ιβ τί τὸ τέλος τῆς σκεπτικῆς.
Τούτοις ἀκόλουθον ἂν εἴη καὶ περὶ τοῦ τέλους τῆς σκεπτικῆς ἀγωγῆς διεξελθεῖν. ἔστι μὲν οὖν τέλος τὸ οὗ χάριν πάντα
πράττεται ἢ θεωρεῖται͵ αὐτὸ δὲ οὐδενὸς ἕνεκα͵ ἢ τὸ ἔσχατον τῶν ὀρεκτῶν. φαμὲν δὲ ἄχρι νῦν τέλος εἶναι τοῦ σκεπτικοῦ τὴν ἐν τοῖς κατὰ δόξαν ἀταραξίαν καὶ ἐν τοῖς
κατηναγκασμένοις μετριοπάθειαν. ἀρξάμενος γὰρ φιλοσοφεῖν ὑπὲρ τοῦ τὰς φαντασίας ἐπικρῖναι καὶ καταλαβεῖν͵ τίνες μέν εἰσιν ἀληθεῖς τίνες δὲ ψευδεῖς͵ ὥστε ἀταρακτῆσαι͵ ἐνέπεσεν εἰς τὴν ἰσοσθενῆ διαφωνίαν͵ ἣν ἐπικρῖναι μὴ δυνάμενος ἐπέσχεν· ἐπισχόντι δὲ αὐτῷ τυχικῶς παρηκολούθησεν ἡ ἐν τοῖς δοξαστοῖς ἀταραξία. ὁ μὲν γὰρ δοξάζων τι καλὸν τῇ φύσει ἢ κακὸν εἶναι ταράσσεται διὰ παντός· καὶ ὅτε μὴ πάρεστιν αὐτῷ τὰ καλὰ εἶναι δοκοῦντα͵ ὑπό τε τῶν φύσει κακῶν νομίζει ποινηλατεῖσθαι καὶ διώκει τὰ ἀγαθά͵ ὡς οἴεται· ἅπερ κτησάμενος πλείοσι ταραχαῖς περιπίπτει͵ διά τε τὸ παρὰ λόγον καὶ ἀμέτρως ἐπαίρεσθαι καὶ φοβούμενος τὴν μεταβολὴν πάντα πράσσει͵ ἵνα μὴ ἀποβάλῃ τὰ ἀγαθὰ αὐτῷ δοκοῦντα εἶναι. ὁ δὲ ἀοριστῶν περὶ τῶν πρὸς τὴν φύσιν καλῶν ἢ κακῶν οὔτε φεύγει τι οὔτε διώκει συντόνως· διόπερ ἀταρακτεῖ. ὅπερ οὖν περὶ Ἀπελλοῦ τοῦ ζωγράφου λέγεται͵ τοῦτο ὑπῆρξε τῷ σκεπτικῷ. φασὶ γὰρ ὅτι ἐκεῖνος ἵππον γράφων καὶ τὸν ἀφρὸν τοῦ ἵππου μιμήσασθαι τῇ γραφῇ βουληθεὶς οὕτως ἀπετύγχανεν ὡς ἀπειπεῖν καὶ τὴν σπογγιὰν εἰς ἣν ἀπέμασσε τὰ ἀπὸ τοῦ γραφείου χρώματα προσρῖψαι τῇ εἰκόνι· τὴν δὲ προσαψαμένην ἵππου ἀφροῦ ποιῆσαι μίμημα. καὶ οἱ σκεπτικοὶ οὖν ἤλπιζον μὲν τὴν ἀταραξίαν ἀναλήψεσθαι διὰ τοῦ τὴν ἀνωμαλίαν τῶν φαινομένων τε καὶ νοουμένων ἐπικρῖναι͵ μὴ δυνηθέντες δὲ ποιῆσαι τοῦτο ἐπέσχον· ἐπισχοῦσι δὲ αὐτοῖς οἷον τυχικῶς ἡ ἀταραξία
παρηκολούθησεν ὡς σκιὰ σώματι. οὐ μὴν ἀόχλητον πάντῃ τὸν σκεπτικὸν εἶναι νομίζομεν͵ ἀλλ΄ ὀχλεῖσθαί φαμεν ὑπὸ τῶν
κατηναγκασμένων· καὶ γὰρ ῥιγοῦν ποτε ὁμολογοῦμεν καὶ διψῆν καὶ τοιουτό τροπά τινα πάσχειν. ἀλλὰ καὶ ἐν τούτοις οἱ μὲν ἰδιῶται δισσαῖς συνέχονται περιστάσεσιν͵ ὑπό τε τῶν παθῶν αὐτῶν καὶ οὐχ ἧττον ὑπὸ τοῦ τὰς περιστάσεις ταύτας κακὰς εἶναι φύσει δοκεῖν· ὁ δὲ σκεπτικὸς τὸ προσδοξάζειν ὅτι ἔστι κακὸν τούτων ἕκαστον ὡς πρὸς τὴν φύσιν περιαιρῶν μετριώτερον καὶ ἐν τούτοις ἀπαλλάσσει. διὰ τοῦτο οὖν ἐν μὲν τοῖς δοξαστοῖς ἀταραξίαν τέλος εἶναί φαμεν τοῦ σκεπτικοῦ͵ ἐν δὲ τοῖς κατηναγκασμένοις μετριοπάθειαν. τινὲς δὲ τῶν δοκίμων σκεπτικῶν προσέθηκαν τούτοις καὶ τὴν ἐν ταῖς ζητήσεσιν ἐποχήν.
