αὐτοῦ σύστασιν͵ ἢ ὡς ἀντικειμένων͵ ὅτι καὶ ἡ στάσις κινεῖται καὶ ἡ κίνησις ἵσταται· ἐκεῖνο δὲ πάντη ἁπλοῦν. Διὸ μηδὲ ἓν ἄξιον κεκλῆσθαι͵ ὅτι τὸ ἓν ὅπερ ἐννοοῦμεν καὶ εἶναι καὶ κινεῖσθαι καὶ ἑστάναι καὶ ἕτερον καὶ ταὐτὸν ἐννοοῦμεν͵ ὥστε ἐκ πολλῶν κατὰ μέθεξιν͵ ἓν δὲ κατὰ τὴν ὕπαρξιν τῆς ἰδιότητος. Τὸ δὲ πρώτιστον τῶν ἠπορημένων ἀληθέστατον ἄρα ἦν͵ ὡς οὐκ ἔχομεν ἔννοιαν ἐκείνου παντελῆ καὶ μίαν· διόπερ οὐδὲ ἓν αὐτὸ κλητέον͵ εἰ μὴ οὕτω γε ὡς οὐδὲ ἧττον καὶ πάντα κλητέον͵ ὃ καὶ ὁ Σωκράτης ἐδήλου͵ διὰ τῶν ἐν προθύροις αὐτοῦ καὶ ὁπωσοῦν προφαινομένων τριῶν μονάδων͵ ἀληθείας͵ κάλλους͵ συμμετρίας͵ ταύτης μὲν τὴν τάξιν παρεχομένης
1.66 ἐν τοῖς πᾶσι͵ τοῦ δὲ κάλλους τὴν συμπαθῆ πρὸς ἄλληλα σύγκρασιν͵ τῆς δὲ ἀληθείας τὴν ὕπαρξιν͵ ὡς ἀληθῶς· ἐκείνου δὲ πάντα ὁμοῦ ἀπορρήτως. Ἀκόλουθον ἐπὶ τούτοις ἂν εἴη ζητεῖν εἰ πρόεισί τι ἀπ΄ ἐκείνου εἰς τὰ μετ΄ αὐτὸ καὶ ὁτιοῦν͵ ἢ οὐδενὸς αὐτοῖς μεταδίδωσιν· ἑκάτερον γὰρ ἄν τις ἀπορήσειεν εἰκότως· εἰ γὰρ οὐδενὸς μεταδίδωσι τοῖς ἀπ΄ αὐτοῦ παραχθεῖσι͵ πῶς αὐτὰ καὶ παρήγαγεν οὕτως ἔχοντα πρὸς αὐτὸ ἀνοικείως͵ ὥστε μηδενὸς ἀπολαύειν τῆς ἐκείνου φύσεως; πῶς δὲ αὐτῶν αἴτιόν ἐστιν κατὰ τὴν ἑαυτοῦ φύσιν͵ ἧς αὐτοῖς οὐ μεταδίδωσι; πῶς δὲ ἐπιστρέφεται ἐκεῖνα πρὸς αὐτό͵ καὶ πῶς αὐτοῦ ὀρέγεται͵ οὗ μετέχειν οὐ δύναται͵ ἀμετόχου πάντα τρόπον ὄντος; πῶς δ΄ ἂν σώζοιτο τὰ προελθόντα μὴ ἐνερριζωμένα τῇ σφῶν αἰτίᾳ; Ὁ δὲ ἐν Πολιτείᾳ Σωκράτης οὐχὶ τὴν ἀλήθειαν φῶς ἐκείνου προϊὸν ἀπ΄ ἐκείνου φησὶ συνδετικὸν τοῦ νοητοῦ καὶ τοῦ νοεροῦ; Οἶδεν ἄρα καὶ αὐτὸς τὸ ἐκεῖθεν ἧκον καὶ μετεχόμενον· εἰ δὲ καὶ ἡ ὕλη αὐτοῦ ἔσχατον ἴχνος ἀποφέρεται͵ πάντως ὅτι καὶ τὰ πρὸ τῆς ὕλης ἔχει αὐτοῦ τὰς παντοίας μεθέξεις ἰδιουμένας πρὸς ἕκαστον κατὰ μέτρον τῆς ἑκάστου ὑποστάσεως. Ἀλλὰ καὶ ἐπεξιόντι φανεῖται ἐν πᾶσιν· ἔστι γὰρ ἕκαστον καὶ τῶν ἀτόμων καὶ τῶν ὅλων͵ καὶ τῶν Θνητῶν καὶ τῶν ἀϊδίων͵ καὶ τῶν στερεῶν καὶ τῶν εἰδητικῶν· οὐ πολλὰ μόνον͵ ἀλλὰ καὶ ἓν πρὸ τῶν πολλῶν͵ πρὸ τοῦ μερισμοῦ τὸ ἀμέριστον͵ πρὸ τοῦ δια κεκριμένου τὸ ἡνωμένον. Ὅπερ δὲ τὰ πάντα ἑκάστου͵ τοῦτο πρὸ πάντων τὸ συναίρεμα πάντων͵ ὃ δὴ ἡνωμένον φαμέν͵ ὃ δὴ ὂν ὀνομάζομεν͵ καὶ πρὸ τοῦ ἡνωμένου δηλονότι τὸ ἓν πάντα ἑκάστου κατὰ τὸ ἓν ἱστάμενον͵ ὡς τὸ ὂν πάντα κατὰ τὸ ἡνωμένον͵ ὡς πάντα ἐν διορισμῷ κατὰ τὸ διακεκριμένον. Ἔστιν ἄρα ἐν παντὶ ἑκάστῳ τὸ ἀναλογοῦν τῷ πρὸ πάντων͵ καὶ αὕτη ἐστὶν ἡ ἐκείνου πρόοδος εἰς πάντα͵ ἡ κατὰ τὸ ἓν ἑκασταχοῦ προϋπάρχουσα παντελὴς ὑπόστασις͵ μᾶλλον δὲ ῥίζα τῆς ὑποστάσεως ἑκάστης. Ἀλλ΄ εἰ προΐοι͵ πάλιν αὖ
