Σέξτος: ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ, βιβλίο α΄ 18η συνέχεια


Ἔτι ὁ λέγων αὑτὸν ἀληθείας εἶναι κριτήριον τὸ φαινόμενον αὑτῷ λέγει͵ καὶ οὐδὲν πλεῖον. τοίνυν ἐπεὶ καὶ ἕκαστος τῶν ἄλλων φιλοσόφων τὸ φαινόμενον αὑτῷ λέγει καὶ ἐναντίον τῷ προενεχθέντι͵ δῆλον ὡς ἴσου πᾶσιν ὄντος τοῦ τοιούτου οὐ δυνησόμεθα ὡρισμένως τινὰ κριτήριον εἶναι λέγειν. εἰ γὰρ οὗτος πιστός͵ ὅτι φαίνεται αὐτῷ τὸ εἶναι αὑτὸν κριτήριον͵ πιστὸς ἔσται καὶ ὁ δεύτερος͵ ἐπεὶ καὶ αὐτῷ φαίνεται κριτήριον εἶναι αὑτόν͵ καὶ οὕτως ὁ τρίτος καὶ οἱ λοιποί· ᾧ συνεισάγεται τὸ μηδένα ὡρισμένως κριτήριον ἀληθείας ὑπάρχειν. πρὸς τούτοις ἢ φάσει τις ἑαυτὸν κριτήριον εἶναι λέγει ἢ κριτηρίῳ προσχρώμενος. ἀλλὰ φάσει μὲν φάσει ἐπισχεθήσεται͵ κριτηρίῳ δὲ προσχρώμενος περιτραπήσεται. ἤτοι γὰρ διάφωνόν ἐστιν αὐτῷ τοῦτο τὸ κριτήριον ἢ σύμφωνον. καὶ εἰ μὲν διάφωνον͵ ἄπιστον͵ ἐπείπερ διαπεφώνηκε τῷ οἰομένῳ αὑτὸν κριτήριον ὑπάρχειν· εἰ δὲ σύμφωνον͵ χρείαν ἕξει τοῦ κρίνοντος. ὥσπερ γὰρ οὗτος ὁ κριτήριον αὑτὸν ἀποφαινόμενος ἄπιστος ἦν͵ οὕτω καὶ τὸ σύμφωνον αὐτῷ κριτήριον͵ ἐπεὶ τρόπῳ τινὶ τὴν αὐτὴν ἔσχηκεν ἐκείνῳ δύναμιν͵ δεήσεται ἑτέρου τινὸς κριτηρίου. καὶ εἰ τοῦτο͵ οὐ λεκτέον ἕκαστον τῶν φιλοσόφων εἶναι κριτήριον· πᾶν γὰρ τὸ κρίσεως δεόμενον ἐξ αὑτοῦ ἐστιν ἄπιστον. πάλιν ὁ λέγων ἑαυτὸν κριτήριον ἤτοι φάσει τοῦτο ἀξιοῖ ἢ ἀποδείξει. καὶ φάσει μὲν οὐ δύναται δι΄ ἃς προεῖπον αἰτίας· εἰ δὲ ἀποδείξει͵ πάντως ὑγιεῖ· τὸ δὲ ὅτι ἐστὶν ὑγιὴς ἡ τοιαύτη ἀπόδειξις͵ ἤτοι φάσει λέγεται ἢ ἀποδείξει͵ καὶ ταῦτ΄ εἰς ἄπειρον. τοίνυν καὶ διὰ τοῦτο λεκτέον ἀνεύρετον εἶναι τὸ τῆς ἀληθείας κριτήριον. Ἐρωτᾶται δὲ καὶ οὕτως· οἱ κρίνειν τἀληθὲς ἐπαγγελλόμενοι κριτήριον ἔχειν ὀφείλουσι τοῦ ἀληθοῦς. τοῦτο οὖν τὸ κριτήριον ἤτοι ἀνεπίκριτόν ἐστιν ἢ ἐπικέκριται. καὶ εἰ μὲν ἀνεπίκριτόν ἐστι͵ πόθεν ὅτι πιστόν; οὐδὲν γὰρ τῶν ἀμφισβητουμένων χωρὶς κρίσεώς ἐστι πιστόν. εἰ δὲ ἐπικέκριται͵ πάλιν τὸ κρῖναν αὐτὸ ἤτοι ἀνεπίκριτόν ἐστιν ἢ ἐπικέκριται. καὶ εἰ μὲν ἀνεπίκριτον͵ ἄπιστον· εἰ δὲ ἐπικέκριται͵ πάλιν τὸ ἐπικρῖναν αὐτὸ ἤτοι ἐπικέκριται ἢ οὐκ ἐπικέκριται͵ καὶ οὕτως εἰς ἄπειρον. πάλιν τὸ κριτήριον ἀμφισβητούμενον καθεστὼς δεῖταί τινος ἀποδείξεως. ἀλλ΄ ἐπεὶ τῶν ἀποδείξεων αἱ μέν εἰσιν ἀληθεῖς αἱ δὲ ψευδεῖς͵ ὀφείλει καὶ ἡ εἰς πίστιν τοῦ κριτηρίου παραλαμβανομένη ἀπόδειξις διά τινος κριτηρίου βεβαιοῦσθαι͵ ὥστε εἰς τὸν δι΄ ἀλλήλων ἐμπίπτειν τρόπον͵ τοῦ μὲν κριτηρίου τὴν διὰ τῆς ἀποδείξεως πίστιν περιμένοντος͵ τῆς δὲ ἀποδείξεως τὴν ἀπὸ τοῦ κριτηρίου βεβαίωσιν ἀναμενούσης͵ μηδετέρου δὲ αὐτῶν διὰ θατέρου πεπιστῶσθαι δυναμένου. καὶ ἄλλως γίνεται τὸ αὐτὸ πιστόν τε καὶ ἄπιστον. πιστὸν μὲν τὸ κριτήριον͵ ὅτι κρίνει τὴν ἀπόδειξιν͵ καὶ ἡ ἀπόδειξις͵ ὅτι ἀποδείκνυσι τὸ κριτήριον· ἄπιστον δὲ τὸ μὲν κριτήριον͵ ὅτι ἀποδείκνυται πρὸς τῆς ἀποδείξεως͵ ἡ δὲ ἀπόδειξις͵ ὅτι κρίνεται πρὸς τοῦ κριτηρίου.
Ἀλλ΄ ἡ μὲν τοῦ πρώτου κριτηρίου ἀγνωσία͵ τουτέστι τοῦ ὑφ΄ οὗ͵ διὰ τοσούτων παρὰ τοῖς σκεπτικοῖς ἀπορεῖται· εὐαπόδοτος δέ ἐστι καὶ ὁ περὶ τοῦ δευτέρου λόγος͵ φημὶ δὲ τοῦ δι΄ οὗ. εἰ γὰρ εὑρίσκει τἀληθὲς ὁ ἄνθρωπος͵ ἤτοι ταῖς αἰσθήσεσι μόνον προσχρώμενος τοῦτο εὑρίσκει ἢ τῇ διανοίᾳ ἢ τῷ συναμφοτέρῳ͵ ταῖς τε αἰσθήσεσι καὶ τῇ διανοίᾳ· οὔτε δὲ μόνον ταῖς αἰσθήσεσι προσχρώμενος δύναται τἀληθὲς εὑρεῖν οὔτε καθ΄ αὑτὴν τῇ διανοίᾳ οὔτε κοινῶς ταῖς τε αἰσθήσεσι καὶ τῇ διανοίᾳ͵ ὡς παραστήσομεν· οὐκ ἄρα εὑρίσκειν τἀληθὲς ὁ ἄνθρωπος πέφυκεν. αἰσθήσεσι μὲν οὖν μόναις λαβεῖν τἀληθὲς οὐ δύναται͵ καθὼς ἔμπροσθεν