ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ: ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1299)


Ταῦτα μὲν οὖν διώρισταί που καὶ πρότερον. Τὰ δὲ νῦν πρὸς τὴν ἀπορίαν͵ ὅταν οὐσίαν καὶ ζωὴν καὶ νοῦν ἢ γνῶσιν θεωρῶμεν͵ ἀντιδιῃρημένα πρὸς ἄλληλα τὰ εἰδητικὰ αὐτῶν ὁρῶμεν ἰδιώματα͵ καὶ ὡς εἴδη τρία λαμβάνομεν͵ ὅμοιον εἰ καὶ τὸ ἓν λάβοι τις τὸ εἰδητικὸν ἢ τὸ ὄν͵ ἢ τὸ πέρας ἢ τὸ ἄπειρον͵ οὐ τὰς πρώτας ἀρχάς͵ ἀλλὰ μέρη ἄττα διειλημμένα͵ ταῖς ἀρχαῖς ὁμώνυμα͵ ἀφ΄ ὧν καὶ τὰς ἀρχὰς ὀνομάζομεν φύσει οὔσας ἀνωνύμους· οὕτω γοῦν͵ οἶμαι͵ καὶ οὐσίαν καὶ ζωὴν καὶ γνῶσιν ἐννοούμενοι πάσας εἰδητικὰς καὶ διὰ τοῦτο ὀνομάζεσθαι πεφυκυίας ἢ ὁρίζεσθαι. Ἴσως δὲ οὐδὲ τὰς ἀκινήτους͵ ἀλλά τινας αὐτοκινήτους ἢ τυχὸν ἴσως ἑτεροκινήτους καὶ δοξαστὰς οἰόμεθα δεῖν κατὰ ταύτας ἐννοεῖν τε καὶ ὁρίζεσθαι καὶ ἐκείνας͵ ἀλλ΄ οὐ μόνον ὀνομάζειν ὁμωνύμως ἐκείνας καὶ παρενδείκνυσθαι κατὰ ἀναλογίαν μᾶλλον ἀπὸ τῶν εἰδητικῶν τὰς ὑπερειδέους. Ὅπερ τοίνυν ἡ οὐσία αὕτη πρὸς τὴν ζωὴν ταύτην͵ καὶ ἡ ζωὴ πρὸς τὴν γνῶσιν͵ τοῦτό ἐστιν ἐν ταῖς πρώταις ὑποστάσεσιν τὸ πάντη εἰς διάκρισιν ἀκίνητον πρὸς τὸ κινούμενον εἰς αὐτήν͵ καὶ τοῦτο πρὸς τὸ κεκινημένον. Ἔστι δὲ τὸ μὲν κεκινημένον εἰς διάκρισιν ὁ ἁπλῶς νοῦς͵ τὸ δὲ κινούμενον ἡ ἁπλῶς ζωή͵ τὸ δὲ ἀκίνητον εἰς ταύτην ἡ ἁπλῶς οὐσία· καὶ ὁ μὲν ἁπλῶς νοῦς καὶ τὸ ἁπλῶς εἶδος ταὐτόν͵ ἡ δὲ ἁπλῶς ζωὴ καὶ ἡ εἰδητικὴ οὐ ταὐτόν· ὑπερ είδεος γὰρ ἡ ἁπλῶς ζωή͵ ἡ δὲ οὐσία ἁπλῶς ὑπὲρ τὴν εἰδητικὴν οὐσίαν καὶ ὑπὲρ τὴν ζωτικήν· διόπερ ἁπλῶς· ὥστε ἀπὸ τῶν νῦν διῃρημένων ἔχομεν ἀληθέστερον διορίζεσθαι τὴν ἁπλῶς ἑκάστην͵ καὶ τὴν τινὰ μετὰ τὴν ἁπλῶς. Μηδεὶς οὖν ἀξιούτω κατὰ τὰς τινὰς καὶ τῇ ἀναλογίᾳ χαρακτηριζομένας

