Σέξτος: ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ, βιβλίο α΄ 19η συνέχεια


διόπερ εἰ τὰ ὅμοια τοῖς ἐκτὸς ἡ διάνοια γνωρίζει͵ οὐ τὰ ἐκτὸς γνωρίζει ἀλλὰ τὰ ὅμοια ἐκείνοις. καὶ ὃν τρόπον ὁ τὸν Σωκράτην ἀγνοῶν τὴν δὲ Σωκράτους εἰκόνα βλέπων οὐκ οἶδεν εἰ ὅμοιός ἐστι τῇ φαινομένῃ εἰκόνι ὁ Σωκράτης͵ οὕτως ἡ διάνοια τοῖς πάθεσιν ἐπιβάλλουσα͵ τὰ δὲ ἐκτὸς μὴ θεασαμένη͵ οὔτε ὁποῖά ἐστι ταῦτα εἴσεται͵ οὔθ΄ ὅτι ὅμοιά ἐστι τοῖς πάθεσιν. μὴ γινώσκουσα δὲ τὰ φαινόμενα οὐδὲ τὰ κατὰ τὴν ἀπὸ τούτων μετάβασιν ἀξιούμενα γνωρίζεσθαι ἄδηλα συνήσει͵ οὑτωσὶ δὲ οὐδὲ κριτήριον ἔσται τῆς ἀληθείας. Ἀλλ΄ ἔνιοι τῶν δογματικῶν τὴν ἀνώτερον εἰρημένην ὑπότευξιν καὶ ἐπὶ τοῦ παρόντος θρυλοῦσι͵ λέγοντες μὴ κεχωρίσθαι τὰ διαφέροντα ταῦτα τῆς ψυχῆς μέρη͵ τουτέστι τὸ λογικὸν καὶ ἄλογον͵ ἀλλ΄ ὡς τὸ μέλι ὅλον δι΄ ὅλου ὑγρὸν ἅμα καὶ γλυκύ ἐστιν͵ οὕτω καὶ ἡ ψυχὴ ὅλη δι΄ ὅλου δύο ἔχει τὰς ἀντιπαρηκούσας ἀλλήλαις δυνάμεις͵ ὧν ἡ μέν ἐστι λογικὴ ἡ δὲ ἄλογος· καὶ κινεῖσθαι τὴν μὲν λογικὴν ὑπὸ τῶν νοητῶν͵ τὴν δὲ ἄλογον ἀντιληπτικὴν γίνεσθαι τῶν αἰσθητῶν. ὅθεν καὶ μάταιον εἶναι τὸ λέγειν τὴν διάνοιαν ἢ κοινῶς τὴν ψυχὴν μὴ δύνασθαι τῆς ἑτέρας τούτων τῶν πραγμάτων διαφορᾶς ἀντιλαμβάνεσθαι· διάφορον γὰρ ἔχουσα τὴν κατασκευὴν εὐθὺς καὶ ἀμφοτέρων ἔσται ἀντιληπτική. πάνυ δέ εἰσιν εὐήθεις. αὗται γὰρ αἱ δυνάμεις͵ καὶ εἰ τὰ μάλιστα δοκοῦσι περὶ τὴν αὐτὴν οὐσίαν συνίστασθαι καὶ ἀντιπαρήκειν ἀλλήλαις δι΄ ὅλης τε πεφοιτηκέναι τῆς ψυχῆς͵ οὐδὲν ἧσσον ἑτερογενῶς διαφέρουσιν ἀλλήλων͵ καὶ ἄλλο μέν τί ἐστιν ἥδε ἄλλο δὲ ἥδε. καὶ τοῦτο πάρεστι μαθεῖν ἀπὸ τῶν προδηλοτέρων εἶναι δοκούντων· συχνὰ γὰρ ἦν ἃ περὶ μὲν τὴν αὐτὴν ὕλην θεωρεῖται͵ οὐ τὴν αὐτὴν δὲ εἶχε φύσιν. βάρος γοῦν καὶ χρῶμα περὶ μὲν τὸ αὐτὸ σῶμα ἀμφότερά ἐστιν͵ διενήνοχε δὲ ἀλλήλων· καὶ πάλιν σχῆμα καὶ μέγεθος τῆς μὲν αὐτῆς οὐσίας ἐστὶ συμβεβηκότα͵ κεχωρισμένην δὲ εἶχε τὴν φύσιν͵ ἄλλου μὲν τοῦ μεγέθους ἄλλου δὲ τοῦ σχήματος νοουμένου. οὕτω τοίνυν καὶ ἡ προειρημένη λογικὴ δύναμις͵ κἂν ἀναμὶξ ὑποκέηται τῇ ἀλόγῳ δυνάμει͵ πάλιν αὐτῆς