Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ τῶν Πυρρωνείων ὑποτυπώσεων·
α περὶ τῆς ἀνωτάτω διαφορᾶς τῶν φιλοσοφιῶν
β περὶ τῶν λόγων τῆς σκέψεως
γ περὶ τῶν ὀνομασιῶν αὐτῆς
δ τίς ἔννοια σκέψεως
ε περὶ τοῦ σκεπτικοῦ
στ περὶ τῶν ἀρχῶν αὐτῆς
ζ εἰ δογματίζει ὁ σκεπτικός
η εἰ αἵρεσιν ἔχει
θ εἰ φυσιολογεῖ
ι εἰ ἀναιρεῖ τὰ φαινόμενα
ια περὶ τοῦ κριτηρίου τῆς σκέψεως
ιβ περὶ τοῦ τέλους αὐτῆς
ιγ περὶ τῶν ὁλοσχερῶν τρόπων τῆς σκέψεως
ιδ περὶ τῶν δέκα τρόπων
ιε περὶ τῶν πέντε τρόπων
ιστ περὶ τῶν δύο τρόπων
ιζ τίνες τρόποι τῆς τῶν αἰτιολογικῶν ἀνατροπῆς
ιη περὶ τῶν σκεπτικῶν φωνῶν
ιθ περὶ τῆς οὐ μᾶλλον φωνῆς
κ περὶ ἀφασίας
κα περὶ τοῦ τάχα· καὶ τοῦ ἔξεστι· καὶ τοῦ ἐνδέχεται
κβ περὶ τοῦ ἐπέχω
κγ περὶ τοῦ οὐδὲν ὁρίζω
κδ περὶ τοῦ πάντα ἐστὶν ἀόριστα
κε περὶ τοῦ πάντα ἐστὶν ἀκατάληπτα
κστ περὶ τοῦ ἀκαταληπτῶ καὶ οὐ καταλαμβάνω
κζ περὶ τοῦ παντὶ λόγῳ λόγον ἴσον ἀντικεῖσθαι
κη παραπήγματα
περὶ τῶν σκεπτικῶν φωνῶν
κθ εἰ ἡ σκεπτικὴ ὁδός ἐστιν ἐπὶ τὴν Ἡρακλείτειον
φιλοσοφίαν
λ εἰ διαφέρει ἡ Δημοκρίτειος αἵρεσις τῆς σκέψεως
λα εἰ διαφέρει ἡ Κυρναϊκὴ τῆς σκέψεως
λβ εἰ διαφέρει ἡ Πρωταγόρειος τῆς σκέψεως
λγ εἰ διαφέρει τῶν Ἀκαδημιῶν ἡ σκέψις
λδ εἰ ἡ κατὰ τὴν ἰατρικὴν ἐμπειρία ἡ αὐτή ἐστι τῇ σκέψει
α περὶ τῆς ἀνωτάτω διαφορᾶς τῶν φιλοσοφιῶν.
Τοῖς ζητοῦσί τι πρᾶγμα ἢ εὕρεσιν ἐπακολουθεῖν εἰκὸς ἢ ἄρνησιν εὑρέσεως καὶ ἀκαταληψίας ὁμολογίαν ἢ ἐπιμονὴν ζητήσεως. διόπερ ἴσως καὶ ἐπὶ τῶν κατὰ φιλοσοφίαν ζητουμένων οἱ μὲν εὑρηκέναι τὸ ἀληθὲς ἔφασαν͵ οἱ δ΄ ἀπεφήναντο μὴ δυνατὸν εἶναι τοῦτο καταληφθῆναι͵ οἱ δὲ ἔτι ζητοῦσιν. καὶ εὑρηκέναι μὲν δοκοῦσιν οἱ ἰδίως καλούμενοι
δογματικοί͵ οἷον οἱ περὶ Ἀριστοτέλην καὶ Ἐπίκουρον καὶ τοὺς Στωικοὺς καὶ ἄλλοι τινές͵ ὡς δὲ περὶ ἀκαταλήπτων ἀπεφήναντο οἱ περὶ Κλειτόμαχον καὶ Καρνεάδην καὶ ἄλλοι Ἀκαδημαϊκοί͵ ζητοῦσι δὲ οἱ σκεπτικοί. ὅθεν εὐλόγως δοκοῦσιν αἱ ἀνωτάτω φιλοσοφίαι τρεῖς εἶναι͵ δογματικὴ Ἀκαδημαϊκὴ σκεπτική. περὶ μὲν οὖν τῶν ἄλλων ἑτέροις ἁρμόσει λέγειν͵ περὶ δὲ τῆς σκεπτικῆς ἀγωγῆς ὑποτυπωτικῶς ἐπὶ τοῦ παρόντος ἡμεῖς ἐροῦμεν͵ ἐκεῖνο προειπόντες͵ ὅτι περὶ οὐδενὸς τῶν λεχθησομένων διαβεβαιούμεθα ὡς οὕτως ἔχοντος πάντως
καθάπερ λέγομεν͵ ἀλλὰ κατὰ τὸ νῦν φαινόμενον ἡμῖν ἱστορικῶς ἀπαγγέλλομεν περὶ ἑκάστου.