1.299 εἶναι τὰς ἁπλῶς καὶ τῇ ἑαυτῶν ἀληθείᾳ συνούσας͵ μηδὲ ἀπὸ τῶν προχειροτέρων ἐννοιῶν ἀναγέσθω πρὸς τὸν ὑπερφυέστερον τρόπον πάσης συνηθείας͵ ἀλλ΄ οὐσίαν ἀκουέτω λεγόντων ἡμῶν καὶ ζωήν͵ καὶ μέντοι καὶ νοῦν τὸν ὡς ἀληθῶς κατὰ ἔνδειξιν ἀπὸ τῶν συνηθῶν τῆς ἐν ἀβάτοις μενούσης καὶ πόρρωθεν ἡμῖν ὑπονοουμένης φύσεως· ἀληθὲς δὲ ὅμως καὶ εἰς ἄκρον ἧκον θεωρίας καὶ τὰ τρία ἐν ἑκάστῳ ὁρᾶν͵ διὰ τὸ πάντα ἕκαστον εἶναι͵ διπλασιάζοντας εἰς τὸ ἄνω τὴν ἀναλογίαν͵ καὶ τοῖς ἐνδεδειγμένοις πρότερον χρωμένους εἰς ἄλλων ἔνδειξιν ἀκριβεστέρων. Ἀλλὰ πρὸς μὲν τὴν τελευταίαν τῶν ἀποριῶν καὶ ταῦτα ἴσως ἱκανά͵ καὶ μετὰ ταῦτα͵ ἐὰν δέῃ͵ πάλιν ἐροῦμέν τι πρὸς αὐτήν· δεήσει δὲ πάντως͵ ὅταν ζητῶμεν τὸ αὐτόζωον ὅπου ἀποθετέον͵ ὑπονοεῖν δὲ ἔξεστιν καὶ ἀπὸ τῶν προ κειμένων ὅτι διακορὲς ὂν τῆς ζωῆς καὶ δευτέραν μετ΄ αὐτὴν ἔχον τάξιν͵ ἀνά λογον ἐκείνη ταχθήσεται πανταχοῦ͵ ὡς μέντοι τὸ πρῶτον παράδειγμα. Φέρε δὲ νῦν καὶ τὰς ἄλλας͵ εἴ τι λέγουσιν ὑγιὲς ἢ σαθρόν͵ ἀνασκεψώμεθα. Αὐτίκα ἀριθμὸν οὐ φήσομεν εἶναι ἐν τῷ νοητῷ͵ οὐδὲ ἐξ ὁμοειδῶν͵ οὐδὲ ἐξ ἀνομοειδῶν· οὐδὲ γὰρ ὅλως ἡ τοῦ διωρισμένου φύσις ἐστὶν ἐκεῖ· οὐδὲ γὰρ ἡ τοῦ συνεχοῦς͵ οὐδὲ διαφορά τις͵ οὐδὲ ἑτερότης͵ οὐδὲ διάκρισις ἔν γε τῷ ἁπλῶς ἡνωμένῳ. Τίς οὖν ἡ ὑμνουμένη ἐννεὰς ἐν τῷ νοητῷ; ἢ μόνον τελειότητα σημαίνει παντελῆ τῆς ἐκεῖ τριάδος͵ ἣν οὐ δυνάμενοι συναιρεῖν τῷ λογισμῷ τριχῆ τὴν τριάδα διίσταμεν͵ τὸ πανταχῆ τέλειον αὐτῆς͵ καὶ τὸ πάντων περιεκτικὸν καὶ παντὸς πλήθους ἐξηγούμενον͵ καὶ πάσης τριάδος τῆς ὅπου ποτὲ καὶ ὅπως ὑφεστώσης γεννητικόν͵ καὶ τὸ πάσης προόδου τῆς ἐπ΄ ἔσχατον ἡγεμονοῦν͵ καὶ τὸ ἀκράτητον τῆς γονίμου δυνάμεως͵ καὶ πάντα μᾶλλον ὅσα τοιαῦτα· μᾶλλον δὲ τὸ ἡνωμένον τῶν τοιούτων ἁπάντων νοημάτων ἓν μετανόημα͵ καὶ τοῦτο κατὰ μόνην ἔνδειξιν βουλόμενοι περὶ τῆς τριάδος ἐκείνης ἐννοεῖν. Τίς οὖν αὕτη ἡ τριάς; οὐ τρεῖς μονάδες͵ ὥς φησιν καὶ ὁ Ἰάμβλιχος͵ ἀλλὰ μόνον τὸ εἶδος ἄϋλον ἄνευ τῶν μονάδων ὁρώμενον· οὐ μέντοι οὐδὲ τὸ