Αρτεμίδωρος: Ονειροκριτικά Βιβλίο 2ον δ' συνέχεια


2.37 Οἱ μὲν αἰσθητοὶ θεοὶ φόβων καὶ κινδύνων καὶ περιστάσεών εἰσι σημαντικοί· καὶ γὰρ μεθ΄ ἡμέραν ἐπιφερόμενοι τῶν τοιούτων αἴτιοι καθίστανται· σημαίνει δὲ καὶ διάφορα καὶ οὐδὲν ὅμοιον ἀλλήλοις ἕκαστος φαινόμενος. οἷον Ἑκάτην ἰδεῖν τριπρόσωπον ἑστῶσαν ἐπὶ βάσεως κινήσεις καὶ ἀποδημίας σημαίνει· Ἐνοδία γὰρ ἡ θεὸς καλεῖται. μονοπρόσωπον δὲ ἰδεῖν πονηρὸν πᾶσιν͵ ὡς δὲ ἐπὶ τὸ πλεῖστον ἀπὸ ξένης τὰ δεινὰ ἢ ἀπὸ ξένου ἐσόμενα προαγορεύει. ἀεὶ δὲ τῶν καθεστώτων κινεῖ τὸν ἰδόντα καὶ οὐκ ἐᾷ μένειν ἐν τοῖς αὐτοῖς͵ οἵα ἂν φαίνηται καὶ ὁποία. κινουμένη δὲ ἡ θεὸς ἢ συναντῶσα κατὰ τὸ σχῆμα καὶ τὰς ὄψεις καὶ τὰ ὑπ΄ αὐτῆς κρατούμενα σημαίνει τὰ ἀποτελέσματα. περὶ ὧν λέγειν οὔτε ὅσιον οὔτε ἀσφαλές· εὔδηλος δὲ ὁ λόγος τοῖς μεμυημένοις τῇ θεῷ͵ οἱ δὲ ἀμύητοι παρὰ τῶν μεμυημένων μανθανέτωσαν. Πὰν νομεῦσιν ἀγαθὸς διὰ τὸ νόμιον καὶ κυνηγοῖς διὰ τὸ ἄγριον. τοῖς δὲ λοιποῖς ἀκαταστασίας καὶ θορύβους σημαίνει καὶ ἐφ΄ οἷς τις μέγα φρονεῖ͵ ταῦτα αὐτῷ μὴ βέβαια εἶναι· οὐ γὰρ ἀσφαλῶς ὑποκειμένας ἔχει τὰς βάσεις τῶν ποδῶν ὁ θεός. λέγουσι δὲ ἔνιοι ὡς τοῖς περὶ τὸν Διόνυσον τεχνίταις ἐστὶν ἀγαθός. Ὁ δὲ Ἐφιάλτης ὁ αὐτὸς εἶναι τῷ Πανὶ νενόμισται͵ διάφορα δὲ σημαίνει· θλίβων μὲν γὰρ καὶ βαρῶν καὶ οὐδὲν ἀποκρινόμενος θλίψεις καὶ στενοχωρίας σημαίνει͵ ὅ τι δ΄ ἂν ἀποκρίνηται ἐρωτώμενος͵ τοῦτό ἐστιν ἀληθές. ἐὰν δέ τι καὶ διδῷ καὶ συνουσιάζῃ͵ μεγάλας ὠφελείας προαγορεύει͵ μάλιστα δὲ ὅταν μὴ βαρῇ. ὅ τι δ΄ ἂν προσιὼν πράξῃ͵ τοὺς νοσοῦντας ἀνίστησιν· οὐ γὰρ ἀποθανουμένῳ πρόσεισί ποτε ἀνθρώπῳ. Ἀσκληπιὸς ἱδρυμένος μὲν ἐν ναῷ καὶ ἑστὼς ἐπὶ βάσεως ὁρώμενος καὶ προσκυνούμενος ἀγαθὸς πᾶσι· κινούμενος δὲ ἢ προσιὼν ἢ εἰς οἰκίαν εἰσιὼν νόσον καὶ λοιμὸν μαντεύεται· τότε γὰρ μάλιστα τοῖς ἀνθρώποις δεῖ τοῦ θεοῦ τούτου. τοῖς δὲ ἤδη νοσοῦσι σωτηρίαν προαγορεύει· Παιήων γὰρ ὁ θεὸς λέγεται. ἀεὶ δὲ ὁ Ἀσκληπιὸς τοὺς ἐν ταῖς χρείαις συλλαμβανομένους καὶ τοὺς οἰκονομοῦντας τὸν οἶκον τοῦ ἰδόντος δηλοῖ. ἐν δὲ ταῖς δίκαις συνηγόρους σημαίνει. Διόσκοροι τοῖς πλοϊζομένοις χειμῶνός εἰσι σημαντικοί͵ τοῖς δὲ ἐν γῇ οὖσι στάσεων ἢ δικῶν ἢ πολέμου ἢ μεγάλης νόσου. πάντων δὲ τῶν δεινῶν εἰς τέλος ἀζημίους ἀπαλλάττουσι· σωτῆρες γάρ εἰσιν οἱ θεοί. Ἡρακλέα μὲν ἰδεῖν αὐτὸν ἢ ἄγαλμα αὐτοῦ πᾶσι τοῖς εὐπροαιρέτως καὶ κατὰ νόμον ζῶσιν ἀγαθόν͵ καὶ μάλιστα ἐὰν πρός τινων ἀδικῶνται· ἀεὶ γὰρ ὁ θεὸς ὅτε ἦν ἐν ἀνθρώποις ἐπήμυνε τοῖς ἀδικουμένοις καὶ ἐτιμώρει. τοῖς δὲ παρανομοῦσι καὶ τοῖς ἄδικόν τι πράττουσι πονηρὸς ὁ θεὸς διὰ τὸν αὐτὸν λόγον. ἀγαθὸς δὲ τοῖς ἐπὶ ἀγῶνα ἢ δίκην ἢ μάχην τινὰ πορευομένοις· Καλλίνικος γὰρ ὁ θεὸς καλεῖται. τὸ δὲ δοκεῖν συνδιατρίβειν τῷ θεῷ καὶ συμπράττειν τι ἢ τροφῆς τῆς αὐτῆς κοινωνεῖν ἢ σκευὴν τὴν αὐτὴν ἔχειν ἢ παρὰ τοῦ θεοῦ τὴν λεοντῆν ἢ τὸ ῥόπαλον ἢ ἄλλο τι τῶν ὅπλων λαβεῖν πᾶσιν ἄτοπον καὶ πονηρὸν τετήρηται͵ καὶ διὰ μακρᾶς πείρας τῶν τοιούτων ἦλθον. εὐλόγως δὲ καὶ ὀρθῶς ἀποβαίνει εἰς οὐδὲν ἀγαθὸν τὰ τοιαῦτα· ᾧ γὰρ ὁ θεὸς ἐχρήσατο βίῳ͵ τούτου τῷ ἰδόντι μεταδίδωσιν· ἐπίπονος δὲ καὶ μοχθηρὸς ἐγένετο ὁ τοῦ θεοῦ βίος. ὅτε ἦν ἐν ἀνθρώποις͵ καὶ εἰ πάνυ λαμπρὸς ἦν καὶ ἔνδοξος. πολλάκις δὲ καὶ τοιούτοις περιπεσεῖν σημαίνει͵ οἷς καὶ ὁ θεὸς ὁ ταῦτα ἔχων τὰ ὅπλα περιέπεσε. Διόνυσος τοῖς γεωργοῖς συμφέρει τοῖς τὸν ξυλικὸν καρπὸν γεωργοῦσι͵ μάλιστα ἀμπέλους· καὶ καπήλοις δὲ καὶ πᾶσι τοῖς περὶ τὸν Διόνυσον τεχνίταις. ἀγαθὸς δὲ καὶ τοῖς ἐν περιστάσει τινὶ οὖσι· παῦλαν γὰρ καὶ ἀπαλλαγὴν τῶν δεινῶν σημαίνει δι΄ αὐτὸ τὸ ὄνομα· ἔστι γὰρ Διόνυσος παρὰ τὸ διανύειν ἕκαστα. τοῖς δὲ ἁβρὸν τὸν βίον ζῶσι καὶ μάλιστα παισὶ ταραχὰς καὶ κινδύνους καὶ ἐπιβουλὰς καὶ περιβοήσεις σημαίνει διὰ τὴν περὶ τὸν θεὸν ἱστορίαν καὶ διὰ τὸν φυσικὸν λόγον τοῦ Διονύσου· οὐδὲν μέντοι ἧττον καὶ τούτους σώζει καὶ οὐκ ἐᾷ διαφθαρῆναι. ὁδεύουσι δὲ καὶ πλέουσιν ἄντικρυς καὶ διαρρήδην λῃστηρίων προσβολὰς σημαίνει καὶ τραύματα καὶ κατακοπάς. ὁ δὲ χορὸς ὁ περὶ τὸν Διόνυσον͵ οἷον Βάκχοι καὶ Βάκχαι καὶ Βασσάραι καὶ Σάτυροι καὶ Πᾶνες καὶ ὅσα ἄλλα ἐστὶν ὅμοια ὀνόματα καὶ ὁμοῦ πάντες καὶ ἰδίᾳ ἕκαστος μεγάλας ταραχὰς καὶ κινδύνους καὶ περιβοησίας σημαίνουσι πλὴν τοῦ Σειληνοῦ· οὗτος δὲ μόνος