Σέξτος: ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ, βιβλίο α΄ 15η συνέχεια

καὶ γὰρ μὴ λογιζόμενοί τινες ἄνθρωποί εἰσιν͵ ὥσπερ οἱ νηδύμῳ κατασχεθέντες ὕπνῳ͵ καὶ ἐπιστήμην μὴ ἔχοντες͵ οἳ οὐκ ἐκπεπτώκασι τῆς ἀνθρωπότητος͵ ὥσπερ οἱ μεμηνότες. ἕτερον οὖν ζητούντων ἡμῶν ἕτερον παρεστάκασιν. ἔτι τὸ μὲν ζῷον οὐκ ἔστιν ἄνθρωπος͵ ἐπεὶ πᾶν ζῷον ἔσται ἄνθρωπος. τὸ δὲ λογικὸν εἰ μὲν ἀντὶ τοῦ λογίζεσθαι τάττοιτο͵ καὶ οἱ θεοὶ λογιζόμενοι ἄνθρωποι γενήσονται͵ τάχα δὲ καί τινα τῶν ἄλλων ζῴων· εἰ δὲ ἀντὶ τοῦ σημαντικὰς προφέρεσθαι φωνάς͵ καὶ τοὺς κόρακας καὶ ψιττακοὺς καὶ τὰ τοιαῦτα ἀνθρώπους εἶναι λέξομεν͵ ὅπερ ἄτοπον. καὶ μὴν εἰ τὸ θνητὸν φαίη τις ἄνθρωπον εἶναι͵ ἀκολουθήσει τὸ καὶ τὰ ἄλογα τῶν ζῴων θνητὰ ὄντα ἀνθρώπους ὑπάρχειν. τὸ δὲ ὅμοιον καὶ περὶ τοῦ λογίζεσθαί τε καὶ ἐπιστήμης δεκτικὸν εἶναι χρὴ φρονεῖν. πρῶτον μὲν γὰρ καὶ εἰς θεοὺς πίπτει τὰ τοιαῦτα· δεύτερον δέ͵ εἴπερ ἐπιδεκτικόν ἐστι τούτων ὁ ἄνθρωπος͵ οὐκ ἔστι ταῦτα ὁ ἄνθρωπος͵ ἀλλ΄ ἐκεῖνος τούτων ἐπιδεκτικὸς οὗ τὴν φύσιν οὐ παρέστησαν. καίτοι τινὲς τῶν συνετῶν εἶναι δοκούντων κατὰ τὴν δογματικὴν αἵρεσιν πρὸς τοῦτο ὑπαντῶντες φασὶν ὅτι ἕκαστον μὲν τῶν κατηριθμημένων οὐκ ἔστιν ἄνθρωπος͵ πάντα δὲ εἰς τὸ αὐτὸ συναχθέντα ποιεῖ τοῦτον͵ οἷόν τι καὶ ἐπὶ μερῶν καὶ ὅλου θεωροῦμεν γινόμενον· ὡς γὰρ χεὶρ κατ΄ ἰδίαν οὐκ ἔστιν ἄνθρωπος͵ οὐδὲ κεφαλή͵ οὐδὲ πούς͵ οὐδὲ ἄλλο τι τῶν τοιούτων͵ ἀλλὰ τὸ ἐξ αὐτῶν σύνθετον ὅλον νοεῖται͵ οὕτω καὶ ὁ ἄνθρωπος οὔτε ζῷόν ἐστι ψιλῶς οὔτε λογικὸν κατ΄ ἰδίαν οὔτε θνητὸν κατὰ περιγραφήν͵ ἀλλὰ τὸ ἐξ ἁπάντων ἄθροισμα͵ τουτέστι ζῷον ἅμα καὶ θνητὸν καὶ λογικόν. πρόχειρος δ΄ ἐστὶ καὶ ἡ πρὸς