Αρτεμίδωρος: Ονειροκριτικά Βιβλίο 2ον γ' συνέχεια


2.26 Κόπρος βοεία γεωργοῖς μόνοις συμφέρει͵ ὁμοίως καὶ ἡ ἱππεία καὶ ἡ ἄλλη πᾶσα πλὴν ἀνθρωπείας͵ τοῖς δὲ λοιποῖς δυσθυμίας καὶ βλάβας σημαίνει͵ μολύνουσα δὲ καὶ νόσον. μόνοις δὲ τοῖς τὰς ῥυπώδεις ἐργασίας ἐργαζομένοις συμφέρει καὶ λυσιτελὴς οὖσα τετήρηται. ἀνθρωπεία δὲ κόπρος πολλὴ ὁρωμένη πολλὰ καὶ διάφορα σημαίνει κακά. ἔχει δὲ ὧδε. ἐν πλατείᾳ καὶ ἐν ἀγορᾷ καὶ ἐν παντὶ δημοσίῳ χωρίῳ ὁρωμένη εἴργει χρῆσθαι τοῖς τόποις͵ ἐν οἷς ἂν ᾖ͵ πολλάκις δὲ καὶ προιέναι κωλύει͵ ὥστ΄ ἔστιν ὅτε τοὺς παρακούσαντας ταῖς ἑαυτῶν κεφαλαῖς μεγάλα ἀναμάξαι κακὰ ἐποίησεν. ἄτοπον δ΄ ἂν εἴη καὶ τὸ μολύνεσθαι κόπρῳ ἀνθρωπείᾳ καταρρεούσῃ ποθέν. οἶδα δέ τινα͵ ὃς ἔδοξεν ἑταῖρον καὶ συνήθη τινὰ πλούσιον͵ ὄντα αὐτῷ φίλον͵ ὄναρ κατὰ τῆς κεφαλῆς κατατιλῆσαι. οὗτος διεδέξατο τὴν οὐσίαν καὶ ἐκληρονόμησε τὸν ἑταῖρον. καὶ πάλιν αὖ ἔδοξέ τις ὑπό τινος γνωρίμου πένητος προστιληθῆναι͵ καὶ ὑπ΄ αὐτοῦ μεγάλα ἐβλάβη καὶ αἰσχύνῃ τινὶ μεγάλῃ περιέπεσεν· ἦν γὰρ εἰκὸς τὸν μὲν εὐποροῦντα τὰ ἑαυτοῦ τῷ ἰδόντι προσθήσειν͵ τὸν δὲ πενόμενον καὶ οὐδὲν ἔχοντα καταλιπεῖν καταφρονήσειν τοῦ ἰδόντος καὶ αἰσχύνῃ περιβαλεῖν αὐτόν. εἰ δὲ αὐτός τις ἑαυτὸν μολύνειν δόξειε κατὰ τῶν σκελῶν ἀφείς͵ ἑαυτῷ μεγάλων κακῶν αἴτιος ἔσται καὶ προσέτι νοσήσει. πονηρὸν δὲ καὶ τῇ κοίτῃ ἐναφιέναι· μακρὰν γὰρ νόσον μαντεύεται͵ ἐπειδὴ οἱ μὴ δυνάμενοι ἀναστῆναι καὶ οἱ πρὸς ἐσχάτοις ὄντες ἐναφιᾶσι τῇ κοίτῃ· πολλάκις δὲ καὶ γυναικὸς καὶ ἐρωμένης διίστησι τὸ ὄναρ [αἰτίᾳ τοῦ ἰδόντος καὶ οὐ τῆς γυναικὸς] διὰ τὸ μολῦναι τὴν κοίτην. ἐν ᾧ δέ τις οἰκεῖ οἴκῳ χαμαὶ ἀποπατεῖν μὴ χρήσασθαι ἔτι τῷ οἴκῳ σημαίνει· ἥκιστα γάρ τις τοῖς μολυνομένοις ἐνδιατρίβει. πάντων δ΄ ἂν εἴη ἐπισφαλέστερον καὶ φοβερώτερον τὸ ἀποπατεῖν ἐν ναῷ θεοῦ ἢ ἐν ἀγορᾷ ἢ ἐν πλατείᾳ ἢ ἐν βαλανείῳ· θεῶν τε γὰρ μῆνιν καὶ μεγάλην ἀσχημοσύνην καὶ ζημίαν οὐ τὴν τυχοῦσαν προαγορεύει͵ πρὸς δὲ καὶ τὰ κρυπτὰ ἐλέγχει͵ πολλάκις δὲ καὶ μῖσος ἐργάζεται περὶ τὸν ἰδόντα. ἀποπατεῖν δὲ ἐν κοπρῶνι καθήμενον ἢ ἐπὶ λασάνου στερεοῦ καὶ πολλὰ ἀποκρίνειν σκύβαλα ἀγαθὸν πᾶσι· πολὺν γὰρ κουφισμὸν φροντίδων καὶ πάσης ἀνίας σημαίνει· καὶ γὰρ τὸ σῶμα μετὰ τὸν ἀπόπατον κουφότατον γίνεται. ἀγαθὸν δὲ καὶ πρὸς ἀποδημίαν τὸ τοιοῦτο καὶ πρὸς ἀποδήμου ἀνακομιδὴν διὰ τὸ ὄνομα· ἄφοδος γὰρ καλεῖται. ἐγὼ δὲ ἐτήρησα καὶ τὸ παρ΄ αἰγιαλῷ ἀποπατεῖν καὶ ἐν ὁδοῖς καὶ ἐν ἀρούραις καὶ ἐν ποταμῷ καὶ ἐν λίμναις λυσιτελὲς ὂν καὶ τὰ αὐτὰ σημαῖνον τῷ δοκεῖν ἐν κοπρῶνι χέζειν͵ ὀρθῶς καὶ κατὰ λόγον ἀποβαίνοντος τοῦ τοιούτου· οὔτε γὰρ οἱ τόποι οὗτοι ὑπὸ τοῦ ἀποπατοῦντος βλάπτονται͵ αὐτῷ τε τῷ ἀποπατοῦντι παρέχουσι χωρὶς αἰσχύνης ἀποφορτίσασθαι. Ἕπεται δὲ τῷ λόγῳ καὶ περὶ ποταμῶν καὶ πηγῶν εἰπεῖν καὶ λίμνης καὶ φρέατος.