ἀγαθὸς ἂν εἴη πᾶσι τοῖς ἐπὶ τὸ πράττειν ὁρμωμένοις καὶ τοῖς φοβουμένοις. χορεύειν δὲ τῷ θεῷ ἢ θυρσοφορεῖν ἢ δενδροφορεῖν ἢ ἄλλο τι τῶν κεχαρισμένων τῷ θεῷ πράττειν πᾶσι πονηρὸν πλὴν δούλων· οἷς μὲν γὰρ διὰ τὴν ἔκστασιν τῶν φρενῶν καὶ τὴν παρακοπὴν ἀφροσύνην καὶ βλάβην προαγορεύει͵ οἷς δὲ διὰ τὸ ἀνεπίστρεπτον τῶν ἐντυγχανόντων καὶ διὰ τὴν τοῦ θεοῦ προσηγορίαν καὶ εὐχαριστίαν ἐλευθερίας ἐστὶ σημαντικόν. Ἑρμῆς ἀγαθὸς τοῖς ἐπὶ λόγους ὁρμωμένοις καὶ ἀθληταῖς καὶ παιδοτρίβαις καὶ πᾶσι τοῖς ἐμπορικὸν τὸν βίον ἔχουσι καὶ ζυγοστάταις διὰ τὸ πάντας τοὺς τοιούτους ἐπίκουρον τὸν θεὸν νομίζειν. καὶ τοῖς ἀποδημεῖν βουλομένοις· πτηνὸν γὰρ ὑπειλήφαμεν εἶναι τὸν θεόν. τοῖς δὲ λοιποῖς ἀκαταστασίας καὶ θορύβους προαγορεύει. νοσοῦντας δὲ ἀναιρεῖ διὰ τὸ ψυχοπομπὸς νενομίσθαι. Ἑρμῆς ὁ τετράγωνος καὶ σφηνοπώγων φιλολόγοις μόνοις συμφέρει͵ ὁ δὲ τετράγωνος καὶ ἀγένειος οὐδὲ τούτοις συμφέρει· τὸ γὰρ περικεκομμένον αὐτοῦ τῶν περὶ τὸν ἰδόντα πάντων ὄλεθρον μαντεύεται. Νέμεσις ἀεὶ τοῖς κατὰ νόμον ζῶσιν ἀγαθὴ καὶ μετρίοις ἀνθρώποις καὶ φιλοσόφοις· τοῖς δὲ παρανομοῦσι καὶ τοῖς ἐπιτιθεμένοις τισὶ καὶ τοῖς μεγάλων ἀρχομένοις πραγμάτων ἐναντία καθίσταται καὶ ἐμπόδιος τῶν ἐπιχειρουμένων· νεμεσᾶν γὰρ καλοῦμεν καὶ τὸ ἐμποδὼν ἵστασθαι τοῖς πραττομένοις κατὰ γνώμην. λέγουσι δέ τινες ὅτι ἡ θεὸς αὕτη τὰ μὲν ἀγαθὰ ἐπὶ τὸ χεῖρον τρέπει͵ τὰ δὲ κακὰ ἐπὶ τὸ βέλτιον. Ἀφροδίτη ἡ μὲν πάνδημος ἀγύρταις καὶ καπήλοις καὶ ζυγοστάταις καὶ θυμελικοῖς καὶ ἰατροῖς καὶ σκηνικοῖς πᾶσι καὶ ἑταίραις ἀγαθή· γυναιξὶ δὲ οἰκοδεσποίναις αἰσχύνην καὶ βλάβην προαγορεύει καὶ τοὺς γῆμαι προῃρημένους κωλύει͵ ὡς κοινῆς ἐσομένης τῆς γυναικός. ἡ δὲ οὐρανία͵ περὶ ἧς ἐν τῷ ἔμπροσθεν λόγῳ ἑκὼν παρέλιπον͵ ἵνα μὴ διασπῷτο ὁ λόγος͵ τὰ ἐναντία τῇ πανδήμῳ σημαίνει. μάλιστα δὲ ἀγαθὴ πρὸς γάμους καὶ κοινωνίας καὶ πρὸς τέκνων γονάς. συνδυασμῶν γὰρ καὶ ἐπιγονῶν ἐστιν αἰτία. ἀγαθὴ δὲ καὶ γεωργοῖς· φύσις γὰρ καὶ μήτηρ τῶν ὅλων εἶναι νενόμισται. ἀγαθὴ δὲ καὶ μάντεσι· πάσης γὰρ μαντείας καὶ προγνώσεως εὑρέτις εἶναι νενόμισται. Ἀφροδίτη ἡ πελαγία ναυκλήροις καὶ κυβερνήταις καὶ πᾶσι τοῖς ναυτιλλομένοις ἀγαθὴ τετήρηται καὶ πᾶσι τοῖς βουλομένοις ἀποδημεῖν διὰ τὸ τῆς θαλάσσης ἀεικίνητον· τοὺς δὲ ἐν τοῖς αὐτοῖς ἀεὶ μένειν προῃρημένους καὶ μὴ βουλομένους ἀναγκάζει κινεῖσθαι. Ἀφροδίτην ἰδεῖν ἀναδυομένην τοῖς πλέουσι πολὺν χειμῶνα καὶ ναυάγιον ἐσόμενον προαγορεύει· οὐδὲν δὲ ἧττον σώζει καὶ τὰ ἀπηλπισμένα τῶν πραγμάτων τελειοῖ. ἀεὶ δὲ ἀγαθὴ νενόμισται ἡ μέχρι ζώνης τὰ κάτω ἐσκεπασμένα ἔχουσα διὰ τὸ τοὺς μαζούς͵ οἵ εἰσι τροφιμώτατοι͵ γυμνοὺς ἔχειν καὶ ἐπιδείκνυσθαι. ἡ δὲ ὅλη γυμνὴ ἑταίραις μόναις ἀγαθὴ καὶ ἐργασίας σημαντική· πρὸς δὲ τὰ λοιπὰ αἰσχύνην προαγορεύει. ῞Ηφαιστος τὰ μὲν αὐτὰ τῷ πυρὶ σημαίνει ὡς ἐπὶ τὸ πλεῖστον͵ μόνον δὲ τὰ κρυπτὰ ἐλέγχει͵ καὶ μάλιστα μοιχείας διὰ τὴν περὶ αὐτὸν ἱστορίαν. χειρώναξι δέ ἐστιν ἀγαθὸς πᾶσι καὶ τοῖς γῆμαι καὶ κοινωνῆσαι βουλομένοις διὰ τὴν σύμπνοιαν τῶν φυσῶν καὶ τὰ ἑνούμενα σίδηρα. Τύχη δὲ ἡ μὲν ἐπὶ κυλίνδρου ἑστῶσα πονηρὰ πᾶσι διὰ τὸ τῆς βάσεως ἐπικίνδυνον͵ ἡ δὲ τὸ πηδάλιον κρατοῦσα κινήσεις προαγορεύει· οὐδεμία γὰρ πηδαλίου χρεία ἄνευ κινήσεως. ἀεὶ δὲ ἀγαθὴ ἢ καθεζομένη ἢ κατακεκλιμένη· τὸ ἀσφαλὲς γὰρ καὶ τὸ βέβαιον διὰ τοῦ σχήματος ἐπιδείκνυσιν. ὅσῳ δ΄ ἂν πολυτελεστέρα καὶ εὐμορφοτέρα φαίνηται͵ τοσούτῳ βελτίων νομιζέσθω. λέγουσι δὲ ἔνιοι ὡς ἡ πολυτελὴς καὶ σφόδρα κεκοσμημένη Τύχη͵ καὶ μάλιστά γε ὅταν μὴ ὡς ἄγαλμα ἀλλ΄ ὡς αὐτὴ ἡ Τύχη φαίνηται͵ πενίας ἐστὶ σημεῖον· ὡς γὰρ εἰκὸς ἑαυτῆς ἐπιμελουμένη ἀμελεῖ τῶν ἀνθρώπων· ἡ δὲ λιτῶς ἔχουσα καὶ ἀμελοῦσα ἑαυτῆς πλοῦτον καὶ τρυφὴν προαγορεύει· φανερὸν γὰρ ὡς οὐχ ἑαυτῆς ἀλλὰ τῶν ἀνθρώπων προνοεῖ. ἐμοὶ δὲ οὐκ εἰκότα λέγειν δοκοῦσιν· ἔστι γὰρ ἡ Τύχη οὐδὲν ἄλλο ἢ αὐτὰ τὰ κτήματα τῶν ἰδόντων. Πειθὼ δὲ καὶ Χάριτες καὶ Ὧραι καὶ Νύμφαι πρὸς πάντα καὶ πᾶσίν εἰσιν ἀγαθαί͵ Ἀριστοβούλη δὲ καὶ Εὐνομία τὰ αὐτὰ τῇ Νεμέσει σημαίνουσιν. Ἑστία αὐτή τε καὶ τὰ ἀγάλματα αὐτῆς πόλεως μὲν τὴν βουλὴν καὶ τὴν ἐνθήκην σημαίνει τῶν προσόδων͵ ἰδιώταις δὲ αὐτὸ τὸ ζῆν͵ ἄρχοντι δὲ καὶ βασιλεῖ τὴν τῆς ἀρχῆς δύναμιν. περὶ δὲ θαλασσίων καὶ ποταμίων θεῶν ἕκαστα ὧδε ἔχει.

