1.74 Ἐπεὶ δὲ τῷ περὶ τροφῆς λόγῳ ἕπεται
ὁ περὶ σκευῶν τῶν κατ΄ οἶκον͵ δίκαιον εἰπεῖν ἡγοῦμαι καὶ περὶ τούτων. ἔχει δὲ ὧδε.
ποτήρια μέν͵ καθὼς ἔμπροσθεν εἴρηται͵ σημαίνει τὸν βίον͵ πίνακες δὲ καὶ παροψίδες
αὐτὴν τὴν τοῦ βίου διαγωγήν. [οἵα τίς ἐστιν ἡ ἑστία σημαίνει] λαμβάνειν δὲ χρὴ
τὸ τοιοῦτον ἀπὸ τῆς πολυτελείας ἢ ἀπὸ τοῦ μείζονα γενέσθαι ἐκ μικροτέρων ἢ μικρότερα
ἐκ μειζόνων ἢ ἐξ ὑγιῶν οὐχ ὁλόκληρα ἢ ἐκ κατεαγότων ὑγιᾶ͵ τὴν μὲν ἐπὶ τὸ κρεῖττον
μεταβολὴν πρὸς ἀγαθὸν τιθεμένους͵ τὴν δὲ ἐπὶ τὸ χεῖρον πρὸς κακόν. ὁ δ΄ αὐτὸς
καὶ περὶ τῶν ἄλλων σκευῶν ἔστω λόγος. λυχνία δὲ γυναῖκα σημαίνει͵ λύχνος δὲ τὸν
τῆς οἰκίας ἄρχοντα καὶ τὸ πνεῦμα τοῦ ἰδόντος ἢ διὰ τὸ ἐπιβλέπειν τὰ ἔνδον ἢ διὰ
τὸ εὐαπόσβεστον͵ καὶ ἔρωτα διὰ τὸ ἀναλάμπειν͵ τρίπους δὲ καὶ ἑστία τὸν βίον καὶ
τὴν ὅλην κατάστασιν καὶ τὴν γυναῖκα τοῦ ἰδόντος. ὅ τι ἂν οὖν πάθῃ ὁ τρίπους ἢ ἡ
ἑστία͵ εἰς ταῦτα τὴν βλάβην ἀνακτέον. τράπεζα δὲ τρίποδος οὐδὲν διαφέρει οὐδὲ ἄλλο
τι σκεῦος͵ ᾧ τις ἐπιδειπνεῖ. τύλη δὲ καὶ κλίνη καὶ πάντα τὰ πρὸς κοίτην τὴν
γυναῖκα τοῦ ἰδόντος σημαίνει καὶ τὸν ὅλον βίον. τὸ δ΄ αὐτὸ καὶ σκίμπους. τούτων
δὲ οἱ μὲν πόδες οἰκέτας σημαίνουσι͵ τῶν δὲ ἐνηλάτων τὸ μὲν ἔξω ἰδίως τὴν γυναῖκα͵
τὸ δὲ ἔσω τὸν ἄνδρα͵ τὸ δὲ πρὸς τῇ κεφαλῇ τέκνα ἀρσενικά͵ τὸ δὲ πρὸς τοῖς ποσὶ
θηλυκὰ τέκνα. κατὰ ταὐτὰ δὲ τοῖς ἐνηλάτοις καὶ οἱ τοῖχοι τῶν κλινῶν διαλαμβανέσθωσαν.
ξέσται δὲ τοὺς θεράποντας͵ ἀμφορεῖς δὲ τοὺς ὑπηρέτας͵ τραπεζοφόροι δὲ τοὺς οἰκονόμους͵
τὰ δὲ σιτοδόχα σκεύη τοὺς κατὰ τὸν οἶκον ταμίας σημαίνει͵ ὁμοίως δὲ καὶ τὸ ταμεῖον.
ἀγκῶνες δὲ καὶ πάντα τὰ προσπησσόμενα τὸ κόσμιον τοῦ βίου σημαίνει͵ κίσται δὲ
καὶ πυργίσκοι καὶ θησαυροφυλάκια τὴν γυναῖκα τοῦ ἰδόντος διὰ τὸ τὸ τιμιώτατον
πεπιστεῦσθαι͵ στρωματόδε σμοι δὲ καὶ ἐνειλήματα παλλακίδας ἢ ἀπελευθέρας. περὶ
δὲ τῶν ἄλλων σκευῶν μακρὸν ἂν εἴη λέγειν καὶ ταῦτα ἀπαιτοῦντα παρὰ τῶν ἐντυγχανόντων
τοῖς βιβλίοις τὸ μὴ ἀβασανίστως ἀναγνόντας παρ΄ αὑτῶν τι προσφιλοτεχνεῖν.
1.75 Μυρίζεσθαι γυναιξὶ πάσαις ἀγαθὸν
πλὴν τῶν μοιχευομένων͵ ἀνδράσι δὲ πρὸς αἰσχύνης ἔσται πλὴν τῶν ἔθος ἐχόντων μυρίζεσθαι.
1.76 Ὀρχεῖσθαι δοκεῖν ἔνδον παρ΄ ἑαυτῷ
τῶν οἰκείων παρατυγχανόντων μόνων καὶ μηδενὸς ἀλλοτρίου παρόντος καὶ θεωμένου ἀγαθὸν
ἐπίσης πᾶσιν. ἀλλὰ καὶ τὸ γυναῖκα τὴν ἑαυτοῦ καὶ τὰ παιδία καὶ τῶν συγγενῶν ἰδεῖν
τινα ὀρχούμενον ἀγαθόν· εὐφροσύνην γὰρ πολλὴν καὶ δαψίλειαν βίου δηλοῖ͵ ἐπεὶ οἱ
ἄνθρωποι οὐ πρότερον ὀρχοῦνται ἢν μὴ ὥσπερ δεσπότῃ ἀποτόμῳ καὶ ὠμῷ τῇ ἀρχῇ τὴν ἀποφορὰν
ἀποδῶσι· τότε δὲ ὀρχοῦνται καὶ ἁπλοῦσι τὰ σώματα. ἀσθενοῦντι δὲ ἀνθρώπῳ καὶ ἀνδρὶ
καὶ γυναικὶ πονηρόν· διὰ γὰρ τὴν πολλὴν κίνησιν τῆς ὀρχήσεως παραφρονῆσαι καὶ
παρακόψαι δηλοῖ· πονηρὸν δὲ καὶ τῷ νοσοῦν τά τινα ἔχοντι· τὰ γὰρ αὐτὰ τῷ κοπτομένῳ
καὶ ὁ ὀρχούμενος πάσχει τε καὶ δρᾷ. ἀλλοτρίων δέ τινων παρόντων ἀνθρώπων πολλῶν
ἢ ὀλίγων δοκεῖν ὀρχεῖσθαι ἤ τινα τῶν ἰδίων ὀρχούμενον ἰδεῖν οὐδενὶ ἀγαθὸν οὔτε ἐρρωμένῳ
οὔτε νοσοῦντι· τῷ μὲν γάρ τις ἔνδον ἐν τῷ οἴκῳ τεθνήξεται͵ ὁ δὲ ὀρχησάμενος ἀσχημονήσει
μεγάλως. παιδίον δὲ ἰδεῖν ὀρχούμενον κωφὸν ἅμα καὶ ἄλαλον τὸ παιδίον γενέσθαι
δηλοῖ͵ ἵνα διανεύσῃ ὅσα βούλεται σημαίνειν. ἐν θεάτρῳ δὲ δοκεῖν ὀρχεῖσθαι ἀναπεπλασμένον
καὶ τὴν ἄλλην ἔχοντα σκευὴν εὐδοκιμεῖν τε καὶ ἐπαινεῖσθαι πένητι μὲν πλουτῆσαι
σημαίνει͵ ἀλλ΄ οὐ μέχρι γήρως· βασιλικὰ μὲν γὰρ πρόσωπα μιμεῖται καὶ πολλοὺς ὑπηρέτας
ἔχει ὁ ὀρχηστής͵ ἀλλὰ μετὰ τὸ δρᾶμα μόνος παραλείπεται· πλουσίῳ δὲ ταραχάς
τινας ἢ δίκας [πλείστας] προαγορεύει διὰ τὰς ποικίλας τῶν δραμάτων πλοκάς·
γυναικὶ δὲ οὔτε πλουσίᾳ οὔτε πένητι ἀγαθὸν τοῦτο τετήρηται· μεγάλας γὰρ καὶ
περιβοήτους ἀσχημοσύνας ποιοῦνται. ὅπως δ΄ ἂν ὀρχήσηται δοῦλος καὶ ὅπου ἄν͵
πολλὰς λήψεται πληγάς· καὶ ὁ πλέων ἤτοι ναυαγήσει ἢ καὶ μόνος ἐκπεσὼν κολυμβήσει·
ὁ μὲν γὰρ παιόμενος ὁ δὲ νηχόμενος κινηθήσονται δι΄ ὅλων τῶν σωμάτων. ἀγαθὸν δὲ
ἀνδρὶ δεδεμένῳ τὸ ὀρχεῖσθαι· λυθήσεται γὰρ διὰ τὸ εὐκίνητον καὶ εὔλυτον τοῦ σώματος.