τοῦτο ὑπάντησις. πρῶτον μὲν γὰρ πῶς͵ εἰ κατ΄ ἰδίαν ἕκαστον οὐκ ἔστι ταῦτα ἄνθρωπος͵ δύναται εἰς ταὐτὸ συναχθέντα ἄνθρωπον ποιεῖν͵ μήτε πλεονάσαντα παρὸ ἔστι͵ μήτε ἐλλιπόντα παρὸ ὑπόκειται͵ μήτε ἄλλως πως τραπέντα; εἶτ΄ οὐδὲ τὴν ἀρχὴν δύναται εἰς ταὐτὸ πάντα συνδραμεῖν͵ ἵνα καὶ τὸ ἐξ ἁπάντων ἄνθρωπος γένηται. τὸ γοῦν θνητὸν εὐθέως͵ ὅτ΄ ἐσμὲν ἄνθρωποι͵ οὐ συμβέβηκεν ἡμῖν͵ ἀλλὰ κατὰ συμμνημόνευσιν λαμβάνεται. θεωροῦντες γὰρ Δίωνα καὶ Θέωνα καὶ Σωκράτη καὶ κοινῶς τοὺς κατὰ μέρος ἡμῖν ὁμοίους τετελευτηκέναι λογιζόμεθα ὅτι καὶ ἡμεῖς ἐσμεν θνητοί͵ καὶ μηδέπω τοῦ θανεῖν παρόντος ἡμῖν· ζῶμεν γὰρ δήπουθεν. καὶ μὴν τὸ λογίζεσθαι ὁτὲ μὲν πάρεστιν ἡμῖν͵ ὁτὲ δὲ οὐ πάρεστι͵ καὶ τὸ ἐπιστήμην ἔχειν πάλιν οὐ τῶν διὰ παντὸς συμβεβηκότων τῷ ἀνθρώπῳ καθέστηκεν͵ ὡς ἤδη παρεστήσαμεν. λεκτέον οὖν μηδὲ τὴν κοινὴν τούτων σύνοδον ἄνθρωπον εἶναι. Πλάτων δὲ χεῖρον παρὰ τοὺς ἄλλους ὁρίζεται τὸν ἄνθρωπον͵ λέγων ἄνθρωπός ἐστι ζῷον ἄπτερον δίπουν πλατυώνυχον͵ ἐπιστήμης πολιτικῆς δεκτικόν. ὅθεν καὶ προῦπτά ἐστι τὰ ὀφείλοντα πρὸς αὐτὸν λέγεσθαι. πάλιν γὰρ οὐ τὸν ἄνθρωπον ἐκτέθειται͵ ἀλλὰ τὰ συμβεβηκότα καὶ ἀποσυμβεβηκότα τούτῳ κατηρίθμηται· τὸ μὲν γὰρ ἄπτερον ἀποσυμβέβηκεν αὐτῷ͵ τὸ δὲ ζῷον καὶ τὸ δίπουν καὶ τὸ πλατυώνυχον συμβέβηκεν͵ τὸ δὲ ἐπιστήμης πολιτικῆς δεκτικὸν ποτὲ μὲν συμβέβηκεν͵ ποτὲ δὲ ἀποσυμβέβηκεν. ὥστε ἡμῶν ἕτερόν τι μαθεῖν ζητούντων αὐτὸς ἕτερόν τι παρέστησεν. Ἀλλὰ γὰρ οὕτως ἀποδεδείχθω τὸ μὴ δύνασθαι τὸν ἄνθρωπον ἑαυτὸν ἐκ προχείρου νοεῖν. παρακειμένως δὲ λεκτέον͵ ὅτι καὶ ἡ κατάληψις αὐτοῦ τῶν ἀπόρων ἐστί͵ καὶ μάλιστα ὅτι ἀπὸ μέρους ἤδη τοῦτο συμβεβίβασται (τὸ γὰρ μὴ ἐπινοούμενον