1.295 τὸ ἄκρον αὐτοῦ τοῦ διακρινομένου͵ ἥκιστα δὲ ὅμως διακρινομένου͵ διὸ μάλιστα τὴν οὐσίας φύσιν προφαίνουσαν· τὸ δὲ μέσον͵ ἀκμάζον τῷ διακρινομένῳ͵ ἡ κυρίως καὶ μόνως ἐστὶ ζωή͵ οὔτε τῷ ἀδιακρίτῳ κρατουμένη͵ οὔτε τῷ διακρινομένῳ͵ ἀλλὰ μόνον οὖσα τὸ διακρινόμενον ἄκρατον. Ἐν δὲ τῷ διακεκριμένῳ πάλιν ἐν μὲν τῇ ἀρχῇ ἀδιάκριτον ἐμφαίνεταί πως͵ διόπερ ἡ νοερὰ οὐσία αὕτη ἐστίν· ἐν δὲ τῇ μεσότητι τὸ διακρινόμενον͵ διόπερ ἡ νοερὰ ζωὴ πέ φυκεν ἐνταῦθα· ἐν δὲ τῇ ἀποπερατώσει τὸ διακρινόμενον͵ ὅπου ἀκμάζει ὁ νοερὸς νοῦς͵ καὶ διὰ τοῦτο σύμμετρος ἐγένετο πρὸς τὴν τῆς ὕλης διακόσμησιν. Τούτων δὲ πολλάκις οὕτω διωρισμένων͵ εἴ γε ἀπαιτοῖ ὁ ἀπορῶν ζωὴν ἀδιάκριτον͵ ἐλούων ἀπὸ τοῦ ὄντος τὸ ἕν͵ καὶ νοῦν εἶναι τοιοῦτον͵ ἔχει μέν͵ ὡς ἐν τῷ ἡνωμένῳ πέφυκεν εἶναι καὶ ταῦτα· οὐ μέντοι͵ ἀλλ΄ εἰδέτω παρεκβαίνων τοὺς εἰρημένους διορισμούς· οὐδὲ γὰρ ἡ ζωὴ τὸ εἶναι ἔχειν δύναται ὅ ἐστιν͵ ἐὰν μὴ διακρίνοιτο τοῦ ὄντος τὸ ἕν͵ οὐδὲ νοῦς͵ ἐὰν μὴ ταῦτα πρὸ πάντων ᾖ διακεκριμένα. Ὥστε κατὰ τὸν κυριώτατον λόγον͵ ὅπου τὸ ἓν οὕτως ἔχει πρὸς τὸ ὄν͵ ἐκεῖ τὸ οἰκεῖον ὑφίσταται γένος ἁπλῶς͵ εἰ μὲν ἥνωται ἡ οὐσία͵ δῆλον γὰρ ὅτι καὶ τὰ ἄλλα ἐν αὐτοῖς πάντα ἥνωται͵ εἰ δὲ διακρίνεται ζωή͵ πάντα γὰρ ἤδη κεκίνηται πρὸς διάκρισιν͵ εἰ δὲ διακέκριται ὁ νοῦς͵ ἤδη γὰρ ἐν αὐτῷ καὶ τὰ ἄλλα περιγέγραπται· ἁπλῶς οὖν οὗτος ὁ νοῦς͵ καὶ ἁπλῶς αὕτη ἡ ζωή͵ καὶ ἁπλῶς αὕτη ἡ οὐσία. Πῶς οὖν ἐν τοῖς πρόσθεν ἐλέγομεν οὕτως εἶναι ζωὴν πρὸ ἀμφοῖν͵ καὶ νοῦν πρὸ ἀμφοῖν͵ ἑκάτερον πρὸ τῆς διακρίσεως τοῦ ὄντος͵ ὥσπερ οὐσίαν τὴν κατὰ τὸ συναμφότερον͵ καὶ δὴ πάλιν οὐσίαν τινὰ τὴν κεχωρισμένην ὡς ζωὴν καὶ νοῦν͵ ἄλλο μὲν τὸ ἕν͵ ἄλλο δὲ τὸ ὂν ἐπιφαίνοντας; ἢ καὶ ταῦτα μὲν ἔχει τινὰ ἀλήθειαν τὴν προειρημένην. Ἀλλὰ νῦν ὅμως ἀκριβολογούμενοι λέγομεν ὡς ἡ μὲν οὐσία φύσις ἐστὶν ἡνωμένη καὶ μετὰ τὸ ἓν ἀξία τετάχθαι͵
