Αρτεμίδωρος: Ονειροκριτικά Βιβλίο 2ον β' συνέχεια


2.13 Δράκων βασιλέα σημαίνει διὰ τὸ δυνατὸν [καὶ ἄρχοντα] καὶ χρόνον διὰ τὸ μῆκος καὶ διὰ τὸ ἀποδιδύσκεσθαι τὸ γῆρας καὶ πάλιν νεάζειν· τὸ γὰρ αὐτὸ καὶ τῷ χρόνῳ συμβέβηκε κατὰ τὰς τοῦ ἔτους ὥρας [γηρᾶν τε καὶ νεάζειν]· καὶ πλοῦτον καὶ χρήματα διὰ τὸ ἐπὶ θησαυροὺς ἱδρύεσθαι͵ καὶ θεοὺς πάντας͵ οἷς ἐστιν ἱερός. εἰσὶ δὲ οἵδε Ζεὺς Σαβάζιος ῞Ηλιος Δημήτηρ καὶ Κόρη Ἑκάτη Ἀσκληπιὸς ῞Ηρωες. ἐπειδὰν οὖν προσίῃ [ἢ] καὶ διδῷ τι ἢ λέγῃ καὶ τὸ μὴ ἄγριον διὰ τῆς γλώσσης ἐμφαίνῃ͵ ἀγαθὰ μεγάλα σημαίνει ἀπὸ τῶν εἰρημένων ἢ διὰ τοὺς εἰρημένους [θεοὺς ἢ δαίμονας]· τὰ δὲ ἐναντία πράττων πονηρός. περιπλακεὶς δὲ καὶ δήσας τινὰ καὶ δεσμὰ προαγορεύει καὶ τοῖς νοσοῦσιν ὄλεθρον καὶ σχεδὸν εἰς τὴν γῆν ἄγει· γῆς γάρ ἐστι καὶ αὐτὸς παῖς καὶ τὰς διατριβὰς ἐν τῇ γῇ ποιεῖται. Ὄφις δὲ νόσον σημαίνει καὶ ἐχθρόν. ὅπως δ΄ ἂν διαθῇ τινα͵ οὕτω καὶ ἡ νόσος καὶ ὁ ἐχθρὸς τὸν ἰδόντα διαθήσουσιν. Ἀσπίδες καὶ ἔχιδναι ἀργύριον σημαίνουσι διὰ τὸν πολὺν ἰόν͵ καὶ γυναῖκας πλουσίας διὰ τὸν αὐτὸν λόγον. αὗται δὲ καὶ δάκνουσαι ἀγαθαὶ παρά γε ἐμοὶ τετήρηνται καὶ προσιοῦσαι καὶ περιπλεκόμεναι. οἷον δ΄ ἂν θηρίον ἑρπετὸν γυνὴ ἐν τῷ κόλπῳ ἔχουσα κρύπτῃ καὶ ἐπ΄ αὐτῷ τέρπηται͵ μοιχεύεται ὡς ἐπὶ τὸ πολὺ ὑπὸ τοῦ ἐχθροῦ τοῦ ἰδόντος· ἐὰν δὲ φοβῆται ἢ ἀνιᾶται νοσήσει· καὶ ἐὰν ἐν γαστρὶ ἔχῃ͵ φθερεῖ καὶ οὐ διασώσει τὸ ἔμβρυον. Ὕδροι τὰ μὲν αὐτὰ τῷ ὄφει σημαίνουσι καὶ τὴν νόσον ἐξ ὑγρῶν ἢ ἐν ὕδατι τὸν κίνδυνον ποιοῦσι καὶ τοὺς ἐχθροὺς σημαίνουσιν ἐξ ὕδατος ἢ δι΄ ὕδατος ἔχειν τὴν ἐργασίαν. δρυΐναι δὲ καὶ παρεῖαι καὶ φύσαλοι πονηροὶ πάντες͵ καὶ τὰς ἀδικίας ἔκ τινων σημαίνουσιν οὐκ ἀστικῶν οὐδὲ ἐν πόλει διατριβόντων. σὴψ δὲ καὶ διψὰς καὶ δίφας καὶ ὁ καλούμενος χαμαιλέων καὶ ὅσα ἄλλα Νίκανδρος κατηρίθμησε πονηρὰ οὔτε ὁρώμενα οὔτε ὁμόσε χωροῦντα ἀγαθόν τι σημαίνει͵ ἀλλὰ κινδύνους οὐ τοὺς τυχόντας ἐπάγει. φαλάγγια δὲ καὶ σκορπίοι καὶ σκολόπενδραι πονηροὺς σημαίνουσιν ἀνθρώπους.