εἰ δέ τις ὑψηλὸς [ἐπί τινος] ὀρχοῖτο͵ εἰς φόβον καὶ δέος πεσεῖται͵ κακοῦργος δὲ
ὢν σταυρωθήσεται διὰ τὸ ὕψος καὶ τὴν τῶν χειρῶν ἔκτασιν. τὸ δὲ πυρριχίζειν τὸ αὐτὸ
τῷ ὀρχεῖσθαι σημαίνει. τροχοπαικτεῖν δὲ ἢ μαχαίραις περιδινεῖσθαι ἢ ἐκκυβιστᾶν
τοῖς μὲν ἔθος ἔχουσιν οὐ πονηρόν͵ τοῖς δὲ λοιποῖς εἰς ἔσχατον ἐλάσαι κίνδυνον
προσημαίνει. τὸ δ΄ αὐτὸ καὶ καλοπαίζοντα ἰδεῖν προαγορεύει. μιμολόγοι δὲ καὶ ἅπαντες
οἱ γελωτοποιοὶ ἀπάτας καὶ ἐνέδρας σημαίνουσιν. [τὸ δ΄ αὐτὸ ποιεῖν γελωτοποιεῖν
μιμολογεῖν ὑποκρίνεσθαι καὶ ἐξαπατῆσαί τινας σημαίνει.] ᾄσματα δὲ δοκεῖν ᾄδειν
καλῶς καὶ εὐφώνως [καὶ] τοῖς ᾠδικοῖς καὶ μουσικοῖς καὶ τοῖς ἄλλοις πᾶσιν ἀγαθόν͵
τὸ δὲ πονηρῶς καὶ ἀφώνως ᾄδειν ἀπραξιῶν ἐστι καὶ πενίας σύμβολον. ὁπόταν δὲ τῶν
ᾀσμάτων μεμνημένος ᾖ τις͵ ἀπ΄ αὐτῶν τῶν ᾀσμάτων χρὴ ποιεῖσθαι τὴν κρίσιν. ᾄδειν
ἐν ὁδῷ ἀγαθόν͵ μάλιστα ἑπόμενον ὑποζυγίῳ· ᾄδειν δὲ ἐν βαλανείῳ οὐκ ἀγαθόν· τὸ μὲν
γὰρ εὐπρεπῶς καὶ εὐθύμως τὸν βίον διεξάγειν σημαίνει͵ τὸ δὲ μὴ σαφεῖ χρῆσθαι τῇ
φωνῇ· πολλοὶ δὲ καὶ εἰς δεσμὰ κατεκρίθησαν. τὸ δὲ ἐν ἀγορᾷ ἢ πλατείαις ᾀσματολογεῖν
πλουσίῳ μὲν ἀσχημοσύνας καὶ καταγέλωτας σημαίνει͵ πένητι δὲ μανίαν.
1.77 Στέφανον ἀναδεδέσθαι πεποιημένον ἐξ
ἀνθέων τὸ μὲν καθόλου καὶ κοινὸν τῶν κατὰ τὴν ὥραν ἀγαθόν͵ τῶν δὲ παρὰ τὴν ὥραν
πονηρόν. ἐπειδὴ δὲ ἀναγκαῖον ὑπὲρ σαφηνείας περὶ ἑκάστου εἰπεῖν͵ ἐντεῦθεν ἄρξομαι.
στέφανοι ναρκίσσων πεποιημένοι πᾶσι κακοί͵ κἂν κατὰ τὴν ὥραν βλέπωνται͵ μάλιστα
δὲ [διὰ τὴν ἱστορίαν μάλιστα] τοῖς ἐξ ὕδατος ἢ δι΄ ὕδατος τὸν πορισμὸν ποιουμένοις
καὶ τοῖς μέλλουσι πλεῖν. οἱ δὲ ἐκ τῶν ἴων γεγονότες κατὰ μὲν τὴν ὥραν ἀγαθοί͵
παρὰ δὲ τὴν ὥραν μοχθηροί· καὶ τούτων οἱ μὲν ἐκ τῶν λευκῶν ἴων φανερὰ τὰ δύσχρηστα
καὶ ἐπίσημα σημαίνουσιν͵ οἱ δὲ ἐκ τῶν κροκέων ἀσημότερα͵ οἱ δὲ ἐκ τῶν πορφυρῶν
καὶ θάνατον σημαίνουσιν· ἔχει γάρ τινα τὸ πορφυροῦν χρῶμα συμπάθειαν [καὶ] πρὸς
τὸν θάνατον. οἱ δὲ ἐκ τῶν ῥόδων κατὰ μὲν τὸν καιρὸν πᾶσιν ἀγαθοὶ πλὴν τῶν νοσούντων
καὶ τῶν λανθάνειν πειρωμένων. οὓς μὲν γὰρ ἀναιροῦσι διὰ τὸ εὐμάραντον͵ οὓς δὲ ἐλέγχουσι
διὰ τὴν ὀσμήν. ὅπου δὲ καὶ χειμῶνος ἔστι ῥόδοις χρήσασθαι͵ ἐνταῦθα πάντοτε ὡς
περὶ ἀγαθῶν χρὴ ποιεῖσθαι τὸν λόγον. οἱ δὲ ἐκ τοῦ ἀμαράντου πᾶσιν ἀγαθοί͵ καὶ μάλιστα
τοῖς δικαζομένοις͵ ἐπεὶ μέχρι παντὸς ὁ ἀμάραντος διὰ τὸ ὄνομα καὶ τὸ χρῶμα
διαφυλάττει. νοσοῦσι δὲ οὗτοι κακοί· ἢ γὰρ νεκροῖς ἢ θεοῖς ἀνατίθενται͵ σπάνιον
δὲ ἀνθρώποις. οἱ δ΄ ἐκ τῶν κρίνων γεγονότες εἰς ἐλπίδας ἀναβάλλονται τὰ πράγματα.
σισυμβρίου δὲ καὶ ἀμαράκου Φρυγίου καὶ λαπάθου καὶ ἑλενίου καὶ ἀνεμώνης καὶ
σαμψύχου στεφάνους ἀναδεῖσθαι πᾶσι πονηρόν· ὡς γὰρ ἐπὶ τὸ πολὺ νόσον σημαίνουσι.
τὸ δὲ τῆς μαλάχης ἄνθος καὶ τῆς ῥοδοδάφνης κηπουροῖς καὶ γεωργοῖς μόνοις ἀγαθόν͵
τοῖς δὲ ἄλλοις μόχθους καὶ ἀποδημίας σημαίνει. κατὰ τὰ αὐτὰ δὲ τούτοις καὶ τὸ θύμον
καὶ τὸ ἐπίθυμον καὶ τὸ μελίλωτον σημαίνει πλὴν ἰατρῶν· τούτοις γάρ ἐστιν ἀγαθά.