β περὶ τῶν λόγων τῆς σκέψεως.
Τῆς σκεπτικῆς οὖν φιλοσοφίας ὁ μὲν λέγεται καθόλου λόγος ὁ δὲ εἰδικός͵ καὶ καθόλου μὲν ἐν ᾧ τὸν χαρακτῆρα τῆς σκέψεως ἐκτιθέμεθα͵ λέγοντες
τίς ἔννοια αὐτῆς καὶ τίνες ἀρχαὶ καὶ τίνες λόγοι͵ τί τε
κριτήριον καὶ τί τέλος͵ καὶ τίνες οἱ τρόποι τῆς ἐποχῆς͵ καὶ πῶς παραλαμβάνομεν τὰς σκεπτικὰς ἀποφάσεις͵ καὶ τὴν διάκρισιν τῆς σκέψεως ἀπὸ τῶν παρακειμένων αὐτῇ φιλοσοφιῶν· εἰδικὸς δὲ ἐν ᾧ πρὸς ἕκαστον μέρος τῆς καλουμένης φιλοσοφίας ἀντιλέγομεν. περὶ τοῦ καθόλου δὴ πρῶτον διαλάβωμεν λόγου͵ ἀρξάμενοι τῆς ὑφηγήσεως ἀπὸ τῶν τῆς σκεπτικῆς ἀγωγῆς ὀνομάτων.
γ Περὶ τῶν ὀνομασιῶν τῆς σκεπτικῆς
Ἡ σκεπτικὴ τοίνυν ἀγωγὴ καλεῖται μὲν καὶ ζητητικὴ ἀπὸ ἐνεργείας τῆς κατὰ τὸ ζητεῖν καὶ σκέπτεσθαι͵ καὶ ἐφεκτικὴ ἀπὸ τοῦ μετὰ τὴν ζήτησιν περὶ τὸν σκεπτόμενον γινομένου πάθους͵ καὶ ἀπορητικὴ ἤτοι ἀπὸ τοῦ περὶ παν τὸς ἀπορεῖν καὶ ζητεῖν͵ ὡς ἔνιοί φασιν͵ ἢ ἀπὸ τοῦ ἀμηχανεῖν πρὸς συγκατάθεσιν ἢ ἄρνησιν͵ καὶ Πυρρώνειος ἀπὸ τοῦ φαίνεσθαι ἡμῖν τὸν Πύρρωνα
σωματικώτερον καὶ ἐπιφανέστερον τῶν πρὸ αὐτοῦ προσεληλυθέναι τῇ σκέψει.
δ Τί ἐστι σκέψις.
Ἔστι δὲ ἡ σκεπτικὴ δύναμις ἀντιθετικὴ φαινομένων τε καὶ νοουμένων καθ΄ οἱονδήποτε τρόπον͵ ἀφ΄ ἧς ἐρχόμεθα διὰ τὴν ἐν τοῖς ἀντικειμένοις πράγμασι καὶ λόγοις ἰσοσθένειαν τὸ μὲν πρῶτον εἰς ἐποχήν͵ τὸ δὲ μετὰ τοῦτο εἰς ἀταραξίαν. δύναμιν μὲν οὖν αὐτὴν καλοῦμεν οὐ κατὰ τὸ πε ρίεργον ἀλλ΄ ἁπλῶς κατὰ τὸ δύνασθαι· φαινόμενα δὲ λαμβάνομεν νῦν τὰ αἰσθητά͵ διόπερ ἀντιδιαστέλλομεν αὐτοῖς τὰ νοητά. τὸ δὲ καθ΄ οἱονδήποτε τρόπον
δύναται προσαρμόζεσθαι καὶ τῇ δυνάμει͵ ἵνα ἁπλῶς τὸ τῆς δυνάμεως ὄνομα͵ ὡς εἰρήκαμεν͵ παραλαμβάνωμεν͵ καὶ τῷ ἀντιθετικὴ φαινομένων τε καὶ νοουμένων· ἐπεὶ γὰρ ποικίλως ἀντιτίθεμεν ταῦτα͵ ἢ φαινόμενα φαινομένοις ἢ νοούμενα νοουμένοις ἢ ἐναλλὰξ ἀντιτιθέντες͵ ἵνα πᾶσαι αἱ ἀντιθέσεις ἐμπεριέχωνται͵ λέγομεν καθ΄ οἱονδήποτε τρόπον. ἢ καθ΄ οἱονδήποτε τρόπον φαινομένων τε καὶ νοουμένων͵ ἵνα μὴ ζητῶμεν πῶς φαίνεται τὰ φαινόμενα ἢ πῶς νοεῖται τὰ νοούμενα͵ ἀλλ΄ ἁπλῶς ταῦτα λαμβάνωμεν. ἀντικειμένους δὲ λόγους παραλαμβάνομεν οὐχὶ πάν τως ἀπόφασιν καὶ κατάφασιν͵ ἀλλ΄ ἁπλῶς ἀντὶ τοῦ μαχομένους. ἰσοσθένειαν δὲ λέγομεν τὴν κατὰ πίστιν καὶ ἀπιστίαν ἰσότητα͵ ὡς μηδένα μηδενὸς προκεῖσθαι τῶν μαχομένων λόγων ὡς πιστότερον. ἐποχὴ δέ ἐστι στάσις
διανοίας δι΄ ἣν οὔτε αἴρομέν τι οὔτε τίθεμεν. ἀταραξία δέ ἐστι ψυχῆς ἀοχλησία καὶ γαληνότης. πῶς δὲ τῇ ἐποχῇ συνεισέρχεται ἡ ἀταραξία͵ ἐν τοῖς περὶ τέλους ὑπομνήσομεν.
ε Περὶ τοῦ σκεπτικοῦ.
Καὶ ὁ Πυρρώνειος δὲ φιλόσοφος δυνάμει τῇ τῆς σκεπτικῆς ἀγωγῆς ἐννοίᾳ συναποδέδοται· ἔστι γὰρ ὁ μετέχων ταύτης τῆς δυνάμεως.
στ Περὶ ἀρχῶν τῆς σκέψεως.
Ἀρχὴν δὲ τῆς σκεπτικῆς αἰτιώδη μέν φαμεν εἶναι τὴν ἐλπίδα τοῦ ἀταρακτήσειν· οἱ γὰρ μεγαλοφυεῖς τῶν ἀνθρώπων ταρασσόμενοι διὰ τὴν ἐν τοῖς πράγμασιν ἀνωμαλίαν͵ καὶ ἀποροῦντες τίσιν αὐτῶν χρὴ μᾶλλον συγκατατίθεσθαι͵ ἦλθον ἐπὶ τὸ ζητεῖν͵ τί τε ἀληθές ἐστιν ἐν τοῖς πράγμασι καὶ τί ψεῦδος͵ ὡς ἐκ τῆς ἐπικρίσεως τούτων ἀταρακτήσον τες. συστάσεως δὲ τῆς σκεπτικῆς ἐστιν ἀρχὴ μάλιστα τὸ παντὶ λόγῳ λόγον ἴσον ἀντικεῖσθαι· ἀπὸ γὰρ τούτου
καταλήγειν δοκοῦμεν εἰς τὸ μὴ δογματίζειν.