1.296 καὶ τὸ εἶναι οὐσίαν τὸ ἡνωμένην εἶναι τοῦτον· αὕτη οὖν ἔστιν ἡ ἁπλῶς οὐσία͵ τὶς δὲ καὶ πρός τι ὅσα μετὰ ταῦτα λέγεται͵ ἡ ζωτική͵ ἡ νοερά͵ ἡ ψυχική͵ ἢ εἴ τις θέλοι καὶ ἔνυλον λέγειν οὐσίαν· ζωὴ δὲ ἁπλῶς͵ ἡ ἐν τῷ διακρίνεσθαι ὁρωμένη. Εἰ δὲ τίς ἐστι ζωὴ νοερά͵ ἢ εἰδητική͵ ἢ ψυχική͵ ἢ ἔνυλος͵ ἑκάστη τούτων πρός τι ἂν εἴη͵ καὶ τὶς ὁμοίως ἄρα καὶ νοῦς ἁπλῶς ὁ ἐν τῷ διακριθέντι πρώτῳ ὁρώμενος. Ὁ δὲ μετ΄ αὐτὸν ὃς ἂν εἴη͵ τίς ἐστι καὶ πρός τι͵ καὶ ὥσπερ ἡ ἐν τῷ ἀδιακρίτῳ ζωὴ πρός τί ἐστι͵ καὶ ὡς ἐν ἐκείνῳ͵ οὕτω καὶ ἡ ἐν τῷ διακρινομένῳ οὐσία͵ ὡς ἐν τούτῳ ἐστὶ καὶ πρός τι οὐσία. Οὐκ ἄρα πρὸ τοῦ ἑνὸς καὶ τοῦ ὄντος ἐστὶ τὸ ἓν ὂν πρὸ ἀμφοῖν· ἔδει γὰρ καὶ πρὸ ἑκατέρας ζωῆς εἶναι τὴν πρὸ ἀμφοῖν· καὶ ἐπὶ νοῦ ἕτερα τοιαῦτα ἄν τις ἀπορήσειεν. Μήποτε οὖν τὸ τῶν φιλοσόφων πάλιν αὖ ἀληθέστερον͵ ὡς τὸ νοητόν ἐστιν ἓν προηγούμενον καὶ ὂν ἑπόμενον͵ συνηνωμένον δὲ τοῦτο ἐκείνῳ͵ ὡς ὅτι μάλιστα; ἢ ῥητέον ὡς εἰ μὲν ἀδιακρίτως͵ τὰ αὐτὰ ἡμῖν λέγουσιν· ἐν γὰρ τῇ ζωῇ τὸ διακρίνεσθαι ἄρχεται· εἰ δὲ ὡς τὸ μὲν ὀχοῦν͵ τὸ δὲ ὀχούμενον͵ πάντως διακέκριται ἀπ΄ ἀλλήλων· τοῦτο δὲ νοῦ ἴδιον· καὶ αὐτοὶ ὁμολογοῦσι τὴν εἰς ἑαυτὸν δήπου ἐπιστροφὴν τοῦ νοῦ θαμὰ ἀνυμνοῦντες· ἡ δὲ ἐπιστροφὴ γίγνεται ἡ εἰς ἑαυτὸν μετὰ τῆς ἀπὸ τῶν ἄλλων διακρίσεώς τε καὶ ἑτερότητος. Εἰ ἄρα νοῦ διοίσει τι ἡ οὐσία͵ ἀνάγκη αὐτὴν εἶναι καὶ ἀδιάκριτον. Εἰ δὲ αὕτη μὲν ἀδιάκριτος͵ ὁ δὲ νοῦς διακεκριμένος͵ ἀνάγκη τὴν ζωὴν εἶναι διακρινόμενον· οὐκ ἄρα δυνατὸν ζωὴν εἶναι πρὸ ἀμφοῖν͵ ὡς τὴν