2.14 Σαγήνη καὶ γρῖπος καὶ ἀμφίβληστρον καὶ ὅσα ἄλλα ἐκ λίνων πέπλεκται ἐπιτήδεια πρὸς ἁλιείαν͵ ταὐτὰ τοῖς λίνοις τοῖς κυνηγετικοῖς͵ περὶ ὧν ἔμπροσθεν ἐπεμνήσθην͵ σημαίνει· ὁρμιαὶ δὲ καὶ ἄγκιστρα καὶ καθετῆρες καὶ οἱ λεγόμενοι δόλωνες δόλους καὶ ἐνέδρας σημαίνουσιν. ἀεὶ δὲ ἄμεινον αὐτὸν ταῦτα ἔχειν δοκεῖν ἢ ἄλλον ἔχοντα ἰδεῖν. λαμβάνειν δὲ ἰχθύας πολλοὺς ἅμα καὶ μεγάλους ἀγαθὸν καὶ κερδοφόρον πᾶσι πλὴν τῶν ἐπιδίφριον τὴν ἐργασίαν ἐχόντων καὶ σοφιστῶν· τοῖς μὲν γὰρ σχολὴν σημαίνει τὸ ὄναρ διὰ τὸ μὴ δύνασθαι καὶ πρὸς ἔργῳ τῷ συνήθει εἶναι καὶ ἁλιεύειν͵ τοῖς δὲ οὔ φησιν ἐπιτηδείων τεύξεσθαι τῶν ἀκροατῶν· ἄφωνον γὰρ ὁ ἰχθύς. μικροὶ δ΄ ἰχθύες λαμβανόμενοι ἀηδίαν σημαίνουσι καὶ οὐδαμῶς κέρδος͵ ὧν ἐν τῷ περὶ τροφῆς λόγῳ ἐν τῷ πρώτῳ βιβλίῳ ἐπεμνήσθην͵ οἷον χαλκίδες τριχίαι μαινίδες ψηστοὶ ἀφύαι. ἤδη δέ τι καὶ κατ΄ εἶδος οἱ ἰχθύες διάφορον σημαίνουσιν· ἔχει δὲ ἕκαστα οὕτως. ὅσοι τῶν ἰχθύων εἰσὶ ποικίλοι͵ τοῖς μὲν νοσοῦσι φαρμακίας τοῖς δὲ ἐρρωμένοις δόλους καὶ ἐπιβουλὰς σημαίνουσιν͵ οἷον κίχλη φυκὶς χάννος ἰουλὶς στρωματεὺς καὶ τὰ ὅμοια· ὅσοι δὲ τῶν ἰχθύων εἰσὶ πυρροί͵ δούλοις μὲν καὶ κακούργοις βασάνους σημαίνουσι͵ νοσοῦσι δὲ πυρετὸν λάβρον καὶ φλεγμονάς͵ τοῖς δὲ λανθάνειν πειρωμένοις ἔλεγχον ἐπάγουσιν͵ οἷον συνόδους ἐρυθῖνος κόκκυξ τρίγλη. αὕτη δὲ γυναιξὶν ἀτέκνοις ἐστὶν ἀγαθή· τρὶς γὰρ κυεῖ. ὅθεν αὐτῇ καὶ τοὔνομα εἰκότως φασὶ κεῖσθαι καὶ Ἀριστοτέλης ἐν τοῖς περὶ ζῴων καὶ Ἀριστοφάνης ἐν τοῖς εἰς Ἀριστοτέλην ὑπομνήμασι. ὅσοι δὲ τῶν ἰχθύων ἀποδιδύσκονται τὸ γῆρας͵ ἀγαθοὶ τοῖς νοσοῦσι καὶ τοῖς ἐν εἱρκτῇ οὖσι καὶ πένησι καὶ πᾶσι τοῖς ἔν τινι περιστάσει οὖσιν· ἀποθήσονται γὰρ τὰ περικείμενα φαῦλα. ἀποδιδύσκονται γὰρ τὸ γῆρας τῶν ἰχθύων οἱ μαλακόστρακοι͵ οἷον καρὶς κάραβος καρκίνος ἀστακὸς πάγουρος καὶ ἡ λεγομένη γραῦς καὶ ὅσα ἄλλα ἐστὶν ὅμοια. ταῦτα δὲ καὶ πληγὰς πολλάκις προεμαντεύσατο διὰ τὸ ἑαυτὰ παίειν͵ καὶ ἀποδημίας͵ ὅτι ἐστὶν ἀμφίβια. ὅσοι δὲ τῶν ἰχθύων ἐκταράσσουσι τὴν κοιλίαν ἡμῶν καὶ ἀποκρίνουσι τὰ σκύβαλα͵ ταὐτὰ τοῖς λαχάνοις σημαίνουσι καὶ τὴν αὐτὴν τοῖς ἀνθρώποις παρέχουσι χρείαν. περὶ ὧν ἐν τῷ περὶ τροφῆς λόγῳ εἴρηκα. λύει δὲ τὴν γαστέρα λαμβανόμενα πάντα τὰ ὀστρακόδερμα͵ οἷον πορφύρα κῆρυξ ὄστρεον στρόμβος ἐχῖνος μῦς πελωρὶς χήμη κτένες [καρκινάδες] καὶ εἴ τι ἄλλο τοιοῦτον. [πορφύραι δὲ καὶ καρκινά δες ἁλιεῦσι καὶ πορφυρευταῖς πολλάκις συμφέρουσιν.] πῖνα δὲ καὶ ὁ λεγόμενος πινοφύλαξ καρκίνος [καὶ] πρὸς γάμον καὶ κοινωνίαν εἰσὶν ἀγαθοὶ διὰ τὴν πρὸς ἀλλήλους κοινωνίαν καὶ εὔνοιαν. οἱ δὲ μαλακοὶ τῶν ἰχθύων μόνοις τοῖς πανούργοις συμφέρουσι· καὶ γὰρ αὐτοὶ μεταβάλλοντες τὰ χρώματα καὶ ὁμοιούμενοι τοῖς τόποις͵ ἐν οἷς ἂν γένωνται͵ λανθάνουσι. τοῖς δὲ λοιποῖς ἐμπόδια καὶ κατοχὰς σημαίνουσι διὰ τὸ καθεκτικὸν καὶ ἰξῶδες͵ καὶ ἐν ταῖς πράξεσιν ἀτονίας πολλὰς προαγορεύουσι διὰ τὸ μὴ ὀστέα ἔχειν· ἰσχὺς γὰρ σώματος ὀστέον. εἰσὶ δὲ οἵδε͵ πολύπους τευθὶς ἀκαλήφη ναύπλιος ἑλεδώνη πορφυρίων σηπία. αὕτη δὲ μόνη καὶ τοὺς ἀποδρᾶναι πειρωμένους ὠφελεῖ διὰ τὸν θολόν͵ ᾧ χρωμένη πολλάκις φεύγει. μέμνηται δὲ τούτου τοῦ ὀνείρου καὶ Ἀντιφῶν ὁ Ἀθηναῖος. ὅσοι δὲ τῶν ἰχθύων εἰσὶ σελάχιοι͵ οἱ μὲν μακροὶ πάντες ματαιοπονίαν σημαίνουσι καὶ τὰ ἐλπιζόμενα οὐ τελειοῦσιν͵ ἐπειδὴ διολισθαίνουσι τῶν χειρῶν καὶ [ὅτι] λεπίδας οὐκ ἔχουσιν͵ αἳ τῷ σώματι περίκεινται ὥσπερ ἀνθρώποις τὰ χρήματα. εἰσὶ δὲ οἵδε σμύραινα ἔγχελυς γόγγρος. οἱ δὲ πλατεῖς [καὶ] κινδύνους σημαίνουσι διὰ τὸ θηριῶδες καὶ ἐπιβουλάς͵ οἷον τρυγὼν νάρκη βοῦς καὶ ὁ λεγόμενος ἀετὸς καὶ γαλεὸς καὶ ῥίνη καὶ εἴ τι ἄλλο τούτοις ὅμοιον. ὅσοι δὲ τῶν ἰχθύων ὅμοιοι μέν εἰσι λεπιδωτοῖς͵ οὐκ ἔχουσι δὲ λεπίδας͵ διολισθῆσαι τὰς ἐλπίδας τοῦ ἰδόντος σημαίνουσιν͵ οἷον θύννος καὶ τὰ εἴδη αὐτοῦ πρημὰς πηλαμὺς σῖμος σφύραινα [καὶ] κολίας καὶ τὰ ὅμοια. μόρμυροι δὲ καὶ μελάνουροι καὶ σκορπίοι καὶ κωβιοὶ περιπεσεῖν σημαίνουσι πανούργοις καὶ ἀηδέσιν ἀνθρώποις͵ κορακῖνοι δὲ καὶ βλέννοι πονηροῖς καὶ ἀνωφελέσιν. ἰχθύες δὲ οἱ λιμναῖοι ἀγαθοὶ μέν͵ ἧσσον δέ· καὶ γὰρ ἧσσον τῶν θαλασσίων εἰσὶ πολυτελεῖς͵ καὶ τρέφουσιν οὐχ ὁμοίως.