ζ Εἰ δογματίζει ὁ σκεπτικός.
Λέγομεν δὲ μὴ δογματίζειν τὸν σκεπτικὸν οὐ κατ΄ ἐκεῖνο τὸ σημαινόμενον τοῦ δόγματος καθ΄ ὃ δόγμα εἶναί φασί τινες κοινότερον τὸ εὐδοκεῖν τινι πράγματι
(τοῖς γὰρ κατὰ φαντασίαν κατηναγκασμένοις πάθεσι συγκατατίθεται ὁ σκεπτικός͵ οἷον οὐκ ἂν εἴποι θερμαινόμενος ἢ ψυχόμενος ὅτι δοκῶ μὴ θερμαίνεσθαι ἢ ψύχεσθαι)͵ ἀλλὰ μὴ δογματίζειν
λέγομεν καθ΄ ὃ δόγμα εἶναί φασί τινες τήν τινι πράγματι τῶν κατὰ τὰς ἐπιστήμας ζητουμένων ἀδήλων συγκατάθεσιν (οὐδενὶ γὰρ τῶν ἀδήλων συγκατατίθεται ὁ Πυρρώνειος). ἀλλ΄ οὐδὲ ἐν τῷ προφέρεσθαι περὶ τῶν ἀδήλων τὰς σκεπτικὰς φωνάς͵ οἷον τὴν οὐδὲν μᾶλλον ἢ τὴν οὐδὲν ὁρίζω ἤ τινα τῶν ἄλλων περὶ ὧν ὕστερον λέξομεν
δογματίζει. ὁ μὲν γὰρ δογματίζων ὡς ὑπάρχον τίθεται τὸ πρᾶγμα ἐκεῖνο ὃ λέγεται δογματίζειν͵ ὁ δὲ σκεπτικὸς τὰς φωνὰς τίθησι ταύτας οὐχ ὡς πάντως ὑπαρχούσας· ὑπολαμβάνει γὰρ ὅτι͵ ὥσπερ ἡ πάντα ἐστὶ ψευδῆ φωνὴ μετὰ τῶν ἄλλων καὶ ἑαυτὴν ψευδῆ εἶναι λέγει͵ καὶ ἡ οὐδέν ἐστιν ἀληθές ὁμοίως͵ οὕτως καὶ ἡ οὐδὲν μᾶλλον μετὰ τῶν ἄλλων καὶ ἑαυτήν φησι μὴ μᾶλλον εἶναι καὶ διὰ τοῦτο τοῖς ἄλλοις ἑαυτὴν συμπεριγράφει. τὸ δ΄ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων σκεπτικῶν φωνῶν λέγομεν. πλὴν ἀλλ΄ εἰ ὁ δογματίζων τίθησιν ὡς ὑπάρχον τοῦτο ὃ δογματίζει͵ ὁ δὲ σκεπτικὸς τὰς φωνὰς αὑτοῦ προφέρεται ὡς δυνάμει ὑφ΄ ἑαυτῶν περιγράφεσθαι͵ οὐκ ἂν ἐν τῇ προφορᾷ τούτων δογματίζειν λεχθείη. τὸ δὲ μέγιστον͵ ἐν τῇ προφορᾷ τῶν φωνῶν τού των τὸ ἑαυτῷ φαινόμενον λέγει
καὶ τὸ πάθος ἀπαγγέλλει τὸ ἑαυτοῦ ἀδοξάστως͵ μηδὲν περὶ τῶν ἔξωθεν ὑποκειμένων διαβεβαιούμενος.
η εἰ αἵρεσιν ἔχει ὁ σκεπτικός.