σελίνων δὲ στέφανος νοσοῦντάς τε ἀναιρεῖ καὶ ὡς ἐπὶ τὸ πολὺ ὑδρωπιάσαντας διὰ τὸ
ψυχρὸν καὶ κάθυγρον καὶ ὅτι ἐπιταφίῳ ἀγῶνι ἐπιτήδειός ἐστιν ὁ στέφανος οὗτος· ἀθληταῖς
δὲ ἀγαθός͵ τοῖς δὲ λοιποῖς ἄτοπος. φοίνικος δὲ καὶ ἐλαίας στέφανοι γάμους ἐλευθέρων
περιποιοῦσι γυναικῶν διὰ τὴν πλοκὴν καὶ τέκνα προαγορεύουσι πολυχρόνια διὰ τὸ ἀειθαλές·
υἱὸν μὲν ὁ φοῖνιξ͵ θυγατέρα δὲ ἡ ἐλαία. καὶ τοῖς [ἐπὶ τὸ ἄρχειν ὁρμωμένοις καὶ]
ἀθληταῖς συλλαμβάνουσι καὶ πένησιν· οὓς μὲν γὰρ εὐπόρους οὓς δὲ ἐνδόξους ποιοῦσι.
καὶ δούλους ἐλευθεροῦσιν· ἴδιον γὰρ ἐλευθέρων οἱ στέφανοι [καὶ μᾶλλον ὅταν ἀγωνισάμενοι
δοκῶσιν εἰληφέναι αὐτούς]. τὰ δὲ κρυπτὰ ἐλέγχουσι διὰ τὸ περιβοήτους εἶναι τοὺς
στεφάνους. τὰ δὲ αὐτὰ τούτοις καὶ ὁ δρύινος στέφανος σημαίνει καὶ ὁ δάφνινος·
καὶ ὁ μυρσίνης δὲ τὰ αὐτὰ ταῖς ἐλαίαις σημαίνει͵ γεωργοῖς δὲ καὶ μᾶλλον ἀγαθὸς
διὰ τὴν Δήμητραν καὶ γυναιξὶ διὰ τὴν Ἀφροδί την· κοινὸν γὰρ ταῖς θεαῖς τὸ φυτόν.
στέφανοι κήρινοι πᾶσι κακοί͵ μάλιστα δὲ νοσοῦσιν͵ ἐπεὶ καὶ τὸν θάνατον κῆρα
καλοῦσιν οἱ ποιηταί. οἱ δὲ τῶν ἐρίων πεποιημένοι διὰ τὸ ποικίλον φαρμακίας καὶ
καταδέσμους σημαίνουσιν. οἱ δὲ τῶν ἁλῶν ἢ τοῦ θείου βαρηθῆναι πρός τινων ὑπερεχόντων
τὸν ἰδόντα σημαίνουσιν· εἰσὶ γὰρ φύσει βαρεῖς καὶ οὐδὲν ἔχοντες τερπνόν. στέφανον
δοκεῖν ἔχειν χρύσεον πονηρὸν δούλῳ͵ εἰ μὴ καὶ τὰ ἅμα τῷ στεφάνῳ ἔχοι͵ πορφύραν
λέγω καὶ παραπομπήν· πονηρὸν δὲ καὶ πένητι διὰ τὸ παρ΄ ἀξίαν. τοιγαροῦν ὁ μὲν
βασανισθήσεται͵ ὁ δὲ ἐπὶ μεγάλοις ἁμαρτήμασι κατάφωρος ἔσται. εἰκὸς δὲ καὶ τοῦ
τον βασανισθῆναι. νοσοῦντι δὲ σύντομον προαγορεύει θάνατον· χλωρός τε γὰρ ὁ
χρυσὸς καὶ βαρὺς καὶ ψυχρός͵ καὶ διὰ τοῦτο θανάτῳ προσείκασται. καὶ τὰ κρυπτὰ ἐλέγχει·
πάντως γὰρ ἀπόβλεπτον χρὴ εἶναι τὸν χρυσοφοροῦντα. πλουσίοις δὲ καὶ δημαγωγοῖς
καὶ τοῖς ἄρχειν προῃρημένοις ἀγαθὸν ἐτήρησα τὸν στέφανον [ὄναρ]. ἀμπέλου δὲ καὶ
κισσοῦ μόνοις τοῖς περὶ τὸν Διόνυσον τεχνίταις συμφέρει͵ τοῖς δὲ ἄλλοις δεσμὰ
σημαίνει διὰ τοὺς ἕλικας καὶ τὰς προσπλοκὰς τοῦ κισσοῦ ἢ νόσον διὰ ταὐτά. κακούργοις
δὲ τραχηλοκοπηθῆναι σημαίνει διὰ τὸ τέμνεσθαι ταῦτα σιδήρῳ. κρομμύοις δὲ ἐστεφανῶσθαι
δοκεῖν τὸν μὲν ἰδόντα ὠφελεῖ͵ τοὺς δὲ περὶ αὐτὸν βλάπτει.
1.78 Ἐν τῷ περὶ συνουσίας [ἀφροδισίων]
λόγῳ διαίρεσιν τὴν ἀρίστην ποιούμενος εἴποι τις ἂν πρῶτον περὶ τῆς κατὰ φύσιν
καὶ νόμον καὶ ἔθος συνουσίας͵ εἶτα περὶ τῆς παρὰ νόμον͵ καὶ τρίτον περὶ τῆς παρὰ
φύσιν. πρῶτον μὲν οὖν περὶ τῆς κατὰ νόμον συνουσίας ὧδέ πως ἔχει. γυναικὶ τῇ ἑαυτοῦ
μιγῆναι ἑκούσῃ καὶ προσιεμένῃ καὶ πρὸς τὴν συνουσίαν μὴ ἀντιβαινούσῃ ἀγαθὸν ἐπίσης
πᾶσιν· ἔστι γὰρ ἡ γυνὴ ἤτοι τέχνη τοῦ ἰδόντος ἢ πραγματεία͵ ἀφ΄ ἧς τὰς ἡδονὰς
πορίζεται͵ ἢ οὗ προΐσταται καὶ ἄρχει͵ ὡς καὶ τῆς γυναικός. σημαίνει δὲ ὁ ὄνειρος
τὴν ἀπὸ τῶν τοιούτων ὠφέλειαν· ἥδονται μὲν γὰρ οἱ ἄνθρωποι τοῖς ἀφροδισίοις͵ ἥδονται
δὲ καὶ ταῖς ὠφελείαις. εἰ δὲ ἀντιβαίνοι ἡ γυνὴ ἢ μὴ παρέχοι ἑαυτήν͵ τὰ ἐναντία
σημαίνει. ὁ δὲ αὐτὸς καὶ περὶ ἐρωμένης ἔστω λόγος. γυναιξὶ δὲ ἑταίραις ταῖς ἐπὶ
κασωρίοις ἑστώσαις μίγνυσθαι μικρὰν μὲν αἰσχύνην καὶ βραχὺ ἀνάλωμα σημαίνει· αἰδοῦνται
γὰρ ἅμα καὶ ἀναλοῦσι ταύταις πλησιάζοντες οἱ ἄνθρωποι· πρὸς δὲ πᾶσαν ἐγχείρησίν
εἰσιν ἀγαθαί· καὶ γὰρ πρός τινων ἐργάσιμοι λέγονται͵ καὶ οὐδὲν ἀρνησάμεναι παρέχουσιν
ἑαυτάς. εἴη δ΄ ἂν ἀγαθὸν τὸ εἰσιέναι εἰς τὰ πορνεῖα καὶ ἐξιέναι δύνασθαι͵ ἐπεὶ
τό γε μὴ δύνασθαι ἐξιέναι πονηρόν. οἶδα δέ τινα͵ ὃς ἔδοξεν εἰσελθεῖν εἰς πορνεῖον
καὶ μὴ δύνασθαι ἐξελθεῖν͵ καὶ ἀπέθανεν οὐ μετὰ πολλὰς ἡμέρας κατὰ λόγον [δὲ] τούτου
