2ον ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.6 - 1.9)


1.6 καὶ ἁπλῶς αἰτίων καὶ αἰτιατῶν καὶ ἀρχῶν ἁπασῶν καὶ ἀρχομένων τὸ πάντα τὰ τοιαῦτα ἐκβεβηκὸς καὶ ἐν οὐδεμιᾷ συντάξει καὶ σχέσει ὑποτιθέμενον͵ ὡς τῷ λόγῳ φάναι· ἐπεὶ καὶ τὸ ἓν τῶν πολλῶν φύσει προέστηκεν καὶ τὸ ἁπλούστατον τῶν συνθετωτέρων ὁπωσοῦν͵ καὶ τὸ περιεκτικώτατον τῶν εἴσω περιεχομένων· τόδ΄ εἰ θέλεις εἰπεῖν ἐπέκεινα πάσης ἐστὶν καὶ τῆς τοιαύτης ἀντιθέσεως͵ ἐπέκεινα οὐ τῆς ἐν ὁμοταγέσι μόνον͵ ἀλλὰ καὶ τῆς ὡς πρώτου καὶ μετὰ τὸ πρῶτον. Ἔτι τοίνυν τὸ μὲν ἓν καὶ τὸ ἡνωμένον καὶ τὰ ἀπὸ τούτων πολλὰ καὶ διακεκριμένα͵ πάντα ἐστίν· ὅσα γὰρ τὰ διακρινόμενα͵ τοσαῦτα τὸ ἡνωμένον͵ ἀφ΄ οὗ καὶ διακρίνεται· καὶ ὅσα τὰ πολλά͵ τοσαῦτα τὸ ἕν͵ ἀφ΄ οὗ ἐξελίττεται· ἓν μέντοι οὐδὲν ἧττον͵ εἰ μὴ καὶ μᾶλλον ὅτι μετ΄ αὐτὸ τὰ πολλά͵ καὶ οὐκ ἐν αὐτῷ· καὶ ἡνωμένον͵ ὅτι συναίρεμα τῶν διακρινομένων πρὸ τῆς διακρίσεως· εἴτε οὖν κατὰ τὴν σύνταξιν͵ εἴτε κατὰ φύσιν τὴν ἑαυτῶν͵ πάντα ἑκάτερον. Τὰ δὲ πάντα οὐ δύναται πρῶτα εἶναι οὐδὲ ἀρχή͵ εἰ μὲν κατὰ σύνταξιν͵ ὅτι καὶ τὰ ἔσχατα σὺν αὐτοῖς͵ εἰ δὲ τὸ ἓν αὐτῶν μόνον͵ ὅτι καὶ ἓν καὶ πάντα ὁμοῦ κατὰ τὸ πάντη ἓν (τὸ δὲ πάντη ἐπέκεινα τῶν πάντων οὔπω εὑρήκαμεν)͵ καὶ ὅτι κορυφὴ τῶν πολλῶν τὸ ἕν͵ ὡς αἴτιον τῶν ἀπ΄ αὐτοῦ. Πρὸς δὲ τούτοις͵ τὸ ἓν ἡμεῖς ἐννοοῦμεν κατὰ τὴν διακαθαιρομένην ὑπόνοιαν εἰς τὸ ἁπλούστατον καὶ περιεκτικώτατον· τὸ δὲ σεμνότατον ἄληπτον εἶναι δεῖ πάσαις ἐννοίαις τε καὶ ὑπονοίαις͵ ἐπειδὴ καὶ ἐν τοῖς τῇδε τὸ ἀναφεῦγον ἀεὶ πρὸς τὸ ἄνω τὰς ἡμετέρας ἐννοίας τιμιώτερον τοῦ προχειροτέρου͵ ὥστε τιμιώτατον ἂν εἴη τὸ πάσας ἐκπεφευγὸς τὰς ἡμετέρας ὑπονοίας· εἰ δὲ τοῦτο οὐδέν ἐστιν͵ ἔστω διττὸν τὸ οὐδέν͵ τὸ μὲν κρεῖττον τοῦ ἑνός͵ τὸ δὲ ἐπίταδε· εἰ δὲ κενεμβατοῦμεν ταῦτα λέγοντες͵ διττὸν καὶ τὸ κενεμβατεῖν͵ τὸ μὲν ἐκπίπτον εἰς τὸ ἄρρητον͵ τὸ δὲ εἰς τὸ μηδαμῆ μηδαμῶς ὑπάρχον· ἄρρητον μὲν γὰρ καὶ τοῦτο͵ ὥς φησι Πλάτων͵ ἀλλὰ κατὰ τὸ χεῖρον͵ ἐκεῖνο δὲ κατὰ τὸ κρεῖττον. Εἰ δὲ χρείαν αὐτοῦ τινα ἐπιζητοῦμεν͵ αὕτη ἐστὶν ἡ πάντων ἀναγκαιοτάτη χρεία τὸ ἐκεῖθεν͵ ὥσπερ ἐξ ἀδύτου πάντα προϊέναι͵ ἔκ τε ἀπορρήτου καὶ τὸν ἀπόρρητον τρόπον· οὔτε

1.7 γὰρ ὡς ἓν προάγει τὰ πολλά͵ οὔτε ὡς ἡνωμένον τὰ διακρινόμενα͵ ἀλλ΄ ὡς ἀπόρρητον ἀπορρήτως τὰ πάντα ὁμοίως. Εἰ δὲ αὐτὰ ταῦτα περὶ αὐτοῦ λέγοντες ὅτι ἀπόρρητον͵ ὅτι οὐδέν ἐστι τῶν πάντων͵ ὅτι ἀπερινόητον περιτρεπόμεθα τῷ λόγῳ͵ εἰδέναι χρὴ ὅτι ταῦτα ὀνόματά ἐστι καὶ ῥήματα τῶν ἡμετέρων ὠδίνων͵ ὅσαι πολυπραγμονεῖν ἐκεῖνο τολμῶσιν͵ ἐν προθύροις ἑστηκυιῶν τοῦ ἀδύτου͵ καὶ οὐδὲν μὲν τῶν ἐκείνου ἐξαγγελουσῶν͵ τὰ δὲ οἰκεῖα πάθη περὶ αὐτὸ καὶ τὰς ἀπορίας τε καὶ ἀτευξίας ἑαυτῶν μηνυουσῶν͵ οὐδὲ σαφῶς͵ ἀλλὰ δι΄ ἐνδείξεων͵ καὶ ταῦτα τοῖς ἐπαΐειν καὶ τούτων δυναμένοις. Οὐ μὴν ἀλλὰ καὶ τὰς ὠδῖνας ὁρῶμεν τὰς ἡμετέρας καὶ περὶ τὸ ἓν ταῦτα πασχούσας͵ καὶ τὸν ὅμοιον τρόπον ἀδημονούσας τε καὶ περιτρεπομένας· τὸ γὰρ δὴ ἕν͵ φησὶν ὁ Πλάτων͵ εἰ ἔστιν͵ οὐδὲ ἕν ἐστιν· εἰ δ΄ οὐκ ἔστιν͵ οὐδεὶς αὐτῷ λόγος ἁρμόσει͵ ὥστε οὐδὲ ἀπόφασις͵ ἀλλ΄ οὐδὲ ὄνομα· οὐδὲ γὰρ τοῦτο ἀπλοῦν͵ οὐδέ τις δόξα͵ οὐδὲ ἐπιστήμη· οὐδὲ γὰρ αὗται ἁπλαῖ͵ οὐδὲ αὐτὸς ὁ νοῦς ἁπλοῦς͵ ὥστε πάντη ἄγνωστόν τε καὶ ἄρρητον τὸ ἕν. Τί οὖν; ἄλλο τι τοῦ ἀρρήτου ἐπέκεινα ἐπιζητοῦμεν; ἢ τάχα μὲν ὁ Πλάτων διὰ μέσου τοῦ ἑνὸς ἀνήγαγεν ἡμᾶς ἀπορρήτως εἰς τὸ νῦν δὴ προκείμενον ἀπόρρητον ἐπέκεινα τοῦ ἑνός· αὐτῇ γε τῇ ἀναιρέσει τοῦ ἑνός͵ ὥσπερ τῇ ἀναιρέσει τῶν ἄλλων͵ εἰς τὸ ἓν περιήγαγεν͵ ἐπεὶ τὸ ἕν͵ ὅτι ἐν θέσει τινὶ οἶδε διακαθαιρόμενον͵ ἐδήλωσεν ἐν τῷ Σοφιστῇ͵ ἀποδείξας αὐτὸ καθ΄ αὐτὸ προϋπάρχον τοῦ ὄντος. Εἰ δὲ καὶ