Ὁμοίως δὲ φερόμεθα καὶ ἐν τῷ ἐρωτᾶσθαι εἰ αἵρεσιν ἔχει ὁ σκεπτικός. εἰ μὲν γάρ τις αἵρεσιν εἶναι λέγει
πρόσκλισιν δόγμασι πολλοῖς ἀκολουθίαν ἔχουσι πρὸς ἄλληλά τε καὶ τὰ φαινόμενα͵ καὶ λέγει δόγμα πράγματι ἀδήλῳ συγκατάθεσιν͵ φήσομεν μὴ ἔχειν αἵρεσιν. εἰ δέ τις αἵρεσιν εἶναι φάσκει τὴν λόγῳ τινὶ κατὰ τὸ φαινόμενον ἀκολουθοῦσαν ἀγωγήν͵ ἐκεί νου τοῦ λόγου ὡς ἔστιν ὀρθῶς δοκεῖν ζῆν ὑπο δεικνύοντος (τοῦ ὀρθῶς μὴ μόνον κατ΄ ἀρετὴν λαμβανο μένου ἀλλ΄ ἀφελέστερον) καὶ ἐπὶ τὸ ἐπέχειν δύνασθαι διατείνοντος͵ αἵρεσίν φαμεν ἔχειν· ἀκολουθοῦμεν γάρ τινι λόγῳ κατὰ τὸ φαινόμενον ὑποδεικνύντι ἡμῖν τὸ ζῆν πρὸς τὰ πάτρια ἔθη καὶ τοὺς νόμους καὶ τὰς ἀγωγὰς καὶ τὰ οἰκεῖα πάθη.
θ εἰ φυσιολογεῖ ὁ σκεπτικός.
Παραπλήσια δὲ λέγομεν καὶ ἐν τῷ ζητεῖν εἰ φυσιολογητέον τῷ σκεπτικῷ· ἕνεκα μὲν γὰρ τοῦ μετὰ βεβαίου πείσματος ἀποφαίνεσθαι περί τινος τῶν κατὰ τὴν φυσιολογίαν δογματιζομένων οὐ φυσιολογοῦμεν͵ ἕνεκα δὲ τοῦ παντὶ λόγῳ λόγον ἴσον ἔχειν ἀντιτιθέναι καὶ τῆς ἀταραξίας ἁπτόμεθα τῆς φυσιολογίας. οὕτω δὲ καὶ τὸ λογικὸν μέρος καὶ τὸ ἠθικὸν τῆς λεγομένης φιλοσοφίας ἐπερχόμεθα.
ι Οἱ δὲ λέγοντες ὅτι ἀναιροῦσι τὰ φαινόμενα οἱ σκεπτικοὶ ἀνήκοοί μοι δοκοῦσιν εἶναι τῶν παρ΄ ἡμῖν λεγο μένων· τὰ γὰρ κατὰ φαντασίαν παθητικὴν ἀβουλήτως ἡμᾶς ἄγοντα εἰς συγκατάθεσιν οὐκ ἀνατρέπομεν͵ ὡς καὶ ἔμπροσθεν ἐλέγομεν· ταῦτα δέ ἐστι τὰ φαινόμενα. ὅταν δὲ ζητῶμεν͵ εἰ τοιοῦτον ἔστι τὸ ὑποκείμενον ὁποῖον φαίνεται͵ τὸ μὲν ὅτι φαίνεται
δίδομεν͵ ζητοῦμεν δ΄ οὐ περὶ τοῦ φαινομένου ἀλλὰ περὶ ἐκείνου ὃ λέγεται περὶ τοῦ φαινομένου· τοῦτο δὲ διαφέρει τοῦ ζητεῖν περὶ αὐτοῦ τοῦ φαινομένου. οἷον φαίνεται μὲν ἡμῖν γλυκάζειν τὸ μέλι (τοῦτο συγχωροῦμεν· γλυκαζόμεθα γὰρ αἰσθητικῶς)͵ εἰ δὲ καὶ γλυκὺ ἔστιν ὅσον ἐπὶ τῷ λόγῳ͵ ζητοῦμεν· ὃ οὐκ ἔστι τὸ φαινόμενον ἀλλὰ τὸ περὶ τοῦ φαινομένου λεγόμενον. ἐὰν δὲ καὶ ἄντικρυς κατὰ τῶν φαινομένων ἐρωτῶμεν λόγους͵ οὐκ ἀναιρεῖν βουλόμενοι τὰ φαινόμενα τούτους ἐκτιθέμεθα͵ ἀλλ΄ ἐπιδεικνύντες τὴν τῶν δογματικῶν προπέτειαν· εἰ γὰρ τοιοῦτος ἀπατεών ἐστιν ὁ λόγος ὥστε καὶ τὰ φαινόμενα μόνον οὐχὶ τῶν ὀφθαλμῶν ἡμῶν ὑφαρπάζειν͵ πῶς οὐ χρὴ ὑφορᾶσθαι αὐτὸν ἐν τοῖς ἀδήλοις͵ ὥστε μὴ κατακολουθοῦντας αὐτῷ προπετεύεσθαι;
ια περὶ τοῦ κριτηρίου τῆς σκεπτικῆς.
Ὅτι δὲ τοῖς φαινομένοις
προσέχομεν͵ δῆλον ἀπὸ τῶν λεγομένων ἡμῖν περὶ τοῦ κριτηρίου τῆς σκεπτικῆς ἀγωγῆς. κριτήριον δὲ λέγεται διχῶς͵ τό τε εἰς πίστιν ὑπάρξεως ἢ ἀνυπαρξίας
λαμβανόμενον͵ περὶ οὗ ἐν τῷ ἀντιρρητικῷ λέξομεν λόγῳ͵ τό τε τοῦ πράσσειν͵ ᾧ προσέχοντες κατὰ τὸν βίον τὰ μὲν πράσσομεν τὰ δ΄ οὔ͵ περὶ οὗ νῦν λέγομεν. κριτήριον τοίνυν φαμὲν εἶναι τῆς σκεπτικῆς ἀγωγῆς τὸ φαινόμενον͵ δυνάμει τὴν φαντασίαν οὕτω καλοῦντες· ἐν πείσει γὰρ καὶ ἀβουλήτῳ πάθει κειμένη ἀζήτητός ἐστιν. διὸ περὶ μὲν τοῦ φαίνεσθαι τοῖον ἢ τοῖον τὸ ὑποκείμενον οὐδεὶς ἴσως ἀμφισβητήσει͵ περὶ δὲ τοῦ εἰ τοιοῦτον ἔστιν ὁποῖον φαίνεται ζητεῖται. τοῖς φαινομένοις οὖν προσέχοντες κατὰ τὴν βιωτικὴν τήρησιν ἀδοξάστως βιοῦμεν͵ ἐπεὶ μὴ δυνάμεθα ἀνενέργητοι παντάπασιν εἶναι. ἔοικε δὲ αὕτη ἡ βιωτικὴ τήρησις τετραμερὴς εἶναι καὶ τὸ μέν τι ἔχειν ἐν ὑφηγήσει φύσεως͵ τὸ δὲ ἐν ἀνάγκῃ παθῶν͵ τὸ δὲ ἐν παραδόσει νόμων
τε καὶ ἐθῶν͵ τὸ δὲ ἐν διδασκαλίᾳ τεχνῶν͵ ὑφηγήσει μὲν φυσικῇ καθ΄ ἣν φυσικῶς αἰσθητικοὶ καὶ νοητικοί ἐσμεν͵ παθῶν δὲ ἀνάγκῃ καθ΄ ἣν λιμὸς μὲν ἐπὶ τροφὴν ἡμᾶς ὁδηγεῖ͵ δίψος δ΄ ἐπὶ πόμα͵ ἐθῶν δὲ καὶ νόμων παραδόσει
καθ΄ ἣν τὸ μὲν εὐσεβεῖν παραλαμβάνομεν βιωτικῶς ὡς ἀγαθὸν τὸ δὲ ἀσεβεῖν ὡς φαῦλον͵ τεχνῶν δὲ διδασκαλίᾳ καθ΄ ἣν οὐκ ἀνενέργητοί ἐσμεν ἐν αἷς παραλαμβάνομεν τέχναις. ταῦτα δὲ πάντα φαμὲν ἀδοξάστως.