2.38 Ποσειδῶν καὶ Ἀμφιτρίτη καὶ Νηρεὺς καὶ Νηρηίδες αὐτοί τε ὁρώμενοι καὶ τὰ ἀγάλματα αὐτῶν ἀτάραχοι καὶ μηδὲν πονηρὸν πράττοντες ἢ λέγοντες ἀγαθοί εἰσι πᾶσι τοῖς τὴν θάλασσαν ἐργαζομένοις καὶ τοῖς κινεῖσθαι βουλομένοις͵ καὶ πρὸς τὰς λοιπὰς ἐγχειρήσεις οὐδὲν ἧττόν εἰσιν ἀγαθοί͵ πάντων δὲ μάλιστα τοῖς εἰς ὄχλον προϊοῦσι συμφορώτατοι τετήρηνται· κινούμενοι δὲ ἢ ταρασσόμενοι ἢ κακόν τι λέγοντες ἢ δρῶντες ἢ πάσχοντες ἢ ἀπειλοῦντες τὰ ἐναντία τοῖς προειρημένοις σημαίνουσι. πολλάκις δὲ καὶ σεισμὸν καὶ ὄμβρον προηγόρευσαν ἐσόμενον. Λευκοθέα τοῖς μὲν τὴν θάλασσαν ἐργαζομένοις ἀγαθή͵ πρὸς δὲ τὰ ἄλλα πονηρὰ καὶ λύπης καὶ πένθους σημαντικὴ διὰ τὴν περὶ αὐτὴν ἱστορίαν. Πρωτεὺς δὲ καὶ Γλαῦκος καὶ Φόρκυς καὶ οἱ περὶ τούτους δαίμονες δόλους καὶ ἀπάτας σημαίνουσι διὰ τὸ εὐμετάβολον τῆς ὄψεως. μάντεσι δὲ ἀγαθοί. περὶ δὲ Θαλάσσης καὶ Κυμάτων ἐν τῷ περὶ πλοῦ λόγῳ ἔμπροσθεν ἐν αὐτῷ τούτῳ τῷ βιβλίῳ ἐπεμνήσθην. Αἰγιαλοὶ δὲ καὶ Ἠιόνες ἐλπίδων εἰσὶ σημαντικοὶ καὶ τοῖς κάμνουσι σωτηρίας· καὶ γὰρ οἱ ἐν μεγάλῳ χειμῶνι γενόμενοι͵ ἐπὰν ἴδωσιν αἰγιαλόν͵ ἐν ἡδίσταις ἐλπίσι γίνονται σωτηρίας. Ποταμοὶ δὲ καὶ Λίμναι καὶ Νύμφαι αἱ ἐφυδριάδες ἀγαθοὶ πρὸς παίδων γονήν. ἀκριβέστερον δὲ περὶ αὐτῶν ἐν τῷ ἔμπροσθεν λόγῳ εἴρηκα. Ἀχελῷος δὲ τὰ αὐτὰ τοῖς ποταμοῖς καὶ παντὶ ποτίμῳ ὕδατι σημαίνει καὶ ἰσχυρότερα τὰ ἀποτελέσματα ποιεῖ. ἐπειδὴ δὲ περὶ τούτων κατὰ τὸ ἐνδεχόμενον εἴρηται͵ λοιπὸν ἂν εἴη περὶ χθονίων θεῶν εἰπεῖν καὶ τῶν πέριξ τούτων.