ἐπεδείξαμεν͵ καὶ νῦν δὲ ἐπ΄ ὀλίγον παραμυθησόμεθα. φύσει γάρ εἰσιν ἄλογοι͵ καὶ πλέον τοῦ τυποῦσθαι πρὸς τῶν φανταστῶν μὴ δυνάμεναι παντελῶς ἄθετοι καθεστᾶσι πρὸς εὕρεσιν τἀληθοῦς. οὐ γὰρ μόνον λευκαντικῶς ἢ γλυκαντικῶς δεῖ κινεῖσθαι τὸ ληψόμενον τἀληθὲς ἐν τοῖς ὑποκειμένοις͵ ἀλλὰ καὶ εἰς φαντασίαν ἀχθῆναι τοῦ τοιούτου πράγματος «τοῦτο λευκόν ἐστι» καὶ «τοῦτο γλυκύ ἐστιν». καὶ ἐπὶ τῶν ἄλλων τὸ παραπλήσιον. τῷ δὲ τοιούτῳ πράγματι οὐκέτι τῆς αἰσθήσεως ἔργον ἐστὶν ἐπιβάλλειν· χρῶμα γὰρ μόνον καὶ χυμὸν καὶ φωνὴν λαμβάνειν πέφυκε͵ τὸ δὲ τοῦτο λευκόν ἐστιν ἢ τοῦτο γλυκύ ἐστιν οὔτε χρῶμα οὔτε χυμὸς τυγχάνον ἀνυπόπτωτόν ἐστιν αἰσθήσει. ψεύδονταί τε ἐν πολλοῖς αἱ αἰσθήσεις καὶ διαφωνοῦσιν ἀλλήλαις͵ καθάπερ ἐδείξαμεν τοὺς παρὰ τῷ Αἰνησιδήμῳ δέκα τρόπους ἐπιόντες. τὸ δὲ διάφωνον καὶ ἐστασιασμένον οὐκ ἔστι κριτήριον͵ ἀλλὰ τοῦ κρίνοντος αὐτὸ δεόμενον. τοίνυν οὐ δύνανται καθ΄ αὑτὰς αἱ αἰσθήσεις κρίνειν τἀληθές. συνθέσεώς τε δεῖ καὶ μνήμης πρὸς ἀντίληψιν τῶν ὑποκειμένων͵ οἷον ἀνθρώπου͵ φυτοῦ͵ τῶν ἐοικότων. χρώματος γὰρ μετὰ μεγέθους καὶ σχήματος καὶ ἄλλων τινῶν ἰδιωμάτων σύνθεσίς ἐστιν ὁ ἄνθρωπος͵ συνθεῖναι δέ τι μνημονικῶς οὐ δύναται ἡ αἴσθησις διὰ τὸ μήτε χρῶμα μήτε χυμὸν μήτε φωνὴν εἶναι τὴν ἐπισύνθεσιν͵ ὧν μόνον ἀντιληπτική ἐστιν ἡ αἴσθησις. Καὶ μὴν οὐδὲ ἡ διάνοια. εἴπερ γὰρ ἐπιγνώμων ἐστὶ τἀληθοῦς ἡ διάνοια͵ πρότερον ὤφειλεν ἑαυτὴν ἐπιγινώσκειν· καὶ ὡς ὁ ἀρχιτέκτων κρίνει τό τε εὐθὺ καὶ στρεβλὸν καὶ χωρὶς τοῦ ἐπιβάλλειν τῇ κατασκευῇ τῶν κριτηρίων͵ οἷον τῇ τοῦ κανόνος καὶ τῇ τοῦ διαβήτου͵ οὕτως ἐχρῆν καὶ τὴν διάνοιαν͵ εἴπερ διακριτική ἐστι τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους͵ πολλῷ πρότερον τῇ ἑαυτῆς φύσει συνεπιβάλλειν δι΄ ἥν͵ οὐσίᾳ τῇ ἐξ ἧς ἐστι͵ τόπῳ τῷ ἐν ᾧ πέφυκε͵ τοῖς ἄλλοις ἅπασιν. οὐ πάνυ δέ γε τὰ τοιαῦτα συνορᾶν δύναται͵ εἴγε οἱ μὲν μηδέν φασιν εἶναι αὐτὴν παρὰ τὸ πῶς ἔχον σῶμα͵ καθάπερ ὁ Δικαίαρχος͵ οἱ δὲ εἶναι μὲν ἔλεξαν͵ οὐκ ἐν τῷ αὐτῷ δὲ τόπῳ περιέχεσθαι͵ ἀλλ΄ οἱ μὲν ἐκτὸς τοῦ σώματος͵ ὡς Αἰνησίδημος κατὰ Ἡράκλειτον͵ οἱ δὲ ἐν ὅλῳ τῷ σώματι͵ καθάπερ τινὲς κατὰ Δημόκριτον͵ οἱ δὲ ἐν μέρει τοῦ σώματος͵ ὧν πάλιν πολυσχιδεῖς εἰσιν αἱ γνῶμαι. καὶ οἱ μὲν διαφέρειν αὐτὴν τῶν αἰσθήσεων͵ ὡς οἱ πλείους͵ οἱ δὲ αὐτὴν εἶναι τὰς αἰσθήσεις͵ καθάπερ διά τινων ὀπῶν τῶν αἰσθητηρίων προκύπτουσαν͵ ἧς στάσεως ἦρξε Στράτων τε ὁ φυσικὸς καὶ Αἰνησίδημος. οὐκ ἄρα κριτήριόν ἐστιν ἡ διάνοια. πλείους τέ εἰσιν αἱ διάνοιαι͵ πλείους δὲ οὖσαι διάφωνοι καθεστᾶσιν͵ δια φωνοῦσαι δὲ χρείαν ἔχουσι τοῦ ἐπικρίνοντος αὐτάς. τοῦτ΄ οὖν ἤτοι διάνοια πάλιν ἐστὶν ἢ ἕτερόν τι παρ΄ αὐτήν. καὶ διάνοια μὲν οὐκ ἂν εἴη· μέρος γὰρ τῆς διαφωνίας γενόμενον κρίσεως δεήσεται καὶ οὐκέτι κριτήριον γενήσεται· ἕτερον δὲ παρ΄ αὐτὴν ὑπάρχον τὸ μὴ εἶναι διάνοιαν κριτήριον παρίστησιν. ἐξέσται δὲ καὶ τοῖς ὑπὸ τῶν ἀνδρῶν εἰρημένοις ἐπιλογισμοῖς τὰ νῦν χρῆσθαι· ἡμῖν γὰρ οὐκ ἀνάγκη ταυτολογεῖν. πρὸς τούτοις ἐπεὶ οὐ μόνον ἔστιν ἐν ἡμῖν διανοητικὸν κατὰ τοὺς πλείστους τῶν φιλοσόφων͵ ἀλλὰ σὺν τούτῳ καὶ αἰσθητικόν͵ ὅπερ πρόκειται τοῦ διανοητικοῦ͵ ἐξ ἀνάγκης τοῦτο αὐτοῦ προκείμενον οὐκ ἐάσει τὴν διάνοιαν τῶν ἐκτὸς ἀντιλαμβάνεσθαι. ὥσπερ γὰρ τὸ μεταξὺ τῆς ὄψεως καὶ τοῦ ὁρατοῦ πεπτωκὸς σῶμα οὐκ ἐᾷ τὴν ὄψιν ἀντιλαμβάνεσθαι τοῦ ὁρατοῦ͵ οὕτως εἰ μεταξὺ τῆς διανοίας καὶ τοῦ ἐκτὸς ὁρατοῦ κεῖται ἡ ὅρασις ἄλογος οὖσα͵ οὐκ ἐάσει τὴν διάνοιαν ἡ ὅρασις τοῦ ἐκτὸς ὁρατοῦ ἀντιλαμβάνεσθαι͵ καὶ εἰ μεταξὺ τῆς διανοίας καὶ τοῦ ἐκτὸς ἀκουστοῦ ἐστιν ἡ ἀκοή͵ οὐ συγχωρήσει τὴν διάνοιαν τοῦ ἀκουστοῦ ἐπιγνώμονα γίνεσθαι͵ καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων τὸ παραπλήσιον. ἔνδον οὖν ἀποκεκλεισμένη ἡ διάνοια͵ καὶ ταῖς αἰσθήσεσιν ἐπισκοτουμένη͵ οὐδενὸς ἔσται τῶν ἐκτὸς ἀντιληπτική. οὐδὲ ταύτην τοίνυν ῥητέον καθ΄ αὑτὴν εἶναι κριτήριον. Λείπεται ἄρα λέγειν ἀμφότερα͵ τουτέστι τὴν διάνοιαν ὡς ὑπουργῷ χρωμένην τῇ αἰσθήσει λαμβάνειν τὰ ἐκτός. ὃ πάλιν ἐστὶν ἀδύνατον· ἡ γὰρ αἴσθησις οὐ τὰ ἐκτὸς παρίστησι τῇ διανοίᾳ͵ τὸ δὲ ἴδιον ἀγγέλλει πάθος͵ οἷον ἡ ἁφὴ ἀπὸ πυρὸς θαλπομένη οὐ τὸ ἐκτὸς καὶ καῖον πῦρ ἀναδίδωσι τῇ διανοίᾳ͵ τὴν δὲ ἀπ΄ αὐτοῦ θάλψιν͵ τουτέστι τὸ ἴδιον αὑτῆς πάθος. καίτοι οὐδὲ τοῦτο. εἰ γὰρ λήψεται ἡ νόησις τὸ τῆς αἰσθήσεως πάθος͵ αἴσθησις ἔσται. τὸ γὰρ ὁρατικοῦ πάθους ἀναδεκτικὸν ὁρατικῶς κινεῖται͵ τὸ δὲ ὁρατικῶς κινούμενον ὅρασίς ἐστιν· καὶ τὸ ἀκουστικοῦ πάθους ἀναδεκτικὸν ἀκουστικῶς κινεῖται͵ ὃ δὲ ἀκουστικῶς κινεῖται͵ ἀκοή ἐστιν· καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων τὸ παραπλήσιον. διόπερ καὶ ἡ διάνοια͵ εἰ τὸ ἑκάστης αἰσθήσεως ἀναλαμβάνει πάθος͵ αἰσθητικῶς κινεῖται͵ αἰσθητικῶς δὲ κινουμένη αἴσθησίς ἐστιν͵ αἴσθησις δὲ οὖσα ἄλογός ἐστιν͵ ἄλογος δὲ γενομένη ἐκπεσεῖται τοῦ ἔτι νόησις ὑπάρχειν͵ μὴ οὖσα δὲ νόησις οὐ λήψεται τὸ τῆς αἰσθήσεως πάθος ὡς νόησις. κἂν λάβῃ δὲ τὸ τῶν αἰσθήσεων πάθος͵ οὐκ εἴσεται τὰ ἐκτός. ἀνόμοια γάρ ἐστι τὰ ἐκτὸς τοῖς περὶ ἡμᾶς πάθεσιν͵ καὶ μακρῷ διαφέρει ἡ φαντασία τοῦ φανταστοῦ͵ οἷον ἡ ἀπὸ πυρὸς φαντασία τοῦ πυρός· τὸ μὲν γὰρ καίει͵ ἡ δ΄ οὔκ ἐστι καυστική. ἄλλως τε͵ κἂν ὅμοια δῶμεν εἶναι τοῖς περὶ ἡμᾶς πάθεσι τὰ ἐκτός͵ οὐ πάντως τὰ περὶ ἡμᾶς πάθη λαμβάνουσα ἡ διάνοια καταλήψεται τὰ ἐκτός. τὰ γὰρ ὅμοιά τισιν ἕτερά ἐστιν ἐκείνων τῶν οἷς ὅμοιά ἐστιν.