2.15 Βάτραχοι δὲ ἄνδρας γόητας καὶ βωμολόχους προαγορεύουσι͵ τοῖς δὲ ἐξ ὄχλου ποριζομένοις εἰσὶν ἀγαθοί. οἶδα δέ τινα οἰκέτην͵ ὃς ἔδοξε βατράχοις κονδύλους ἐπισείειν͵ καὶ προέστη τῆς τοῦ δεσπότου οἰκίας ἄρχων τῶν ἐν τῇ οἰκίᾳ͵ ἀνθρώπων· ἡ μὲν γὰρ λίμνη τὴν οἰκίαν ἐσήμαινεν͵ οἱ δὲ βάτραχοι τοὺς ἔνδον ἀνθρώπους͵ ὁ κονδυλισμὸς δὲ τὴν ἐπιταγήν.

2.16 Θηρίον θαλάσσιον ἐν θαλάσσῃ ἰδεῖν οὐδενὶ συμφέρει πλὴν δελφῖνος· οὗτος γὰρ ἐν θαλάσσῃ ὁρώμενος ἀγαθός͵ καὶ ὅπου ἐπέρχεται͵ ἐκεῖθεν πνευσόμενον ἄνεμον σημαίνει. ἔξω δὲ θαλάσσης καὶ τοῦ ὑγροῦ πᾶν θηρίον θαλάσσιον ὁραθὲν ἀγαθόν· οὐ γὰρ ἔτι κακῶσαι δύναται ὅπου γε μηδὲ ἑαυτὸ σῶσαι ἀσπαῖρον καὶ δυσθανατοῦν. διὸ καὶ τοὺς ἐχθροὺς πρὸς τῷ μηδὲν ἰσχῦσαι κακοὺς κακῶς ἀπολέσθαι σημαίνει. δελφὶς δὲ ἔξω θαλάσσης ὁρώμενος οὐκ ἀγαθός· τῶν γὰρ φιλτάτων τινὰ ἐπιδεῖν ἀποθανόντα σημαίνει.

2.17 Λάροι καὶ αἴθυιαι καὶ ὅσα ἐστὶν ἄλλα ὄρνεα θαλάσσια τοὺς πλέοντας εἰς ἔσχατον κατάγουσι κίνδυνον͵ ἀλλ΄ οὐκ ἀπολλύουσι· καταδύεται μὲν γὰρ ταῦτα πάντα͵ ἀλλ΄ οὐκ ἀποπνίγεται τῇ θαλάσσῃ. τοῖς δὲ ἄλλοις ἀνθρώποις ἤτοι ἑταίρας σημαίνει καὶ μαχίμους γυναῖκας ἢ ἄνδρας γόητας ἁρπακτικούς τε καὶ ἀγνώμονας καὶ ἐξ ὕδατος ἢ δι΄ ὕδατος ἔχοντας τὴν ἐργασίαν [πρὸς τὴν τροφήν]. τὰ δὲ ἀπολλύμενα οὔ φασιν εὑρεθήσεσθαι· ὅ τι γὰρ ἂν λάβωσι͵ τοῦτο καταπίνουσιν.

2.18 Ἰχθύας νεκροὺς ἐν θαλάσσῃ εὑρεῖν οὐκ ἀγαθόν· ματαίας γὰρ ἐλπίδας σημαίνουσι͵ καὶ τὰ προσδοκώμενα οὐκ ἐῶσι τελεσθῆναι· ζῶντας δὲ ἰχθύας ἄμεινον λαμβάνειν. περὶ δὲ τῆς σκευασίας αὐτῶν καὶ τῆς ἀρτύσεως τὰς κρίσεις ἀπὸ τῆς τῶν κρεῶν ἀρτύσεως ποιεῖσθαι χρή. ἔτι καὶ τὸ δοκεῖν ἰχθὺν ἐν τῇ κοίτῃ ἰδεῖν πονηρὸν τῷ πλέοντι [νομίζειν] καὶ τῷ νοσοῦντι· τῷ μὲν γὰρ ναυάγιον τῷ δὲ κίνδυνον ἐξ ὑγρῶν ἢ δι΄ ὑγρῶν σημαίνει. καὶ ἢν γυνὴ ἐν γαστρὶ ἔχουσα ἰχθὺν ὑπολάβῃ τεκεῖν͵ ὡς μὲν οἱ παλαιοὶ λέγουσιν͵ ἄφωνον γεννήσει͵ ὡς δὲ ἐγὼ ἐτήρησα͵ ὀλιγοχρόνιον. πολλαὶ δὲ καὶ νεκρὰ ἔτεκον· ἔξω γὰρ τοῦ περιέχοντος γενόμενος πᾶς ἰχθὺς ἀποθνήσκει.

