1.1 Πότερον ἐπέκεινα τῶν πάντων ἐστὶν ἡ μία τῶν πάντων ἀρχὴ λεγομένη͵ ἤ τι τῶν πάντων͵ οἷον κορυφὴ τῶν ἀπ΄ αὐτῆς προϊόντων; καὶ τὰ πάντα σὺν αὐτῇ λέγομεν εἶναι͵ ἢ μετ΄ αὐτὴν καὶ ἀπ΄ αὐτῆς; εἰ μὲν γὰρ τοῦτο φαίη τις͵ πῶς ἂν εἴη τι τῶν πάντων ἐκτός; ὧν γὰρ μηδοτιοῦν ἄπεστι͵ ταῦτα πάντα ἁπλῶς· ἄπεστι δὲ ἡ ἀρχή· οὐκ ἄρα πάντα ἁπλῶς τὰ μετὰ τὴν ἀρχήν͵ ἀλλὰ παρὰ τὴν ἀρχήν. Ἔτι δὲ τὰ πάντα πολλὰ βούλεται εἶναι πεπερασμένα· τὰ γὰρ ἄπειρα οὐκ ἂν εἴη πάντα ἀπαρτί· οὐδὲν ἄρ΄ ἔξω φανεῖται τῶν πάντων· ὅρος γάρ τις ἡ παντότης καὶ ἤδη περίληψις͵ ἐν ᾗ ἡ μὲν ἀρχὴ πέρας ἐστὶ τὸ ἄνω· τὸ δ΄ ἀπ΄ ἀρχῆς
1.2 ἔσχατον πέρας ἐστὶ τὸ κάτω· πάντα ἄρα μετὰ τῶν περάτων. Ἔτι δὲ ἡ ἀρχὴ συντέτακται τοῖς ἀπὸ τῆς ἀρχῆς· ἐκείνων γὰρ ἀρχὴ λέγεταί τε καὶ ἔστι· καὶ τὸ αἴτιον δὴ τοῖς αἰτιατοῖς͵ καὶ τὸ πρῶτον τοῖς μετὰ τὸ πρῶτον· ὧν δὲ μία σύνταξις πολλῶν ὄντων͵ ταῦτα πάντα λέγομεν· ὥστε ἐν τοῖς πᾶσι καὶ ἡ ἀρχή͵ καὶ ὅλως πάντα λέγομεν ἁπλῶς ὅσα καὶ ὁπωσοῦν ἐννοοῦμεν. Ἐννοοῦ μεν δὲ καὶ τὴν ἀρχήν· καὶ τοίνυν εἰώθαμεν πᾶσαν λέγειν πόλιν͵ ἄρχοντα καὶ ἀρχομένους͵ καὶ πᾶν γένος͵ τόν τε γεννήτορα καὶ τοὺς γεννηθέντας. Εἰ δὲ πάντα μετὰ τῆς ἀρχῆς͵ οὐκ ἂν εἴη τι ἡ ἀρχὴ πάντων͵ συνειλημμένης ἐν τοῖς πᾶσι καὶ τῆς ἀρχῆς· ἡ ἄρα μία τῶν πάντων σύνταξις͵ ἣν πάντα φαμέν͵ ἄναρχός ἐστι καὶ ἀναίτιος͵ ἵνα μὴ ἐπ΄ ἄπειρον ἀνίωμεν. Ἀλλὰ μὴν δεῖ γε πᾶν ἢ ἀρχὴν εἶναι ἢ ἀπ΄ ἀρχῆς· καὶ τὰ πάντα ἄρα ἢ ἀρχή ἐστιν͵ ἢ ἀπ΄ ἀρχῆς· ἀλλ΄ εἰ μὲν τοῦτο͵ οὐκ ἂν εἴη σὺν τοῖς πᾶσιν ἡ ἀρχή͵ ἀλλ΄ ἔξω τῶν πάντων͵ ὡς ἡ ἀρχὴ τῶν ἀπ΄ αὐτῆς· εἰ δ΄ ἐκεῖνο͵ τί ἂν εἴη ἀπὸ τῶν πάντων προϊόν͵ ὡς ἀπ΄ ἀρχῆς καὶ ἔξω τῶν πάντων ἐπὶ τὰ κάτω͵ ὡς τῶν πάντων ἀποτέλεσμα; καὶ τοῦτο γὰρ ἐν τοῖς πᾶσιν· οὐδὲν γὰρ ἀφίησιν ἡ τῶν πάντων ἁπλῶς ἔννοια· τὰ ἄρα πάντα οὔτε ἀρχή͵ οὔτε ἀπ΄ ἀρχῆς. Ἔτι δὲ τὰ πάντα ὁμοῦ ἐν πλήθει πῶς ὁρᾶται͵ καὶ τίνι διακρίσει; καὶ γὰρ τὸ πᾶν οὐκ ἄνευ τούτων ἐννοοῦμεν· πῶς οὖν εὐθὺς διάκρισίς τις καὶ πλῆθος ἐξεφάνη; ἢ οὐ πανταχῆ τὰ πάντα ἐν διακρίσει καὶ πλήθει͵ ἀλλὰ κορυφὴ μὲν τῶν πολλῶν τὸ ἕν͵ τῶν δὲ διακεκριμένων τὸ ἡνωμένον μονάς͵ καὶ τὸ ἓν ἔτι τῆς μονάδος ἁπλούστερον. Ἀλλὰ πρῶτον μὲν καὶ ἡ μονὰς ἅπας ὁ ἀριθμός͵ εἰ καὶ ἔτι συνεπτυγμένος· πάντα ἄρα οὕτως καὶ ἡ μονάς· ἔπειτα δὲ καὶ τὸ ἓν οὐ τῶν πολλῶν τί ἐστιν· ἦ γὰρ ἂν καὶ συνεπλήρου τὰ πολλά͵ καθάπερ τῶν ἄλλων ἕκαστον; ἀλλ΄ ὅσαπέρ ἐστι τὰ πολλὰ κατὰ δή τινα μερισμόν͵ τοσαῦτα καὶ τὸ ἓν ἐκεῖνο πρὸ τοῦ μερισμοῦ͵ κατὰ τὸ πάντη ἀμερές· οὐ γὰρ ἓν ὡς
1.3 ἐλάχιστον͵ καθάπερ ὁ Σπεύσιππος ἔδοξε λέγειν· ἀλλ΄ ἓν ὡς πάντα καταπιόν· τῇ γὰρ ἑαυτοῦ ἁπλότητι πάντα συνανέλυσεν͵ καὶ ἓν τὰ πάντα ἐποίησεν. Διὸ καὶ πάντα ἀπ΄ αὐτοῦ͵ ὅ τι πάντα͵ καὶ αὐτὸ πρὸ τῶν πάντων· ὥσπερ τὸ ἡνωμένον πρὸ τῶν διακεκριμένων͵ οὕτω τὸ ἓν πρὸ τῶν πολλῶν τὰ πάντα ἐστίν. Ἀλλ΄ ὅταν πᾶσαν ἡμῶν τὴν ἔννοιαν ἐξαπλώσωμεν εἰς τὰ πάντα͵ τότε οὐ τὸν αὐτὸν τρόπον πάντα κατηγορήσομεν͵ ἀλλὰ τριχῶς τοὐλάχιστον͵ ἑνιαίως τε καὶ ἡνωμένως καὶ πεπληθυσμένως· ἀφ΄ ἑνὸς ἄρα καὶ πρὸς ἕν͵ ὡς εἰώθαμεν λέγειν. Εἰ μὲν οὖν πάντα εἴποιμεν συνηθέστερον τὰ ἐν πλήθει καὶ διακρίσει ὑφεστῶτα͵ τούτων ἀρχὰς θησόμεθα τὸ ἡνωμένον͵ καὶ ἔτι μειζόνως τὸ ἕν· εἰ δὲ καὶ ταῦτα ὡς πάντα ἐννοήσαιμεν καὶ τοῖς ἄλλοις πᾶσι συλλάβοιμεν κατὰ τὴν πρὸς αὐτὰ σχέσιν τε καὶ σύνταξιν͵ ὡς εἴρηται καὶ πρότερον͵ ἐπιζητήσει ἡμῖν ὁ λόγος ἀρχὴν ἑτέραν πρὸ τῶν πάντων͵ ἣν οὐκ ἄξιον ἔτι πάντα νοεῖν͵ οὐδὲ συντάττειν τοῖς ἀπ΄ αὐτῆς. Εἰ γὰρ λέγοι τις ὅτι τὸ ἓν εἰ καὶ πάντα ἐστὶν ὁπωσοῦν͵ ἀλλὰ καὶ ἓν πρὸ τῶν οὕτω γε πάντων͵ καὶ μᾶλλον ἓν ἢ πάντα ἐστίν· ἓν μὲν γὰρ καθ΄ ἑαυτό͵ πάντα δὲ ὡς αἴτιον πάντων καὶ κατὰ τὴν πρὸς πάντα σύνταξιν͵ καὶ ἁπλῶς εἰπεῖν δευτέρως͵ ἓν δὲ πρώτως τό γε ἕν. Ἀλλ΄ εἰ καὶ τοῦτο λέγοι τις͵ πρῶτον μὲν διπλόην ἐν