1.67 ἀπορήσει τις ὅντινα ἂν προΐοι τρόπον· τί γὰρ αὐτῷ τῆς διακρίσεως αἴτιον ἔσται; πᾶσα γὰρ δὴ πρόοδος μετὰ διακρίσεως͵ πάσης δὲ διακρίσεως τὸ πλῆθος αἴτιον· πολλοποιὸν γὰρ ἀεὶ τὸ διακριτικόν· ἐκεῖνο δὲ ἓν πρὸ τοῦ πλήθους. Εἰ δὲ καὶ πρὸ τοῦ ἑνὸς μόνου͵ πολλῷ μειζόνως πρὸ τοῦ πλήθους· ἀδιάκριτος ἄρα αὐτοῦ τὸ πάμπαν ἡ φύσις· ἀπρόοδος ἄρα. Πάντα μὲν οὖν ἀπ΄ αὐτοῦ πρόεισιν εἰς ἄλλην φύσιν͵ καὶ αὐτὸ παρήγαγεν͵ αὐτὸ δὲ εἰς οὐδὲν πρόεισιν͵ οὐδέ τινι μεταδίδωσιν ἀφ΄ ἑαυτοῦ τινος· ἀνάγκη γὰρ τὸ μεταδιδόμενον ὑφεῖσθαι τοῦ μεταδιδόντος͵ καὶ μὴ ἐκεῖνο εἶναι͵ ἀλλ΄ οἷον ἐκεῖνο καὶ μὴ τὸ ἁπλῶς͵ ἀλλά τι μέτρον ἑκάστῳ. Ἡ δὲ ὕφεσις καὶ τὰ μέτρα καὶ εἴ τι τοιοῦτον ἐν πλήθει τινὶ ὁρᾶται καὶ μετὰ διορισμοῦ καὶ κατὰ ῥύσιν καὶ μεταβολὴν τοῦ αὐτοῦ͵ κἂν μὴ παρεμπίπτῃ τις ἑτερότης͵ ἀλλ΄ ἢ φύσις ἐκείνη πρὸ πάσης ἐστὶν τῆς ὁπωσοῦν πληθυομένης ἐμφάσεως· ἐπειδὰν γὰρ ἄρξηται τὰ πολλά͵ τότε χώραν ἔχει καὶ ἡ πρόοδος͵ εἴτε ἡ ὁμοειδής͵ εἴτε ἡ ἀνομοειδής. Ἐκεῖνο ἄρα πάντη ἀπρόϊτον͵ οὐδὲ ἔλλαμψιν ἀφ΄ ἑαυτοῦ προϊέμενον εἰς οὐδὲν τῶν πάντων· καὶ γὰρ ἡ ἔλλαμψις διακρίνεται ἀπὸ τοῦ ἐλλάμποντος. Ἔτι τοίνυν οὐδὲ τὸ ὄν͵ ὃ δὴ ἡνωμένον πάντη ὑποτιθέμεθα͵ οὐδὲ τοῦτο προΐοι ἄν· καὶ τοῦτο γὰρ δὴ πρὸ τῆς οὐσιώδους διακρίσεως ἕστηκε πάγιον͵ οὐδὲ κινούμενόν φησιν ἐκεῖνος· ἔστη γὰρ δὴ τὸ πάντη ἡνωμένον ὂν καὶ μηδαμῆ διακεκριμένον͵ οὐκ ἄρα ἑαυτό γε διακρίνειεν ἂν εἰς τὴν τῶν πολλῶν πρόοδον. Ἀλλὰ μὴν οὐδὲ τῶν πρὸ αὐτοῦ͵ τῶν γε ὄντων͵ οὐδὲ μέντοι τῶν μετ΄ αὐτό· τί γὰρ ἂν καὶ δράσειεν τὸ δεύτερον εἰς τὸ πρότερον ἢ τὸ αἰτιατὸν εἰς τὸ αἴτιον; οὐδὲ τὸ ὂν ἄρα πρόεισιν εἰς πολλὰ ἢ κατὰ ὕφεσιν ἢ κατὰ μερισμὸν ἢ ὁπωσοῦν κατὰ πρόοδον· οὐ γὰρ ἀποτμήσει τὸ ἐὸν τοῦ ἐόντος ἔχεσθαι͵ φησὶν ὁ Παρμενίδης. Διὸ καὶ ἓν ἄρα τὸ ὂν ἐκεῖνος ἔλεγεν· οὐδὲ ἄρα προϊέναι φαίη τις ἄν͵ εἴπερ μηδὲ ἀποτμήσεσθαι· πολλῷ ἄρα μειζόνως͵ οὐδὲ τὸ ἕν. Ἔτι τοίνυν τὰ ἐν τῇ προόδῳ καὶ τὰ ἐν ἑκάστοις ἐγγινόμενα μέτρα τοῦ ἑνὸς καὶ ἴχνη πρὸ τῶν ἄλλων ἰχνῶν ὄντα τῶν κατὰ ἄλλας καὶ ἀπ΄ ἄλλων