2.27 Ποταμοὶ καθαρὸν καὶ διειδὲς ἔχοντες ὕδωρ καὶ ἠρέμα ῥέοντες ἀγαθοὶ δούλοις καὶ δικαζομένοις καὶ ἀποδημεῖν προῃρημένοις· ἐοίκασι γὰρ οἱ ποταμοὶ δεσπόταις μὲν καὶ δικασταῖς διὰ τὸ πράττειν ὅσα ἂν βούλωνται ἀνυπευθύνως καὶ κατὰ γνώμην τὴν ἑαυτῶν͵ ἀποδημίαις δὲ καὶ κινήσεσι διὰ τὸ μὴ μένειν τὸ ὕδωρ ἀλλὰ παραρρεῖν. ἐπειδὰν δὲ θολερὸν καὶ ῥοῶδες ᾖ τὸ ὕδωρ͵ καὶ τὴν ἀπὸ δεσποτῶν καὶ δικαστῶν ἀπειλὴν σημαίνουσιν οἱ ποταμοὶ καὶ πάσης ἀποδημίας εἴργουσιν. ἐὰν δέ τι καὶ ἁρπάσαντες κτῆμα τοῦ θεωμένου τὸν ὄνειρον ἀποφέρωσιν͵ ἐκ παντὸς βλάβην ἐπιφέρουσι· μείζονα δὲ τὴν βλάβην καὶ ἅμα καὶ κίνδυνον σημαίνουσιν [ἐὰν] αὐτὸν συναρπάσαντες τὸν ὁρῶντα͵ καὶ μάλιστα ἐὰν καὶ εἰς θάλασσαν ἐκβάλωσι. πονηρὸν δὲ καὶ τὸ ἐν ποταμῷ ἑστάναι καὶ περικλύζεσθαι καὶ μὴ δύνασθαι ἐξελθεῖν· οὐ γὰρ ἂν ὑπομείνειέ τις ἐπὶ τῷ τοιούτῳ ὀνείρῳ͵ καὶ εἰ πάνυ εὔψυχος εἴη͵ τὰ κακά. χείμαρροι δὲ ποταμοὶ καὶ δικαστὰς σημαίνουσιν ἀγνώμονας καὶ δεσπότας ἀηδεῖς καὶ ὄχλον διὰ τὸ βίαιον καὶ μεγαλόφωνον. ἀγαθὸν δὲ τούτους περᾶν͵ μάλιστα μὲν τοῖς ποσίν· εἰ δὲ μή͵ νηξάμενον. εἰ δέ τις διὰ τὸ μὴ δύνασθαι ἀντικρὺς διελθεῖν ὑποστρέφειν ὑπολάβοι͵ ἄμεινον αὐτῷ ἀφίστασθαι καὶ μηκέτι δικάζεσθαι μηδὲ προσιέναι δεσπότῃ τὸ παρὸν μηδὲ ἐν ὄχλῳ ἀναστρέφεσθαι. νήχεσθαι δὲ ἐν ποταμῷ δοκεῖν ἢ λίμνῃ εἰς ἔσχατον ἐλάσαι κίνδυνον σημαίνει [καὶ μᾶλλον ἐὰν εἰς ποταμὸν νήχηται]· ὅσα γὰρ ἰχθὺς ἐν γῇ πάσχει͵ τοσαῦτα εἰκὸς καὶ ἄνθρωπον ἐν ὑγρῷ πάσχειν. ἀεὶ δὲ ἄμεινον διανήξασθαι ἢ μεταξὺ κολυμβῶντα διυπνισθῆναι. ποταμὸς εἰς οἰκίαν ῥέων καθαρὸς ἀνδρὸς πλουσίου εἴσοδον εἰς τὴν οἰκίαν μαντεύεται ἐπ΄ ὠφελείᾳ τῶν ἐνοικούντων͵ τεταραγμένος δὲ καὶ θολερός͵ καὶ μάλιστα ἐάν τι σίνηται τῶν ἐν τῇ οἰκίᾳ ὄντων͵ ἐχθροῦ βίαν σημαίνει͵ ὃς πολλὰ καὶ τὴν οἰκίαν καὶ τοὺς ἐν αὐτῇ βλάψει. ἐξ οἰκίας δὲ ποταμὸς ἐκρέων πλουσίῳ μὲν ἀνδρὶ καὶ μέγα δυναμένῳ συμφέρει· ἄρξει γὰρ τῆς πόλεως καὶ πολλὰ φιλοτιμούμενος εἰς τὸ δημόσιον ἀναλώσει͵ πολλοί τε ἐπὶ τὴν οἰκίαν αὐτοῦ φοιτήσουσι δεόμενοι καὶ χρῄζοντες· πάντες γὰρ ποταμοῦ δέονται. πένητι δὲ ἀνδρὶ διαβάλλει τὴν γυναῖκα ἢ τὸν παῖδα ἤ τινα τῶν ἐν τῇ οἰκίᾳ μοιχευόμενον καὶ ἀσχημονοῦντα. ἄλλο δὲ ὕδωρ εἰς οἰκίαν ῥέον θολερὸν μὲν ἐμπιπραμένην τὴν οἰκίαν ὄψεσθαι σημαίνει͵ τὸ δὲ καθαρὸν κτῆσιν καὶ χρήματα περιβαλεῖσθαι σημαίνει͵ φρέαρ δὲ ἰδεῖν ἐν τῇ οἰκίᾳ ἢ ἐν ἀγρῷ οὐκ ὂν πρότερον ἀγαθόν· οὐσίας γὰρ ἐπίκτησιν σημαίνει͵ ἀγάμῳ δὲ καὶ ἄπαιδι γυναῖκα καὶ παῖδας· νύμφαι τε γάρ εἰσιν ἐν τῷ φρέατι καὶ ὥσπερ γυνὴ τὸ φρέαρ τοῖς ἔνδον τὰ ἐπιτήδεια ὧν χρήζουσι παρέχει. ἀγαθὸν δὲ καὶ πλῆρες ἰδεῖν φρέαρ πλημμυροῦντος τοῦ ὕδατος͵ ὅταν γε μὴ ὑπερχέηται· ἐπεὶ τὸ ὑπερχεόμενον καὶ ῥέον ὕδωρ τοῦ φρέατος τὰ προσγενόμενα ἀγαθὰ καὶ γυναῖκα τε καὶ παῖδας μὴ παραμεῖναι μαντεύεται. τὸ δ΄ αὐτὸ καὶ ὅταν ἀλλότριοί τινες ἀντλῶσι τὸ φρέαρ. λίμνη δὲ μεγάλη τὰ αὐτὰ τῷ ποταμῷ σημαίνει πλὴν τοῦ κατὰ τὴν ἀποδημίαν· αὕτη γὰρ εἴργει ἀποδημεῖν διὰ τὸ τὸ ὕδωρ ἐν αὐτῇ μὴ ῥέειν ἀλλὰ μένειν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀεί. σύμμετρος δὲ καὶ μικρὰ λίμνη γυναῖκα σημαίνει εὔπορον καὶ ἀφροδισίοις χαίρουσαν· δέχεται γὰρ τοὺς εἰσβαίνειν βουλομένους καὶ ἡ λίμνη καὶ οὐκ ἀπείργει. [εἴη δ΄ ἂν ἄριστον καὶ ἐν λίμνῃ ἢ ἐν ποταμῷ πλέειν καὶ μὴ νήχεσθαι.] πηγαὶ δὲ καὶ κρῆναι καὶ πίδακες ὕδατι καθαρῷ πλημμυροῦσαι ἀγαθαὶ πᾶσι μὲν ἐπίσης͵ μάλιστα δὲ τοῖς νοσοῦσι καὶ τοῖς ἀπόροις. οἷς μὲν γὰρ σωτηρίας οἷς δὲ εὐπορίας εἰσὶ σημαντικαί· οὐδὲν γὰρ οὕτω τρόφιμον ὡς ὕδωρ. αὐαινόμεναι δὲ καὶ μὴ ἔχουσαι ὕδωρ τὰ ἐναντία πᾶσι σημαίνουσιν.

2.28 Ἕλη ποιμέσι μόνοις συμφέρει͵ τοῖς δὲ λοιποῖς ἀπραξιῶν ἐστι σημαντικά͵ καὶ τοῖς ὁδεύουσιν ἐμπόδια γίνεται διὰ τὰς ἐν αὐτοῖς ἀνοδίας. ὄρη δὲ καὶ νάπαι καὶ ἄγκη καὶ φάραγγες καὶ ὕλαι πᾶσι δυσθυμίας καὶ φόβους καὶ ταραχὰς καὶ ἀνεργασίας σημαίνουσι͵ δούλοις δὲ καὶ κακούργοις βασάνους καὶ πληγὰς καὶ πλουσίοις βλάβας διὰ τὸ κατακόπτεσθαι καὶ ἀεί τι ἀποβάλλειν. ἀεὶ δὲ ἄμεινον ταῦτα διεκπερᾶν καὶ τὰς ἐν αὐτοῖς ὁδοὺς εὑρίσκειν καὶ ἀπὸ τούτων εἰς πεδία κατιέναι καὶ μηκέτι ἐν αὐτοῖς ὄντα διυπνίζεσθαι. οἵας δ΄ ἂν ὁδοὺς ὁδεύειν τις ὑπολάβῃ͵ τοιούτῳ χρήσεται τῷ βίῳ· αἱ μὲν γὰρ πλατεῖαι καὶ ὁμαλαὶ καὶ ἐν πεδίῳ οὖσαι πολλὴν εὐμάρειαν ἐν τοῖς πραττομένοις προαγορεύουσιν͵ αἱ δὲ λεῖαι μὲν ἀνάντεις δὲ μετὰ παρολκῆς καὶ δυσθυμίας σημαίνουσιν ἀνύσειν τὰ προκείμενα͵ [ἐὰν δέ τις ἐξαναβῇ καὶ ἐπὶ πέρας ἀφῖχθαι νομίσῃ]͵ αἱ δὲ κατάντεις πᾶσίν εἰσιν ἄπρακτοι πλὴν τῶν φοβουμένων καὶ φευγόντων· θᾶττον γὰρ ἀποφυγεῖν προαγορεύουσι· στεναὶ δὲ παντελῶς δυσθυμίας σημαίνουσι.