οὐσίαν· οὐδὲ γὰρ οὐσίαν οἷόν τε εἶναι ἐξ ἀμφοῖν ὡς διακεκριμένων ἢ ὡς διακρινομένων͵ ὥς τε ἁπλῶς εἰπεῖν καὶ κυρίως. Καὶ μήποτε τὸ μέν ἐστι πρὸ ἀμφοῖν͵ ὡς οὐδετέρου ἐμφαινομένου καθ΄ αὑτὸ οὔτε τοῦ ἑνὸς οὔτε τοῦ ὄντος͵ τὸ δὲ ἐξ ἀμφοῖν ὡς ἐκ δυεῖν διακεκριμένον καὶ μόνοιν συντεταγμένοιν͵ τὸ δὲ μετ΄ ἀμφοῖν͵ ὡς ἐν μέσῳ τοῖν δυεῖν τούτοιν͵ τοῦ τε ἡνῶσθαι καὶ τοῦ διακεκρίσθαι͵ ἔτι μὲν ἔχον τι τῆς ἀρχαίας ἑνώσεως͵ ἤδη δὲ ὑποφαῖνόν τι καὶ τῆς διακρίσεως. Καὶ αὕτη ἐστὶν ἡ πρώτη ζωὴ καὶ ἡ ἁπλῶς͵ ὅτι καὶ ἑτερότης καὶ διάκρισις ἡ πασῶν πρεσβυτάτη. Καὶ μὴν τρία ταῦτα καὶ ἐν τῷ μικτῷ καὶ οὐσιώδει θρυλεῖν εἰώθαμεν͵ γνῶσιν͵ ζωήν͵ οὐσίαν͵ καὶ νοῦν αὖ καὶ ζωὴν καὶ οὐσίαν. Καὶ τὸ ζῷον ὁριζόμενοι͵ οὐσίαν φαμὲν ζῶσαν καὶ νοοῦσαν͵ ὡς ἄλλο μὲν οὖσαν τὴν οὐσίαν͵ ἄλλο δὲ τὴν ζωήν͵ ἄλλο δὲ τὴν γνῶσιν· καὶ οὐδαμοῦ τὸ ἑνιαῖον ἐνταῦθα͵ ἀλλὰ καὶ ἐκεῖνο τριχῆ κατὰ ταῦτα διαιροῦμεν͵ νοῦν ὑπερούσιον καὶ ζωὴν ὁμοίως καὶ οὐσίαν ὀνομάζοντες͵ ὡς οὖσαν τὴν οὐσίαν ἑκατέρωθι τῷ τε ἑνὶ καὶ τῷ ὄντι. Πῶς οὖν βιαζόμεθα νῦν τῷ λόγῳ τιθέντες οὐσίαν εἶναι μόνην τὴν ἀδιάκριτον ἑνός τε καὶ ὄντος; ἢ πολλαχῶς ἕκαστον τούτων λέγεται͵ καὶ πανταχοῦ τὴν αὐτὴν ἀναλογίαν σώζει πρὸς ἄλληλα· ἡ μὲν γὰρ ἐσχάτη οὐσία͵ τὸ ἄψυχον εἶδός ἐστιν ἀκίνητον καθ΄ αὑτό· εἰ δὲ καὶ τοῦτο κινοῖτο φυσικῶς͵ ζωή τις αὐτῷ γίγνεται καὶ αὐτὴ ἡ φύσις͵ οὐκ ἐῶσα αὐτὸ μένειν ἀδιάκριτον͵ ἐφ΄ ἑαυτοῦ κατεψυγμένον͵ ἀλλ΄ ἐκθερμαίνει τὴν οὐσίαν εἰς ἐνέργειαν τὴν αὐτῆς ἑαυτήν͵ καὶ ζέουσαν αὐτὴν οὐσίαν παρεχομένη͵ προστεθεῖσα δὲ ἡ τελειωτέρα ζωὴ φυτὸν ἐποίησε͵ καὶ ἐπὶ ταύτῃ ζῷον ἡ αἴσθησις ἤδη διακρίνασα καὶ διαρθρώσασα τὴν ζωὴν εἰς οἰκεῖον ὅρον͵ ὥστε ἀπὸ τῶν ἄλλων ὡς