1.4 αὐτῷ θήσεται͵ ἡμεῖς δὲ οἱ μερίζοντες καὶ περὶ τὴν ἐκείνου ἁπλότητα διπλασιαζόμενοι καὶ ἔτι πολλαπλασιαζόμενοι͵ ἐκεῖνο γὰρ τῷ ἓν εἶναι͵ πάντα ἐστὶ τὸν ἁπλούστατον τρόπον· εἰ δὲ καὶ τοῦτο λέγοι τις͵ ὅμως ἐξῃρημένην δεῖ εἶναι τὴν τῶν πάντων ἀρχήν͵ αὐτῶν τῶν πάντων καὶ τῆς ἁπλουστάτης παντότητος καὶ τῆς πάντα καταπιούσης ἁπλότητος͵ οἵα ἡ τοῦ ἑνός. Μαντεύεται ἄρα ἡμῶν ἡ ψυχὴ τῶν ὁπωσοῦν πάντων ἐπινοουμένων εἶναι ἀρχὴν ἐπέκεινα πάντων ἀσύντακτον πρὸς πάντα. Οὐδὲ ἄρα ἀρχήν͵ οὐδὲ αἴτιον ἐκείνην κλητέον͵ οὐδὲ πρῶτον͵ οὐδέ γε πρὸ πάντων͵ οὐδ΄ ἐπέκεινα πάντων· σχολῇ γε ἄρα πάντα αὐτὴν ὑμνητέον· οὐδ΄ ὅμως ὑμνητέον͵ οὐδ΄ ἐν νοητέον͵ οὐδὲ ὑπονοητέον· ὅ τι γὰρ ἂν νοήσαιμεν ἢ ἐπινοήσαιμεν ἤτοι τῶν πάντων τί ἐστι͵ καὶ τοῦτό γε ἀληθέστερον͵ ἢ διακαθαιρόμενον τὰ πάντα ἐστί͵ κἂν εἰς τὸ ἁπλούστατον ἀναβαίημεν͵ ἀναλύοντές τε καὶ ἀναλυόμενοι͵ ὃ πάντων ἐστὶν περιεκτικώτατον͵ οἷον ἡ ἐσχάτη περιφέρεια͵ οὐ τῶν ὄντων͵ ἀλλὰ καὶ τῶν μὴ ὄντων. Τῶν μὲν γὰρ ὄντων τὸ ἡνωμένον καὶ πάντη ἀδιάκριτον ἔσχατον· πᾶν γὰρ ὂν μικτὸν ἐκ στοιχείων͵ τῶν δὲ πολλῶν ἁπλῶς τὸ ἕν· τοῦ γὰρ ἑνὸς ἁπλούστερον οὐδὲν ἔχομεν ἐννοεῖν͵ τοῦ πάντη ἑνὸς καὶ μόνον ἑνός· ὃ καὶ εἰ ἀρχὴν λέγοιμεν καὶ αἴτιον καὶ πρῶτον καὶ ἁπλούστατον͵ ἐκεῖ ταῦτά τε καὶ πάντα τὰ ἄλλα μόνον κατὰ τὸ ἕν· ἡμεῖς δὲ συνελεῖν οὐ δυνάμενοι μεριζόμεθα περὶ αὐτὸ τὰ ἐν ἡμῖν μεμερισμένα ἐκείνου κατηγοροῦντες͵ πλὴν ὅτι καὶ ταῦτα ἀτιμάζομεν͵ ὡς πολλὰ τῷ ἑνὶ μὴ ἐφαρμόζειν. Οὐδὲ ἄρα γνωστόν͵ οὐδὲ ὀνομαστόν; εἴη γὰρ ἂν καὶ ταύτῃ πολλά· ἢ καὶ ταῦτα ἐν αὐτῷ κατὰ τὸ ἕν· πανδεχὴς γὰρ ἡ τοῦ ἑνὸς φύσις͵ μᾶλλον δὲ παντοφυής. Καὶ οὐδὲν ὅ τι μὴ ἔστι τὸ ἕν· διὸ πάντα ἀπ΄ αὐτοῦ οἷον ἐκμηρύεται· καὶ τὸ κυρίως αἴτιόν τε καὶ πρῶτον͵ ἐκεῖνο καὶ τέλος αὐτὸ καὶ ἔσχατον αὐτὸ θριγκὸς ἀτεχνῶς τῶν πάντων͵ καὶ τῶν πολλῶν μία φύσις͵ οὐχ ἡ ἐν αὐτοῖς ἀπ΄ ἐκείνου͵ ἀλλ΄ ἡ πρὸ