2.39 Πλούτων καὶ Περσεφόνη τοῖς φοβουμένοις εἰσὶν ἀγαθοί· ἄρχουσι γὰρ τῶν οὐκέτι φοβουμένων· ἀγαθοὶ δὲ καὶ πένησι· πλοῦτον γὰρ καὶ πρόσκτησιν σημαίνουσι διὰ τὸ ἀνενδεὲς τῶν ὑποτεταγμένων αὐτοῖς· ἀγαθοὶ δὲ καὶ τοῖς γῆν πρίασθαι βουλομένοις καὶ τοῖς ἐπὶ τὸ ἄρχειν ὁρμωμένοις· πολλῶν γὰρ ἄρχουσιν οἱ θεοὶ οὗτοι. καὶ πρὸς τὰς μυστικὰς δὲ καὶ ἀπορρήτους χρείας ἀγαθοὶ τετήρηνται. πράττοντες δέ τι δεινὸν ἢ ἀπειλοῦντες τὰ ἐναντία σημαίνουσι. Δημήτηρ δὲ καὶ Κόρη καὶ ὁ λεγόμενος Ἴακχος τοῖς μεμυημένοις ταῖς θεαῖς ἀγαθόν τι καὶ οὐ τὸ τυχὸν ἐσόμενον σημαίνουσι· τοῖς δὲ ἀμυήτοις πρότερόν τινα φόβον καὶ κίνδυνον ἐπάγουσιν͵ εἶτα δὲ οὐδὲν ἧττον τελειοῦσι καὶ τὸ ἀγαθόν. γεωργοῖς δὲ καὶ τοῖς κτήσασθαι γῆν προῃρημένοις ἀγαθαί· κρατήσειν γὰρ τῆς γῆς καὶ δεσπόσειν προσημαίνουσι. καὶ τοὺς νοσοῦντας ἀνιστᾶσι καὶ σώζουσι· καρπῶν γάρ εἰσιν ἀνθρώποις χρησίμων αἴτιαι͵ ὧν τοῖς ἀποθανοῦσιν οὐ μέτεστιν. ἔτι καὶ τὴν Δήμητρα τῇ γῇ τὸν αὐτὸν ἔχειν λόγον φασὶν οἱ σοφοί· ζείδωρος γὰρ ἡ γῆ καὶ φερέσβιος καλεῖται καὶ βιόδωρος. ἀγαθὴ δ΄ ἂν εἴη καὶ πρὸς γάμον καὶ πρὸς τὰς ἄλλας ἐγχειρήσεις πάσας κατ΄ ἰδίαν ὁρωμένη ἡ Δημήτηρ͵ οὐκέτι δὲ ἡ Κόρη διὰ τὴν περὶ αὐτὴν ἱστορίαν. αὕτη δὲ πολλάκις καὶ τοῖς ὀφθαλμοῖς τοῦ ἰδόντος κίνδυνον ἐπήνεγκε διὰ τὸ ὄνομα· κόρη γὰρ καλεῖται καὶ ἡ γλήνη ἡ ἐν τῷ ὀφθαλμῷ. Σάραπις καὶ Ἶσις καὶ Ἄνουβις καὶ Ἁρποκράτης αὐτοί τε καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τὰ μυστήρια καὶ πᾶς ὁ περὶ αὐτῶν λόγος καὶ τῶν τούτοις συννάων τε καὶ συμβώμων θεῶν ταραχὰς καὶ κινδύνους καὶ ἀπειλὰς καὶ περιστάσεις σημαίνουσιν͵ ἐξ ὧν καὶ παρὰ προσδοκίαν καὶ παρὰ τὰς ἐλπίδας σώζουσιν· ἀεὶ γὰρ σωτῆρες εἶναι νενομισμένοι εἰσὶν οἱ θεοὶ τῶν εἰς πάντα ἀφιγμένων καὶ εἰς ἔσχατον ἐλθόντων κίνδυνον͵ τοὺς δὲ ἤδη ἐν τοῖς τοιούτοις ὄντας αὐτίκα μάλα σώζουσιν. ἐξαιρέτως δὲ τὰ μυστήρια αὐτῶν πένθους ἐστὶ σημαντικά· καὶ γὰρ εἰ καὶ ὁ φυσικὸς αὐτῶν λόγος ἄλλο τι περιέχει͵ ὅ γε μυθικὸς καὶ ὁ κατὰ τὴν ἱστορίαν τοῦτο δείκνυσιν· Ἑκάτη ἡ χθονία καὶ Ἐριννύες καὶ Δαίμονες οἱ περὶ τούτους φοβεροὶ καὶ τοῖς δικαιοπραγοῦσι͵ τοὺς δὲ παρανομοῦντας καὶ τοὺς ἐπιτιθεμένους τισὶ διαφθείρουσι. τὰ δ΄ αὐτὰ τούτοις καὶ ἡ λεγομένη Μήτηρ θεῶν σημαίνει. αὕτη καὶ θορύβους καὶ πένθη καθ΄ ἑαυτὴν ὁρωμένη προαγορεύει καὶ τὰ κρυπτὰ ἐλέγχει͵ γεωργοῖς δέ ἐστιν ἀγαθή· γῆ γὰρ εἶναι νενόμισται. Δεῖμος καὶ Φόβος Ἄρεος υἱοὶ καὶ αὐτὸς δὲ ὁ Ἄρης στρατηγοῖς καὶ στρατιώταις καὶ μονομάχοις καὶ λῃσταῖς καὶ κυβευταῖς πᾶσι συμφέρουσι. τοῖς δὲ λοιποῖς μάχας καὶ βλάβας σημαίνουσι· τούτων γάρ εἰσιν αἴτιοι. Ὠκεανὸς καὶ Τηθὺς φιλοσόφοις καὶ μάντεσι μόνοις ἀγαθοί͵ καθὼς ἤδη εἴρηται· τοῖς δὲ λοιποῖς λύπας ἐπιφέρουσιν πλὴν τῶν παρὰ τῷ Ὠκεανῷ ἀναστρεφομένων. Κρόνος καὶ Τιτᾶνες κακούργοις μὲν δεσμὰ σημαίνουσι καὶ τοὺς ἐπιτιθεμένους τισὶ κωλύουσιν ἀνύσαι͵ πρὸς δὲ τὰ λάθρᾳ πρασσόμενά εἰσιν ἀγαθοί. οὔτε δὲ γαμεῖν ἐπιτρέπουσιν οὔτε παῖδας ἐσομένους προαγορεύουσιν. Ἡ δὲ τῶν ὅλων Φύσις καὶ Εἱμαρμένη καὶ Πρόνοια καὶ εἴ τι ἄλλο ὄνομα τούτοις ἰσοδυναμεῖ͵ πᾶσιν ἀγαθὰ προαγορεύουσι πλὴν τῶν νοσούντων· τούτους δὲ ἀναιροῦσιν͵ ἐὰν μὴ εὔφημά τινα λέγωσι. κοινὸν δὲ λόγον ἔχουσιν οἱ θεοὶ καὶ τὰ ἀγάλματα αὐτῶν. τούτων δὲ τὰ μὲν ἐξ ὕλης πεποιημένα στερεᾶς τε καὶ ἀσήπτου ἀγαθὰ ἂν εἴη͵ οἷον τὰ ἐκ χρυσοῦ πεποιημένα ἢ ἀργύρου ἢ χαλκοῦ ἢ ἐλέφαντος ἢ λίθου ἢ ἠλέκτρου ἢ ἐβένου· τὰ δὲ ἐξ ὕλης ἄλλης πεποιημένα ἀγάλματα ἧττον ἂν εἴη ἀγαθά͵ πολλάκις δὲ καὶ κακά͵ οἷον τὰ γήινα καὶ ὀστράκινα καὶ πήλινα καὶ κήρινα καὶ γραπτὰ καὶ τὰ ὅμοια. ἔτι καὶ τοῦτο. ὅσοι ἀγαθὰ σημαίνουσιν͵ αὐτοί τε καὶ τὰ ἀγάλματα αὐτῶν͵ ἀγαθὸν ἂν εἴη μήτε συντριβόμενα ἰδεῖν μήτε κατασσόμενα τὰ ἀγάλματα αὐτῶν· ὅσοι δὲ κακὰ σημαίνουσιν͵ αὐτοί τε καὶ τὰ ἀγάλματα αὐτῶν͵ ἀφανιζόμενα ἰδεῖν ἀγαθὸν ἂν εἴη τὰ ἀγάλματα αὐτῶν.

2.40 Περὶ δὲ Ἡρώων καὶ Δαιμόνων τί δεῖ λέγειν; τὰ γὰρ αὐτὰ τοῖς θεοῖς σημαίνουσι καὶ ἀγαθὰ καὶ κακά͵ ἥττονα δὲ τῇ δυνάμει. μεμνῆσθαι δὲ χρὴ ὅτι ἕκαστον αὐτῶν τὴν οἰκείαν σκευὴν ἔχειν χρὴ καὶ μὴ διαλλάσσειν μηδὲ ἀποβάλλειν μηδὲ ἁπλῶς ἑστάναι μηδὲ ἄνευ ὅπλων εἶναι τῶν νενομισμένων͵ ἐπεὶ ὅ τι ἂν σημαίνωσιν͵ ἐάν τε ἀγαθὸν ἐάν τε κακόν͵ ἐξαπατῶσι καὶ ψεύδονται.

2.41 Γῆ κινουμένη τὰ πράγματα καὶ τὸν βίον τοῦ ἰδόντος κινηθήσεσθαι σημαίνει͵ χάσματα δὲ καὶ σεισμοὶ καὶ συμπτώσεις πάντας ἀνθρώπους ἀδικοῦσι καὶ διαφθείρουσιν αὐτοὺς ἢ τὰ ὑπάρχοντα αὐτῶν. μόνοις δὲ τοῖς ἀποδημεῖν προῃρημένοις καὶ τοῖς καταχρέοις αἴσια καὶ δεξιὰ πάντα τὰ τοιαῦτα τετήρηται· τὰ γὰρ διαλυόμενα καὶ συμπίπτοντα οὐκέτι κατέχει ἐν τῇ προτέρᾳ χώρᾳ τοὺς ἰδόντας͵ ὅθεν καὶ δανείων καὶ δεσμῶν ἀπαλλάττει. Περὶ δὲ τῶν παραλελειμμένων ἐπ΄ ἀμφοτέραις ταῖς βίβλοις περισσὸν μὲν λέγειν͵ ἐπειδὴ ἀπὸ τῶν γεγραμμένων κατὰ τὸ ὅμοιον τὰ ἄγραφα τεκμαίρεσθαι χρή· ὅμως δέ τι εἰρήσεται περὶ αὐτῶν.