1.8 μέχρι τοῦ ἑνὸς ἀναβὰς ἐσιώπησεν͵ καὶ τοῦτο Πλάτωνι πρεπῶδες περὶ τῶν πάντη ἀφθέγκτων πάντη σιωπᾶν ἀρχαιοτρόπως· καὶ γὰρ ἦν τῷ ὄντι παρακινδυνευτικώτατος ὁ λόγος ἐκπίπτων εἰς ἰδιώτιδας ἀκοάς· ἀμέλει καὶ τὸν περὶ τοῦ μηδαμῆ μηδαμῶς ὄντος ἀνακινήσας περιετράπη καὶ ἐκινδύνευσεν ἐκπεσεῖν εἰς τὸν τῆς ἀνομοιότητος πόντον͵ μᾶλλον δὲ τῆς ἀνυποστάτου κενότητος. Εἰ δὲ αἱ ἀποδείξεις τῷ ἑνὶ οὐχ ἁρμόζουσι͵ θαυμαστὸν οὐδέν· ἀνθρωπικαὶ γάρ εἰσι καὶ μεμερισμέναι καὶ συνθετώτεραι τοῦ δέοντος. Αὗται γοῦν οὐδὲ τῷ ὄντι ἁρμόζουσι͵ εἰδητικαί γε οὖσαι͵ μᾶλλον δὲ οὐδὲ τοῖς εἴδεσι͵ λογικαὶ οὖσαι· ἢ οὐκ αὐτός ἐστιν ὁ ἐν ἐπιστολαῖς ἀποφηνάμενος ὡς τοῦ εἴδους οὐδέν ἐστι σημαντικὸν παρ΄ ἡμῖν͵ οὐ τύπος͵ οὐκ ὄνομα͵ οὐ λόγος͵ οὐ δόξα͵ οὐκ ἐπιστήμη; νοῦς γὰρ μόνος ἐπιβάλλοι ἂν τοῖς εἴδεσιν͵ ὃν οὐδέπω ἔχομεν͵ οἱ διαλέγεσθαι ἀγαπῶντες. Εἰ δ΄ οὖν καὶ προβαλλοίμεθα νόησιν͵ ἀλλ΄ εἰδητικήν͵ οὐκ ἂν ἐφαρμόσαιμεν τῷ ἡνωμένῳ καὶ ὄντι· εἰ δέ ποτε καὶ τὴν συνῃρημένην προβαλοίμεθα͵ ἀλλὰ καὶ αὐτὴ πρὸς τὸ ἓν ἀσύγκλωστος καὶ ἀσύμβατος· εἰ δὲ καὶ τὴν ἑνιαίαν καὶ ταύτην εἰς τὸ ἓν αὐτὸ μύσασαν͵ ἀλλ΄ αὕτη γε μέχρι τοῦ ἑνὸς ἀναπλοῦται͵ εἴπερ τις. καὶ ἔστιν τοῦ ἑνὸς γνῶσις. Τοῦτο γὰρ ἡμᾶς περιμενέτω͵ ὥστε πολλαχῆ τὸ ἄρρητον καὶ ἄγνωστον͵ ὥστε καὶ τὸ ἓν τοιοῦτον· ἀλλ΄ ὅμως καὶ νῦν ὧδε ἔχοντες͵ παραβαλλόμεθα πρὸς τὴν διάκρισιν τῶν τηλικούτων δι΄ ἐν δείξεων καὶ ὑπονοιῶν͵ καὶ διακαθαιρόμενοι͵ πρὸς τὰς ἀσυνήθεις ἐννοίας καὶ δι΄ ἀναλογίας ἀναγόμενοι καὶ δι΄ ἀποφάσεων͵ ἀτιμάζοντες τὰ παρ΄ ἡμῖν πρὸς ἐκεῖνα καὶ πρὸς τοῦτο͵ ποδηγούμενοι ἀπὸ τῶν παρ΄ ἡμῖν ἀτιμωτέρων πρὸς τὰ τιμιώτερα· ταῦτα γὰρ καὶ νῦν ποιοῦντες διετελέσαμεν. Καὶ μήποτε τὸ μὲν πάντη ἀπόρρητον͵ οὕτως ὡς μηδ΄ ὅ τι ἀπόρρητον͵ οὕτως τιθέναι περὶ αὐτοῦ· τὸ δὲ ἓν οὕτως ὡς πᾶσαν σύνθεσιν ἐκφεῦγον λόγου τε καὶ ὀνόματος καὶ πᾶσαν διάκρισιν͵ ὡς γνωστοῦ ἀπὸ τοῦ γινώσκοντος͵ ἁλώνης τρόπον ἐπινοούμενον͵ ἁπλούστατον καὶ περιεκτικώτατον· καὶ οὐχὶ μόνον ἕν͵ ὡς τὸ ἰδίωμα