1.5 αὐτῶν γεννητικὴ τῆς ἐν αὐτοῖς͵ ἡ ἀμερεστάτη κορυφὴ τῶν ὁπώσποτε πάντων͵ καὶ ἡ μεγίστη περιοχὴ τῶν ὁπώσποτε ὅλων λεγομένων. Ἀλλ΄ εἰ τὸ ἓν πάντων αἴτιον καὶ πάντων περιεκτικόν͵ τίς ἡ ἐπεκείνα καὶ τούτου ἀνάβασις ἡμῶν; μήποτε γὰρ κενεμβατοῦμεν εἰς αὐτὸ τὸ οὐδὲν ἀνατεινόμενοι· ὁ γὰρ μηδὲ ἕν ἐστι͵ τοῦτο οὐδέν ἐστι κατὰ τὸ δικαιότατον· πόθεν γὰρ ὅτι καὶ ἔστι τι τοῦ ἑνὸς ἐπέκεινα; ἄλλου γὰρ οὐδενὸς χρῄζει τὰ πολλὰ ἢ τοῦ ἑνός· διὸ μόνον τὸ ἓν αἴτιον τῶν πολλῶν· διὸ καὶ τὸ ἓν πάντως αἴτιον͵ ὅτι τῶν πολλῶν αἴτιον δεῖ μόνον εἶναι τὸ ἕν· οὔτε γὰρ τὸ οὐδέν (τὸ γὰρ οὐδὲν αἴτιον οὐδενός)͵ οὔτε αὐτὰ τὰ πολλά· ᾗ γὰρ πολλά͵ ἀσύντακτα καὶ πῶς ἓν αἴτιον ἔσται τὰ πολλά· εἰ δὲ καὶ πολλὰ αἴτια͵ οὐκ ἀλλήλων διὰ τὸ ἀσύντακτον καὶ διὰ τὸ κύκλῳ· αὐτὸ ἄρα ἑαυτοῦ ἕκαστον αἴτιον· τῶν ἄρα πολλῶν οὐδὲν αἴτιον· ἀνάγκη ἄρα τὸ ἓν εἶναι τῶν πολλῶν αἴτιον͵ ὃ καὶ τῆς ἐν αὐτοῖς αἴτιον συντάξεως· ὁμόπνοια γάρ τις ἡ σύνταξις καὶ ἡ πρὸς ἄλληλα ἕνωσις. Εἰ δ΄ οὖν ταῦτά τις ἀπορούμενος λέγοι ἀρκεῖσθαι τῇ ἀρχῇ τοῦ ἑνὸς καὶ προστιθείη τὸν κολοφῶνα ὡς οὐδὲ ἔννοιαν οὐδὲ ὑπόνοιαν ἔχομεν ἁπλουστέραν τοῦ ἑνός͵ πῶς οὖν ὑπονοήσομεν ἐπέκεινά τι τῆς ἐσχάτης ὑπονοίας τε καὶ ἐννοίας; εἴ τις ταῦτα φάσκοι͵ συγγνωσόμεθα μὲν αὐτῷ τῆς ἀπορίας· ἄβατος γὰρ ὡς ἔοικεν καὶ ἀμήχανος ἡ τοιάδε φροντίς. Ἀλλ΄ ὅμως ἐκ τῶν ἡμῖν γνωριμωτέρων͵ ἀνεθιστέον τὰς ἐν ἡμῖν ἀρρήτους ὠδῖνας͵ εἰς τὴν ἄρρητον οὐκ οἶδα ὅπως εἴπω συναίσθησιν τῆς ὑπερηφάνου ταύτης ἀληθείας· ἐπεὶ γὰρ ἐν τοῖς τῇδε τὸ ἄσχετον πάντη τιμιώτερον τοῦ ἐν σχέσει καὶ τοῦ συντεταγμένου τὸ ἀσύντακτον͵ ὡς ὁ θεωρητικὸς τοῦ πολιτικοῦ͵ καὶ ὁ Κρόνος φέρε εἰπεῖν τοῦ δημιουργοῦ͵ καὶ τὸ ὂν τῶν εἰδῶν͵ καὶ τὸ ἓν τῶν πολλῶν͵ ὧν ἀρχὴ τὸ ἕν͵ οὕτω