2.29 Δικαστήρια καὶ δικασταὶ καὶ δικολόγοι καὶ νομοδιδάκται πᾶσι ταραχὰς καὶ δυσθυμίας καὶ δαπάνας ἀκαίρους προμαντεύονται καὶ τὰ κρυπτὰ ἐλέγχουσι͵ τοῖς δὲ νοσοῦσι κρισίμους ἡμέρας προαγορεύουσιν͵ ἐν αἷς͵ ἐὰν μὲν κατ΄ ὄναρ νικῶσιν͵ ἐπὶ τὸ βέλτιον μεταβαλοῦσιν͵ ἐὰν δὲ λειφθῶσι κατ΄ ὄναρ͵ τεθνήξονται. εἰ δέ τις δίκην ἔχων ὑπολάβοι ἐν τῇ τοῦ δικαστοῦ χώρᾳ καθέζεσθαι͵ οὐ λειφθήσεται· οὐ γὰρ ὁ δικαστὴς ἑαυτοῦ καταδικάζει͵ ἀλλ΄ ἄλλων. πᾶσι δὲ τοῖς δίκην ἔχουσιν ἰατροὶ ὁρώμενοι τὸν ἴσον τοῖς συνηγόροις ἐπέχουσι λόγον.

2.30 Βασιλεύειν δοκεῖν τῷ μὲν νοσοῦντι θάνατον προαγορεύει· ἀνυπότακτος γὰρ μόνος ὁ βασιλεύς͵ ὥσπερ καὶ ὁ ἀποθανών· τῷ δὲ ἐρρωμένῳ τῶν συγγενῶν ἀπώλειαν πάντων καὶ κοινωνῶν χωρισμόν· ἀκοινώνητος γὰρ ἡ βασιλεία. κακούργῳ δὲ δεσμὰ σημαίνει καὶ τὰ κρυπτὰ ἐλέγχει· ἐκφανὴς γὰρ ὁ βασιλεύς ἐστι καὶ ὑπὸ πολλῶν φρουρεῖται. τὸ δὲ αὐτὸ σημαίνει καὶ ἡ βασιλικὴ σκευή͵ τοῦτ΄ ἔστι διάδημα καὶ σκῆπτρον καὶ ἁλουργίς. βασιλεύειν πένης ἐὰν δόξῃ͵ πολλὰ πράξει ἐπιδόξως μέν͵ ἀκερδῶς δέ. δούλῳ δὲ τὸ βασιλεύειν ἐλευθερίαν προαγορεύει· πάντως γὰρ χρὴ τὸν βασιλέα ἐλεύθερον εἶναι. ἄριστον δὲ φιλοσόφῳ καὶ μάντει τὸ βασιλεύειν· οὐδὲν γὰρ ὑγιοῦς γνώμης ἐλευθεριώτερον οὐδὲ βασιλικώτερον ὑπολαμβάνομεν εἶναι. στρατηγεῖν δὲ τοῖς μὲν ἠθάσιν ἀγαθόν͵ πένησι δὲ ταραχὰς σημαίνει καὶ περιβοησίας͵ δούλοις δὲ ἐλευθερίαν. γραμματεύειν δὲ δοκεῖν ἀλλοτρίων καὶ οὐδὲν προσηκόντων σημαίνει φροντίσαι πραγμάτων͵ ἐξ ὧν κάματος μὲν τῷ ἰδόντι καὶ πόνος ἔσται͵ ὠφέλεια δὲ οὐδ΄ ἡτισοῦν. νοσοῦντι δὲ καὶ αὕτη ἡ ἀρχὴ θάνατον προσημαίνει διὰ τὸ προάγειν τὸν γραμματέα. δούλῳ δὲ οἰκονομίας καὶ πίστεις περιποιεῖ τὸ ὄναρ τοῦτο. ἀστυνομεῖν δὲ ἢ παιδονομεῖν ἢ γυναικονομεῖν φροντίδας καὶ σκυλμοὺς τῷ ἰδόντι περιτίθησι διὰ δημόσια ἢ διὰ παιδία ἢ διὰ γυναῖκας. ἀγορανομεῖν δὲ τοῖς ἐπὶ ἰατρικὴν ὁρμῶσι συμφέρει͵ καὶ μάλιστα τοῖς διαιτωμένοις διὰ τὸ τροφῆς τὸν ἀγορανόμον προνοεῖσθαι· τοῖς δὲ λοιποῖς ταραχὰς καὶ περιβοησίας σημαίνει. ἐὰν δὲ καὶ πράγματα ποιῇ καὶ δαπάνας ἀχρήστους͵ πάντως [δὲ] καὶ ψόγους ἕξει· οὐ γὰρ ἔστιν ἀγορανομοῦντα ἄνευ τούτων διάγειν. ἐπιδόσεις δὲ δημοσίας ἐπιδιδόναι παρ΄ ἑαυτοῦ τοῖς μὲν νοσοῦσι θάνατον προαγορεύει καὶ τῆς οὐσίας σκορπισμὸν καὶ διάλυσιν͵ τοῖς δὲ ἐρρωμένοις ταραχὰς καὶ περιβοησίας. μόνοις δὲ τοῖς παντελῶς ἀπόροις ἀγαθόν ἐστι καὶ κερδοφόρον τὸ ὄναρ· οὐ γὰρ ἔστι πολλοῖς ἐπιδιδόναι μὴ οὐχὶ πολλὰ ἔχοντα. ἀγαθὸν δὲ καὶ σκηνικοῖς καὶ θυμελικοῖς καὶ πᾶσι τοῖς εἰς ὄχλον καθιεῖσιν ἑαυτούς· τιμὴν γὰρ πολλὴν [πρὸς τοὺς ὄχλους] κτήσασθαι σημαίνει· εὐφημοῦνται γὰρ οἱ τὰς ἐπιδόσεις διδόντες. διδομένης δὲ ἐπιδόσεως δοκεῖν λαμβάνειν ἀγαθόν͵ μὴ λαμβάνειν δὲ πονηρὸν πᾶσιν͵ ἐάν τε δημοσία ἡ ἐπίδοσις ᾖ ἐάν τε ἰδιωτική· θάνατον γὰρ ἄντικρυς προαγορεύει͵ ἐπεὶ μηκέτι τοῖς ἀποθανοῦσιν ἡ ἐπίδοσις δίδοται. οἶδα δέ τινα εἰς Ὀλύμπια ἀνιόντα ἐπὶ τῷ ἀγωνίσασθαι͵ ὃς ἔδοξε τοὺς Ἑλλανοδίκας τοῖς ἀθληταῖς διδόναι ἄρτους͵ αὐτῷ δὲ ὑστερήσαντι μηκέτι ἔχειν ὅ τι δοῦναι. καὶ οἱ μὲν ἄλλοι πάντες ἐδόκουν αὐτὸν οὐ καταλήψεσθαι τὸν ἀγῶνα͵ ἐμοὶ δὲ δίκαιον ἐδόκει. καὶ δὴ οὕτως ἀπέβη. μετὰ γὰρ τὰς ἀπογραφὰς εὐθέως ἀπέθανεν. οἵα δ΄ ἂν ἀρχὴ πορφύραν ἢ χρυσὸν τὸν ἄρχοντα ἀναγκάζῃ φορεῖν͵ ὄλεθρον τοῖς νοσοῦσι σημαίνει καὶ τὰ κρυπτὰ ἐλέγχει. τὸ δὲ ἱερᾶσθαι καὶ ἱερωσύνην παρὰ δήμου λαμβάνειν ἀγαθὸν πᾶσι πλὴν τῶν ἀποκρυπτομένων· ἐπίσημοι γὰρ οἱ ἱερεῖς. οἵου δ΄ ἂν ὑπολάβῃ τις θεοῦ ἱερεὺς εἶναι͵ τοιοῦτον αὐτῷ καὶ τὸ ἀγαθὸν ἀποβήσεται ἢ ἀπὸ τοιούτων ἀνδρῶν ἢ γυναικῶν. συστημάτων δὲ ἢ οἰκίας ἄρχειν ἢ ἐπιτροπεύειν πᾶσι σκυλμοὺς καὶ ἀηδίας βιωτικὰς περιτίθησι͵ πολλάκις δὲ καὶ ζημίας͵ μάλιστα δὲ τοῖς δοκοῦσι παρ΄ ἑαυτῶν φιλοτιμεῖσθαι καὶ δεῖπνα ποιεῖν ἢ ἐπιδόσεις διδόναι. πᾶσα δὲ ἱερωσύνη καὶ πᾶσα ἀρχή͵ ἧς μὴ μέτεστι γυναικί͵ ἐὰν ὑπολάβῃ γυνὴ ἱερατεύειν ἢ ἄρχειν͵ θάνατον αὐτῇ προαγορεύει· καὶ πάλιν αὖ πᾶσα ἱερωσύνη καὶ πᾶσα ἀρχή͵ ἧς μὴ μέτεστιν ἀνδρί [διὰ τὸ ἔθος ἢ νόμον]͵ ἐὰν ἀνὴρ ὑπολάβῃ ἱερατεύειν ἢ ἄρχειν͵ ὁμοίως αὐτῷ προαγορεύει θάνατον.