2.19 Κάλαμοι ἰξευτικοὶ καὶ ἰξὸς τοὺς ἀποδήμους ἐπανάγουσι καὶ τοὺς δραπέτας εὑρίσκουσι καὶ τὰ ἀπολωλότα σώζουσι καὶ τὰ προσδοκώμενα τελειοῦσιν͵ ἀλλ΄ οὐ πάντα· τὰ μὲν γὰρ μακρόθεν καὶ διεστῶτα πρὸς τὸν χρώμενον ἄγουσι͵ τοῦτ΄ ἔστι πρὸς τὸν ἰξεύοντα͵ ἔνια δὲ τοὺς καλάμους καὶ διαφεύγει. αἱ δὲ λεγόμεναι νεφέλαι καὶ ὅσα ἄλλα πλεκτά ἐστι πρὸς θήραν ὀρνέων πεποιημένα τὸν αὐτὸν ἔχει λόγον ταῖς σαγήναις καὶ τοῖς δικτύοις. Ἑξῆς δὲ ἀκολουθεῖ τῷ λόγῳ τούτῳ περὶ ζῴων ἀερο πόρων εἰπεῖν.

2.20 Ὄρνιθες ἱεροὶ πλουσίοις μᾶλλον ἢ πένησι σύμφοροι͵ οἱ δὲ μικροὶ τοῖς πένησίν εἰσι συμφορώτατοι. οἱ μὲν γὰρ μεγάλοι διὰ τὸ μὴ λιταῖς χρῆσθαι τροφαῖς ἔστιν ὅτε μεγάλων ἐφιέμενοι καὶ τὸ προστυχὸν οὐκ ἀγαπῶντες λιμώττουσιν͵ οἱ δὲ σμικροὶ καὶ σπερμολόγοι εὐπόριστον ἔχοντες τροφὴν οὐκ ἔστιν ὅτε ἐνδεεῖς εἰσιν. ἤδη δὲ καὶ κατ΄ εἶδος αὐτῶν ἐπιμνησθῆναι καλῶς ἔχον εἶναί μοι δοκεῖ. Ἀετὸν ἰδεῖν ἐπὶ πέτρᾳ καθεζόμενον ἢ ἐπὶ δένδρῳ ἢ ἐπὶ ὑψηλοτάτῳ τόπῳ ἀγαθὸν τοῖς ἐπὶ πρᾶξιν ὁρμῶσι͵ φοβουμένοις δὲ πονηρόν [καὶ τὸν ἀπόδημον ἄγει]. ἱπτάμενον δὲ ἡσυχῆ καὶ ἀτάραχον ἰδεῖν ὁμοίως ἀγαθὸν ἀνδρί͵ βράδιον δὲ φιλεῖ ἀποβαίνειν. ἀετὸς ἐπικαθεσθεὶς τῇ κεφαλῇ τοῦ ἰδόντος θάνατον αὐτῷ μαντεύεται. ὅ τι γὰρ ἂν ὑπὸ τοῖς ὄνυξι λάβῃ͵ θανατοῖ. ὀχεῖσθαι δὲ ἀετῷ βασιλεῦσι μὲν καὶ ἀνδράσι πλουσίοις καὶ μεγιστᾶσιν ὄλεθρον μαντεύεται. ἔθος γάρ τι παλαιὸν τοὺς ἀποθανόντας τούς γε τοιούτους γράφειν τε καὶ πλάσσειν ἐπ΄ ἀετῶν ὀχουμένους καὶ διὰ τῶν τοιούτων δημιουργημάτων τιμᾶν. πένησι δὲ ἀγαθόν· ἀναληφθέντες γὰρ ὑπό τινων πλουσίων ὠφεληθήσονται οὐ μικρὰ ὡς ἐπὶ τὸ πολὺ ἀποδημήσαντες. ἀετὸς ἀπειλῶν ἀνδρὸς δυνατοῦ ἀπειλὴν προσημαίνει͵ τιθασὸς δὲ καὶ προσιὼν καὶ διδούς τι καὶ φθεγγόμενος τῇ ἑαυτοῦ φωνῇ ἀγαθὸς εἶναι τετήρηται. γυνὴ δὲ ἐὰν ὑπολάβῃ ἀετὸν τεκεῖν͵ υἱὸν γεννήσει͵ ὃς ἐὰν μὲν ᾖ πένης͵ στρατεύσεται καὶ στρατοπέδου ἄρξει [παντὸς ὡς καὶ ἀετὸς τῶν ὀρνίθων]. καὶ γὰρ στρατοπέδου παντὸς πρόεισιν ὁ ἀετός· ἐὰν δὲ μέτριος ᾖ͵ ἀθλήσει καὶ [βασιλεῖ] γνώριμος ἔσται· ἐὰν δὲ πλούσιος͵ ἄρξει πολλῶν ἢ καὶ βασιλεύσει. ἀετὸν νεκρὸν ἰδεῖν δούλῳ μόνῳ συμφέρει καὶ τῷ φοβουμένῳ τινά· τῷ γὰρ ἀπειλοῦντι καὶ τῷ δεσπότῃ θάνατον μαντεύεται· τοῖς δὲ λοιποῖς ἀπραξίαν σημαίνει. σημαίνει δὲ ὁ ἀετὸς καὶ τὸν ἐνεστῶτα ἐνιαυτόν· ἔστι γὰρ τὸ ὄνομα αὐτοῦ γραφὲν οὐδὲν ἄλλο ἢ πρῶτον ἔτος. πρὸς δὲ τὴν διαφορὰν τὴν τῶν ἀετῶν διάφορα νομίζειν χρὴ καὶ τὰ ἀποτελέσματα γίνεσθαι. Ἅρπη γυναῖκα σημαίνει βασιλικὴν