ἀποβάντος αὐτῷ· κοινὸς γὰρ ὁ τόπος οὗτος καλεῖται͵ ὡς καὶ ὁ τοὺς νεκροὺς δεχόμενος͵
καὶ πολλῶν σπερμάτων ἀνθρωπίνων ἐνταῦθα γίνεται φθορά. εἰκότως οὖν ὁ τόπος οὗτος
ἔοικε θανάτῳ. οὐδὲν μέντοι κοινὸν αἱ γυναῖκες ἔχουσι τῷ τόπῳ· αὐταὶ μὲν γὰρ ἀγαθὰ
σημαίνουσιν͵ ὁ δὲ τόπος οὐκ ἀγαθός. ὅθεν αἱ πλαζόμεναι τῶν ἑταίρων λυσιτελέστεραι
ὄναρ ὀφθῆναι. ἀγαθαὶ δὲ καὶ αἱ ἐπὶ ἐργαστηρίων καθεζόμεναι καὶ πιπράσκουσαί τι
καὶ δεχόμεναι ἐμπολὰς καὶ ὁραθεῖσαι καὶ μιγεῖσαι. εἰ δέ τις γυναῖκα ἣν οὐκ οἶδεν
ὑπολάβοι περαίνειν͵ εἰ μὲν εὔμορφος εἴη καὶ χαρίεσσα καὶ σκευὴν ἔχουσα ἱματίων
πολυτελῶν καὶ μαλακῶν καὶ ὅρμων χρυσέων καὶ ἑαυτὴν παρέχουσα͵ καλὸν τῷ ἰδόντι
καὶ οὐ μικρὸν τελεσθησόμενον δείκνυσιν· εἰ δὲ πρεσβῦτις εἴη καὶ εἰδεχθὴς [ἢ] καὶ
ἄμορφος καὶ κακοείμων καὶ λυπηρῶς διάγοι καὶ εἰ μὴ παρέχοι ἑαυτήν͵ τἀναντία τῇ
προτέρᾳ σημαίνει· χρὴ γὰρ ἡγεῖσθαι τὰς ἀγνοουμένας γυναῖκας εἰκόνας εἶναι πράξεων
τῶν συμβησομένων τῷ ἰδόντι. οἵα ἂν οὖν ᾖ ἡ γυνὴ καὶ ὅπως διακειμένη͵ οὕτω καὶ ἡ
πρᾶξις διαθήσει τὸν ἰδόντα. δούλῃ ἰδίᾳ καὶ δούλῳ μιγῆναι ἀγαθόν· εἰσὶν γὰρ οἱ
δοῦλοι κτήματα τοῦ ἰδόντος. διὸ σημαίνουσιν ἐπὶ τοῖς ἑαυτοῦ κτήμασιν ἡσθῆναι τὸν
ἰδόντα ὡς εἰκὸς πλείοσι καὶ πολυτελεστέροις γινομένοις. περαίνεσθαι δὲ ὑπ΄ οἰκέτου
οὐκ ἀγαθόν· καταφρονηθῆναι γὰρ σημαίνει καὶ βλαβῆναι παρὰ τοῦ οἰκέτου. τοῦτο δὲ
καὶ ὑπὸ τοῦ ἀδελφοῦ͵ ἐάν τε νεώτερος ᾖ ὁ περαίνων ἐάν τε πρεσβύτερος͵ ἢ καὶ ὑπὸ
ἐχθροῦ. γυναικὶ δὲ γνωρίμῃ καὶ συνήθει μίγνυσθαι εἰ μὲν ἐρωτικῶς διακείμενός
τις καὶ ἐπιθυμῶν τῆς γυναικὸς ἴδοι τὸν ὄνειρον͵ οὐδὲν προαγορεύει διὰ τὴν ἐπιτεταμένην
ἐπιθυμίαν· εἰ δὲ μὴ ἐπιθυμοίη τῆς γυναικός͵ ἀγαθὸν αὐτῷ͵ ὅταν ἡ γυνὴ εὔπορος ᾖ·
πάντως γάρ τι πράξει λυσιτελὲς παρὰ τῇ γυναικὶ ἢ διὰ τῆς γυναικός͵ ἣν εἶδεν ὁ ἀνήρ.
ἡ γὰρ τὸ σῶμα τὸ ἑαυτῆς τινι παρέχουσα εἰκότως καὶ τὰ περὶ τὸ σῶμα παρέχοι ἄν.
πολλάκις δὲ τὸ τοιοῦτον ὄναρ καὶ ἐν μυστηρίοις τῆς γυναικὸς γενόμενον τὸν ἰδόντα
ὠφέλησε· παρέχει γὰρ ἡ τοιαύτη καὶ τῶν ἀπορρήτων ἅψασθαι. ὕπανδρον δὲ κατὰ νόμους
γεγαμημένην περαίνειν οὐκ ἀγαθὸν διὰ τὸν νόμον· οἵοις γὰρ τὸν ἐπὶ μοιχείᾳ ἁλόντα
ὁ νόμος ὑπάγει͵ τοῖς αὐτοῖς καὶ τὸ ὄναρ. περαίνεσθαι δὲ ὑπό τινος γνωρίμου
γυναικὶ μὲν [ἡδὺ καὶ] λυσιτελές͵ οἷος ἂν ᾖ ὁ περαίνων· ἀνδρὶ δὲ ὑπὸ πλουσιωτέρου
καὶ πρεσβυτέρου περαίνεσθαι ἀγαθόν· παρὰ γὰρ τῶν τοιούτων ἔθος ἐστὶ λαμβάνειν· ὑπὸ
δὲ νεωτέρου καὶ ἀπόρου περαίνεσθαι πονηρόν· τοῖς γὰρ τοιούτοις ἔθος ἐστὶ
προσδιδόναι. τὸ δ΄ αὐτὸ σημαίνει καὶ ἐὰν πρεσβύτερος ᾖ ὁ περαίνων καὶ πτωχός.
χειροτονεῖν δὲ τὸ αἰδοῖον εἴ τις ὑπολάβοι͵ δοῦλον ἢ δούλην περανεῖ διὰ τὸ τὰς
χεῖρας τὰς προσαγομένας τῷ αἰδοίῳ ὑπηρετικὰς εἶναι· εἰ δὲ μὴ ἔχοι θεράποντας͵
ζημίαν ὑπομενεῖ διὰ τὴν εἰς ἄχρηστον τοῦ σπέρματος ἀπόκρισιν. οἶδα δέ τινα δοῦλον͵
ὃς ἔδοξε τὸν δεσπότην αὐτοῦ δέφειν͵ καὶ ἐγένετο τῶν παίδων αὐτοῦ παιδαγωγὸς καὶ
τροφός· ἔσχε γὰρ ἐν ταῖς χερσὶ τὸ τοῦ δεσπότου αἰδοῖον ὂν τῶν ἐκείνου τέκνων
σημαντικόν. καὶ πάλιν αὖ οἶδά τινα ὃς ἔδοξεν ὑπὸ τοῦ δεσπότου δέφεσθαι͵ καὶ
προσδεθεὶς κίονι πολλὰς ἔλαβε πληγάς͵ καὶ οὕτως ὑπὸ τοῦ δεσπότου ἐνετάθη. Περὶ
δὲ τῆς παρανόμου συνουσίας οὕτω κρίνειν δέον ἐστίν. υἱὸν περαίνειν οὐδέπω
πενταετῆ γεγονότα θάνατον τῷ παιδὶ σημαίνει͵ καθὼς πολλάκις ἐτήρησα· εἰκὸς δὲ
τοῦτο σημαίνειν διὰ τὸ φθείρεσθαι τὸ βρέφος͵ φθορὰν δὲ καλοῦμεν τὸν ὄλεθρον. εἰ
δὲ ὑπὲρ τὰ πέντε ἔτη ὁ παῖς εἴη γεγονώς͵ ἔτι δὲ τῶν δέκα ἐντός͵ νοσήσει μὲν ὁ
παῖς͵ ἀφρόνως δέ τι πραγματευσάμενος ὁ ἰδὼν τὸν ὄνειρον βλαβήσεται· ὁ μὲν γὰρ
διὰ τὸ παιδικὸν τῆς ἡλικίας πρὸ τῆς ὥρας περαινόμενος διὰ τὸ ἀλγεῖν νοσήσει͵ ὁ