2.42 Κλίμαξ ἀποδημίας ἐστὶ σημαντικὴ καὶ μεταβάσεως͵ οἱ δὲ βαθμοὶ αὐτῆς καὶ προκοπὴν σημαίνουσι. λέγουσι δὲ ἔνιοι ὅτι καὶ κίνδυνον σημαίνουσι. Τάγηνον δὲ ζημίαν σημαίνει καὶ γυναῖκα λίχνον. Μύλος δὲ ταχεῖαν τῶν σκληρῶν καὶ πονηρῶν πραγμάτων λύσιν καὶ πιστὸν θεράποντα σημαίνει. Ὅλμος γυναῖκα σημαίνει͵ ὕπερον δὲ ἄνδρα. Ἀλεκτρυὼν ἐν μὲν πένητος οἰκίᾳ τὸν οἰκοδεσπότην͵ ἐν δὲ πλουσίου τὸν οἰκονόμον σημαίνει διὰ τὸ ἀνιστᾶν τοὺς ἔνδον ἐπὶ τὰ ἔργα.

2.43 Ὠιὰ δὲ ἰατροῖς καὶ ζωγράφοις καὶ τοῖς ἀπ΄ αὐτῶν ποριζομένοις συμφέρει· τοῖς δὲ λοιποῖς τὰ μὲν ὀλίγα κέρδους ἐστὶ σημαντικὰ διὰ τὸ τρόφιμον͵ τὰ δὲ πολλὰ φροντίδος καὶ ἀνίας͵ πολλάκις δὲ καὶ δικῶν͵ ὅτι τὰ ἐξ αὐτῶν γεννώμενα δι΄ ὅλου σκαλεύει καὶ τὰ κεκρυμμένα ἐρευνᾷ. Ψιλοῦσθαι καὶ πιττοῦσθαι βλάβας καὶ ζημίας σημαίνει.

2.44 Ἔτι καὶ τοῦτο. μεμνῆσθαι χρὴ ὅτι ὅσα τεράστιά ἐστι καὶ οὐδαμῶς ἐνδεχόμενα καὶ λόγον οὐκ ἔχοντα μεθ΄ ἡμέραν γενέσθαι͵ ὡς Ἱπποκένταυρος καὶ Σκύλλα καὶ τὰ ὅμοια͵ ψευδεῖς τὰς ἐλπίδας καὶ ἀτελέστους ποιεῖ. Φαίνονται δὲ οἱ θεοὶ ἐν ἀνθρώπων ἰδέᾳ τε καὶ μορφῇ͵ ἐπειδὴ νενομίκαμεν αὐτοὺς τὰ εἴδη ἡμῖν ἐοικέναι. κανονίζειν οὖν χρὴ τοὺς ἀγνοουμένους θεούς τε καὶ θεὰς ἀπὸ ἡλικίας ἢ ἀπὸ τῶν ἐκτὸς ἢ ἀπὸ τεχνῶν οὕτως. ἀπὸ μὲν ἡλικίας. οἷον παιδάριον ὀφθὲν καιρὸν σημαίνει τὸν μέλλοντα͵ νεανίσκος δὲ τὸν ἐνεστῶτα. καὶ πάλιν μειράκιον νέον τὸν Ἑρμῆν͵ νεανίσκος δὲ τὸν Ἡρακλέα͵ ἀνὴρ δὲ τὸν Δία͵ πρεσβύτης δὲ τὸν Κρόνον͵ δύο μειράκια τοὺς Διοσκόρους͵ παρθένος Ἐλπίδα ἢ Ἄρτεμιν ἢ Ἀθηνᾶν· Ἐλπίδα μὲν γελῶσα͵ Ἄρτεμιν δὲ σεμνοπροσωποῦσα͵ Ἀθηνᾶν δὲ γοργὸν ἐμβλέπουσα. γυνὴ δὲ νέα Τύχην͵ πρεσβῦτις δὲ Ἑστίαν· τρεῖς γυναῖκες Μοίρας͵ ὅταν ὦσιν ἐνδεδυμέναι· γυμναὶ δὲ Ὥρας͵ λουόμεναι δὲ Νύμφας. ἀπὸ δὲ τῶν ἐκτός. οἱ θεοὶ ἔχουσι παράσημα. οἱ τὰ αὐτὰ ἔχοντες͵ ἵνα μὴ καθ΄ ἕκαστον λέγω͵ εὐσήμου ὄντος τοῦ λόγου͵ τοὺς θεοὺς τούτους σημαίνουσιν. ἀπὸ δὲ τεχνῶν. οἱ τὰς ἐπωνύμους τοῖς θεοῖς τέχνας ἔχοντες τοὺς τῶν τεχνῶν προϊσταμένους θεοὺς σημαίνουσιν. Ὀνείρους δὲ ἀποβεβηκότας καὶ τὰς ἀποβάσεις αὐτῶν οὐκ ἐνεδέχετο γράφειν ἐν τέχνῃ ὀνειροκριτικῇ καὶ ὑποθήκαις θεωρημάτων. οὐδέ μοι πιθανὰ ἐδόκει ταῦτα͵ καίτοι Γεμίνου τοῦ Τυρίου καὶ Δημητρίου τοῦ Φαληρέως καὶ Ἀρτέμωνος τοῦ Μιλησίου τοῦ μὲν ἐν τρισὶ βιβλίοις τοῦ δὲ ἐν πέντε τοῦ δὲ ἐν εἰκοσιδύο πολλοὺς ὀνείρους ἀναγραψαμένων καὶ μάλιστα συνταγὰς καὶ θεραπείας τὰς ὑπὸ Σαράπιδος δοθείσας.

2.45 Ἔτι καὶ πινακὶς γυναῖκα σημαίνει διὰ τὸ τύπους παντοδαποὺς γραμμάτων ἐπιδέχεσθαι. τύπους δὲ ἐν τῇ συνηθείᾳ καὶ τὰ τέκνα καλοῦμεν. Βιβλίον τὸν βίον τοῦ ἰδόντος σημαίνει· (διέρχονται γὰρ τὰ βιβλία οἱ ἄνθρωποι ὥσπερ καὶ τὸν βίον) καὶ παλαιῶν πραγμάτων ὑπόμνησιν͵ ἐπειδὴ τὰ πάλαι πραχθέντα τοῖς βιβλίοις ἐγγέγραπται. ἐσθίειν δὲ βιβλία παιδευταῖς καὶ σοφισταῖς καὶ πᾶσι τοῖς ἀπὸ λόγων ἢ βιβλίων ποριζομένοις συμφέρει· τοῖς δὲ λοιποῖς θάνατον σύντομον προαγορεύει.

2.46 Πέρδικες καὶ ἄνδρας καὶ γυναῖκας σημαίνουσιν͵ ὡς δὲ ἐπὶ τὸ πλεῖστον γυναῖκας [μᾶλλον] ἀθέους καὶ ἀσεβεῖς οὐδέποτε τοῖς τρέφουσιν εὐνοούσας· καὶ γὰρ δυστιθάσευτοί εἰσι καὶ ποικίλοι καὶ μόνοι τῶν ὀρνίθων θεῶν σέβας οὐκ ἔχουσι.

2.47 Πέδαι κατοχῆς καὶ ἐμποδισμοῦ εἰσι σημαντικαὶ καὶ νόσου διὰ τὸ καθεκτικόν. δούλοις δὲ πίστεις μεγάλας προαγορεύουσιν͵ ὧν ἀχώριστοι ἔσονται· καὶ γάμον ἀγάμοις καὶ τέκνα τοῖς οὐκ ἔχουσιν. ἀπὸ δὲ τῆς ὕλης αὐτῶν τὸ πολυτελὲς τοῦ γάμου ἔστι τεκμήρασθαι.