ιγ περὶ τῶν ὁλοσχερῶν τρόπων τῆς ἐποχῆς.
Ἐπεὶ δὲ τὴν ἀταραξίαν ἀκολουθεῖν ἐφάσκομεν τῇ περὶ πάντων ἐποχῇ͵ ἀκόλουθον ἂν εἴη λέγειν ὅπως ἡμῖν ἡ ἐποχὴ περιγίνεται.
γίνεται τοίνυν αὕτη͵ ὡς ἂν ὁλοσχερέστερον εἴποι τις͵ διὰ τῆς ἀντιθέσεως τῶν πραγμάτων. ἀντιτίθεμεν δὲ ἢ φαινόμενα φαινομένοις ἢ νοούμενα νοουμένοις ἢ ἐναλλάξ͵ οἷον φαινόμενα μὲν φαινομένοις͵ ὅταν λέγω μεν ὁ αὐτὸς πύργος πόρρωθεν
μὲν φαίνεται
στρογγύλος͵ ἐγγύθεν δὲ τετράγωνος͵ νοούμενα δὲ νοουμένοις͵ ὅταν πρὸς τὸν κατασκευάζοντα ὅτι ἔστι πρόνοια ἐκ τῆς τάξεως τῶν οὐρανίων͵ ἀντιτιθῶμεν τὸ τοὺς μὲν ἀγαθοὺς δυσπραγεῖν πολλάκις τοὺς δὲ κακοὺς εὐπραγεῖν͵ καὶ διὰ τούτου συνάγωμεν τὸ μὴ εἶναι πρόνοιαν·
νοούμενα δὲ φαινομένοις͵ ὡς ὁ Ἀναξαγόρας τῷ κατασκευάζοντι λευκὴν εἶναι τὴν χιόνα ἀντετίθει͵ ὅτι ἡ χιὼν ὕδωρ ἐστὶ πεπηγός͵ τὸ δὲ ὕδωρ ἐστὶ μέλαν͵ καὶ ἡ χιὼν ἄρα μέλαινά ἐστιν. καθ΄ ἑτέραν δὲ ἐπίνοιαν ἀντιτίθεμεν ὁτὲ μὲν παρόντα παροῦσιν͵ ὡς τὰ προειρημένα· ὁτὲ δὲ παρόντα παρεληλυθόσιν ἢ μέλλουσιν͵ οἷον ὅταν τις ἡμᾶς ἐρωτήσῃ λόγον ὃν λῦσαι οὐ δυνάμεθα͵ φαμὲν πρὸς αὐτὸν ὅτι͵ ὥσπερ πρὸ τοῦ γενέσθαι τὸν εἰσηγησάμενον τὴν αἵρεσιν ἣν μετέρχῃ͵ οὐδέπω ὁ κατ΄ αὐτὴν λόγος ὑγιὴς ὢν ἐφαίνετο͵ ὑπέκειτο μέντοι ὡς πρὸς τὴν φύσιν͵ οὕτως ἐνδέχεται καὶ τὸν ἀντικείμενον τῷ ὑπὸ σοῦ ἐρωτηθέντι νῦν λόγῳ ὑποκεῖσθαι μὲν ὡς πρὸς τὴν φύσιν͵ μηδέπω δ΄ ἡμῖν φαίνεσθαι͵ ὥστε οὐδέπω χρὴ συγκατατίθεσθαι ἡμᾶς τῷ δοκοῦντι νῦν ἰσχυρῷ εἶναι λόγῳ. ὑπὲρ δὲ τοῦ τὰς ἀντιθέσεις ταύτας ἀκριβέστερον ἡμῖν ὑποπεσεῖν͵ καὶ τοὺς τρόπους ὑποθήσομαι δι΄ ὧν ἡ ἐποχὴ συνάγεται͵ οὔτε περὶ τοῦ πλήθους οὔτε περὶ τῆς δυνάμεως αὐτῶν διαβεβαιούμενος· ἐνδέχεται γὰρ αὐτοὺς καὶ σαθροὺς εἶναι καὶ πλείους τῶν λεχθησομένων.