δὲ βλαβήσεται δι΄ ἀφροσύνην· οὐ γάρ ἐστιν ἐρρωμένου τὴν γνώμην οὐχ ὅτι τὸν ἑαυτοῦ
υἱὸν ἀλλ΄ οὐδὲ ἄλλον τηλικοῦτον περαίνειν. εἰ δὲ ἀντίπαις εἴη ὁ υἱός͵ ἐὰν μὲν πένης
ᾖ ὁ πατήρ͵ εἰς διδασκάλου πέμπων τὸν υἱὸν μισθούς τε αὐτῷ χορηγῶν τὰς εἰς αὐτὸν
ἀποκρίσεις ποιήσεται [καὶ ἀποκρίσεις]. εἰ δὲ πλούσιος τὸ τοιοῦτον ἴδοι͵ πολλὰ τῷ
υἱῷ δωρούμενος καὶ καταγράφων εἰς αὐτὸν ἀπουσίας ποιήσεται. ἀνδρὶ δὲ τε λείῳ ἤδη
ὄντι τῷ υἱῷ μιγῆναι ἀποδημοῦντι μὲν ἀγαθόν· συνελθεῖν γὰρ καὶ συναναστραφῆναι
σημαίνει τὸ ὄναρ διὰ τὸ τῆς συνουσίας ὄνομα· συνόντι δὲ καὶ συνδιατρίβοντι
πονηρόν· χωρὶς γὰρ ἀλλήλων γενέσθαι αὐτοὺς ἀνάγκη διὰ τὸ τὴν τῶν ἀνδρῶν συνουσίαν
ὡς ἐπὶ τὸ πλεῖστον ἐξ ἀποστροφῆς γίνεσθαι. περαίνεσθαι δὲ ὑπὸ τοῦ υἱοῦ βίᾳ βλαβῆναι
ὑπὸ τοῦ υἱοῦ σημαίνει͵ ἐφ΄ ᾗ βλάβῃ καὶ ὁ υἱὸς οἰμώξει· εἰ δὲ τὸν ἑαυτοῦ πατέρα
δόξειέ τις περαίνειν͵ φυγὰς ἔσται τῆς ἑαυτοῦ ἢ πρὸς τὸν πατέρα εἰς ἔχθραν
κατασταθήσεται· ἢ γὰρ αὐτὸς ἀποστραφήσεται αὐτὸν ὁ πατὴρ ἢ ὁ δῆμος ὁ τῷ πατρὶ τὸν
αὐτὸν ἔχων λόγον. θυγάτριον μικρὸν μὲν παντελῶς καὶ οὐδέπω πενταετὲς γεγονὸς ἐντὸς
δ΄ ἔτι τῶν δέκα͵ ἐπίσης τῷ υἱῷ σημαίνει· ὅταν δ΄ ὡραία γάμων ἡ παῖς τύχῃ οὖσα͵
εἰς ἀνδρὸς πορεύσεται͵ καὶ ὁ ἰδὼν τὸν ὄνειρον φερνὴν ἐπιδοὺς οὕτως εἰς τὴν
θυγατέρα ἀπουσιάσει. οἶδα δέ τινα͵ ὃς ἐπὶ τούτῳ τῷ ὀνείρῳ τῆς γυναικὸς ἐστερήθη
ὀρθῶς καὶ κατὰ λόγον· λοιπὸν γὰρ ἦν αὐτῷ ἡ θυγάτηρ διὰ τῆς οἰκουρίας καὶ τὰ
γυναικὸς καὶ τὰ θυγατρὸς ἔργα παρέχουσα. εἰ δὲ παρὰ ἀνδρὶ οὔσῃ τῇ θυγατρὶ τῇ ἑαυτοῦ
τις ὑπολάβοι συνεῖναι͵ χωρισθεῖσα τοῦ ἀνδρὸς ἡ θυγάτηρ πρὸς αὐτὸν ἀφίξεται͵ ἵνα
αὐτῷ συνῇ καὶ συναναστρέφηται. ἀγαθὸν δὲ πένητι πλουσίαν ἔχοντι θυγατέρα μιγῆναι
αὐτῇ· πολλὰ γὰρ ἀπὸ τῆς θυγατρὸς ὠφελούμενος ἡσθήσεται ἐπ΄ αὐτῇ. πολλάκις δὲ οἱ
πλουτοῦντες καὶ παρὰ προαίρεσιν ἐπέδωκάν τι ταῖς θυγατράσι τοῦτον ἰδόντες τὸν ὄνειρον͵
καὶ οἱ νοσοῦντες ἀπέθανον ἐπὶ κληρονόμοις ταῖς θυγατράσι. περὶ δὲ ἀδελφῆς
περισσὸν λέγειν· τὰ αὐτὰ γὰρ τῇ θυγατρὶ σημαίνει. ἀδελφὸν δὲ περαίνειν καὶ
πρεσβύτερον καὶ νεώτερον ἀγαθὸν τῷ ἰδόντι· ὑπέρτερος γὰρ τοῦ ἀδελφοῦ ἔσται καὶ
κατα φρονήσει αὐτοῦ. [καὶ] φίλον δὲ ὁ περαίνων εἰς ἔχθραν
1.79 αὐτῷ καταστήσεται βλαβέντι πρότερον
ὑπ΄ αὐτοῦ. ὁ περὶ μητρὸς λόγος [περὶ ἀφροδισίων] ὢν ποικίλος καὶ πολυμερὴς καὶ
πολλὴν ἐπιδεχόμενος διαίρεσιν πολλοὺς τῶν ὀνειροκριτῶν διέφυγεν. ἔχει δὲ ὧδε. οὐχ
ἡ μίξις αὐτὴ καθ΄ ἑαυτὴν ἱκανή ἐστι τὰ σημαινόμενα δεῖξαι͵ ἀλλὰ καὶ αἱ συμπλοκαὶ
καὶ τὰ σχήματα τῶν σωμάτων διάφορα ὄντα διαφόρους τὰς ἀποβάσεις ποιεῖ. πρῶτον μὲν
οὖν περὶ τῆς σύγχρωτα περαινομένης καὶ ἅμα ζώσης λεκτέον͵ ἐπειδὴ καὶ ἡ ζῶσα οὐ
τὰ αὐτὰ τῇ νεκρᾷ σημαίνει. εἴ τις οὖν τὴν ἑαυτοῦ μητέρα σύγχρωτα͵ ὅπερ καὶ κατὰ
φύσιν τινὲς λέγουσι͵ καὶ ζῶσαν ἔτι περαίνοι͵ εἰ μὲν εἴη [ἔτι] αὐτῷ ὁ πατὴρ ἐρρωμένος͵
ἔχθρα αὐτῷ πρὸς τὸν πατέρα ἔσται διὰ τὴν καὶ ἐπὶ τῶν ἄλλων ἀνθρώπων γινομένην
ζηλοτυπίαν [ἣ μᾶλλον ἂν ἐπὶ τούτων γένοιτο]· εἰ δὲ νοσῶν ὁ πατὴρ τύχοι͵ τεθνήξεται·
ὁ γὰρ ἰδὼν τὸν ὄνειρον προστήσεται τῆς μητρὸς υἱὸς ἅμα καὶ ἀνήρ. ἀγαθὸν δὲ παντὶ
χειροτέχνῃ καὶ ἐργοπόνῳ· καὶ γὰρ τὴν τέχνην μητέρα καλεῖν ἔθος ἐστί͵ τὸ δὲ ταύτῃ
πλησιάζειν τί ἂν εἴη ἄλλο ἢ τὸ μὴ σχολὴν ἔχειν ἀλλ΄ ἀπὸ τῆς τέχνης πορίζειν; ἀγαθὸν
δὲ καὶ παντὶ δημαγωγῷ καὶ πολιτευτῇ· σημαίνει γὰρ τὴν πατρίδα ἡ μήτηρ. ὥσπερ οὖν
ὁ μιγνύμενος κατὰ νόμον Ἀφροδίτης παντὸς ἄρχει τοῦ σώματος τῆς συνούσης πειθομένης
καὶ ἑκούσης͵ οὕτως ὁ ἰδὼν πάντων προστήσεται τῶν τῆς πόλεως πραγμάτων. καὶ ὁ ἐχθρὸς
ὢν τῇ μητρὶ εἰς φιλίαν αὐτῇ καταστήσεται διὰ τὴν μίξιν· καὶ γὰρ φιλότης καλεῖται.