καὶ πλουσίαν͵ μέγα δὲ ἐπὶ κάλλει φρονοῦσαν καὶ εὐγνώμονα καὶ τοῖς ἤθεσιν εὖ κεχρημένην. Αἰγυπιὸς δὲ τὰ αὐτὰ τῷ ἀετῷ σημαίνει. Γῦπες δὲ κεραμεῦσι καὶ βυρσοδέψαις ἀγαθοὶ διὰ τὸ τῆς πόλεως ἀπῳκίσθαι καὶ τὸ νεκρῶν ἅπτεσθαι σωμάτων· ἰατροῖς δὲ καὶ τοῖς νοσοῦσι πονηροί· νεκροῖς γὰρ χαίρουσι σώμασι. σημαίνουσι δὲ καὶ ἐχθροὺς ἐναγεῖς καὶ μιαροὺς καὶ οἰκοῦντας οὐκ ἐν πόλει. καὶ πρὸς τὰ ἄλλα δὲ πάντα εἰσὶ πονηροί. Ἱέραξ δὲ καὶ ἰκτῖνος ἅρπαγας καὶ λῃστὰς σημαίνουσιν· ἱέραξ μὲν φανεροὺς καὶ ὁμόσε χωροῦντας͵ ἰκτῖνος δὲ λάθρᾳ ἐπιτιθεμένους. Κόραξ δὲ μοιχῷ καὶ κλέπτῃ προσεικάζοιτ΄ ἂν καὶ διὰ τὸ χρῶμα καὶ διὰ τὸ πολλάκις ἀλλάσσειν τὴν φωνήν. Κορώνη χρόνον τε πολὺν καὶ παρολκὴν τῶν πραγμάτων καὶ γραῖαν διὰ τὰ ἔτη καὶ χειμῶνα δηλοῖ διὰ τὸ χειμῶνος εἶναι ἄγγελον. Ψᾶρες ὄχλον σημαίνουσι καὶ ἄνδρας πένητας καὶ ταραχὴν ματαίαν͵ καὶ οἱ κολοιοὶ δὲ τὰ αὐτὰ τοῖς ψάροις. Φάσσαι καὶ περιστεραὶ γυναῖκας σημαίνουσι͵ φάσσαι μὲν πάντως πορνικάς͵ περιστεραὶ δὲ ἔσθ΄ ὅτε οἰκοδεσποίνας καὶ κοσμίας. ἔστι δὲ καὶ ἀπὸ πολλῶν μίαν γυναῖκα τεκμήρασθαι καὶ ἀπὸ μιᾶς πολλάς. σημαίνουσι δὲ αἱ περιστεραὶ καὶ τὴν ἐν τοῖς πρασσομένοις ἐπαφροδισίαν διὰ τὸ ἀνακεῖσθαι τῇ Ἀφροδίτῃ καὶ πρὸς φιλίας δὲ καὶ κοινωνίας καὶ συναλλαγὰς πάσας εἰσὶν ἀγαθαὶ διὰ τὸ συναγελαστικὸν αὐτῶν. Γέρανοι δὲ καὶ πελαργοὶ κατ΄ ἀγέλας μὲν καὶ συστροφὰς ὁρώμενοι λῃστῶν ἔφοδον καὶ πολεμίων σημαίνουσι καὶ χειμῶνα ἐπάγουσι χειμῶνος φαινόμενοι͵ θέρους δὲ αὐχμόν· ἰδίᾳ δὲ καὶ κατὰ μόνας γέρανοι καὶ πελαργοὶ ἀγαθοὶ πρὸς ἀποδημίαν καὶ πρὸς ἀποδήμων ἀνακομιδὴν διὰ τὸ περὶ τροπὰς ὡρῶν ἀποδημεῖν τε καὶ μετανίστασθαι͵ [καὶ πρὸς γάμον καὶ παιδοποιίαν διὰ τὸ γαμεῖν τε καὶ τεκνοῦν]. μάλιστα δὲ πρὸς παιδοποιίαν ἐπιτήδειος ὁ πελαργὸς διὰ τὴν γινομένην ὑπὸ τῶν ἐκγόνων τοῖς γονεῦσιν ἐπικουρίαν. Κύκνος ἄνδρα σημαίνει μουσικὸν καὶ αὐτὴν τὴν μουσικήν͵ καὶ τὰ κρυπτὰ ἐλέγχει διὰ τὸ χρῶμα. νοσοῦσι δὲ ὁρώμενος μὲν σωτηρίαν μαντεύεται͵ φθεγγόμενος δὲ ὄλεθρον· οὐ γὰρ πρότερον φθέγγεται εἰ μὴ πρὸς τὸ ἀποθνήσκειν ᾖ. Περὶ δὲ χελιδόνος ἐν τῷ περὶ θανάτου λόγῳ ἐπιμνησθήσομαι. Πελεκᾶνες ἄνδρας ἀγνώμονας σημαίνουσιν͵ ἀσκέπτως δὲ καὶ ἀλόγως πάντα δρῶντας͵ καὶ τὸν κλέπτην καὶ τὸν δραπέτην ἐγγὺς ποταμοῦ εἶναι σημαίνουσι ἢ λίμνης.


2.21 Νῆσσαι δὲ καὶ ὅσα ἄλλα ἐστὶ λιμναῖα ἢ ποτάμια ὄρνεα τὰ αὐτὰ τοῖς λάροις καὶ ταῖς αἰθυίαις σημαίνει. Ἐπειδὴ δὲ καὶ τὰ ἔντομα τῶν ζῴων ἵπταται͵ καὶ αὐτὰ ἐν τῷ περὶ ὀρνέων λόγῳ κατατάξω.