1.9 τοῦ ἑνός͵ ἀλλ΄ ὡς πάντα ἓν καὶ πρὸ πάντων ἕν· οὐ μὴν ἓν τὸ τὶ τῶν πάντων. Αὗται γὰρ αἱ ὠδῖνες καὶ οὕτω διακαθαίρονται πρὸς τὸ ἁπλῶς ἓν καὶ τὴν μίαν ἀληθῶς τῶν πάντων ἀρχήν· πάντως δ΄ ὅτι τὸ ἐν ἡμῖν ἓν οὕτως ὑπονοούμενον͵ ἅτε προσεχέστερον καὶ ἡμῖν συγγενέστερον καὶ ἐκείνου τῷ παντὶ σχεδὸν λειπόμενον͵ ἑτοιμότερόν ἐστιν εἰς ὑπόνοιαν τὴν τοιαύτην. Ἀπὸ δὲ τοῦ τινός͵ ὁπωσοῦν τεθέντος͵ καὶ εἰς τὸ ἁπλῶς ῥᾳδία ἡ μετάβασις· κἂν ἐκείνῳ μηδαμῆ προσβάλλοιμεν͵ ἀλλὰ καὶ τῷ ἁπλῶς τῷ παρ΄ ἡμῖν ἐποχούμενοι περὶ τοῦ πρὸ πάντων ὑπονοοῖμεν. Τὸ μὲν δὴ ἓν οὕτω ῥητὸν καὶ οὕτως ἄρρητον· ἐκεῖνο δὲ παντελεῖ σιγῇ τετιμήσθω͵ καὶ πρότερόν γε παντελεῖ ἀγνοίᾳ τῇ πᾶσαν γνῶσιν ἀτιμαζούσῃ. Φέρε οὖν τὸ δεύτερον αὐτὸ τοῦτο κατίδωμεν ὅπως λέγεται ἄγνωστον εἶναι παντελῶς· εἰ γὰρ τοῦτο ἀληθές͵ πῶς ταῦτα πάντα περὶ αὐτοῦ διαταττόμενοι γράφομεν; οὐ γὰρ δὴ λογοποιοῦμεν͵ πολλὰ ληροῦντες περὶ ὧν οὐκ ἴσμεν; Εἰ δέ ἐστιν ἀσύντακτον τῷ ὄντι πρὸς πάντα καὶ ἄσχετον πρὸς πάντα͵ καὶ οὐδὲν τῶν πάντων͵ οὐδὲ αὐτὸ τὸ ἕν͵ αὐτὰ ταῦτα φύσις αὐτοῦ ἐστιν͵ ἣν ὡς γινώσκοντες διακείμεθα καὶ ἄλλους διατιθέναι σπουδάζομεν. Ἔτι δὲ αὐτὸ τὸ ἄγνωστον αὐτοῦ ἢ γιγνώσκομεν ὅτι ἄγνωστον͵ ἢ ἀγνοοῦμεν· ἀλλ΄ εἰ μὲν τοῦτο͵ πῶς λέγομεν ὅτι πάντη ἄγνωστον; εἰ δὲ γιγνώσκομεν͵ ταύτῃ ἄρα γνωστόν͵ ᾗ ἄγνωστον͵ γιγνώσκεται ὅτι ἄγνωστον; Πρὸς τοίνυν τούτοις οὐκ ἔστιν ἕτερον ἑτέρου ἀποφάσκειν͵ μὴ εἰδότα ἀφ΄ οὗ τις ἀποφάσκει· οὐδὲ ἔστι φάναι τοῦτο μὴ εἶναι ἐκεῖνο͵ παντελῶς ἐκείνου μὴ ἁπτόμενον· ὃ γὰρ οἶδέ τις͵ ὃ μὴ οἶδεν͵ οὐκ ἄν τις εἴποι εἶναι͵ οὐδὲ μὴ εἶναι͵ φησὶν ὁ ἐν Θεαιτήτῳ Σωκράτης. Πῶς οὖν ἡμεῖς ἃ γινώσκομεν ὁπωσοῦν͵ ἐκείνου ἀποφάσκομεν ὃ ἀγνοοῦμεν παντά πασιν; ὅμοιον γὰρ ὡς εἴ τις ὡς ἐκ γενετῆς ὢν τυφλὸς ἀποφαίνοιτο θερμότητα μὴ ὑπάρχειν χρώματι·