πολλάκις δὲ καὶ τοὺς χωρὶς οἰκοῦντας ἐπὶ τὸ αὐτὸ συνήγαγε τὸ ὄναρ τοῦτο καὶ ἐποίησε
συνεῖναι. διὸ καὶ τὸν ἀπόδημον εἰς τὴν οἰκείαν ἐπανάγει͵ ὅταν γε ἡ μήτηρ ἐν τῇ
πατρίδι τυγχάνῃ οὖσα· εἰ δὲ μή͵ ὅπου ἂν ἡ μήτηρ διάγῃ͵ ἐκεῖ σημαίνει πορευθῆναι
τὸν ἰδόντα. καὶ εἴ τις πενόμενος καὶ ἐν ἐνδείᾳ ὢν τῶν ἐπιτηδείων πλουσίαν ἔχοι
μητέρα͵ λήψεται παρ΄ αὐτῆς ὅσα βούλεται ἢ ἀποθανοῦσαν μετ΄ οὐ πολὺ κληρονομήσει͵
καὶ οὕτως ἐπὶ τῇ μητρὶ ἡσθήσεται. πολλοὶ δὲ καὶ ἀναλαβόντες τὰς μητέρας ἔθρεψαν͵
ἐκείνων ἐπ΄ αὐτοῖς ἡδομένων. νοσοῦντα δὲ ἀνίστησι τὸ ὄναρ καὶ σημαίνει κατὰ φύσιν
ἕξειν͵ μήτηρ γὰρ κοινὴ πάντων ἡ φύσις͵ φαμὲν δὲ τοὺς ἐρρωμένους καὶ οὐχὶ τοὺς
νοσοῦντας κατὰ φύσιν ἔχειν. μέμνηται δὲ τοῦ τοιούτου καὶ Ἀπολλόδωρος ὁ Τελμησσεύς͵
ἀνὴρ ἐλλόγιμος. γένοιτο δ΄ ἂν ἐπὶ τῶν νοσούντων οὐχ ὅμοιον τὸ σημαινόμενον͵ εἴπερ
εἴη νεκρὰ ἡ μήτηρ͵ ἐπεὶ αὐτίκα μάλα τεθνήξεται ὁ ἰδών· τῆς τε γὰρ νεκρᾶς τὸ σύγκριμα
ἀναλύεται εἰς τὴν ὕλην͵ ἐξ ἧς συνέστη καὶ συνεκρίθη͵ καὶ τὸ πλεῖστον γεῶδες ὂν
εἰς τὴν οἰκείαν ὕλην μεταβάλλει· καὶ τὴν γῆν [οὐδὲ αὐτὴν] οὐδὲν ἧττον μητέρα
καλοῦμεν. τὸ δὲ μιγῆναι νεκρᾷ τῇ μητρὶ νοσοῦντι τί ἂν ἄλλο σημαίνοι ἢ τὸ τῇ γῇ
μιγῆναι; ἀγαθὸν δὲ τῷ περὶ γῆς ἔχοντι δίκην καὶ τῷ [τὴν] γῆν πρίασθαι βουλομένῳ
καὶ τῷ γεωργεῖν ἐθέλοντι τὸ νεκρᾷ τῇ μητρὶ μιγῆναι. λέγουσι δ΄ ἔνιοι ὅτι γεωργῷ
μόνῳ κακόν· ὡς ἐπὶ νεκρὰν γὰρ τὴν γῆν καταβαλεῖ τὰ σπέρματα͵ τοῦτ΄ ἔστιν ἀκαρπήσει·
ἐμοὶ δὲ οὐδαμῶς δοκεῖ ἀληθὲς εἶναι͵ εἰ μὴ ἄρα τις ἐπὶ τῇ συνουσίᾳ μεταγινώσκειν
ἢ ἀνιᾶσθαι νομίζοι. ἔτι καὶ ὁ ἀπόδημος εἰς τὴν οἰκείαν ἀνακομιοθήσεται καὶ ὁ
περὶ τῆς οὐσίας τῆς μητρῴας ἀμφισβητῶν νικήσει ἐπὶ τούτῳ τῷ ὀνείρῳ [ὁ μὲν εἰς τὴν
γῆν τὴν οἰκείαν ἀνακομιζόμενος͵ ὁ δὲ] οὐκ ἐπὶ τῷ σώματι ἀλλ΄ ἐπὶ τῇ οὐσίᾳ τῆς
μητρὸς τερπόμενος. εἰ δέ τις ἐν τῇ πατρίδι ἴδοι τὸ ὄναρ͵ ἐξελεύσεται τῆς πατρίδος·
οὐ γὰρ ἔνεστιν ἐπὶ τοσούτῳ ἁμαρτήματι μένειν ἐπὶ τῆς μητρῴας ἑστίας. καὶ εἰ μὲν
ἀνιῷτο ἐπὶ τῇ συνουσίᾳ ἢ μεταγινώσκοι͵ φεύξεται τὴν πατρίδα· εἰ δὲ μή͵ ἑκὼν ἀποδημήσει.
ἀπεστραμμένην δὲ τὴν μητέρα περαίνειν οὐκ ἀγαθόν· ἢ γὰρ αὐτὴ ἡ μήτηρ ἀποστραφήσεται
τὸν ἰδόντα ἢ ἡ πατρὶς ἢ ἡ τέχνη ἢ ὅ τι ἂν ᾖ τὸ προκείμενον τῷ ἰδόντι. πονηρὸν δὲ
καὶ ὀρθῇ παρεστάναι τῇ μητρὶ κατὰ τὴν συνουσίαν· ἀπορίᾳ γὰρ κοίτης ἢ στρωμάτων
τοιούτῳ χρῶνται σχήματι ἄνθρωποι. διὸ θλίψεις καὶ στενοχωρίας σημαίνει. καὶ εἰς
γόνατα κειμένῃ τῇ μητρὶ μιγῆναι πονηρόν [ἔτι καὶ ἄσχημον καὶ ὑπτίᾳ βεβλημένῃ]·
πολλὴν γὰρ ἀπορίαν σημαίνει διὰ τὸ τῆς μητρὸς ἀκίνητον. [γένεσιν γὰρ ἢ τύχην ἢ
δαίμονά τινα τοῦ ἰδόντος τὸν διέποντα καὶ τῶν ὅλων αἴτιον νομίζομεν εἶναι τὴν
μητέρα.] τὸ δὲ ἄνωθεν ἐπικειμένην καὶ ἐφιππαζομένην τὴν μητέρα περαίνειν λέγουσιν
ἔνιοι θάνατον τῷ ἰδόντι σημαίνειν· γῇ γὰρ ἔοικεν ἡ μήτηρ͵ ἐπειδὴ τροφὸς πάντων
καὶ γενέτειρα ἡ γῆ· αὕτη δὲ τῶν νεκρῶν ἄνωθεν καὶ οὐχὶ τῶν ζώντων γίνεται. ἐγὼ
δὲ ἐτήρησα τοὺς μὲν νοσοῦντας ἐπὶ τούτῳ τῷ ὀνείρῳ πάντοτε ἀποθανόντας τοὺς δὲ ἐρρωμένους
μετὰ πολλῆς ῥᾳστώνης καὶ κατὰ προαίρεσιν τὸ λοιπὸν τοῦ βίου διαγαγόντας͵ ὀρθῶς
καὶ εὐλόγως τοῦ τοιούτου γινομένου· ἐν μὲν γὰρ τοῖς ἄλλοις σχήμασι καὶ ὁ κάματος
καὶ τὸ ἆσθμα περὶ τὸν ἄρσενα ὡς ἐπὶ τὸ πολὺ συνίσταται͵ ἡ δὲ θήλεια ἀπονωτέρα
διατελεῖ· ἐν δὲ τούτῳ τῷ σχήματι πᾶν τοὐναντίον ἥδεται ὁ ἀνὴρ ἄνευ κόπου. ἀλλὰ
καὶ τοὺς πλησίον λαθεῖν ἐπιτρέπει μὴ ἐν φωτὶ γινόμενον διὰ τὸ τοῦ ἄσθματος τὸ
πολὺ ἀφαιρεῖσθαι. πολλοῖς δὲ καὶ διαφόροις σχήμασιν ἐπὶ τῆς μητρὸς οὐ συμφέρει
χρῆσθαι· οὐ γὰρ ἐνυβρίζειν δίκαιόν ἐστι τῇ μητρί. ὅτι δὲ τὰ μὲν ἄλλα σχήματα
δι΄ ὕβριν καὶ ἀκολασίαν καὶ παροινίαν εὗρον ἄνθρωποι͵ τὸ δὲ σύγχρωτα μόνον ὑπὸ
τῆς φύσεως διδαχθέντες͵ δῆλον ἀπὸ τῶν ἄλλων ζῴων· πάντα γὰρ τὰ γένη συνήθει τινὶ