οὐδὲ καταληφθῆναι πέφυκεν· ἀνεπινόητος δέ γε ὁ ἄνθρωπος δέδεικται τὸ ὅσον ἐπὶ ταῖς τῶν δογματικῶν ἐννοίαις͵ τοίνυν καὶ ἀκατάληπτος). ὅμως δ΄ οὖν καὶ καθ΄ ἕτερον τρόπον ἐνέσται τὸ τοιοῦτο κατασκευάζειν· εἴπερ καταληπτόν ἐστιν ὁ ἄνθρωπος͵ ἤτοι ὅλος δι΄ ὅλου ἑαυτὸν ζητεῖ τε καὶ καταλαμβάνει͵ ἢ ὅλος ἐστὶ τὸ ζητούμενον καὶ ὑπὸ τὴν κατάληψιν πίπτον ....͵ ὥσπερ εἰ καὶ τὴν ὅρασιν ὑπόθοιτό τις ἑαυτὴν ὁρῶσαν· ἢ γὰρ ὅλη ἔσται ὁρῶσα ἢ ὁρωμένη ἢ μέρει μὲν ἑαυτὴν ὁρῶσα͵ μέρει δὲ ὑφ΄ ἑαυτῆς ὁρωμένη. ἀλλ΄ εἰ μὲν ὅλος δι΄ ὅλου ὁ ἄνθρωπος ἑαυτὸν ζητοίη καὶ σὺν τούτῳ νοοῖτο (σὺν τῷ ὅλος δι΄ ὅλου ἑαυτὸν νοεῖν)͵ οὐδὲν ἔτι ἔσται τὸ καταλαμβανόμενον͵ ὅπερ ἄτοπον. εἰ δὲ ὅλος εἴη τὸ ζητούμενον καὶ σὺν τούτῳ νοοῖτο ὅλος (σὺν τῷ ζητεῖσθαι)͵ πάλιν οὐδὲν ἀπολειφθήσεται τὸ ζητοῦν καὶ τὸ τὴν κατάληψιν ποιησόμενον. καὶ μὴν οὐδὲ δυνατόν ἐστι παρὰ μέρος ὁτὲ μὲν ὅλον ὑποκεῖσθαι τὸ ζητοῦν͵ ὁτὲ δὲ ὅλον τὸ ζητούμενον. ὅτε γὰρ ὅλος ὑπόκειται ζητῶν καὶ σὺν τούτῳ νοεῖται ὅλος (σὺν τῷ ζητεῖν ὅλος)͵ οὐδὲν ἀπολειφθήσεται ὃ ζητήσει· καὶ ἀνάπαλιν͵ ὅτε ὅλος δι΄ ὅλου ἐστὶ τὸ ζητούμενον͵ οὐκ ἔσται τὸ ζητοῦν. λείπεται ἄρα μὴ ὅλον αὐτὸν ἑαυτῷ ἐπιβάλλειν͵ ἀλλὰ μέρει τινὶ τὴν ἑαυτοῦ κατάληψιν ποιεῖσθαι. ὃ πάλιν ἐστὶ τῶν ἀπόρων. ὁ γὰρ ἄνθρωπος οὐδέν ἐστι παρὰ τὸν ὄγκον καὶ τὰς αἰσθήσεις καὶ τὴν διάνοιαν͵ ὅθεν εἰ μέλλει τινὶ μέρει ἑαυτὸν καταλαμβάνεσθαι͵ ἤτοι τῷ σώματι τὰς αἰσθήσεις καὶ τὴν διάνοιαν γνωριεῖ͵ ἢ ἐναλλὰξ ταῖς αἰσθήσεσι καὶ τῇ διανοίᾳ τὸ σῶμα καταλήψεται. τῷ μὲν οὖν σώματι οὐχ οἷόν τέ ἐστι τὰς αἰσθήσεις καὶ τὴν διάνοιαν γνωρίζειν· ἄλογον γάρ ἐστι τοῦτο καὶ κωφὸν καὶ ἀφυὲς πρὸς τὰς τοιουτοτρόπους ζητήσεις.