2.31 Πόλεμος καὶ τὰ πολέμου ἔργα πᾶσι ταραχὰς σημαίνει καὶ δυσθυμίας πλὴν στρατιωτῶν καὶ τῶν ἐξ ὅπλων ἢ ἐν ὅπλοις ἐργαζομένων· τούτοις δὲ εὐπορίαν προαγορεύει. τῶν δὲ ὅπλων τὰ μὲν σκεπαστικὰ πολλὴν ἀσφάλειαν προαγορεύει͵ οἷον ἀσπὶς καὶ κράνος καὶ θώραξ καὶ κνημῖδες. τὰ δὲ ἑκηβόλα πολλάκις καὶ ἀκουσίων ἁμαρτημάτων αἴτια γίνεται καὶ στάσεως καὶ φιλονεικίας οἷον δόρυ καὶ λόγχη καὶ ἀκόντιον καὶ σφενδόνη. μάχαιρα δὲ καὶ ξίφος τὸν θυμὸν τοῦ ἰδόντος σημαίνουσι καὶ τῶν χειρῶν τὸ ἰσχυρότατον καὶ τῆς γνώμης τὸ τολμηρότατον. ἰδίως δὲ ἡ ἀσπὶς γυναῖκα σημαίνει καὶ ἡ περικεφαλαία· πλουσίαν μὲν καὶ εὔμορφον ἡ πολυτελής͵ πενιχρὰν δὲ καὶ ἄμορφον ἡ μὴ πολυτελής. στρατολογεῖσθαι δὲ ἢ στρατεύεσθαι τοῖς ὁπωσποτοῦν νοσοῦσι θάνατον σημαίνει· καὶ γὰρ ὁ στρατευσάμενος ἐξ ἰδιωτικοῦ μεταβάλλει τὸν ἑαυτοῦ βίον καὶ ἐν ἄλλαις γίνεται διατριβαῖς τὴν πρώτην καταλιπών. πολλάκις δὲ καὶ πρεσβύταις θάνατον προηγόρευσε͵ τοῖς δὲ λοιποῖς σκυλμούς τε καὶ ἀηδίας καὶ κινήσεις προαγορεύει καὶ ἀποδημίας. ἀργοῖς δὲ καὶ ἀπόροις πράξεις σημαίνει καὶ ἐργασίας· οὔτε γὰρ ἀργὸς ὁ στρατιώτης οὔτε ἐνδεής ἐστι. δούλοις δὲ ἐν τιμῇ μὲν γενέσθαι σημαίνει͵ μηδέπω δὲ ἐλευθερωθῆναι· πολλοὶ δὲ καὶ ἐλευθερωθέντες οὐδὲν ἧττον ἐδούλευσάν τε καὶ ὑπετάγησαν· καὶ γὰρ εἰ καὶ ἐλεύθερος ὁ στρατιώτης͵ οὐδὲν ἧττον ὑπηρετεῖ.

2.32 Μονομαχεῖν δὲ δικάσασθαι σημαίνει ἢ ἄλλην τινὰ στάσιν ἢ μάχην μαχέσασθαι. καὶ γὰρ ἡ πυγμὴ μάχη καλεῖται͵ εἰ καὶ μὴ δι΄ ὅπλων γίνεται͵ ἃ δὴ τὰ ἔγγραφα καὶ δίκαια τῶν μαχομένων σημαίνει· ἀεὶ δὲ τὰ μὲν τοῦ φεύγοντος ὅπλα ἐγκληθῆναι σημαίνει͵ τὰ δὲ τοῦ διώκοντος ἐγκαλέσαι. ἐτήρησα δὲ ἐγὼ πολλάκις καὶ γάμον τὸ τοιοῦτον ὄναρ προαγορεῦσαν γυναικὸς τοιαύτης͵ οἷα ἄν τις ᾖ ὅπλα ἔχων ἢ οἵῳ ἄν τις ὑπολάβῃ πυκτεύειν. ἐπειδὴ δὲ ἄνευ τῶν ὀνομάτων αὐτῶν οὐκ ἂν εἴη σαφῶς παραστῆσαι τὰς ἀποδείξεις͵ χρήσομαι καὶ τοῖς ὀνόμασιν. οἷον εἰ μὲν θρᾳκὶ πυκτεύοι τις͵ λήψεται γυναῖκα πλουσίαν καὶ πανοῦργον καὶ φιλόπρωτον· πλουσίαν μὲν διὰ τὸ κατεσκεπάσθαι τοῖς ὅπλοις͵ πανοῦργον δὲ διὰ τὸ μὴ ὀρθὸν ἔχειν τὸ ξίφος͵ φιλόπρωτον δὲ διὰ τὸ ἐπιβαίνειν. εἰ δέ τις μετ΄ ἀργυρέων ὅπλων πυκτεύοι͵ λήψεται γυναῖκα εὔμορφον καὶ ἠρέμα πλουσίαν καὶ πιστὴν καὶ οἰκουρὸν καὶ πειθομένην τῷ ἀνδρί· καὶ γὰρ ὑποβαίνει καὶ ἐσκέπασται͵ καὶ εὐμορφοτέρα ἡ πανοπλία αὕτη τῆς προτέρας. εἰ δὲ σεκούτορι͵ εὔμορφον μὲν λήψεται γυναῖκα καὶ πλουσίαν͵ μεγάλα δὲ φρονοῦσαν ἐπὶ τῇ οὐσίᾳ καὶ διὰ τοῦτο καταφρονοῦσαν τοῦ ἀνδρὸς καὶ κακῶν πολλῶν αἰτίαν ἐσομένην· ἀεὶ γὰρ διώκει. εἰ δὲ ῥητιαρίῳ͵ λήψεται γυναῖκα ἄπορον καὶ ἐρωτικὴν καὶ φοιτάδα καὶ ῥᾷστα τῷ βουλομένῳ πλησιάζουσαν. ἱππεὺς δὲ τὴν γυναῖκα πλουσίαν μὲν εἶναι λέγει καὶ εὐγενῆ͵ φρενῶν δὲ οὐ μετέχουσαν. ὁ δὲ ἀσσιδάριος ἀργὴν καὶ μωρὰν εἶναι τὴν γυναῖκα σημαίνει͵ ὁ δὲ προβοκάτωρ εὔμορφον μὲν καὶ χαρίεσσαν͵ λαμυρὰν δὲ καὶ ἐρωτικήν. διμάχαιρος δὲ καὶ ὁ λεγόμενος ἀρβήλας ἤτοι φαρμακὸν ἢ ἄλλως κακότροπον ἢ ἄμορφον εἶναι τὴν γυναῖκα σημαίνουσι. ταῦτα οὐ πιθανευόμενος οὐδὲ κατὰ τὸ εἰκὸς συντιθεὶς λόγους γράφω͵ ἀλλὰ ἀπὸ πείρας τῶν ἑκάστοτε ἀποβαινόντων πολλάκις ἐτήρησα.

