Σέξτος: ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ, βιβλίο α΄ 16η συνέχεια

ἄλλως τε͵ εἰ τὸ σῶμα τῶν αἰσθήσεων καὶ τῆς διανοίας ἀντιληπτικόν ἐστιν͵ ὀφείλει [τὸ] ταύτας καταλαμβάνον ὁμοιοῦσθαι ταύταις͵ του τέστιν ὁμοίως διατίθεσθαι καὶ αἴσθησίς τε καὶ διάνοια γίνεσθαι. ὁράσεως γὰρ ἀντιλαμβανόμενον͵ καθὸ ὁρᾷ͵ ὅρασις ἔσται͵ καὶ γεύσεως γευομένης καταληπτικὸν ὑπάρχον γεῦσις γενήσεται͵ καὶ ἐπὶ τῶν ἄλλων τὸ ἀνάλογον. καθὰ γὰρ τὸ θερμοῦ ἀντιλαμβανόμενον ὡς θερμοῦ θερμαινόμενον ἀντιλαμβάνεται͵ θερμαινόμενον δὲ εὐθύς ἐστι θερμόν͵ καὶ ὡς τὸ ψυχροῦ γνῶσιν ποιούμενον ὡς ψυχροῦ ψυχόμενον εὐθέως ἐστὶ ψυχρόν͵ οὕτω καὶ ὁ σάρκινος ὄγκος εἰ ἀντιλαμβάνεται τῶν αἰσθήσεων ὡς αἰσθήσεων͵ αἰσθάνεται͵ αἰσθανόμενος δὲ πάντως αἴσθησις γενήσεται͵ καὶ ταύτῃ οὐκέτι ὑποκείσεται τὸ ζητοῦν͵ ἀλλ΄ ἔσται τὸ ζητούμενον͵ σὺν τῷ καὶ τελέως καταγέλαστον εἶναι τὸ μὴ διαφέρειν τὸν ὄγκον τῶν αἰσθήσεων καὶ τῆς διανοίας͵ πάντων σχεδὸν τῶν δογματικῶς φιλοσοφησάντων τὴν ἐν τούτοις διαφορὰν εἰσηγησαμένων. ὁ δ΄ αὐτὸς καὶ ἐπὶ τῆς διανοίας ἐστὶ λόγος· εἰ γὰρ ἀντιλαμβάνεται ταύτης ὁ ὄγκος ὡς διανοίας͵ τουτέστι νοούσης͵ ἔσται διάνοια ὁ ὄγκος͵ διάνοια δὲ ὢν οὐκ ἔσται τὸ ζητοῦν ἀλλὰ τὸ ζητούμενον. οὐτοί νυν τὸ σῶμα καταληπτικόν ἐστι τοῦ ἀνθρώπου. καὶ μὴν οὐδὲ αἱ αἰσθήσεις. αὗται γὰρ πάσχουσι μόνον καὶ κηροῦ τρόπον τυποῦνται͵ ἄλλο δ΄ ἴσασιν οὐδὲ ἕν͵ ἐπεί τοι ἐὰν ζήτησίν τινος αὐταῖς νείμωμεν͵ οὐκέτ΄ ἄλογοι γενήσονται ἀλλὰ λογικαὶ δυνάμεις ἔχουσαι φύσιν ζητήσεως. ὅπερ οὐχ οὕτως εἶχεν· εἰ γὰρ τὸ λευκαίνεσθαι καὶ μελαίνεσθαι καὶ γλυκάζεσθαι καὶ πικράζεσθαι καὶ εὐωδιάζεσθαι καὶ κοινῶς πάσχειν ἴδιόν ἐστιν αὐτῶν͵ τὸ ζητεῖν ἐνεργητικῶς οὐκ ἔσται ἴδιον αὐτῶν. εἶτα πῶς οἷόν τέ ἐστι διὰ τούτων καταληφθῆναι τὸν ὄγκον οὐκ ἐχουσῶν τὴν φύσιν; οἷον εὐθέως ἡ ὅρασις σχήματος μὲν καὶ μεγέθους καὶ χρόας ἐστὶν ἀντιληπτική͵ οὔτε δὲ σχῆμά ἐστιν οὔτε μέγεθος οὔτε χρῶμα ὁ ὄγκος͵ ἀλλ΄ εἰ καὶ ἄρα͵ τὸ ᾧ ταῦτα συμβέβηκεν· καὶ διὰ τοῦτο τὸν μὲν ὄγκον οὐ δύναται λαβεῖν ἡ ὅρασις͵ μόνον δὲ ὁρᾷ τὰ συμβεβηκότα τῷ ὄγκῳ͵ οἷον τὸ σχῆμα͵ τὸ μέγεθος͵ τὴν χρόαν. ναί͵ φήσει τις͵ ἀλλὰ τὸ ἐκ τού των συνηρανισμένον ὁ ὄγκος ἐστίν. ὅπερ ἦν ληρῶδες. πρῶτον μὲν γὰρ ἐδείξαμεν ὅτι οὐδὲ ἡ κοινὴ σύνοδος τῶν τινι συμβεβηκότων ἐκεῖνό ἐστι τὸ ᾧ τινι συμβέβηκεν· εἶτα κἂν τοῦτο οὕτως ἔχῃ͵ πάλιν τῶν ἀμηχάνων ἐστὶν ὑπὸ τῆς ὄψεως ληφθῆναι τὸ σῶμα. εἰ γὰρ μήτε μῆκος ψιλόν ἐστι τὸ σῶμα μήτε σχῆμα κατ΄ ἰδίαν͵ μήτε χρῶμα χωρίς͵ τὸ δὲ ἐκ τούτων σύνθετον͵ δεήσει τὴν ὅρασιν τοῦ σώματος ἀντιλαμβανομένην συντιθέναι ταῦτα καθ΄ ἕκαστον παρ΄ ἑαυτῇ͵ καὶ οὕτω τὸν κοινὸν πάντων ἀθροισμὸν σῶμα λέγειν. ἀλλὰ τὸ συντιθέναι τι μετά τινος͵ καὶ τὸ τοιόνδε μέγεθος μετὰ τοῦ τοιοῦδε σχήματος λαμβάνειν͵ λογικῆς ἐστι δυνάμεως. ἄλογος δέ γέ ἐστιν ἡ ὅρασις· τοίνυν οὐ ταύτης ἔργον καθέστηκε τὸ ἀντιλαμβάνεσθαι τοῦ σώματος. καίτοι οὐ μόνον τὴν κοινὴν σύνοδον ὡς σῶμα νοεῖν ἐστιν ἀφυής͵ ἀλλὰ καὶ πρὸς τὴν ἑκάστου τῶν τούτῳ συμβεβηκότων κατάληψιν πεπήρωται. οἷον εὐθέως μήκους· καθ΄ ὑπέρθεσιν γὰρ μεγεθῶν τοῦτο λαμβάνεσθαι πέφυκεν͵ ἀπό τινος ἀρχομένων ἡμῶν καὶ διά τινος καὶ ἐπί τι καταληγόντων͵ ὅπερ ποιεῖν ἄλογος φύσις οὐ δύναται. εἶτα καὶ βάθους· περὶ αὐτὴν γὰρ πλάζεται τὴν ἐπιφάνειαν ἡ ὅρασις͵ εἰς βάθος δ΄ οὐκ ἐνδύνει. λανθάνει γοῦν αὐτὴν καὶ τὰ περίχρυσα τῶν χαλκῶν. εἴρητο δὲ ὅτι καὶ πρὸς χρώματος γνῶσιν ἦν ἀνεπιτήδειος͵ ὅτε τὴν Κυρηναϊκὴν στάσιν ἀνῃροῦμεν. διόπερ εἰ μηδὲ τῶν συμβεβηκότων τῷ σώματι ἡ ὅρασίς ἐστιν ἀντιληπτική͵ πολὺ πλέον οὐδ΄ αὐτοῦ τοῦ σώματος ἔσται θεωρητική. καὶ μὴν οὐδὲ ἀκοῆς ἐστιν ἔργον τὸ τοιοῦτον ἢ ὀσφρήσεως ἢ γεύσεως ἢ ἁφῆς· ἑκάστη