2.22 Μέλισσαι γεωργοῖς μὲν καὶ τοῖς ἐξ αὐτῶν ἔχουσι τὴν ἐργασίαν ἀγαθαί· τοῖς δὲ ἄλλοις ταραχὰς σημαίνουσι διὰ τὸν βόμβον καὶ τραύματα διὰ τὸ κέντρον καὶ νόσον διὰ τὸ μέλι καὶ τὸν κηρόν. ἐπικαθεζόμεναι δὲ τῇ κεφαλῇ τοῦ ὁρῶντος στρατηγοῦντι μὲν καὶ δημιουργοῦντι ἀγαθαί͵ τοῖς δὲ ἄλλοις πονηραί͵ καὶ ὡς ἐπὶ τὸ πολὺ ὑπὸ ὄχλου ἢ ὑπὸ στρατιωτῶν διαφθαρῆναι σημαίνουσι τὸν ἰδόντα. ἐοίκασι μὲν γὰρ ὄχλῳ ἢ στρατῷ διὰ τὸ ἡγεμόνι ὑποτετάχθαι͵ ἀναιροῦσι δὲ διὰ τὸ τοῖς ἀψύχοις ἐπικαθέζεσθαι. ἐγκλείειν δὲ μελίσσας ἀγαθόν͵ καὶ ἀναιρεῖν ὁμοίως ἀγαθὸν πᾶσι πλὴν γεωργῶν. Σφῆκες δὲ πᾶσι κακοί· περιπεσεῖν γὰρ σημαίνουσι πονηροῖς ἀνθρώποις καὶ ὠμοῖς. Ἀκρίδες δὲ καὶ πάρνοπες καὶ οἱ λεγόμενοι μάστακες γεωργοῖς μὲν ἀφορίαν ἢ φθορὰν τῶν καρπῶν προαγορεύουσι· σίνονται γὰρ τὰ σπέρματα ἢ διαφθείρουσι· τοῖς δὲ λοιποῖς πονηροὺς ἄνδρας ἢ γυναῖκας σημαίνουσι. Κάνθαροι καὶ μηλολόνθαι καὶ λαμπυρίδες τοῖς τὰς ῥυπώδεις ἐργασίας καὶ ἀσέμνους ἐργαζομένοις μόνοις ὠφέλιμοι͵ τοῖς δὲ λοιποῖς βλάβης καὶ ἀπραξίας εἰσὶ σημαντικοί͵ μάλιστα δὲ μυροπώλαις καὶ ἀρωματοπώλαις.

2.23 Πλεῖν δοκεῖν καὶ εὐπλοεῖν πᾶσιν ἀγαθόν͵ χειμῶνι δὲ περιπεσεῖν δυσθυμίας καὶ κινδύνους σημαίνει. τὸ δὲ ναυαγεῖν τῆς νεὼς ἤτοι ἀνατραπείσης [ἢ διαφθαρείσης] ἢ πέτραις περιρραγείσης πάντας βλάπτει πλὴν τῶν βίᾳ ὑπό τινων κατεχομένων καὶ δούλων· τούτους γὰρ ἀπαλλάσσει τῶν κατεχόντων͵ ἔοικε γὰρ τὸ πλοῖον τοῖς περιέχουσιν αὐτούς . ἀεὶ δὲ ἄμεινον ἐν μεγάλῳ πλεῖν πλοίῳ καὶ φορτία στερεὰ ἔχοντι͵ ἐπεὶ τὰ μικρὰ πλοῖα͵ κἂν εὐπλοῇ τις͵ οὐκ ἄφοβα τὰ ἀγαθὰ ποιεῖ. ἔτι κἀκεῖνο. διὰ θαλάσσης πλεῖν καὶ εὐπλοεῖν ἀγαθὸν μᾶλλον ἢ διὰ γῆς· βραδύτερα γὰρ καὶ δυσκολώτερα καὶ μόλις ἐσόμενα τὰ ἀγαθὰ σημαίνει τὸ διὰ γῆς δοκεῖν πλεῖν. πονηρότερον δὲ τὸ διὰ θαλάσσης πλέοντα χειμάζεσθαι ἢ τὸ διὰ γῆς. οὐ δύνασθαι δὲ πλεῖν προῃρημένον ἢ βίᾳ πρός τινων κατέχεσθαι ἐμπόδια καὶ κατοχὰς τῶν ἐγχειρήσεων σημαίνει͵ ὁμοίως δὲ καὶ τὸ διὰ γῆς πλεῖν δένδρων ἢ πετρῶν ἐμποδὼν γινομένων κατοχὰς σημαίνει καὶ ἐμποδισμούς. ἰδεῖν δὲ ἀπὸ γῆς πλοῖα διὰ θαλάσσης πλέοντα καὶ εὐπλοοῦν τα ἀγαθὸν πᾶσι καὶ ἀποδημίας σημαντικὸν καὶ τοῖς ἀποδήμοις ἀνακομιδήν͵ πολλάκις δὲ καὶ ἀγγελίας διαπον τίους προηγόρευσε. καὶ ἀναγόμενα μὲν τὰ πλοῖα βραδύτερα τὰ ἀγαθὰ ποιεῖ· ἄρτι γὰρ ἄρχεται τοῦ πλοῦ͵ καταγόμενα δὲ καὶ καθορμιζόμενα θᾶττον· πρὸς γὰρ τῷ συμπεράσματι τοῦ πλοῦ γέγονεν. ἀεὶ δὲ λιμένες φίλους καὶ εὐεργέτας σημαίνουσι καὶ πάντες οἱ ὅρμοι͵ σκόπελοι δὲ καὶ ὑποδρομαὶ τοὺς δι΄ ἀνάγκην καὶ μὴ κατὰ προαίρεσιν ὑφ΄ ἡμῶν φιλουμένους͵ οἳ οὐδὲ αὐτοὶ ἑκόντες ἡμᾶς εὐεργετοῦσιν. ἄγκυραι δὲ τὸ ἀναγκαῖον τῶν χρειῶν καὶ τὸ ἀσφαλὲς σημαίνουσιν͵ ἀποδημεῖν δὲ κωλύουσιν· ἀεὶ γὰρ ἐπὶ κατοχῇ πλοίων τίθενται. πείσματα δὲ καὶ τὰ ἀπόγεια σχοινία πάντα δανείων ἐστὶ σημαντικὰ καὶ ἐργολαβιῶν καὶ συνθηκῶν καὶ κατοχῆς. ἱστὸς δὲ τῆς νεὼς τὸν κύριον σημαίνει [τῆς νεὼς ἢ τῆς οἰκείας]͵ ἀντιπρόσωπον δὲ τὸν πρῳρέα͵ καὶ ὁ χηνίσκος τὸν κυβερνήτην͵ τὰ δὲ [πηδάλια τὸν πλοῦν ἢ τούς γε τοῦ ναυκλήρου παῖδας͵ τρόπις τὴν ἐνθήκην τοῦ πλοίου͵] ὅπλα