2.33 Θύειν θεοῖς τὰ νενομισμένα ἑκάστῳ ἀγαθὸν πᾶσιν· ἢ γὰρ τυχόντες ἀγαθῶν ἢ κακὰ φυγόντες ἄνθρωποι θεοῖς θύουσι. τὰ δὲ ἀνόσια ἢ μὴ νενομισμένα ἱερεῖα θύειν θεοῖς μῆνιν τῶν θεῶν οἷς ἔθυσέ τις προαγορεύει. ἄλλους δὲ θύοντας ἰδεῖν πονηρὸν τῷ νοσοῦντι͵ κἂν Ἀσκληπιῷ θύοντας ἴδῃ͵ διὰ τὴν τοῦ θυομένου ἱερείου ἀναίρεσιν· θάνατον γὰρ σημαίνει. στεφανοῦν δὲ θεοὺς ἄνθεσι καὶ κλάδοις τοῖς προσήκουσι καὶ νενομισμένοις ὁσίοις εἶναι ἀγαθὸν πᾶσιν͵ οὐκ ἄνευ μέντοι φροντίδων ἀποβησόμενον. δούλῳ δὲ παραινεῖ τὸ τοιοῦτο πείθεσθαι τῷ δεσπότῃ καὶ τὰ ἐκείνῳ κεχαρισμένα ποιεῖν. ἐκμάσσειν δὲ ἀγάλματα θεῶν ἢ ἀλείφειν ἢ καθαίρειν ἢ σαροῦν τὰ πρὸ τῶν ἀγαλμάτων καὶ ῥαίνειν τὰ περὶ τοὺς ναοὺς ἡμαρτηκέναι τι εἰς αὐτοὺς ἐκείνους τοὺς θεοὺς σημαίνει. οἶδα δέ τινα ἐπὶ τούτῳ τῷ ὀνείρῳ ἐπιωρκηκότα τοῦτον τὸν θεόν͵ οὗ ἐδόκει τὸ ἄγαλμα καθαίρειν. καὶ τοῦτο ἦν ὅπερ προηγόρευεν αὐτῷ ὁ ὄνειρος͵ δεῖν ἱκετεύειν τὸν θεόν. συντρίβειν δὲ θεῶν ἀγάλματα καὶ ἐκβάλλειν τῆς οἰκίας ἱδρυμένα ἔνδον ἢ καταρρίπτειν ναὸν ἤ τι τῶν οὐχ ὁσίων ἐν ναῷ ποιεῖν πονηρὸν ἂν εἴη πᾶσι καὶ περιστάσεις μεγάλας σημαίνει· οἱ γὰρ ἐν μεγάλαις συμφοραῖς γενόμενοι καὶ τῆς πρὸς θεοὺς εὐσεβείας ἀφίστανται. αὐτόματοι δὲ οἱ θεοὶ ἀπαλλασσόμενοι καὶ τὰ ἀγάλματα αὐτῶν συμπίπτοντα θάνατον τῷ ἰδόντι ἤ τινι τῶν αὐτοῦ προαγορεύει. θεοὶ δὲ θεοῖς θύοντες ἔρημον τὸν οἶκον τοῦ ἰδόντος ἔσεσθαι σημαίνουσιν· ὡς γὰρ οὐκ ὄντων ἀνθρώπων ἑαυτοῖς θύουσι. κινούμενα δὲ τὰ τῶν θεῶν ἀγάλματα πᾶσι φόβους καὶ ταραχὰς σημαίνει πλὴν τῶν δεδεμένων καὶ τῶν ἀποδημεῖν προῃρημένων· τούτων γὰρ οὓς μὲν λυθῆναι σημαίνει͵ ἵνα εὐκίνητοι γένωνται͵ οὓς δὲ κινεῖ τῆς ἕδρας καὶ ἐξάγει.

2.34 Τῶν θεῶν οἱ μέν εἰσι νοητοὶ οἱ δὲ αἰσθητοί· νοητοὶ μὲν οἱ πλείους͵ αἰσθητοὶ δὲ ὀλίγοι. δείξει δὲ ἔτι ὁ ἐπιὼν λόγος ἀκριβέστερον. φαμὲν δὲ τῶν θεῶν τοὺς μὲν Ὀλυμπίους εἶναι͵ οὓς καὶ αἰθερίους καλοῦμεν͵ τοὺς δὲ οὐρανίους͵ τοὺς δὲ ἐπιγείους͵ τοὺς δὲ θαλασσίους καὶ ποταμίους͵ τοὺς δὲ χθονίους͵ τοὺς δὲ πέριξ τούτων. αἰθέριοι μὲν οὖν λέγοιντο ἂν εἰκότως Ζεὺς καὶ ῞Ηρα καὶ Ἀφροδίτη ἡ Οὐρανία καὶ Ἄρτεμις καὶ Ἀπόλλων καὶ Πῦρ τὸ αἰθέριον καὶ Ἀθηνᾶ· οὐράνιοι δὲ ῞Ηλιος καὶ Σελήνη καὶ ἄστρα καὶ νέφη καὶ ἄνεμοι καὶ τὰ ὑπὸ τούτων συνιστάμενα παρήλια καὶ δοκίδες καὶ σέλας καὶ Ἶρις. εἰσὶ δὲ οὗτοι αἰσθητοὶ πάντες. τῶν δὲ ἐπιγείων αἰσθητοὶ μὲν Ἑκάτη καὶ Πὰν καὶ Ἐφιάλτης καὶ Ἀσκληπιός (οὗτος δὲ καὶ νοητὸς ἅμα λέγεται)͵ νοητοὶ δὲ Διόσκοροι καὶ Ἡρακλῆς καὶ Διόνυσος καὶ Ἑρμῆς καὶ Νέμεσις καὶ Ἀφροδίτη ἡ πάνδημος καὶ ῞Ηφαιστος καὶ Τύχη καὶ Πειθὼ καὶ Χάριτες καὶ Ὧραι καὶ Νύμφαι καὶ Ἑστία. θαλάσσιοι δὲ νοητοὶ μὲν Ποσειδῶν καὶ Ἀμφιτρίτη καὶ Νηρεὺς καὶ Νηρηίδες καὶ Λευκοθέα καὶ Φόρκυς͵ αἰσθητοὶ δὲ αὐτὴ ἡ Θάλασσα καὶ Κύματα καὶ Αἰγιαλοὶ Ποταμαί τε καὶ Λίμναι καὶ Νύμφαι καὶ Ἀχελῷος. χθόνιοι δὲ Πλούτων καὶ Περσεφόνη καὶ Δημήτηρ καὶ Κόρη καὶ Ἴακχος καὶ Σάραπις καὶ Ἶσις καὶ Ἄνουβις καὶ Ἁρποκράτης καὶ Ἑκάτη ἡ χθονία καὶ Ἐριννύες καὶ Δαίμονες οἱ περὶ τούτους καὶ Φόβος καὶ Δεῖμος͵ οὓς ἔνιοι Ἄρεως υἱεῖς λέγουσιν. αὐτὸν δὲ τὸν Ἄρη πῇ μὲν ἐν τοῖς ἐπιγείοις πῇ δὲ ἐν τοῖς χθονίοις κατατακτέον. οἱ δὲ πέριξ τούτων Ὠκεανὸς καὶ Τηθὺς καὶ Κρόνος καὶ Τιτᾶνες καὶ Φύσις ἡ τῶν ὅλων. εἰ δέ τινα ἄλλον προβαίνων ὁ λόγος ὑπομνήσει τῶν θεῶν͵ οὐ παραλείψομεν τὸν περὶ αὐτοῦ λόγον. Τούτων δὲ τῶν εἰρημένων θεῶν τοῖς μὲν μέγα δυναμένοις ἀνδράσι καὶ γυναιξὶν οἱ Ὀλύμπιοι συμφέρουσιν ὁρώμενοι͵ τοῖς δὲ μετρίοις οἱ οὐράνιοι͵ τοῖς δὲ πένησιν οἱ ἐπίγειοι. οἱ χθόνιοι δὲ ὡς ἐπὶ τὸ πλεῖστον μόνοις τοῖς γεωργοῖς καὶ τοῖς λανθάνειν πειρωμένοις εἰσὶν ἀγαθοί͵ καὶ οἱ θαλάσσιοι καὶ οἱ ποτάμιοι τοῖς ναυτιλλομένοις καὶ τοῖς ἐξ ὕδατος ἢ δι΄ ὕδατος ἐργαζομένοις. οἱ δὲ πέριξ τούτων πονηροὶ πᾶσι πλὴν φιλοσόφων καὶ μάντεων· οὗτοι γὰρ καὶ μέχρι τοῦ πέρατος τῶν ὅλων τείνουσι τὴν ἑαυτῶν γνώμην. Περὶ δὲ ἑκάστου αὐτῶν κατ΄ ἰδίαν εἰπεῖν διδασκαλικώτερον εἶναί μοι δοκεῖ. πρῶτον οὖν περὶ τῶν Ὀλυμπίων ποιήσομαι τὸν λόγον.