γὰρ τούτων τὸ πρὸς ἑαυτὴν μόνον αἰσθητὸν ἐπίσταται͵ τὸ δὲ οὐκ ἂν εἴη ὁ ὄγκος. ἡ γὰρ ἀκοὴ φωνῆς μόνον ἐστὶν ἀντιληπτική͵ φωνὴ δὲ οὐκ ἔστιν ὁ ὄγκος. καὶ ἡ ὄσφρησις εὐώδους μόνον ἢ δυσώδους ἐστὶ κριτήριον· ἀλλ΄ οὐθεὶς οὕτως ἐστὶν ἄφρων ὡς τὴν ὑπόστασιν τοῦ περὶ ἡμᾶς σώματος ἐν τοῖς εὐώδεσιν ἢ δυσώδεσιν ἀπολείπειν. τὰ δ΄ αὐτὰ λεκτέον καὶ περὶ τῶν ἄλλων αἰσθήσεων͵ ἵνα μὴ μακρολογῶμεν. ὥστε αὗται μὲν τὸν ὄγκον οὐ καταλαμβάνονται. καὶ μὴν οὐδὲ ἑαυτάς. τίς γὰρ ὁράσει τὴν ὅρασιν εἶδεν; ἢ τίς ἀκοῇ τῆς ἀκοῆς ἀκήκοεν; τίς δὲ γεύσει ποτὲ τῆς γεύσεως ἐγεύσατο͵ ἢ ὀσφρήσει ὀσφρήσεως ὠσφρήσατο͵ ἢ ἁφῆς ἔθιγεν ἁφῇ; ταῦτα γὰρ ἀδιανόητα ἦν. τοίνυν [εἰ] μηδ΄ ἑαυτῶν ἀντιληπτικὰς λεκτέον εἶναι τὰς αἰσθήσεις· οὑτωσὶ δὲ οὐδὲ ἀλλήλων. ὅρασις γὰρ ἀκούουσαν ἀκοὴν οὐ δύναται ὁρᾶν͵ καὶ ἀνάπαλιν ἀκοὴ ὁρώσης ὁράσεως οὐ πέφυκεν ἀκούειν͵ καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς τῆς ἐγχειρήσεως τρόπος͵ ἐπεί τοι κἂν λέγωμεν ὁράσει ληπτὴν εἶναι τὴν ἀκοὴν ὡς ἀκοήν͵ τουτέστιν ὡς ἀκούουσαν͵ δώσομεν τὸ ὁμοιοπαθεῖν τὴν ὅρασιν ἐκείνῃ͵ ὥστε μηκέτι αὐτὴν ὅρασιν εἶναι ἀλλ΄ ἀκοήν· πῶς γὰρ δύναται κρῖναι ἀκούουσαν ἀκοὴν αὐτὴ μὴ ἔχουσα φύσιν ἀκουστικήν; καὶ ἀναστρόφως͵ ἵνα καὶ ἡ ἀκοὴ ὡς ὁρώσης ἀντιλάβηται τῆς ὄψεως͵ δεῖ πολὺ πρότερον αὐτὴν ὅρασιν γενέσθαι. τοῦτο δὲ οὐδεμίαν ὑπερβολὴν ἔοικεν ἀτοπίας ἀπολείπειν. λεκτέον ἄρα μηδὲ τὰς αἰσθήσεις ἢ τοῦ σώματος ἀντιλαμβάνεσθαι ἢ αὑτῶν ἢ ἀλλήλων. Ναί͵ φασὶν οἱ δογματικοί͵ ἀλλ΄ ἡ διάνοια καὶ τὸν ὄγκον καὶ τὰς αἰσθήσεις καὶ ἑαυτὴν γνωρίζει. ὅπερ καὶ αὐτὸ τῶν ἀπόρων ἐστίν. ὅταν γὰρ ἀξιώσωσι τὴν διάνοιαν ἀντιληπτικὴν γίνεσθαι τοῦ τε ὅλου σώματος καὶ τῶν ἐν αὐτῷ͵ πευσόμεθα πότερον ὑφ΄ ἓν ὅλῳ ἐπιπεσοῦσα τῷ ὄγκῳ τὴν κατάληψιν ποιεῖται͵ ἢ τοῖς μέρεσιν αὐτοῦ͵ καὶ ταῦτα συντιθεῖσα τὸ ὅλον καταλαμβάνεται. καὶ τῷ μὲν ὅλῳ οὐκ ἂν θελήσαιεν͵ ὡς ἔσται συμφανὲς ἐκ τῶν ἐπιφερομένων· τὰ δὲ μέρη εἰ λέγοιεν αὐτὴν συντιθέναι κἀντεῦθεν τὸ ὅλον γνωρίζειν͵ μείζονι συνειληθήσονται ἀπορίᾳ. τῶν γὰρ τοῦ ὄγκου μερῶν τινά ἐστιν ἄλογα͵ τὰ δὲ ἄλογα ἀλόγως ἡμᾶς κινεῖ. τοίνυν ἡ διάνοια πρὸς τούτων ἀλόγως κινουμένη ἄλογος γενήσεται͵ ἄλογος δὲ οὖσα οὐκ ἔσται διάνοια· ὥστε οὐ καταλήψεται τὸν ὄγκον ἡ διάνοια. καὶ μὴν οὐδὲ τὰς αἰσθήσεις δύναται κατὰ τὸν αὐτὸν τρόπον διαγινώσκειν. ὡς γὰρ τὸ σῶμα οὐ δύναται καταλαβεῖν τῷ αὐτὴ μὲν λογικῆς μετέχειν δυνάμεως ἐκεῖνο δὲ ἄλογον εἶναι͵ οὕτω πάλιν ἀδυνατήσει τὰς αἰσθήσεις καταλαμβάνεσθαι͵ ἐπείπερ ἄλογοί εἰσιν καὶ διὰ τοῦτο ἀλόγως τὸ καταλαμβανόμενον αὐτὰς ἐκίνουν. εἶτα τὰς αἰσθήσεις λαμβάνουσα πάντως αὐτὴ αἴσθησις ἔσται. ἵνα γὰρ τὰς αἰσθήσεις ὡς αἰσθήσεις λάβῃ͵ τουτέστιν αἰσθανομένας͵ καὶ αὐτὴ γενήσεται ὁμοιοειδὴς ἐκείναις· τὴν γὰρ ὅρασιν ὁρῶσαν καταλαμβανομένη πολὺ πρότερον ὅρασις γενήσεται͵ καὶ τὴν ἀκοὴν ἀκούουσαν κρίνουσα οὐχ ἑτέρα γενήσεται τῆς ἀκοῆς. ὁ δὲ αὐτὸς καὶ ἐπὶ ὀσφρήσεως καὶ γεύσεως καὶ ἁφῆς ἐστι λόγος. ἀλλ΄ εἴπερ ἡ γνωρίζουσα τὰς αἰσθήσεις διάνοια εὑρίσκεται εἰς τὴν ἐκείνων μεταβεβηκυῖα φύσιν͵ οὐδὲν ἔσται ἔτι ὑποκείμενον τὸ ζητοῦν τὰς αἰσθήσεις· ὃ γὰρ ὑπεθέμεθα ζητεῖν͵ τοῦτο ἀναπέφηνε τὸ αὐτὸ ταῖς ζητουμέναις͵ διὰ δὲ τοῦτο καὶ χρῇζον τοῦ καταληψομένου. ναί͵ φασίν͵ ἀλλὰ ταὐτόν ἐστι διάνοια καὶ αἴσθησις͵ οὐ κατὰ ταὐτὸ δέ͵ ἀλλὰ κατ΄ ἄλλο μὲν διάνοια͵ κατ΄ ἄλλο δὲ αἴσθησις· καὶ ὃν τρόπον τὸ αὐτὸ ποτήριον κοῖλόν τε καὶ περίκυρτον λέγεται͵ οὐ κατὰ ταὐτὸ δὲ͵ ἀλλὰ κατ΄ ἄλλο μὲν κοῖλον͵ οἷον τὸ ἐντὸς μέρος͵ κατ΄ ἄλλο δὲ περίκυρτον͵ καθάπερ τὸ ἐκτός͵ καὶ ὡς ἡ αὐτὴ ὁδὸς ἀνάντης τε καὶ κατάντης νοεῖται͵ ἀνάντης μὲν τοῖς ἀνιοῦσι δι΄ αὐτῆς͵ κατάντης δὲ τοῖς κατιοῦσιν͵ οὕτως ἡ αὐτὴ δύναμις κατ΄ ἄλλο μέν