διοίσει. ᾧ λοιπὸν συνεισέρχεται τὸ μὴ δύνασθαι τὴν ἑτέραν ὡσαύτως τῇ ἑτέρᾳ κινεῖσθαι καὶ ὁμοιοπαθεῖν διὰ τὰς προκατηριθμημένας αἰτίας͵ ἐπεὶ δεήσει μίαν ἀμφοτέρας γίνεσθαι͵ τὴν μὲν λογικὴν ἄλογον͵ ἐὰν ἀλόγως πάσχῃ͵ τὴν δὲ ἄλογον λογικήν͵ ἐὰν λογικῶς κινηθῇ. κἂν ὑποθώμεθα δὲ τὴν διάνοιαν διὰ τῶν αἰσθητικῶν πόρων ὥσπερ τινῶν ὀπῶν προκύπτουσαν καὶ χωρὶς τῶν προκειμένων αὐτῆς αἰσθήσεων τοῖς ἐκτὸς πράγμασι προσβάλλουσαν͵ ἄπορος οὐδὲν ἧσσον καὶ κατὰ τοῦτο ἡ ὑπόθεσις εὑρεθήσεται. δεῖ γὰρ τὴν οὕτω τῶν ὑποκειμένων ἀντιλαμβανομένην διάνοιαν ὡς ἐναργῶν τῶν ὑποκειμένων ἀντιλαμβάνεσθαι͵ οὐδὲν δέ ἐστιν ἐναργές͵ ὡς παραστήσομεν· οὐκ ἄρα δυνατόν ἐστι τὸ ἐν τοῖς ὑποκειμένοις ἀληθὲς λαβεῖν. ἐναργὲς γὰρ ἀξιοῦται τυγχάνειν ὑπὸ τῶν ἐναντίων τὸ ἐξ ἑαυτοῦ λαμβανόμενον καὶ μηδενὸς ἑτέρου χρῇζον εἰς παράστασιν. οὐδὲν δὲ ἐξ ἑαυτοῦ πέφυκε λαμβάνεσθαι͵ ἀλλὰ πάντα ἐκ πάθους͵ ὅπερ ἕτερον ἦν τοῦ ποιοῦντος αὐτὸ φανταστοῦ· γλυκανθεὶς γὰρ μέλιτος προσαχθέντος στοχάζομαι͵ ὅτι γλυκύ ἐστι τὸ ἐκτὸς ὑποκείμενον μέλι͵ καὶ ἀλεανθεὶς πυρὸς προσαχθέντος σημειοῦμαι ἐκ τῆς περὶ ἐμὲ διαθέσεως͵ ὅτι τὸ ἐκτὸς ὑποκείμενον πῦρ ἀλεεινόν ἐστι͵

καὶ ἐπὶ τῶν ἄλλων αἰσθητῶν ὁ αὐτὸς λόγος. ἐπεὶ οὖν τὸ ἐξ ἑτέρου ληπτὸν συμφώνως κατὰ πάντας ἄδηλόν ἐστι͵ πάντα δὲ ἐκ παθῶν ἡμετέρων ἕτερα ὄντα τούτων λαμβάνεται͵ πάντα ἐστὶ τὰ ἐκτὸς ἄδηλα καὶ διὰ τοῦτο ἡμῖν ἄγνωστα· δεῖ γὰρ εἰς τὴν τῶν ἀφανῶν γνῶσιν ἐναργές τι παρεῖναι͵ καὶ τούτου μὴ παρόντος οἴχεται καὶ ἡ ἐκείνων κατάληψις. οὐδὲ γὰρ ἔνεστι λέγειν͵ ὡς ἐκεῖνα μέν ἐστιν ὅσον ἐπὶ τούτῳ ἄδηλα͵ καταλαμβάνεται δὲ ὑφ΄ ἡμῶν διὰ τὸ βέβαιον εἶναι τὴν ἐκ τῶν παθῶν σημείωσιν. οὐ γὰρ εἰ γλυκαντικῶς διατίθεμαι μέλιτος τῇ γεύσει προσαχθέντος͵ γλυκὺ πάντως ἐστὶ τὸ μέλι͵ οὐδὲ εἰ πικραντικῶς ἀψινθίου͵ πικρόν ἐστι τὸ ἀψίνθιον͵ ὡς ἂν ἐξ ἀνάγκης τῶν περὶ ἡμᾶς συμβαινόντων παθῶν καὶ τοῖς ποιοῦσιν αὐτὰ αἰτίοις ὀφειλόντων συμβεβηκέναι. καθὰ γὰρ ἡ προσπεσοῦσα τῇ σαρκὶ μάστιξ ἀλγύνει μὲν τὴν σάρκα͵ οὐχὶ δὲ καὶ ἀλγηδών ἐστιν͵ καὶ ὡς τὸ σιτίον ἢ τὸ ποτὸν ἥδει μὲν τὸν φαγόντα