μάλιστα χαρίζεσθαι τῇ πρὸς τὸ ἴδιον λύπῃ καὶ ἡδονῇ κρινόμενον. Ἄλλη δὲ οὐσία καὶ ζωὴ καὶ γνῶσις ἡ αὐτοκίνητος͵ εἰδητική τις καὶ αὕτη καὶ οὐκ ἄλλο τι ἢ εἶδος͵ ἐν ᾧ τὸ μὲν εἶναι͵ τὸ δὲ ζῆν͵ τὸ δὲ γιγνώσκειν διακέκριται ἀπ΄ ἀλλήλων͵ εἰ καὶ συγκέκραται ἄλλως. Ἀλλ΄ ὅσον μὲν ἐν τῇ ψυχῇ γνωστικὸν διακεκριμένον ἐστὶ καὶ διακριτικὸν τῶν γνωστῶν κατὰ ὅρους οἰκείους͵ ὅσον δὲ ζωτικὸν συμφύεται πρὸς ἕνωσιν ἀπὸ τῆς διακρίσεως͵ καὶ ἔστι ῥοή τις ἀεὶ πρὸς ἑαυτὴν συνεχής· διὸ καὶ τοῖς σώμασι παρέχεται συνοχήν τινα διαστηματικὴν ἀμωσγέπως. Ἔστι δὲ πρὸ τούτων ἡ ἀκίνητος οὐσία τοῦ νοῦ͵ καὶ ζωὴ ὁμοία καὶ γνῶσις ὡσαύτως ἔχουσα͵ εἰδητικὰ πάντα καὶ ταῦτα· διακέκριται γὰρ ἀπ΄ ἀλλήλων· ἀλλὰ τῇ μὲν γνωστικῇ φύσει τοῦτο κατὰ φύσιν· διὸ πρώτη αὕτη γνῶσις καὶ ἡ ἁπλῶς͵ ἅτε νοῦν εἰδοποιοῦσα καὶ εἰδοποιουμένη κατὰ τὸ διακεκριμένον· ἡ δὲ ζωὴ ἐν τῷ νῷ οὐχ ἁπλῶς͵ ὅτι εἶδός ἐστι ζωτικόν͵ ἀλλ΄ οὐχὶ ζωὴ ἁπλῶς ἡ πρώτη· οὐδὲ ἄρα οὐσία πολλῷ μειζόνως͵ ἀλλ΄ οἷον οὐσία καὶ οἷον ζωή͵ πάντα δὲ νοῦς͵ καὶ νοῦ πάντα͵ πρὸ δὲ τοῦ νοῦ ἡ ὡς ἀληθῶς ἐστι ζωή͵ μόνον οὖσα ζωὴ καὶ οὐ πρὸς τοῦτο καὶ εἶδος͵ οὐδὲ περιγεγραμμένη κατὰ τὴν εἰς ἑαυτὴν ἐπιστροφήν͵ ἀλλὰ ἀναχεομένη κρειττόνως ἢ κατὰ ἐπιστροφήν· καὶ ταύτης δὲ ἔτι πρεσβυτέρα ἡ οὐσία͵ οὐδὲ χύσεώς τινος ἀνασχομένη͵ οὐδὲ τῆς ἄνω ἢ κάτω ῥοῆς͵ ἀλλὰ βεβαιότατα δὴ συμπαγεῖσα παντελῶς ἐν τῷ ἀδιακρίτῳ καὶ οὐδὲ πρὸς ζωὴν οὐδὲ πρὸς νοῦν διακριθεῖσα͵ οὐδὲ πρὸς ἄλλο τι τῶν ἀπ΄ αὐτῆς προελθόντων· οὐδὲ γὰρ ἡ ζωὴ διακέκριται ἀπὸ τῶν μετ΄ αὐτήν͵ ἀλλ΄ οὕτως ἔχει καὶ πρὸς ταῦτα ἑκάτερα͵ ὡς τὴν μὲν ζωὴν διακρίνεσθαι μόνον͵ τὴν δὲ οὐσίαν ἐν τῷ ἀδιακρίτῳ μένουσαν αὐτῷ τούτῳ μόνῳ τῶν μενόντων διενεγκεῖν.