ἐστι νοῦς͵ κατ΄ ἄλλο δὲ αἴσθησις͵ καὶ οὐκ εἴργεται ἡ αὐτὴ οὖσα τῆς προειρημένης τῶν αἰσθήσεων καταλήψεως. πάνυ δ΄ εἰσὶν εὐήθεις͵ καὶ κενῶς μόνον πρὸς τὰς ἐκκειμένας ἀπορίας ἀντηχοῦσιν. φαμὲν γάρ͵ εἰ καὶ συγχωρηθῶ σιν αἱ διάφοροι αὗται δυνάμεις περὶ τὴν αὐτὴν οὐσίαν ὑποκεῖσθαι͵ πάλιν μένειν τὸ μικρῷ πρόσθεν ὑπὸ ἡμῶν κινηθὲν ἄπορον. ζητῶ γάρ͵ τοῦτο τὸ κατ΄ ἄλλο μὲν νοῦς εἶναι λεγόμενον κατ΄ ἄλλο δὲ αἴσθησις πῶς δύναται τῷ καθ΄ ὃ νοῦς ἐστιν ἀντιλαμβάνεσθαι τοῦ καθ΄ ὃ αἴσθησίς ἐστιν; λογικὸν γὰρ ὂν καὶ ἀλόγου ποιούμενον κατάληψιν ἀλόγως κινήσεται͵ ἀλόγως δὲ κινούμενον ἄλογον ἔσται͵ τοιοῦτον δὲ ὂν οὐκ ἔσται καταλαμβάνον ἀλλὰ καταλαμβανόμενον. ὅπερ πάλιν ἦν ἄτοπον. Διὰ τούτων μὲν δὴ παρεστάσθω͵ ὅτι ὁ ἄνθρωπος οὔτε διὰ τοῦ σώματος τὰς αἰσθήσεις δύναται λαβεῖν οὔτε ἀνάπαλιν διὰ τούτων τὸ σῶμα͵ ...... μηδὲ αὐτὰς ἢ ἀλλήλας. ἑξῆς δὲ ὑποδεικτέον͵ ὅτι οὐδ΄ ἑαυτῆς ἐπιγνώμων ἐστὶν ἡ διάνοια͵ καθάπερ ἀξιοῦσιν οἱ δογματικοὶ τῶν φιλοσόφων. εἴπερ γὰρ ὁ νοῦς ἑαυτὸν καταλαμβάνεται͵ ἤτοι ὅλος ἑαυτὸν καταλήψεται͵ ἢ ὅλος μὲν οὐδαμῶς͵ μέρει δέ τινι ἑαυτοῦ πρὸς τοῦτο χρώμενος. καὶ ὅλος μὲν ἑαυτὸν καταλαμβάνεσθαι οὐκ ἂν δυνηθείη. εἰ γὰρ ὅλος ἑαυτὸν καταλαμβάνεται͵ ὅλος ἔσται κατάληψις καὶ καταλαμβάνων͵ ὅλου δ΄ ὄντος τοῦ καταλαμβάνοντος οὐδὲν ἔτι ἔσται τὸ καταλαμβανόμενον· τῶν δὲ ἀλογωτάτων ἐστὶ τὸ εἶναι μὲν τὸν καταλαμβάνοντα͵ μὴ εἶναι δὲ τὸ οὗ ἐστιν ἡ κατάληψις. καὶ μὴν οὐδὲ μέρει τινὶ δύναται πρὸς τοῦτο χρῆσθαι ὁ νοῦς. αὐτὸ γὰρ τὸ μέρος πῶς ἑαυτὸ καταλαμβάνει; εἰ μὲν γὰρ ὅλον͵ οὐδὲν ἔσται τὸ ζητούμενον· εἰ δὲ μέρει τινί͵ ἐκεῖνο πάλιν πῶς ἑαυτὸ γνώσεται; καὶ οὕτως εἰς ἄπειρον. ὥστε ἄναρχον εἶναι τὴν κατάληψιν͵ ἤτοι μηδενὸς εὑρισκομένου πρώτου τοῦ τὴν κατάληψιν ποιησομένου ἢ μηδενὸς ὄντος τοῦ καταληφθησομένου. ἔπειτα εἰ αὑτὸν καταλαμβάνει