χρῆται σχήματι͵ καὶ οὐ μεταβάλλει διὰ τὸ τῷ κατὰ φύσιν ἀκολουθεῖν λόγῳ. οἷον τὰ
μὲν ὄπισθεν ἐπιβαίνει͵ ὡς ἵππος ὄνος αἲξ βοῦς ἔλαφος καὶ τὰ λοιπὰ τετράποδα· τὰ
δὲ συμβάλλει πρότερον τὰ στόματα͵ ὡς ἔχιδναι καὶ περιστεραὶ καὶ γαλαῖ· τὰ δὲ
κατὰ βραχὺ συνέρχεται͵ ὡς στρουθός· τὰ δὲ ἐπιβαίνοντα τῷ βάρει τὰς θηλείας
συνιζάνειν ἀναγκάζει͵ ὡς πάντες ὄρνιθες· τὰ δὲ οὐδὲ πρόσεισιν ἀλλήλοις͵ ἀλλ΄ ὑπὸ
τῶν ἀρσένων ἀποθλιβέντα ἀναλέγουσιν αἱ θήλειαι τὰ σπέρματα͵ ὡς ἰχθύες. οὕτως εἰκὸς
καὶ ἀνθρώπους τὸ μὲν οἰκεῖον σχῆμα τὸ πρόσχρωτα ἔχειν͵ τὰ δὲ λοιπὰ ἐπιτεχνήσασθαι
ὕβρει καὶ ἀκολασίᾳ εἴκοντας. πάντων δὲ δεινότατον ἐτήρησα τὸ δοκεῖν ὑπὸ τῆς
μητρὸς ἀρρητοποιεῖσθαι· καὶ γὰρ τέκνων ὄλεθρον καὶ οὐσίας ἀπώλειαν καὶ νόσον
σημαίνει μεγάλην τῷ ἰδόντι. οἶδα δέ τινα͵ ὃς ἐπὶ τούτῳ τῷ ὀνείρῳ ἀφῃρέθη τὸ αἰδοῖον·
καὶ γὰρ εἰκὸς ἦν ᾧ ἥμαρτε [ἐν] μέρει τοῦ σώματος͵ τούτῳ καὶ κολασθῆναι. εἰ δὲ ὑπὸ
τῆς ἑαυτοῦ γυναικὸς ἢ ἐρωμένης δόξειέ τις ἀρρητοποιεῖσθαι͵ ἔχθρα ἢ λύσις τοῦ γάμου
ἢ τῆς φιλίας ἔσται· οὐ γὰρ ἔνεστι τῇ τοιαύτῃ οὔτε τραπέζης οὔτε φιλήματος
κοινωνῆσαι͵ εἰ μὴ ἄρα ἐν γαστρὶ ἔχοι ἡ γυνή· φθερεῖ γὰρ τὸ κατὰ γαστρὸς διὰ τὸ
παρὰ φύσιν δέχεσθαι τὰ σπέρματα. ἔτι καὶ ἡ εὐπορωτέρα τοῦ ἀνδρὸς πολλὰ δάνεια
διαλύσει ὑπὲρ τοῦ ἀνδρός͵ καὶ ἡ δούλῳ συνοικοῦσα παρ΄ ἑαυτῆς εἰσφέρουσα χρήματα
ἐλευθερώσει τὸν ἄνδρα͵ καὶ οὕτω συμβήσεται τοῦ ἀνδρὸς τὸ ἀναγκαῖον (τοῦτο γὰρ τὸ
αἰδοῖον καλεῖται) τοῦτ΄ ἔστι τὴν ἀνάγκην καθαρὰν γενέσθαι. ὁ δὲ ὑπὸ φίλου ἢ
συγγενοῦς ἢ τέκνου μηκέτι βρέφους ὄντος ἀρρητοποιηθεὶς εἰς ἔχθραν τῷ ἀρρητοποιήσαντι
καταστήσεται͵ ὁ δὲ ὑπὸ βρέφους ἀρρητοποιηθεὶς κατορύξει τὸ βρέφος· οὐ γὰρ ἔτι
τοῦτο οἷόν τέ ἐστι φιλῆσαι. ὁ δὲ ὑπὸ ἀγνῶτός τινος ἀρρητοποιηθεὶς ζημιωθήσεται
ζημίαν ἡντιναοῦν [οὐ γὰρ ἔστιν ἐπ΄ ἀκριβὲς εἰπεῖν] διὰ τὴν εἰς ἄχρηστον ἀπόκρισιν
τοῦ σπέρματος. εἰ δὲ αὐτὸς δόξειέ τις ἀρρητοποιεῖν͵ εἰ μὲν γνώριμόν τινα εἴτε ἄνδρα
εἴτε γυναῖκα͵ εἰς ἔχθραν αὐτῷ καταστήσεται διὰ τὸ μὴ δύνασθαι στομάτων ἔτι
κοινωνεῖν· εἰ δὲ [εἰς] ἀγνῶτα͵ πᾶσι βλαβερὸν πλὴν τῶν διὰ στόματος ἐχόντων τὴν ἐργασίαν͵
αὐλητὰς λέγω καὶ σαλπιγκτὰς καὶ ῥήτορας καὶ σοφιστὰς καὶ εἴ τινες ἄλλοι τού
τοις εἰσὶν ὅμοιοι.
1.80 Περὶ δὲ τῆς παρὰ φύσιν συνουσίας
ταῦτα ἄν τις λέγοι. ἑαυτῷ μιγῆναι δοκεῖν πλουσίῳ μὲν ἀπώλειαν τῆς οὐσίας καὶ
πολλὴν ἀπορίαν καὶ λιμὸν μαντεύεται [τὸ ὄναρ] ὡς οὐ παρόντος ἄλλου σώματος͵ πένητι
δὲ νόσον μεγάλην ἢ βασάνους ὑπερβαλλούσας· ἄνευ γὰρ μεγάλης βασάνου οὐκ ἄν τις ἑαυτῷ
μιγείη. εἰ δέ τις ὑπολάβοι καταφιλεῖν τὸ ἑαυτοῦ αἰδοῖον͵ εἰ μὲν ἄπαις εἴη͵ παῖδες
ἔσονται αὐτῷ· εἰ δὲ ἀποδημοῦντας ἔχοι παῖδας͵ ἀνακομισθέντας ὄψεται τούτους καὶ
καταφιλήσει· πολλοὶ δὲ καὶ ἔγημαν ἐπὶ τούτῳ τῷ ὀνείρῳ γυναῖκας οὐκ ἔχοντες. εἰ
δ΄ ἑαυτόν τις ἀρρητοποιεῖν ὑπολάβοι͵ πένητι μὲν καὶ δούλῳ καὶ καταχρέῳ συμφέρει·
τὴν γὰρ ἑαυτῶν ἀνάγκην περιελοῦσι· κακὸν δὲ τῷ παῖδας ἔχοντι καὶ τῷ τεκνῶσαι
βουλομένῳ· τῷ μὲν γὰρ οἱ ὄντες παῖδες φθαρήσονται͵ τῷ δὲ οὐκ ἔσονται· τὸ μὲν γὰρ
αἰδοῖον παισὶν ἔοικε͵ τὸ δὲ στόμα τάφῳ· ὅσα γὰρ ἂν λάβῃ τὸ στόμα͵ ταῦτα διαφθείρει
καὶ οὐ φυλάττει. ἔτι καὶ γυναικὸς στερίσκει καὶ ἐρωμένης τὸ ὄναρ τοῦτο· ὁ γὰρ ἑαυτῷ
δυνάμενος τὰ ἀφροδίσια παρέχειν γυναικὸς οὐ δεῖται· τοῖς δὲ λοιποῖς ἢ ἀπορίαν
βαρεῖαν ἢ νόσον μαντεύεται͵ ἵνα ἐπὶ τὰ ἀναγκαῖα τροφῆς ἕνεκεν ἔλθωσι͵ τοῦτ΄ ἔστιν
ὅσα μὴ βούλονται ἀποδῶνται͵ ἢ ἵνα ὑπὸ τῆς νόσου τακέντος τοῦ σώματος δύνωνται
διὰ τὴν ἰσχνότητα τὸ στόμα τῷ αἰδοίῳ προσενεγκεῖν. γυνὴ δὲ γυναῖκα ἐὰν περαίνῃ͵
τὰ ἑαυτῆς μυστήρια τῇ περαινομένῃ κοινώσεται. ἐὰν δὲ ἀγνοῇ τὴν περαινομένην͵
ματαίοις ἐπιχειρήσει πράγμασιν. ἐὰν δὲ γυνὴ ὑπὸ γυναικὸς περαίνηται͵ χωρισθήσεται
τοῦ ἀνδρὸς ἢ χηρεύσει· τὰ μέντοι μυστήρια τῆς μιγνυμένης οὐδὲν ἧττον μαθήσεται.