τοὺς ναύτας͵ καὶ τὸ κέρας τὸν τοίχαρχον. ὁποῖον ἂν οὖν μέρος διαφθείρηται τῆς νεὼς ὁρμούσης͵ τὸν ὅμοιον εἰκὸς διαφθαρήσεσθαι· πλεούσης δὲ τῆς νεὼς περὶ αὐτὸ ἐκεῖνο τὸ μέρος κίνδυνον οὐ τὸν τυχόντα ἔσεσθαι δηλοῖ χειμῶνι βιαίῳ συσχεθείσης. ὅθεν δ΄ ἂν πῦρ ἐπὶ τὴν ναῦν φέρηται͵ ἐκεῖθεν χειμῶνα ἐσόμενον προαγορεύει. οἶδα δέ τινα ναύκληρον͵ ὃς ἔδοξε τοὺς ἐν τῷ πλοίῳ ἱδρυμένους θεοὺς ἀπολωλεκέναι͵ καὶ σφόδρα φοβουμένῳ καὶ ὄλεθρον ἡγουμένῳ σημαίνειν τὸ ὄναρ πᾶν τοὐναντίον εἰς ἀγαθὸν ἀπέβη· πολλὰ γὰρ πορίσας ἀπέδωκε τὰ χρέα τοῖς δανεισταῖς τοῖς ἔχουσιν εἰς ὑποθήκην τὴν ναῦν͵ καὶ συνέβη αὐτῷ μηκέτι ἔχειν τοὺς κατέχοντας τὸ πλοῖον. ἀεὶ δὲ ἀγαθὸν ἠρέμα πορφύρουσαν καὶ κυμαίνουσαν τὴν θάλασσαν ἰδεῖν· πράξεις γὰρ μεγάλας προαγορεύει· γαλήνη δὲ ἀπραξίας διὰ τὴν ἀκινησίαν͵ καὶ ὁ χειμὼν ταραχὰς καὶ βλάβας· ἔστι γὰρ τούτων αἴτιος.

2.24 Σπείρειν καὶ φυτεύειν καὶ ἀροτριᾶν ὅ τι σημαίνει ἐν τῷ περὶ τεχνῶν λόγῳ προείρηται· νυνὶ δὲ περὶ τῶν ἑπομένων τῇ γεωργίᾳ ποιήσομαι τὸν λόγον. Ἄροτρον ἀγαθὸν πρὸς γάμον καὶ παίδων γονὴν καὶ πράξεις· χρόνους δὲ καὶ παρολκὰς προστίθησι ταῖς ἀποβάσεσι. ζυγὸν δὲ τοῖς μὲν ἄλλοις ἀγαθόν͵ δούλοις δὲ ἐμπόδιον τῆς ἐλευθερίας γίνεται· ὅθεν κατασσόμενον μᾶλλον τούτοις ἢ ὑγιὲς ὂν συμφέρει. δρέπανον δὲ ἀφαιρέσεως καὶ βλάβης ἐστὶ σημεῖον διὰ τὸ πάντα διχάζειν καὶ μηδὲν ἑνοῦν. δηλοῖ δὲ καὶ ἑξάμηνον· ἥμισυ γάρ ἐστι κύκλου. πέλεκυς δὲ στάσεώς ἐστι σημεῖον καὶ βλάβης καὶ μάχης͵ ἀξίνη δὲ καὶ ἄμη γυναικός τε καὶ γυναικείας ἐργασίας· καὶ γυναικείας μὲν ἐργασίας διὰ τὸ τῷ κρατοῦντι προσφέρειν καὶ προσέλκειν͵ γυναικὸς δὲ διὰ τὸ ὄνομα. ὕνις δὲ καὶ ὁ λεγόμενος μίσχος καὶ θρίναξ καὶ πτύον βλάβην καὶ ἀποβολὴν σημαίνουσιν. ἰδίως δὲ ἡ ὕνις͵ ὡς πολλάκις ἐτήρησα͵ καὶ τὸ αἰδοῖον τοῦ ἰδόντος σημαίνει͵ ὅθεν οὔτε ἀπολλυμένη ἐστὶν ἀγαθὴ οὔτε κατασσομένη. ζυγόδεσμος δὲ καὶ ὁ λεγόμενος ἀμφιδέτης πρὸς πάντα εἰσὶν ἀγαθοί͵ μάλιστα δὲ πρὸς γάμον καὶ κοινωνίαν. κόφινοι δὲ οἰκέτας σημαίνουσιν͵ ἅμαξαι δὲ τὸν βίον τοῦ ἰδόντος διὰ τὸ ἐκ πολλῶν συγκεῖσθαι καὶ πολλὰ βαστάζειν καὶ ἄλλοτε ἄλλα. [ὅταν μέντοι τις παρὰ τὸν καιρὸν καὶ τὴν ὥραν τοῦ ἔτους τρυγᾶν ἢ θερίζειν ὑπολάβῃ͵ ἐάν τε ἀγαθὸν ἐάν τε κακὸν ᾖ τὸ συμβουλευόμενον͵ εἰς ἐκείνην τὴν ὥραν τοῦ ἔτους τὰ σημαινόμενα ὑπερτίθεται.] οὖλοι δὲ καὶ δράγματα καὶ θημῶνες ἀσταχύων παρολκὰς ἐν τοῖς πραττομένοις σημαίνουσι καὶ κόπον· οὐδέπω γὰρ τὰ τοιαῦτα ἕτοιμα εἰς τροφήν ἐστι. σιροὶ δὲ καὶ κάπετοι καὶ πάντα ἐν οἷς θησαυρίζεται καὶ ἀποτίθεται τὰ σπέρματα γυναῖκα σημαίνει καὶ τὸν βίον τοῦ ἰδόντος καὶ τὴν ὕπαρξιν͵ ὅθεν οὔτε συντριβόμενα οὔτε συμπίπτοντα ἀγαθὰ νενόμισται. θριγκοὶ δὲ καὶ περίβολοι καὶ φραγμοὶ καὶ σκόλοπες καὶ οἱ περὶ τοὺς ὅρους γῦροι τοῖς μὲν φοβουμένοις ἀσφαλείας εἰσὶ σημαντικοί͵ πρὸς δὲ τὰς κινήσεις καὶ ἀποδημίας οὐ πάντῃ ἁρμόζουσι· κατοχὰς γὰρ σημαίνουσι διὰ τὸ ἀποκεκλεικέναι τὰ ἐντός· πρὸς δὲ τὰς λοιπὰς ἐγχειρήσεις τοὺς παρισταμένους καὶ ἀμύνοντας καὶ συναιρομένους ἐν ταῖς χρείαις σημαίνουσιν. Ἑξῆς δὲ περὶ δένδρων καὶ φυτῶν ποιήσομαι τὸν λόγον.