ιδ περὶ τῶν δέκα τρόπων.
Παραδίδονται
τοίνυν συνήθως παρὰ τοῖς ἀρχαιοτέροις σκεπτικοῖς τρόποι͵ δι΄ ὧν ἡ ἐποχὴ συνάγεσθαι δοκεῖ͵ δέκα τὸν ἀριθμόν͵ οὓς καὶ λόγους καὶ τύπους συνωνύμως καλοῦσιν. εἰσὶ δὲ οὗτοι͵ πρῶτος ὁ παρὰ τὴν τῶν ζῴων ἐξαλλαγήν͵ δεύτερος ὁ παρὰ τὴν τῶν ἀνθρώπων διαφοράν͵ τρίτος ὁ παρὰ τὰς διαφόρους τῶν αἰσθητηρίων κατασκευάς͵ τέταρτος ὁ παρὰ τὰς περιστάσεις͵ πέμπτος ὁ παρὰ τὰς θέσεις καὶ τὰ διαστήματα καὶ τοὺς τόπους͵ ἕκτος ὁ παρὰ τὰς ἐπιμιξίας͵ ἕβδομος ὁ παρὰ τὰς ποσότητας καὶ σκευασίας τῶν ὑποκειμένων͵ ὄγδοος ὁ ἀπὸ τοῦ πρός τι͵ ἔννατος ὁ παρὰ τὰς συνεχεῖς ἢ σπανίους ἐγκυρήσεις͵ δέκατος ὁ παρὰ τὰς ἀγωγὰς καὶ τὰ ἔθη καὶ τοὺς νόμους καὶ τὰς μυθικὰς πίστεις καὶ τὰς δογματικὰς ὑπολήψεις. χρώμεθα
δὲ τῇ τάξει ταύτῃ θετικῶς. τούτων δὲ ἐπαναβεβηκότες εἰσὶ τρόποι τρεῖς͵ ὁ ἀπὸ τοῦ κρίνοντος͵ ὁ ἀπὸ τοῦ κρινομένου͵ ὁ ἐξ ἀμφοῖν· τῷ μὲν γὰρ ἀπὸ τοῦ κρίνοντος ὑποτάσσονται οἱ πρῶτοι τέσσαρες (τὸ γὰρ κρῖνον ἢ ζῷόν ἐστιν ἢ ἄνθρωπος ἢ αἴσθησις ἢ ἔν τινι περιστάσει)͵ εἰς δὲ τὸν ἀπὸ τοῦ κρινομένου ἀνάγονται ὁ ἕβδομος καὶ ὁ δέκατος͵ εἰς δὲ τὸν ἐξ ἀμφοῖν σύνθετον ὁ πέμπτος καὶ ὁ ἕκτος καὶ ὁ ὄγδοος καὶ ὁ ἔννατος. πάλιν δὲ οἱ τρεῖς οὗτοι ἀνάγονται εἰς τὸν πρός τι͵ ὡς εἶναι γενικώτατον μὲν τὸν πρός τι͵ εἰδικοὺς δὲ τοὺς τρεῖς͵ ὑποβεβηκότας δὲ τοὺς δέκα. ταῦτα μὲν περὶ τῆς ποσότητος αὐτῶν κατὰ τὸ πιθανὸν λέγομεν· περὶ δὲ τῆς δυνάμεως τάδε.