2.48 Παίειν τούτους μόνον ἐστὶν ἀγαθόν͵ ὧν ἄρχει τις͵ πλὴν γυναικός· αὕτη γὰρ εἰ παίοιτο͵ μοιχεύεται. οἱ δὲ λοιποὶ ἐπ΄ ὠφελείᾳ τοῦ παίοντος τὰς πληγὰς λαμβάνουσιν. ὧν δέ τις οὐκ ἄρχει͵ τούτους παίειν οὐκ ἀγαθόν· ζημίαν γὰρ διὰ τὸν νόμον προαγορεύει. παίεσθαι δὲ οὐκ ἀγαθὸν μήτε ὑπὸ θεῶν μήτε ὑπὸ νεκρῶν μήτε ὑπὸ τῶν ὑποτασσομένων͵ ἀλλ΄ ὑπὸ τῶν λοιπῶν. ἀεὶ δὲ ἀγαθὸν ξύλοις ἢ χερσὶ παίεσθαι͵ πονηρὸν δὲ ἱμάντι διὰ τοὺς μώλωπας καὶ καλάμῳ διὰ τὸν ψόφον [καὶ νάρθηκι ἐπειδὴ ψοφῶδές ἐστι τὸ ξύλον]. ὁπόθεν δὲ οἱ παιόμενοι λαμβάνουσι τὰς πληγάς͵ ἐντεῦθεν τὰς ὠφελείας συμβέβηκε γίνεσθαι. [παρὰ τὸ λαμβάνειν. ἐγὼ δὲ ἐτήρησα καὶ τοῦτο ἐπ΄ ἐμαυτοῦ συμβάν. ποτὲ γὰρ δόξας ὑπὸ τῆς ἐμαυτοῦ γυναικὸς ἐν ὕπνοις ὑβρίζεσθαι͵ τῇ ἡμέρᾳ ἐκείνῃ ἀκαταθυμίου τινός μοι ὑπαντήσαντος ἐταράχθην καὶ ἐδυσφόρησα καὶ οὐκ ἦν ἀπεοικὸς τὸν ὑπὸ προσώπου ὑποτεταγμένου καὶ ὑφ΄ οὗ τιμᾶσθαι ὀφείλει ὑβρισθέντα μὴ ἀηδισθῆναι ἢ λυπηθῆναι ἐν πράγματι.]

2.49 Ἀποθανεῖν δοκεῖν καὶ ἐκκομισθῆναι καὶ κατορυγῆναι δούλῳ μὲν οὐκ ὄντι ἐν πίστει ἐλευθερίαν προαγορεύει· ἀδέσποτος γὰρ ὁ ἀποθανὼν καὶ πέπαυται κάμνων καὶ ὑπηρετῶν· τὸν δὲ ἐν πίστει ὄντα δοῦλον παραιρεῖται τῆς πίστεως ὁ θάνατος. ἀνδρὶ δὲ ἀγάμῳ γάμον προαγορεύει· τέλη μὲν γὰρ ἀμφότερα τοῖς ἀνθρώποις εἶναι νενόμισται καὶ ὁ γάμος καὶ ὁ θάνατος͵ ἀεὶ δὲ δείκνυνται ὑπ΄ ἀλλήλων. ὅθεν καὶ τοῖς νοσοῦσι τὸ γαμεῖν θάνατον προαγορεύει· καὶ γὰρ τὰ αὐτὰ ἀμφοτέροις συμβαίνει͵ τῷ τε γαμοῦντι καὶ τῷ ἀποθανόντι͵ οἷον παραπομπὴ φίλων ἀνδρῶν τε καὶ γυναικῶν καὶ στέφανοι καὶ ἀρώματα καὶ μύρα καὶ συγγραφὴ κτημάτων. τὸν δὲ γεγαμηκότα διίστησι τῆς γυναικὸς ὁ θάνατος͵ καὶ κοινωνοὺς δὲ καὶ φίλους καὶ ἀδελφοὺς διαλύει καὶ διίστησιν ἀλλήλων· οἱ γὰρ ἀποθανόντες τοῖς ζῶσιν οὐ συναναστρέφονται͵ οὐδ΄ αὖ οἱ ζῶντες τοῖς ἀποθανοῦσι. τὸν δὲ ἐν τῇ οἰκείᾳ ὄντα ἐπὶ ξένην ἄγει διὰ τὸ μὴ τὸν ἀποθανόντα ἐν τοῖς αὐτοῖς ἔτι μένειν͵ τὸν δὲ ἐπὶ ξένης ὄντα εἰς τὴν οἰκείαν ἄγει· καὶ γὰρ ὁ ἀποθανὼν εἰς τὴν γῆν κατατίθεται͵ ἥτις ἐστὶ κοινὴ πάντων πατρίς. ἀθλητὰς δὲ ἱερονίκας ὁ θάνατος ποιεῖ· τέλειοι γὰρ οἱ ἀποθανόντες ὡς καὶ οἱ νικήσαντες. ἀγαθὸν δὲ καὶ φιλολόγοις τὸ ἀποθανεῖν καὶ πατράσι· μνημεῖα γὰρ ἕξουσιν οἱ μὲν τοὺς παῖδας͵ οἱ δὲ τῆς ἑαυτῶν σοφίας τὰ συγγράμματα. ἀγαθὸν δὲ τὸν θάνατον ἐτήρησα καὶ τοῖς λυπουμένοις καὶ τοῖς φοβουμένοις (ἄφοβοι γὰρ καὶ ἄλυποι οἱ ἀποθανόντες) καὶ τοῖς περὶ γῆς δίκην ἔχουσι καὶ τοῖς βουλομένοις γῆν πρίασθαι· γῆς γὰρ δεσπόται οἱ ἀποθανόντες. ἐν δὲ ταῖς ἄλλαις δίκαις πονηρὸν τὸ ἀποθανεῖν· ἄπρακτοι γὰρ οἱ ἀποθανόντες καὶ ἐν τῇ τῶν ζώντων ἐξουσίᾳ διακείμενοι. εἰ δέ τις νοσῶν ἢ ἀλγῶν τι δόξειε τεθνάναι͵ ἄπονος ἔσται καὶ ἄνοσος· καὶ γὰρ οἱ ἀποθανόντες. οὐδὲν δὲ διαφέρει ἢ αὐτὸ μόνον δοκεῖν ἀποθανεῖν ἢ ἐκκομισθῆναι ἢ ταφῆναι. ζῶντα δὲ θάπτεσθαι δοκεῖν οὐδενὶ συμφέρει· ὡς γὰρ ἐπὶ τὸ πολὺ εἱρκτὴν καὶ δεσμὰ σημαίνει. ὅ τι δ΄ ἂν σημαίνῃ ἀγαθὸν ἢ κακὸν ὁ θάνατος͵ τοῦτο ἐὰν μέν τις ἑαυτὸν ἀποκτείνῃ͵ ἔσται αὐτῷ διὰ τὴν ἑαυτοῦ αἰτίαν· ἐὰν δὲ ὑπὸ ἄλλου ἀποθάνῃ͵ διὰ τὴν τοῦ ἄλλου αἰτίαν καὶ τὰ ἀποτελέσματα ἔσται. πάντες δὲ οἱ ἐκ καταδίκης θάνατοι τὰ σημαινόμενα καὶ ἀγαθὰ καὶ κακὰ σφοδρότερα ποιοῦσι. περὶ ὧν καὶ κατ΄ εἶδος εἰπεῖν ἄξιον.


2.50 Ἀπάγξασθαι καὶ ἑαυτὸν ἀναρτῆσαι θλίψεις καὶ στενοχωρίας σημαίνει διὰ τὸ συμβαῖνον τοῖς ἀπαγχομένοις͵ καὶ προσέτι μὴ μεῖναι ἐν τῇ οἰκείᾳ μηδὲ ὅπου τις ὢν τὸν ὄνειρον ἐθεάσατο· καὶ γὰρ ὁ ἀπαγξάμενος οὐκέτι τῇ γῇ ἐπιβαίνει οὐδ΄ ἐστὶν ἐπὶ ἕδρας.

2.51 σφάξαι δὲ ἑαυτὸν ἢ ὑπό τινος σφαγῆναι ταὐτὰ σημαίνει τοῖς ἔμπροσθεν περὶ θανάτου εἰρημένοις͵ θᾶττον δὲ τελειοῖ. ἱερευθῆναι δὲ καὶ σφαγῆναι παρὰ βωμῷ θεοῦ ἢ δημοσίᾳ ἐν ἐκκλησίᾳ ἢ ἐν ἀγορᾷ ἀγαθὸν πᾶσι͵ μάλιστα δούλοις· ἐνδόξως γὰρ καὶ ἐπιφανῶς ἔσονται ἐλεύθεροι.