θεῷ δὲ ἢ θεᾷ μιγῆναι ἢ ὑπὸ θεοῦ περανθῆναι νοσοῦντι μὲν θάνατον σημαίνει· τότε
γὰρ ἡ ψυχὴ τὰς τῶν θεῶν συνόδους τε καὶ μίξεις μαντεύεται͵ ὅταν ἐγγὺς ᾖ τοῦ
καταλιπεῖν τὸ σῶμα ᾧ ἐνοικεῖ· τοῖς δὲ ἄλλοις͵ ἐὰν μὲν ἥδωνται ἐπὶ τῇ συνουσίᾳ͵
τὰς ἀπὸ τῶν βελτιόνων ὠφελείας σημαίνει͵ ἐὰν δὲ μὴ ἥδωνται͵ φόβους καὶ ταραχάς.
Ἀρτέμιδι δὲ καὶ Ἀθηνᾷ καὶ Ἑστίᾳ καὶ Ρέᾳ καὶ ῞Ηρᾳ καὶ Ἑκάτῃ μιγῆναι μόναις οὐ
συμφέρει͵ κἂν ἥδηταί τις· ὄλεθρον γὰρ οὐκ εἰς μακρὰν τῷ ἰδόντι τὸ ὄναρ μαντεύεται·
σεμναὶ γὰρ αἱ θεαί͵ καὶ τοὺς ἐπιχειρήσαντας αὐταῖς οὐκ ἀγαθῶν [τῶν] ἐπιχείρων
τυχεῖν ὑπειλήφαμεν. σελήνῃ δὲ ἐπιμιγῆναι ναυκλήροις καὶ κυβερνήταις καὶ ἐμπόροις
καὶ τοῖς τὰ οὐράνια διασκεπτομένοις καὶ φιλαποδήμοις καὶ πλάνησι πάνυ συμφέρει͵
τοῖς δὲ λοιποῖς ὑδρωπιάσαι σημαίνει· τοῖς μὲν γὰρ διὰ τὴν κίνησιν͵ τοῖς δὲ διὰ
τὸ μὴ ἄνευ αὐτῆς τὰ θεωρήματα συνεστάναι συλλαμβάνεται͵ τοὺς δὲ ὑγρὰ οὖσα δια
φθείρει. νεκρῷ δὲ μιγῆναι καὶ ἀνδρὶ καὶ γυναικὶ πλὴν μητρὸς καὶ ἀδελφῆς καὶ
γυναικὸς καὶ ἐρωμένης καὶ τὸ περανθῆναι ὑπὸ νεκροῦ πάνυ ἄτοπον· οἱ μὲν γὰρ ἀποθανόντες
εἰς γῆν μετέβαλον͵ τὸ δὲ περαίνειν αὐτοὺς οὐδέν ἐστιν ἄλλο ἢ εἰς γῆν ὠθεῖσθαι͵
καὶ τὸ περαίνεσθαι γῆν εἰς τὸ σῶμα παραδέχεσθαι. ἃ δὴ ἀμφότερα θάνατον σημαίνει
πλὴν τῶν ἐν ἀλλοδαπῇ ὄντων καὶ μὴ ἔνθα οἱ νεκροί εἰσι κατατεθαμμένοι· τούτοις γὰρ
εἰς ἐκείνην τὴν γῆν ἀνακομιδὴν μαντεύεται. καὶ τοὺς [ἐκ] τῆς γῆς τῆς ἑαυτῶν ἀπαλλακτιῶντας
κατέχει. οἵῳ δ΄ ἄν τις ὑπολάβῃ θηρίῳ μιγῆναι͵ ἐὰν μὲν αὐτὸς ὀχεύῃ͵ ὠφεληθήσεταί
τινας ὠφελείας ἀπὸ τοιούτου τινός͵ οἷον ἂν ᾖ τὸ θηρίον· δείξομεν δὲ τούτων ἕκαστον
ἐν τῷ περὶ κυνηγίου καὶ περὶ ζῴων λόγῳ· ἐὰν δὲ ὀχεύηται͵ βίαια καὶ πονηρὰ ὑπομενεῖ
πράγματα. πολλοὶ δὲ ἐπὶ τούτοις καὶ ἀπέθανον. περὶ μὲν οὖν συνουσίας ταῦτα.
1.81 Αὐτὸ μὲν τὸ καθεύδειν δοκεῖν ἄπρακτον͵
καὶ τὸ μέλλειν ὑπνοῦν καὶ αὐτὸ ἄπρακτον καὶ πονηρὸν πᾶσι πλὴν τῶν φοβουμένων ἢ
βασάνους προσδοκώντων· πάσης γὰρ ἀπαλλάττει φροντίδος καὶ παντὸς δέους ὁ ὕπνος.
τὸ δὲ ἀνίστασθαι ἐξ ὕπνου πράξεις καὶ ἐργασίας προαγορεύει͵ μόνοις δὲ τοῖς
φοβουμένοις ἐστὶ πονηρόν. ἐν ἱερῷ δὲ καθεύδειν δοκεῖν νοσοῦντι μὲν ὑγεῖαν͵ ἐρρωμένῳ
δὲ νόσον ἢ μεγάλας φροντίδας προαγορεύει· ὁ μὲν γὰρ ἀνάπαυλαν ἕξει τῆς νόσου διὰ
τὸ τοὺς καθεύδοντας μὴ ἀντιλαμβάνεσθαι πόνων͵ ὁ δ΄ ἐπ΄ ἰατρείαν θεῶν κατελεύσεται.
ἐν μνήμασι δὲ καὶ τάφοις καὶ ἐν ὁδῷ καθεύδειν τοῖς μὲν νοσοῦσι θάνατον προαγορεύει͵
τοῖς δὲ ἐρρωμένοις ἀπραξίαν· ἄπρακτοι γὰρ αἱ τοιαῦται διατριβαὶ καὶ τὰ χωρία.
1.82 « Ἔρρωσο» δὲ καὶ «ὑγίαινε» οὔτε λέγειν
οὔτε ἀκούειν ἀγαθόν· οὔτε γὰρ προσιόντες ἀλλήλοις οὔτε μέλλοντές τι πράττειν ταῦτα
λέγουσιν οἱ ἄνθρωποι͵ ἀλλὰ ἀπαλλαττόμενοι ἀλλήλων καὶ πρὸς ὕπνον τρεπόμενοι. διὸ
καὶ γάμους καὶ κοινωνίας διίστησι καὶ τοὺς νοσοῦντας ἀναιρεῖ. Ἡ μὲν οὖν πρώτη τῆς
πραγματείας βίβλος͵ Κάσσιε Μάξιμε͵ τὸν ἐπιβάλλοντα λόγον ἀποχρώντως καὶ ὡς μήτε
ἐνδεῖν τι τῶν ἀναγκαίων μήτε ὑπερβάλλειν τι τῶν δεόντων ἀπείληφεν· ἐν δὲ τῇ
δευτέρᾳ βίβλῳ ὧν ἐπηγγειλάμεθα ἐν ἀρχῇ τῆσδε τῆς βίβλου λόγον ἀποδώσομεν.