2.35 Δία ἰδεῖν αὐτὸν ὁποῖον ὑπειλήφαμεν ἢ ἄγαλμα αὐτοῦ [ἐν οὐρανῷ] ἔχον τὴν οἰκείαν σκευὴν ἀγαθὸν ἀνδρὶ βασιλεῖ καὶ πλουσίῳ· κρατύνει γὰρ οὗ μὲν τὴν τύχην οὗ δὲ τὸν πλοῦτον. νοσοῦντι δὲ σωτηρίαν μαντεύεται͵ καὶ τοῖς λοιποῖς δέ ἐστιν ἀγαθός. ἀεὶ δὲ ἄμεινον ἀτρέμας ἑστῶτα ἢ καθεζόμενον ἐπὶ θρόνου καὶ μὴ κινούμενον τὸν θεὸν ἰδεῖν· εἰ γὰρ κινοῖτο͵ εἰ μὲν πρὸς ἀνατολάς͵ ἀγαθὸς ἂν εἴη· εἰ δὲ πρὸς δύσιν͵ πονηρός͵ ὥσπερ καὶ ὅταν μὴ τὴν οἰκείαν ἔχῃ σκευήν. ὡς γάρ φησιν ὁ Πανύασις͵ ἄπρακτα καὶ ἀσθενῆ ἔσεσθαι τοῦ ἰδόντος τὰ πράγματα προαγορεύει. ῞Ηρα δὲ γυναιξὶ μὲν τὰ αὐτὰ τῷ Διὶ σημαίνει͵ ἀνδράσι δὲ ἥττονα. τὰ δὲ αὐτὰ τῇ ῞Ηρᾳ καὶ ἡ Ρέα σημαίνει. Ἄρτεμις τοῖς φοβουμένοις ἀγαθή· διὰ γὰρ τὸ ἀρτεμές͵ ὅπερ ἐστὶν ὑγιές͵ ἀφόβους αὐτοὺς διαφυλάττει. καὶ γυναιξὶ τικτούσαις ἀγαθὴ ἡ θεός· Λοχεία γὰρ καλεῖται. κυνηγοῖς δὲ μάλιστα συμφέρει διὰ τὴν Ἀγροτέραν καὶ ἁλιεῦσι διὰ τὴν Λιμνᾶτιν. δραπέτας δὲ καὶ τὰ ἀπολλύμενά φησιν εὑρεθήσεσθαι· οὐδὲν γὰρ τὴν θεὸν διαφεύγει. ἀεὶ δὲ ἡ μὲν Ἀγροτέρα καὶ Ἐλαφηβόλος πρὸς πράξεις ἐπιτηδειοτέρα τῆς κατὰ ἄλλον τρόπον δεδημιουργημένης· τοῖς δὲ τὸν σεμνότερον ἐπανῃρημένοις βίον ἡ κατεσταλμένη τῷ σχήματι ἀμείνων͵ οἷον ἡ Ἐφεσία καὶ ἡ Περγαία καὶ ἡ λεγομένη παρὰ Λυκίοις Ἐλευθέρα. οὐδὲν δὲ διαφέρει τὴν θεὸν ἰδεῖν ὁποίαν ὑπειλήφαμεν ἢ ἄγαλμα αὐτῆς· ἐάν τε γὰρ σάρκινοι οἱ θεοὶ φαίνωνται ἐάν τε ὡς ἀγάλματα ἐξ ὕλης πεποιημένα͵ τὸν αὐτὸν ἔχουσι λόγον. θᾶττον δὲ καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ σημαίνουσιν αὐτοὶ οἱ θεοὶ ὁρώμενοι ἤπερ τὰ ἀγάλματα αὐτῶν. Ἄρτεμιν γυμνὴν ἰδεῖν κατὰ πάντα τρόπον οὐδενὶ συμφέρει. Ἀπόλλων μουσικοῖς ἀγαθός· λόγων γὰρ εὑρετὴς ὁ θεὸς καὶ μουσικῆς πάσης· ἀγαθὸς δὲ καὶ ἰατροῖς· Παιήων γὰρ καλεῖται. καὶ μάντεσι καὶ φιλοσόφοις· ἐντελεῖς γὰρ αὐτοὺς καὶ ἐνδόξους ἔσεσθαι προαγορεύει. καὶ τὰ κρυπτὰ ἐλέγχει· ὁ γὰρ αὐτὸς εἶναι νενόμισται τῷ Ἡλίῳ. Ἀπόλλων ὁ Δελφίνιος ἀποδημίας καὶ κινήσεις εἴωθε σημαίνειν. Ἀθηνᾶ χειροτέχναις ἀγαθὴ διὰ τὴν προσηγορίαν· Ἐργάνη γὰρ καλεῖται. καὶ τοῖς γῆμαι βουλομένοις· σεμνὴν γὰρ καὶ οἰκουρὸν ἔσεσθαι τὴν γυναῖκα μαντεύεται. ἀγαθὴ δὲ καὶ φιλοσόφοις· φρόνησις γὰρ εἶναι νενόμισται ἡ θεός. ὅθεν καὶ ἐξ ἐγκεφάλου γεγεννῆσθαί φασιν αὐτήν. καὶ γεωργοῖς ἀγαθή· τὸν γὰρ αὐτὸν τῇ γῇ λόγον ἔχει͵ ὥς φασιν οἱ φιλόσοφοι. καὶ τοῖς ἐπὶ πόλεμον ὁρμῶσιν ἀγαθή· τὸν γὰρ αὐτὸν τῷ Ἄρει λόγον ἔχει. γυναιξὶ δὲ ἑταίραις καὶ μοιχευομέναις πονηρά͵ ἔτι καὶ γυναιξὶ γήμασθαι προῃρημέναις· παρθένος γὰρ ἡ θεός. Πῦρ τὸ αἰθέριον πᾶσιν ἀγαθόν͵ μάλιστα δὲ τοῖς νοσοῦσι· σωτηρίας γὰρ αὐτοῖς ἐστι σημεῖον͵ ἐπεὶ μὴ μέτεστι τούτου τοῖς ἀποθανοῦσι. περὶ δὲ τῶν οὐρανίων ἑξῆς ἐροῦμεν.

2.36 ῞Ηλιος ἀπὸ ἀνατολῆς ἀνίσχων λαμπρὸς καὶ καθαρὸς καὶ καταδυόμενος εἰς δύσιν ἀγαθὸς πᾶσιν· οἷς μὲν γὰρ πράξεις προαγορεύει· ἀνίστησι γὰρ ἐξ ὕπνου καὶ προτρέπεται πράττειν· οἷς δὲ παίδων γονήν· ἡλίους γὰρ καὶ τὰ ἀρσενικὰ τέκνα οἱ γονεῖς ὑποκοριζόμενοι καλοῦσι. δούλους δὲ ἐλευθέρους ποιεῖ· ἥλιον γὰρ καὶ τὴν ἐλευθερίαν καλοῦσιν ἄνθρωποι. τοῖς δὲ λοιποῖς εἰς ἐπίκτησιν ὠφέλιμος. τοὺς δὲ λανθάνειν καὶ ἀποκρύπτεσθαι πειρωμένους βλάπτει· πάντα γὰρ ἐλέγχει καὶ εὐσύνοπτα ποιεῖ. ῞Ηλιος ἀπὸ δύσεως ἀνατέλλων τὰ κρυπτὰ ἐλέγχει τῶν λεληθέναι δοκούντων͵ καὶ τὸν νοσοῦντα μετὰ ἀπόγνωσιν ἀνίστησι καὶ τὸν ὀφθαλμιῶντα οὔ φησι τυφλωθήσεσθαι· ἐκ πολλοῦ γὰρ σκότους τὸ φῶς ὄψεται. καὶ τὸν ἀπόδημον ἐπανάγει͵ καὶ εἰ ἀπεγνωσμένος εἴη. ἀγαθὸς δὲ καὶ τῷ εἰς δύσιν ἀπιέναι προηρημένῳ· τὴν γὰρ ἐκεῖθεν ἀνακομιδὴν προαγορεύει αὐτῷ. καὶ τῷ ἀπὸ δύσεως προσδεχομένῳ τινά· ἤδη γὰρ αὐτὸν κεκινῆσθαι πρὸς τὴν ἐπάνοδον σημαίνει. τοῖς δὲ λοιποῖς πρὸς πᾶν ἐγχείρημα καὶ πᾶσαν ἐλπίδα ἐναντίος καθίσταται καὶ τὰ κατὰ προαίρεσιν οὐκ ἐᾷ τελεσθῆναι· τούτου γὰρ͵ ὡς εἰκός͵ τὴν ἐναντίαν φύσει κινουμένου κίνησιν νοσεῖ καὶ τὸ ὅλον καὶ τὸ ἐπὶ μέρους· πάντως δὲ καὶ ὁ ἰδὼν τὸν ὄνειρον μέρος ἐστὶ τοῦ ὅλου. πρὸς λόγον δὲ τῶν εἰρημένων καὶ τὸν ἀπὸ μεσημβρίας ἢ ἄρκτου ἀνατέλλοντα ἢ εἰς μεσημβρίαν ἢ ἄρκτον δύνοντα κρίνειν χρή. ῞Ηλιος ἀμαυρὸς ἢ ὕφαιμος ἢ μορμυρωπὸς πᾶσι πονηρὸς καὶ ἄτοπος γίνεται͵ τοῦτο μὲν ἀπραξίας δηλῶν͵ τοῦτο δὲ καὶ τοῖς τέκνοις τοῦ ἰδόντος νόσον ἤ τινα κίνδυνον ἢ τοῖς ὄμμασιν αὐτοῦ νόσον προαγορεύων. τοῖς δὲ λανθάνειν πειρωμένοις καὶ τοῖς φοβουμένοις ἐπιτήδειος τετήρηται· οἱ μὲν γὰρ λήσονται͵ οἱ δὲ οὐδὲν πείσονται πονηρόν· ἧττον γὰρ ὁ ἀμαυρὸς ἐπικαίει. ῞Ηλιος εἰς γῆν κατιὼν ἐμπρησμοῦ καὶ πυρκαϊᾶς ἐστι σημεῖον. τὸ δ΄ αὐτὸ σημαίνει κἂν εἴς τι τῶν οἰκουμένων εἰσίῃ. ῞Ηλιος ἐπὶ κοίτην τινὸς κατακείμενος καὶ ἀπειλῶν νόσον μεγάλην καὶ φλεγμονὰς προαγορεύει͵ λέγων δέ τι ἀγαθὸν ἢ δεικνὺς εὐπορίας ἐστὶ σημεῖον͵ πολλοῖς δὲ καὶ υἱῶν γένεσιν προηγόρευσεν. ῞Ηλιος ἀφανιζόμενος πᾶσι πονηρὸς πλὴν τῶν λανθάνειν πειρωμένων καὶ τὰ ἀπόρρητα ἐργαζομένων· ὡς δὲ ἐπὶ τὸ πλεῖστον ὀφθαλμῶν πήρωσιν ἔσεσθαι ἢ τέκνων ὄλεθρον προαγορεύει. ῞Ηλιος οὐχ οἷος ἔστιν ἀλλ΄ οἷος νενόμισται ἐν ἀνθρώπου ἰδέᾳ βλεπόμενος͵ σκευὴν ἔχων ἡνιόχου͵ ἀθληταῖς ἀγαθὸς καὶ τοῖς ἀποδημεῖν ἐπιχειροῦσι καὶ ἁρματηλάταις· νοσοῦσι δὲ ἐπικίνδυνος καὶ ὀλέθριος καθίσταται. ἀεὶ δὲ ἄμεινον Ἡλίου αὐγὴν εἰς οἶκον εἰσιοῦσαν ἤπερ αὐτὸν τὸν ῞Ηλιον ἰδεῖν· ἡ μὲν γὰρ διὰ τὸ φωτεινότερον ποιεῖν τὸν οἶκον ἐπίκτησιν σημαίνει͵ ὁ δὲ οὐκ ἂν ὑπομεῖναι τοὺς ἔνδον τὰ δεινά· οὐδὲ γὰρ ἀντιβλέψαι αὐτῷ ἔστιν. οὔτε διδούς τι ὁ ῞Ηλιος οὔτε ἀφαιρούμενος ἀγαθὸς ἂν εἴη· διδοὺς μὲν γὰρ σημαίνει κινδύνους͵ ἀφαιρούμενος δὲ ὄλεθρον. ἀεὶ δὲ ἄμεινον ἄγαλμα ἰδεῖν τοῦ θεοῦ τούτου ἐν ναῷ ἱδρυμένον ἑστὸς ἐπὶ βάσεως ἢ αὐτὸν τὸν θεὸν ὁποῖος νενόμισται· καὶ γὰρ τὰ ἀγαθὰ τελειότερα προαγορεύει τὸ τοιοῦτον ὄναρ καὶ τὰ κακὰ ἥττονα. οἷος δέ ἐστι καὶ οἷος βλέπεται ἐν οὐρανῷ φαινόμενος͵ καὶ οὕτως ἀγαθὸς ἂν εἴη. Σελήνη γυναῖκα σημαίνει τοῦ ἰδόντος καὶ μητέρα· τροφὸς γὰρ εἶναι νενόμισται. καὶ θυγατέρα καὶ ἀδελφήν· Κόρη γὰρ καλεῖται. καὶ χρήματα καὶ εὐπορίαν καὶ πραγματείαν ψηφίζεται. καὶ πλοῦν· πρὸς γὰρ τὴν ταύτης κίνησιν καὶ οἱ κυβερνῆται ναυτίλλονται. καὶ ἀποδημίαν· ἔστι γὰρ ἀεικίνητος. καὶ τὰ τοῦ ἰδόντος ὄμματα͵ ὅτι τοῦ ὁρᾶν καὶ αὐτή ἐστιν αἰτία καὶ δέσποινα. κοινὸν γὰρ πάντες οἱ θεοὶ λόγον ἔχουσι πρὸς δεσπότας· οἱ μὲν ἄρσενες πρὸς ἄρσενας αἱ δὲ θήλειαι πρὸς θηλείας· ὀρθῶς γὰρ καὶ τοῦτο τὸ παλαιὸν ἔχει τὸ κρατοῦν δύναμιν ἔχει θεοῦ. ἐὰν μὲν οὖν ἐπὶ τὸ κρεῖττον [καὶ ἥδιον] τρέπη ται ἡ Σελήνη͵ τὴν ἀπὸ τούτων ἢ διὰ τούτων ὠφέλειαν σημαίνει· ἐὰν δὲ ἐπὶ τὸ χεῖρον͵ τὴν ἀπὸ τούτων ἢ διὰ τούτων βλάβην. ὁμοίως καὶ πλείονες φαινόμεναι Σελῆναι καὶ ἡ οὖσα ὅταν ἀπολείπῃ. τὸ δὲ δοκεῖν ἐν τῇ Σελήνῃ τὴν ἑαυτοῦ εἰκόνα βλέπειν ἄπαιδι μὲν υἱοῦ γένεσιν προαγορεύει͵ γυναικὶ δὲ ἰδούσῃ θυγατρός· ὄψονται γὰρ ἑκάτερος ὁμοίαν ἑαυτῷ εἰκόνα͵ τοῦτ΄ ἔστι τέκνον. ἀγαθὸν δὲ καὶ τραπεζίταις καὶ δανεισταῖς καὶ ἐρανάρχαις· πολλὰ γὰρ πορίσουσιν. ἀγαθὸν δὲ καὶ τοῖς φαίνεσθαι βουλομένοις· τοὺς δὲ ἀποκρυπτομένους ἐλέγχει. νοσοῦντας δὲ καὶ τοὺς πλοϊζομένους ἀναιρεῖ· τοὺς μὲν ὑδρωπιάσαντας͵ ἐπεὶ φύσει ἐστὶν ὑγρά· τοὺς δὲ ναυαγήσαντας. ὅσα δ΄ ἂν ἀγαθὰ ὁ ῞Ηλιος σημαίνῃ͵ ταῦτα καὶ ἡ Σελήνη. ὁμοίως καὶ ὅσα ἂν κακά͵ ἀεὶ δὲ ἥττονα· καὶ γὰρ αὕτη ἧττόν ἐστι τοῦ Ἡλίου θερμή. σημαίνει δὲ τὰ ἀποτελέσματα μὴ ἄνευ θηλυκοῦ προσώπου τελεσθῆναι. Ἀστέρες ὁμοῦ μὲν πάντες λαμπροὶ καὶ καθαροὶ ὁρώμενοι καὶ πρὸς ἀποδημίαν εἰσὶν ἀγαθοὶ καὶ πρὸς ἄλλας πράξεις καὶ πρὸς τὰ ἀπόρρητα· οὐ γὰρ τὸν αὐτὸν ἔχουσι λόγον τῷ Ἡλίῳ ἢ τῇ Σελήνῃ· καὶ γὰρ ἄνευ τούτων ἐκφανεῖς εἰσι͵ μετὰ δὲ τούτων ἤτοι τέλεον ἀφανεῖς