2.52 Ζῶντα κατακαίεσθαι τὰ αὐτὰ τῷ κεραυνοῦσθαι σημαίνει. περὶ ὧν ἔμπροσθεν εἴρηται. ἰδίως δὲ τὸ ζῶντα κατακαίεσθαι τοῖς νοσοῦσι διὰ τὸ σύνθετον τοῦ ὀνόματος σωτηρίαν σημαίνει͵ τοῖς δὲ νέοις φορὰς ἀλόγους καὶ ἐπιθυμίας ἐρωτικὰς σημαίνει.

2.53 Σταυροῦσθαι πᾶσι μὲν τοῖς ναυτιλλομένοις ἀγαθόν· καὶ γὰρ ἐκ ξύλων καὶ ἥλων γέγονεν ὁ σταυρὸς ὡς καὶ τὸ πλοῖον͵ καὶ ἡ κατάρτιος αὐτοῦ ὁμοία ἐστὶ σταυρῷ. ἀγαθὸν δὲ καὶ πένητι· καὶ γὰρ ὑψηλὸς ὁ σταυρωθεὶς καὶ πολλοὺς τρέφει οἰωνούς. τὰ δὲ κρυπτὰ ἐλέγχει· ἐκφανὴς γὰρ ὁ σταυρωθείς. τοὺς δὲ πλουσίους βλάπτει· γυμνοὶ γὰρ σταυροῦνται καὶ τὰς σάρκας ἀπολλύουσιν οἱ σταυρωθέντες. ἀνδρὶ δὲ ἀγάμῳ γάμον προαγορεύει διὰ τὴν δέσιν πλὴν οὐ πάνυ τι συμφέροντα. ὁ δὲ αὐτὸς λόγος καὶ περὶ φιλίας καὶ κοινωνίας. δούλους δὲ ἐλευθεροῖ· ἀνυπότακτοι γὰρ οἱ σταυρωθέντες. τοὺς δὲ ἐν τῇ οἰκείᾳ διατρίβειν βουλομένους καὶ τοὺς ἰδίαν γῆν γεωργοῦντας καὶ τοὺς ἐκβληθῆναί ποθεν φοβουμένους ἐκβάλλει καὶ οὐκ ἐᾷ μένειν ἐν οἷς εἰσιν· εἴργει γὰρ ὁ σταυρὸς τῆς γῆς ἐπιβαίνειν. ἐν πόλει δὲ δοκεῖν ἐσταυρῶσθαι ἀρχὴν σημαίνει τοιαύτην͵ οἷος ἂν ᾖ ὁ τόπος͵ ἐν ᾧ ὁ σταυρὸς ἕστηκε.

2.54 Θηριομαχεῖν πένητι ἀγαθόν· πολλοὺς γὰρ ἕξει τρέφειν. καὶ γὰρ ὁ θηριομαχῶν ἀπὸ τῶν ἰδίων σαρκῶν τὰ θηρία τρέφει. ἀνδρὶ δὲ εὐπόρῳ ὑπὸ τοιούτων ἀδικίας ἐσομένας προαγορεύει͵ οἷα ἂν ᾖ τὰ θηρία. πολλοῖς δὲ νόσον προηγόρευσεν· ὡς γὰρ ὑπὸ θηρίων͵ οὕτω καὶ ὑπὸ νόσου φθείρονται αἱ σάρκες. δούλους δὲ ἐλευθεροῖ͵ ἐὰν ἀποθάνωσιν ὑπὸ τῶν θηρίων.

2.55 Εἰς Ἅιδου καταβῆναι δοκεῖν καὶ τὰ ἐν Ἅιδου ὁρᾶν͵ ὅσα ἐκεῖ εἶναι νενόμισται͵ τοῖς μὲν εὖ πράττουσι καὶ κατὰ προαίρεσιν ζῶσιν ἀπραξίαν καὶ βλάβην σημαίνει· ἄπρακτοι γὰρ οἱ ἐν Ἅιδου καὶ ψυχροὶ καὶ ἀκίνητοι. τοῖς δὲ εὐλαβουμένοις ἢ φροντίζουσιν ἢ λυπουμένοις ἀμεριμνίας καὶ ἀλυπίας προαγορεύει· καὶ γὰρ ἄλυποι καὶ πάσης ἐκτὸς φροντίδος εἰσὶν οἱ ἐν Ἅιδου. τοῖς δὲ λοιποῖς ἀποδημίας σημαίνει ἢ πάντως γε τῶν τόπων ἐν οἷς εἰσιν ἐκβάλλει· τοῦτο μὲν γὰρ οἱ παλαιοὶ τοὺς μακρὰν ἀποδημήσαντας εἰς Ἅιδου πορεύεσθαι ἔλεγον͵ τοῦτο δὲ καὶ αὐτὸς ὁ λόγος δείκνυσιν͵ ὅτι μὴ ἐν ταῖς αὐταῖς διατριβαῖς εἰσιν οἱ ἐν Ἅιδου. καὶ εἰ μέν τις ἀναβαίνειν πάλιν ἐξ Ἅιδου ὑπολάβοι͵ ἀνακομισθήσεται ἀπὸ τῆς ξένης εἰς τὴν οἰκείαν· εἰ δὲ μή͵ ἐπὶ ξένης καταβιώσεται. πολλάκις δὲ καὶ τοὺς ἐπὶ ξένης ἡ εἰς Ἅιδου κατάβασις εἰς τὴν οἰκείαν ἐπανάγει. τὸ δὲ δοκεῖν εἰς Ἅιδου καταβάντα εἴργεσθαι τῆς εἰς ἀνθρώπους ἀνόδου βίᾳ κατασχεθῆναι πρός τινων σημαίνει ἢ εἰς εἱρκτὴν ἐμβληθῆναι͵ πολλοῖς δὲ νόσον μακρὰν προηγόρευσε καὶ ἐπὶ τῇ νόσῳ θάνατον. τὸ δὲ ἀναβαίνειν διαφυγήν τινα πορισάμενον ἐξ ἐσχάτου τινὸς κινδύνου σώζει τὸν ἄρρωστον· φαμὲν γὰρ καὶ ἐν τῇ συνηθείᾳ τὸν παρὰ προσδοκίαν σωθέντα ἐξ Ἅιδου ἀναβεβηκέναι.

2.56 Βαστάζειν τινὰ τῶν δαιμόνων τῶν χθονίων͵ ἢ αὐτὸν τὸν Πλούτωνα ἢ τὸν Κέρβερον ἢ ἄλλον τινὰ τῶν ἐν Ἅιδου͵ κακούργῳ μὲν ἰδόντι σταυρὸν βαστάσαι σημαίνει· ἔοικε γὰρ καὶ ὁ σταυρὸς θανάτῳ͵ καὶ ὁ μέλλων αὐτῷ προσηλοῦσθαι πρότερον αὐτὸν βαστάζει· ἀνδρὶ δὲ μὴ κακούργῳ θηρίον βαστάσαι σημαίνει͵ καὶ εἰ μὲν βαρύνοιτο͵ δηχθῆναι καὶ ἀποθανεῖν· εἰ δὲ μή͵ αἰσθόμενον ἀποθέσθαι καὶ μὴ διαφθαρῆναι. βαστάζειν δέ τινα τῶν ζώντων ἄμεινον ἢ βαστάζεσθαι͵ ὅσῳ καὶ κρεῖττον ἀμύνειν τινὶ δύνασθαι τοῦ ἐπιδεῖσθαι τιμωρίας καὶ βοηθείας. ἔοικε γὰρ ὁ μὲν βαστάζων συναιρομένῳ τινὶ καὶ εὐεργετοῦντι͵ ὁ δὲ βασταζόμενος εὐεργετουμένῳ. ὅσῳ οὖν ἀσθενέστερός ἐστιν ὁ βαστάζων͵ οἷον γυνὴ ἢ παιδίον͵ τοσούτῳ χεῖρον τῷ βασταζομένῳ· καὶ γὰρ τῶν εὐτελεστέρων καὶ ἧττον ἀμύνειν δυναμένων ἐπιδεηθήσεται. μόνῳ δὲ οἰκέτῃ ὑπὸ τοῦ δεσπότου βαστάζεσθαι ἀγαθὸν καὶ τῷ παντελῶς πένητι ὑπὸ πλουσίου· πολλὰ γὰρ ὠφεληθήσονται ὑπὸ τῶν βασταζόντων.