ὁ νοῦς͵ καὶ τὸν τόπον ἐν ᾧ ἔστι συγκαταλήψεται· πᾶν γὰρ τὸ καταλαμβανόμενον σύν τινι τόπῳ καταλαμβάνεται. εἰ δὲ καὶ τὸν τόπον ὁ νοῦς τὸν ἐν ᾧ ἔστι συγκαταλαμβάνει ἑαυτῷ͵ ἐχρῆν μὴ διαφωνεῖσθαι τοῦτον παρὰ τοῖς φιλοσόφοις͵ τῶν μὲν κεφαλὴν λεγόντων εἶναι τῶν δὲ θώρακα͵ καὶ ἐπ΄ εἴδους τῶν μὲν ἐγκέφαλον τῶν δὲ μήνιγγα͵ τινῶν δὲ καρδίαν͵ ἄλλων δὲ ἥπατος πύλας ἤ τι τοιοῦτο μέρος τοῦ σώματος. διαφωνοῦσι δέ γε περὶ τούτου οἱ δογματικοὶ τῶν φιλοσόφων· οὐκ ἄρα καταλαμβάνει ἑαυτὸν ὁ νοῦς. Καὶ δὴ οὕτω κοινότερον ἐπὶ παντὸς ἀνθρώπου διηπορήσθω ἡ περὶ τοῦ κριτηρίου ζήτησις. ἐπειδὴ δὲ φιλαύτως οἱ δογματικοὶ ἄλλοις μὲν οὐ παραχωροῦσι τὴν τῆς ἀληθείας κρίσιν͵ μόνους δ΄ ἑαυτοὺς ταύτην εὑρηκέναι λέγουσιν͵ φέρε ἐπ΄ αὐτῶν στήσαντες τὸν λόγον διδάσκωμεν ὅτι οὐδὲ οὕτως εὑρεθῆναί τι δυνατόν ἐστιν ἀληθείας κριτήριον. ἕκαστος τοίνυν τῶν ἀξιούντων τἀληθὲς εὑρηκέναι ἤτοι φάσει μόνον τοῦτο ἀποφαίνεται ἢ ἀπόδειξιν παραλαμβάνει. ἀλλὰ φάσει μὲν οὐκ ἐρεῖ· τῶν γὰρ ἀντικαθεζομένων αὐτῷ τις τὴν τοὐναντίον ἀξιοῦσαν προοίσεται φάσιν͵ καὶ οὕτως οὐ μᾶλλον ἐκεῖνος ἢ οὗτος ἔσται πιστός· ψιλῇ γὰρ φάσει ἴσον φέρεται ψιλὴ φάσις. εἰ δὲ μετ΄ ἀποδείξεως κριτήριον αὑτὸν ἀποφαίνηται͵ πάντως ὑγιοῦς. ἀλλ΄ ἵνα μάθωμεν ὅτι ὑγιὴς ἡ ἀπόδειξίς ἐστιν ᾗ προσχρώμενος κριτήριον ἑαυτὸν ἀποφαίνεται͵ ὀφείλομεν ἔχειν κριτήριον͵ καὶ τοῦτο προωμολογημένον· οὐκ ἔχομεν δέ γε σύμφωνον κριτήριον͵ ζητεῖται δέ· οὐκ ἄρα δυνατόν ἐστιν εὑρεῖν κριτήριον. πάλιν ἐπεὶ οἱ σφᾶς αὐτοὺς κριτήρια λέγοντες τῆς ἀληθείας ἀπὸ διαφόρων αἱρέσεων ἀνάγονται καὶ παρ΄ αὐτὸ τοῦτο διαφωνοῦσιν ἀλλήλοις͵ δεῖ παρεῖναί τι ἡμῖν κριτήριον ᾧ προσχρώμενοι κρινοῦμεν τὴν διαφωνίαν εἰς τὸ τισὶ μὲν συγκατατίθεσθαι τισὶ δὲ μηδαμῶς. τοῦτο οὖν τὸ κριτήριον ἤτοι πᾶσι διάφωνόν ἐστι τοῖς διαφωνοῦσιν ἢ ἑνὶ μόνον σύμφωνον.