ἢ πιόντα͵ οὐκ ἔστι δὲ ἡδονή͵ οὕτω καὶ τὸ πῦρ θερμαίνειν μὲν δύναται͵ οὐχὶ δέ γε καὶ ἐξ ἀνάγκης θερμὸν εἶναι͵ καὶ τὸ μέλι γλυκάζειν μέν͵ οὐχὶ δὲ καὶ γλυκὺ τυγχάνειν· καὶ ἐπὶ τῶν ἄλλων αἰσθητῶν ὁ αὐτὸς λόγος. ἀλλ΄ εἴπερ͵ ἵνα γνῶμεν τἀληθές͵ δεῖ τι εἶναι ἐναργές͵ δέδεικται δὲ πάντα ἄδηλα͵ ὁμολογητέον ἄγνωστον εἶναι τἀληθές. Πῶς δὲ οὐχὶ καὶ ἡ περὶ τῶν ἀνωτάτω πραγμάτων διάστασις παρὰ τοῖς φιλοσόφοις ἀφαιρεῖται τὴν τῆς ἀληθείας γνῶσιν; εἰ γὰρ τῶν φυσικῶν οἱ μὲν πάντα ἀνῃρήκασι τὰ φαινόμενα͵ ὡς οἱ περὶ Δημόκριτον͵ οἱ δὲ πάντα ἔθεσαν͵ ὡς οἱ περὶ τὸν Ἐπίκουρον καὶ Πρωταγόραν͵ οἱ δὲ τινὰ μὲν ἀνεῖλον τινὰ δὲ ἔθεσαν͵ ὡς οἱ ἀπὸ τῆς Στοᾶς καὶ τοῦ Περιπάτου͵ πάντῃ τε καὶ πάντως͵ ἐάν τε τὴν διάνοιαν ἐάν τε τὴν αἴσθησιν ἐάν τε τὸ συναμφότερον ὑπόθηταί τις κριτήριον͵ δεῖ πρῶτον εἰς τὴν τούτων κρίσιν ἤτοι φαινόμενόν τι παραληφθῆναι ἢ ἄδηλον. ἀλλὰ φαινόμενον μὲν οὐχ οἷόν τε· ἐκ γὰρ τῆς ἀμφισβητουμένης ὕλης ὑπάρχον ἀμφισβητήσιμον ἔσται καὶ διὰ τοῦτο οὐ κριτήριον. εἰ δὲ ἄδηλον͵ ἀνέστραπται τὰ πράγματα͵ εἰ ἐκ τοῦ μὴ γιγνωσκομένου βεβαιοῦται τὸ δοκοῦν γιγνώσκεσθαι· ὅπερ ἄτοπον.
Πλὴν συγκεχωρήσθω γε ἡ τἀνθρώπου καὶ τῶν αἰσθήσεων καὶ τῆς διανοίας ὑπόστασις εἰς τὸ προβαίνειν τὴν τῶν δογματικῶν ἀξίωσιν. ἀλλ΄ ἵνα καὶ διὰ τούτων τι γνωσθῇ͵ δεῖ τὸ τρίτον ὁμολογῆσαι κριτήριον͵ τουτέστι φαντασίαν· οὔτε γὰρ ἡ αἴσθησις οὔτε ὁ νοῦς δίχα τοῦ φανταστικῶς ἑτεροιοῦσθαι δύναταί τισιν ἐπιβάλλειν. καὶ τοῦτο δὲ τὸ κριτήριον πολλῆς ἀπορίας ἐστὶ πλῆρες͵ ὡς πάρεστι σκοπεῖν τάξει τὴν ἀρχὴν τῶν λόγων ἄνωθεν ποιησαμένοις. ἐπεὶ γὰρ τῶν τῇ φαντασίᾳ τὰ πράγματα κανονιζόντων οἱ μὲν τῇ καταληπτικῇ προσέσχον οἱ δὲ τῇ πιθανῇ͵ τὸ κοινὸν ἀμφοτέρων γένος ἡμεῖς ἐκλαβόντες͵ τουτέστιν αὐτὴν τὴν φαντασίαν͵ ἀναιρῶμεν· ταύτης γὰρ ἀναιρεθείσης συναναιροῦνται καὶ αἱ ἐπ΄ εἴδους διαφοραὶ τῶν φαντασιῶν͵ καὶ ὡς μὴ ὄντος ζῴου οὐδὲ ἄνθρωπος ἔστιν͵ οὕτω μὴ οὔσης φαντασίας οὐδὲ καταληπτικὴ ἢ πιθανή τις ὑφέστηκε φαντασία. εἰ γὰρ τύπωσίς ἐστιν ἐν ψυχῇ ἡ φαντασία͵ ἤτοι κατ΄ ἐξοχὴν καὶ εἰσοχὴν τύπωσίς ἐστιν͵ ὡς οἱ περὶ τὸν Κλεάνθην νομίζουσιν͵ ἢ κατὰ ψιλὴν ἑτεροίωσιν γίνεται͵ καθάπερ οἱ περὶ τὸν Χρύσιππον ἐδόξασαν. καὶ εἰ μὲν κατ΄ ἐξοχὴν καὶ εἰσοχὴν ὑφίσταται͵ ταῦτα ἀκολουθήσει τὰ ἄτοπα ἅπερ φασὶν οἱ περὶ τὸν Χρύσιππον. εἰ γὰρ κηροῦ τρόπον τυποῦται ἡ ψυχὴ φανταστικῶς πάσχουσα͵ ἀεὶ τὸ ἔσχατον κίνημα ἐπισκοτήσει τῇ προτέρᾳ φαντασίᾳ͵ ὥσπερ καὶ ὁ τῆς δευτέρας σφραγῖδος τύπος ἐξαλειπτικός ἐστι τοῦ προτέρου. ἀλλ΄ εἰ τοῦτο͵ ἀναιρεῖται μὲν μνήμη͵ θησαυρισμὸς οὖσα φαντασιῶν͵ ἀναιρεῖται δὲ πᾶσα τέχνη· σύστημα γὰρ ἦν καὶ ἄθροισμα καταλήψεων͵ πλείονας δὲ φαντασίας καὶ διαφόρους οὐ δυνατὸν ὑποστῆναι περὶ τὸ ἡγεμονικόν͵ ἄλλοτε ἄλλων νοουμένων τῶν περὶ αὐτὸ τύπων. οὐ τοίνυν ἡ κυρίως νοουμένη τύπωσίς ἐστι φαντασία. ἄλλως τε͵ εἰ ὄψις ἐστὶ τῶν ἀδήλων τὰ φαινόμενα͵ θεωροῦμεν δὲ τὰ πολὺ παχυμερέστερα τοῦ πνεύματος τῶν φαινομένων σώματα μηδ΄ ὁντινοῦν περὶ αὑτοῖς τύπον δυνάμενα τηρεῖν͵ εὔλογόν ἐστι μηδὲ τὸ πνεῦμα ἕνα μόνον τινὰ περὶ αὑτῷ φαντασίας τύπον φυλάττειν. καὶ μὴν τὸ ὕδωρ παχυμερέστερόν ἐστι πνεύματος· ἀλλ΄ οὐδέποτε δακτύλου ἐπερεισθέντος αὐτῷ πέφηνε τὸν ἀπὸ τῆς ἐπερείσεως τύπον φυλάττον. καίτοι τί λέγω τὸ ὕδωρ͵ ὅτε καὶ ὁ μαλακώτατος κηρός͵ στερρὸς ἤδη κατὰ σύγκρισιν ὑπάρχων͵ τυποῦται μὲν ὑπό τινος ἅμα νοήματι διὰ τὴν ὑγρότητα͵ οὐ συνέχει δὲ τὸν τύπον; εἰ οὖν τὸ αὐτὸ κατὰ σύμβλησιν πεπηγὸς παρὰ τὸ ὕδωρ σῶμα καθεστὼς σφόδρα ἀδυνάτως ἔχει τύπους τινὰς περὶ αὑτῷ φυλάττειν͵ φανερὸν δήπουθεν͵ ὅτι οὐδὲ τὸ πνεῦμα φύσιν ἔχει πρὸς τοῦτο ἐπιτήδειον͵ λεπτομερέστερον καὶ εὔρουν παρὰ τὰ τοιαῦτα τῶν σωμάτων ὑπάρχον. Ναί͵ ἀλλ΄ οὐ κυρίως τύπωσίς ἐστιν ἡ φαντασία͵ ψιλὴ δὲ ἑτεροίωσις τῆς διανοίας. ὃ πάλιν τοῦ προτέρου χεῖρον ἦν. τῶν γὰρ ἑτεροιώσεων ἡ μέν τίς ἐστι κατὰ πάθος͵ ἡ δὲ ὡς ἀλλαγὴ τοῦ ὑποκειμένου͵ καὶ κατὰ πάθος μὲν οἷον εἰ ὁ αὐτὸς κατ΄ οὐσίαν καὶ μορφὴν ὑποκείμενος ἀνδριὰς παρὰ μέρος ὁτὲ μὲν θερμαίνοιτο τοῦ ἡλίου προσλάμψαντος͵ ὁτὲ δὲ ψύχοιτο νυκτὸς δρόσου καταπιπτούσης͵ ὡς ἀλλαγὴ δὲ τοῦ ὑποκειμένου͵ καθάπερ εἰ χωνευθεὶς οὗτος ὁ ἀνδριὰς σφαῖρα χάλκειος γένοιτο.