2.25 Ἐλαία γυναῖκα σημαίνει καὶ ἄθλησιν καὶ ἀρχὴν καὶ ἐλευθερίαν͵ ὅθεν ἀγαθὸν εὐθαλῆ ὁρᾶν καὶ ταῖς ῥίζαις ἡδρασμένην καὶ καρπὸν ἔχουσαν πεπανὸν καὶ ὥριμον. τρυγώμεναι δὲ αἱ ἐλαῖαι τοῖς μὲν ἄλλοις ἅπασιν ἀγαθαί͵ δούλοις δὲ πληγὰς μαντεύονται διὰ τὸ μετὰ πληγῶν τὸν καρπὸν αὐτῶν καθαιρεῖσθαι. ἀναλέγειν δὲ χαμόθεν ἐλαίας ἢ τρίβειν ἐλαίας (λέγω δὲ τὸν καρπόν) πόνους καὶ καμάτους σημαίνει. Δρῦς ἄνδρα σημαίνει πλούσιον διὰ τὸ τρόφιμον ἢ πρεσβύτην διὰ τὸ πολυχρόνιον ἢ χρόνον διὰ ταὐτό. Δάφνη δὲ γυναῖκα σημαίνει εὔπορον διὰ τὸ ἀειθαλὲς καὶ εὔμορφον διὰ τὸ χάριεν καὶ ἀποδημίαν καὶ φυγὴν καὶ ἀποτυχίαν τῶν προσδοκωμένων διὰ τὴν περὶ τὸ δένδρον ἱστορίαν. ἰατροῖς δὲ καὶ μάντεσι πρὸς τὴν τέχνην ἐστὶ ληπτέα διὰ τὸν Ἀπόλλωνα. Κυπάρισσος δὲ μακροθυμίας καὶ παρολκῆς ἐστι σύμβολον διὰ τὸ μῆκος. Πίτυς δὲ καὶ στρόβιλος ναυκλήροις μὲν καὶ πᾶσι τοῖς ναυτιλλομένοις πρὸς ναῦν εἰσι ληπτέαι διὰ τὴν κατασκευὴν τῶν νεῶν καὶ τὴν πίσσαν καὶ τὴν ῥητίνην τὴν ἀπὸ τούτων τῶν δένδρων γινομένην. τοῖς δὲ ἄλλοις ἅπασιν ἀηδίας καὶ φυγῆς εἰσι σημαντικαὶ διὰ τὸ φιλήνεμον. Ροαὶ καὶ μηλέαι καὶ ἄπιοι καὶ ἀχράδες καὶ πάντα τὰ τοιαῦτα τὸν αὐτὸν τῷ καρπῷ λόγον ἔχει͵ ὃν ἐν τῷ περὶ τροφῆς εἴρηκα. Πλάτανοι καὶ αἴγειροι καὶ πτελέαι καὶ ὀξύαι καὶ μελίαι καὶ πάντα τὰ ὅμοια μόνοις τοῖς ἐπὶ πόλεμον ὁρμῶσι καὶ τεκτονικοῖς συμφέρει. τοῖς μὲν διὰ τὸ ἐξ αὐτῶν γίνεσθαι ὅπλα͵ τοῖς δὲ διὰ τὴν ἐξ αὐτῶν ἐργασίαν. τοῖς δὲ λοιποῖς διὰ τὸ ἄκαρπον πενίας καὶ ἀπορίας ἐστὶ σημαντικά. μόνη δὲ λεύκη ἀθληταῖς συμφέρει διὰ τὸν Ἡρακλέα. Πύξοι καὶ μυρρίναι καὶ ῥοδοδάφναι γυναῖκας ἑταιρικὰς καὶ οὐ πάνυ τι κοσμίας σημαίνουσι καὶ τοῖς ἐπὶ τὸ πράττειν ὁρμωμένοις ἀπάτας καὶ τοῖς νοσοῦσιν ἀνάληψιν καὶ ὑγεῖαν· τοῖς δὲ λοιποῖς ματαιοπονίας σύμβολα καθίστανται. Περὶ δὲ τῶν λοιπῶν δένδρων κατὰ τὰς ὑποθήκας τὰς προειρημένας χρὴ ποιεῖσθαι τὰς κρίσεις παραλαμβάνοντας ἀεὶ τὰ ὅμοια ταῖς ἀποβάσεσι. καὶ γὰρ οὐδὲν ἄλλο ἐστὶν ὀνειροκρισία ἢ ὁμοίου παράθεσις. μεμνῆσθαι δὲ καὶ τοῦτο χρή͵ ὅτι τὰ μὲν ἀγαθόν τι σημαίνοντα δένδρα θάλλοντα καὶ καρποφοροῦντα ἀγαθὰ ἂν εἴη͵ αὐαινόμενα δὲ ἢ πρόρριζα ἀνατρεπόμενα ἢ κεραυνούμενα ἢ ἄλλως πυρὶ καταφλεγόμενα τἀναντία σημαίνει· τὰ δὲ πονηρόν τι σημαίνοντα ἐν ταῖς ἀποβάσεσιν αὐαινόμενα καὶ διαφθειρόμενα λυσιτελέστερα καθίσταται. Ἑξῆς δὲ τῇ γεωργίᾳ ἐπιβάλλον ἂν εἴη καὶ περὶ κόπρου εἰπεῖν.