εἰσιν ἢ καὶ ἀμαυρότεροι φαίνονται. ἰδίᾳ δὲ ἕκαστος ἢ ἀπὸ τοῦ χρώματος ἢ ἀπὸ τοῦ μεγέθους ἢ ἀπὸ τῆς κινήσεως ἢ ἀπὸ τοῦ σχήματος τοῦ κατὰ τὴν κίνησιν κρινέσθω͵ εἴ γέ τις μὴ διαμαρτάνειν θέλοι. μάλιστα δὲ ἂν ἀπὸ τοῦ ἐν ἀστεροσκοπίᾳ λόγου τὸ τοιοῦτο σαφέστερον γένοιτο. τῶν δὲ ἀστέρων ἕκαστον κατὰ τὴν ἑαυτοῦ δύναμιν καὶ τὰ ἀποτελέσματα ποιεῖ. οἷον τὰ χειμῶνος αἴτια δυσθυμίας καὶ κινδύνους καὶ ταραχὰς σημαίνει͵ τὰ δὲ εὐδίας αἴτια εὐπραξίας καὶ εὐημερίας καὶ πορισμόν [σημαίνει]. τὰ δὲ τροπῆς τοῦ καταστήματος αἴτια τὰ μὲν θερινὰ τὴν ἐπὶ τὰ βελτίονα μεταβολὴν σημαίνει͵ τὰ δὲ χειμερινὰ τὴν ἐπὶ τὰ χείρονα. ἤδη δὲ αὐτῶν ἔνια καὶ τοῖς μύθοις τοῖς περὶ αὐτὰ τὰς ἀποβάσεις ὁμοίας ἐπιφέρει. περὶ ὧν ἑκάστου λέγειν μακρὸν ἂν εἴη͵ καὶ ταῦτα τοῦ περὶ αὐτὰ λόγου ἐγνωσμένου πρὸς πάντων τῶν γε μὴ ἀπαιδεύτων. ἀστέρες ἐκλείποντες τοῦ οὐρανοῦ πλουσίοις μὲν πενίαν πολλὴν καὶ ἐρημίαν σημαίνουσιν· ἔοικε γὰρ ὁ μὲν οὐρανὸς τῇ οἰκίᾳ τοῦ ἰδόντος͵ οἱ δὲ ἀστέρες τοῖς κατὰ τὴν οἰκίαν κτήμασί τε καὶ ἀνθρώποις· πένησι δὲ ὄλεθρον μαντεύονται. μόνοις δὲ ἂν εἴη τὸ τοιοῦτον ὄναρ ἀγαθὸν τοῖς μέγα τι κακὸν βουλομένοις ποιεῖν· ἀνύσουσι γάρ͵ καὶ εἰ μεγάλοις ἐπιχειροῦσιν. ἤκουσα δέ τινος λέγοντος ὡς ἄρα ἐδόκει τις τοὺς ἀστέρας τοῦ οὐρανοῦ ἐκλελοιπέναι͵ καὶ φαλακρὸς ἐγένετο· ὃν γὰρ ἔχει λόγον ὁ οὐρανὸς πρὸς τὸν ὅλον κόσμον͵ τὸν αὐτὸν καὶ ἡ κεφαλὴ πρὸς τὸ σῶμα͵ καὶ πάλιν ὃν ἔχουσι λόγον οἱ ἀστέρες πρὸς τὸν οὐρανόν͵ τὸν αὐτὸν καὶ αἱ τρίχες πρὸς τὴν κεφαλήν. οὔτε δὲ καταπίπτοντες εἰς γῆν οἱ ἀστέρες εἰσὶν ἀγαθοὶ (πολλῶν γὰρ ὄλεθρον μαντεύονται͵ καὶ ἀξιολόγων μὲν ἀνδρῶν οἱ μεγάλοι͵ λιτῶν δὲ καὶ ἀσήμων οἱ λεπτοὶ καὶ ἀμαυροί) οὔτε τὸ δοκεῖν κλέπτειν ἀστέρας ἀγαθόν· ὡς γὰρ ἐπὶ τὸ πλεῖστον ἱερόσυλοι ἐπὶ τούτῳ τῷ ὀνείρῳ οἱ ἰδόντες ἐγένοντο. οὐ μὴν ἔλαθόν γε ἀλλὰ ἑάλωσαν· ἔπραξαν μὲν γὰρ ἃ ἐβούλοντο διὰ τὸ καὶ τῶν ἀστέρων κεκρατηκέναι͵ ἑάλωσαν δὲ διὰ τὸ τοῖς ὑπὲρ ἄνθρωπον ἐπιχειρεῖν. ἀλλὰ μὴν οὐδὲ ἐσθίειν δοκεῖν ἀστέρας ἀγαθὸν οὐδενὶ πλὴν μάντεων καὶ τῶν τὰ οὐράνια διασκεπτομένων· τούτοις γὰρ ἐργασίαν σημαίνει καὶ πολλὴν πρόσκτησιν· τοῖς δὲ λοιποῖς ὄλεθρον μαντεύεται. πονηρὸν δὲ καὶ τὸ ὑπὸ στέγην ἰδεῖν ἀστέρας· ἢ γὰρ τὴν οἰκίαν ἔρημον γενομένην ἀποστεγασθῆναι σημαίνει͵ ἵνα καὶ ἔνδον οἱ ἀστέρες φαίνωνται͵ ἢ τὸν ἄρχοντα τῆς οἰκίας ἀποθανεῖν. παρήλιοι δὲ καὶ δοκίδες καὶ σέλας καὶ οἱ λεγόμενοι κομῆται ἀστέρες καὶ οἱ πωγωνίαι τὰ αὐτὰ σημαίνουσιν ἃ καὶ οἱ ὑπὲρ ἀέρα ὁραθέντες εἰώθασι ποιεῖν. Ἶρις δεξιὰ μὲν ὁρωμένη ἀγαθή͵ εὐώνυμος δὲ πονηρά. δεξιὰν δὲ καὶ εὐώνυμον οὐ πρὸς τὸν ὁρῶντα χρὴ νοεῖν͵ ἀλλὰ πρὸς τὸν ἥλιον. ὅπως δ΄ ἂν φαίνηται͵ ἀεὶ τοῖς ἐν πενίᾳ πολλῇ ἢ ἄλλῃ τινὶ περιστάσει οὖσιν ἀγαθὴ νομιζέσθω· καὶ γὰρ αὐτὴ τρέπει ἀεὶ τὸ κατάστημα καὶ τὸ περιέχον ἀλλοιοῖ. πᾶσι δὲ τοῖς ἐν περιστάσει οὖσιν ἀγαθαὶ αἱ τῶν καθεστώτων μεταβολαί. Νέφη τὰ μὲν λευκὰ εὐπραξίας ἐστὶ σημαντικὰ [ἀπὸ γῆς εἰς οὐρανὸν ἀναφερόμενα ὡς ἐπὶ τὸ πολὺ καὶ ἀποδημίαν σημαίνει καὶ τοὺς ἀποδημοῦντας ἄγει] καὶ τὰ κρυπτὰ ἐλέγχει͵ τὰ δὲ πυρρὰ ἀπραξίας ἐστὶ σημαντικὰ καὶ τὰ ζοφώδη δυσθυμίας καὶ τὰ μέλανα χειμῶνος ἢ λύπης. Ἄνεμοι πράως καὶ ἠρέμα πνέοντες ἀγαθοί͵ λάβροι δὲ καὶ βίαιοι σημαίνουσιν ἀνθρώπους ἀηδεῖς καὶ ἀγνώμονας͵ λαίλαπες δὲ καὶ οἱ σφοδροὶ ἄνεμοι κινδύνους ἐπιφέρουσι καὶ μεγάλας ταραχάς. χρὴ δὲ καὶ τοῦτο σκοπεῖν͵ ὅτι οἱ μὲν συννεφῆ ποιοῦντες τὸν ἀέρα πᾶσι μὲν τοῖς ἄλλοις εἰσὶ πονηροί͵ μόνοις δὲ τοῖς ἀποκρυπτομένοις ἀγαθοί· οἱ δὲ αἰθρίας αἴτιοι τἀναντία σημαίνουσιν. ἀεὶ δὲ τοῖς ἀποδήμους προσδοκῶσιν οἱ ἀπὸ τῶν κλιμάτων ἐκείνων͵ οὗ εἰσιν οἱ ἀπόδημοι͵ πνέοντές εἰσιν ἀγαθοί͵ οἱ δὲ ἐναντίοι κατέχουσι τοὺς ἀποδήμους. ταῦτα μὲν περὶ τῶν οὐρανίων· περὶ δὲ τῶν ἐπιγείων θεῶν ὧδε κρίνειν προσήκει.