2.57 Νεκροὺς ὁρᾶν αὐτὸ μόνον καὶ μηδὲν ἀξιόλογον δρᾶν ἢ πάσχειν οὕτω διατεθῆναι σημαίνει͵ ὅπως εἶχον σχέσεως οἱ νεκροὶ ὅτε ἔζων πρὸς τὸν ἰδόντα· εἰ μὲν γὰρ ἐγένοντο ἡδεῖς ἢ εὐεργέται͵ ἀγαθὰ σημαίνουσι καὶ τὸν παρόντα καιρὸν ἡδέως διάξειν· εἰ δὲ μή͵ τὰ ἐναντία. εἰ δέ τι οἱ νεκροὶ λαμβάνοιεν͵ οἷον νεκροῖς συντίθεται͵ ἀσύμφορον. πάντων δὲ χαλεπώτατοι οἱ ἱμάτια περιαιρούμενοι ἢ ἀργύριον ἢ τροφάς· ἢ γὰρ αὐτῷ τῷ ἰδόντι θάνατον σημαίνουσιν ἤ τινι τῶν τούτῳ προσηκόντων. ὅ τι δ΄ ἂν ἄλλο ἁρπάξωσι͵ κατὰ ἀναλογίαν κρίνειν χρή. διδόντες δέ τι οἱ νεκροὶ καὶ οὕτω πονηροί εἰσιν͵ εἰ μὴ ἄρα τροφὰς ἢ ἀργύριον ἢ ἱμάτια ἐπιδοῖεν [ἐγὼ δὲ ἐτήρησά τινα τὴν ἑαυτοῦ γυναῖκα προτελευτήσασαν θεασάμενον ἐν ὕπνοις ὅτι δῆθεν καθίστα τὸν οἶκον στρωννύουσα κλίνας. καὶ τῇ ἑξῆς ἡμέρᾳ συνέβη τοὺς πλείονας τῶν διαφερόντων τοῦ θεασαμένου τὸ ὄναρ νοσῆσαι. καὶ ἐφάνη πρόδηλον τὸ ὄναρ μετὰ τὴν ἀπόβασιν· οἱ γὰρ νοσοῦντες δέονται κατὰ τὸ ἀναγκαῖον τῆς ἑτοιμασίας τῶν κλιναρίων͵ οὐχ οἱ ὑγιαίνοντες.]

2.58 Λέγουσι δὲ ἔνιοι τὸ ἀργύριον εἶναι πονηρὸν καὶ τὰ νομίσματα πάντα· ἐγὼ δὲ ἐτήρησα τὰ μὲν λεπτὰ καὶ χάλκεα νομίσματα δυσθυμιῶν αἴτια καὶ λόγων ἐπιλύπων͵ τὰ δὲ ἀργυρᾶ λόγων τῶν ἐν συνθήκαις περὶ σπουδαίων πραγμάτων σημαντικά͵ τὰ δὲ χρύσεα σπουδαιοτέρων. ἀεὶ δὲ ἄμεινον ὀλίγα ἔχειν χρήματα καὶ νομίσματα καὶ μὴ πολλά͵ ἐπεὶ τά γε πολλὰ διὰ τὸ δυσοικονόμητον φροντίδας καὶ

2.59 λύπας σημαίνει͵ ὥσπερ καὶ ὁ θησαυρός· εἴ τις ὑπολάβοι θησαυρὸν εὑρίσκειν ὀλίγα χρήματα ἔχοντα͵ ἥττονα τὰ χαλεπὰ σημαίνει· ὁ δὲ πολυχρήματος θησαυρὸς λύπας καὶ μερίμνας σημαίνει͵ πολλάκις δὲ καὶ θάνατον προαγορεύει· οὐ γὰρ ἄνευ τοῦ τὴν γῆν ἀνασκαφῆναι θησαυρὸς εὑρίσκεται͵ ὥσπερ οὐδὲ [ὁ] νεκρὸς κατατίθεται. [κἀγὼ τοῦτο παρεφυλαξάμην. ποτὲ γοῦν ἐν δυσθυμίᾳ ὢν καὶ φροντίδι ἐθεασάμην ἐμαυτὸν ἐν σπυρίδι ἔχοντα λεπτὰ κερμάτια καὶ εἰσελθὼν ἐν ἐργαστηρίῳ τινὶ ταῦτα ἀπεκλάπην καὶ ἀπώλεσα. καὶ συνέβη με τῇ ἡμέρᾳ ἐκείνῃ αἰσίων μοι ἀπαγγελθέντων περὶ ὧν ἐφρόντιζον εὐθυμῆσαι καὶ ῥᾷον διατεθῆναι. ἔλεγεν δέ τις ἐν συνουσίᾳ ποτὲ διηγημάτων τοιούτων κινουμένων ὅτι ποτὲ ἐπὶ ἀνύσει χρημάτων πέμψας τὸν ἴδιον αὐτοῦ υἱόν͵ ἔτι ἀποδήμου αὐτοῦ ὄντος ἐθεάσατο αὐτὸν ἐν ὕπνοις ἐλθόντα καὶ λέγοντα τρισχίλια ὀκτακόσια νομίσματα ἤνεγκα. καὶ ἀναθέμενός τινι τῶν ἐπιστημόνων τὸ ὄναρ ἔμαθεν ὡς ἄπρακτος ὑποστρέψει αὐτοῦ ὁ υἱός. ὃ καὶ ἀπήντησεν͵ πρῶτον μὲν ὅτι τὰ ἐναντία ἀεὶ ἀποβαίνουσι͵ δεύτερον δὲ καὶ ὅτι ἀεὶ εἰώθαμεν διὰ τῆς τοιαύτης θέσεως τῶν δακτύλων τῶν τρισχιλίων ὀκτακοσίων σημαίνειν τὸ οὐδέν.]

2.60 Δακρύειν καὶ ὀδύρεσθαι καὶ ἐπὶ νεκρῷ καὶ ἐπὶ ἄλλῳ ᾡτινιοῦν καὶ αὐτὸ τὸ λυπεῖσθαι χαρὰν ἐπί τινι καὶ ἡδονὴν ἐπὶ κατορθώματι ἐσομένην προαγορεύει ὀρθῶς καὶ κατὰ λόγον· ἔχει γὰρ ἡ ἡμετέρα ψυχὴ συγγενές τι πρὸς τὸ περιέχον καὶ τὸν ἀέρα τὸν ἐκτός. ὥσπερ οὖν τὸ περιέχον καὶ ὁ ἀὴρ τρέπονται ἐπὶ τὸ ἐναντίον͵ ἀπὸ χειμῶνος εἰς εὐδίαν καὶ πάλιν ἀπὸ εὐδίας εἰς χειμῶνα͵ οὕτως εἰκὸς καὶ τὴν ἡμετέραν γνώμην ἀπὸ λύπης εἰς ἡδονὴν καὶ χαρὰν τρέπεσθαι καὶ ἀπὸ χαρᾶς εἰς λύπην. ὅθεν καὶ τὸ χαίρειν εἰς τὸ ἐναντίον τρεπόμενον λύπην προαγορεύει. ἀεὶ δὲ χρὴ ἐπί τινι λυπεῖσθαι καὶ μὴ ἄνευ ὑποθέσεως͵ ἐπεὶ τό γε εἰκῆ λυπεῖσθαι ὄντως ἐπί τινι λυπηθήσεσθαι σημαίνει.

2.61 Μνημεῖον δὲ ἔχειν ἢ οἰκοδομεῖν ἀγαθὸν δούλῳ καὶ ἄπαιδι· ὁ μὲν γὰρ ἔσται ἐλεύθερος͵ ἐπειδὴ μὴ δοῦλοι μνημεῖα κτῶνται ἀλλ΄ ἐλεύθεροι͵ ὁ δὲ καταλείψει μνημεῖον ἑαυτοῦ παῖδα. πολλάκις δὲ καὶ γάμον προηγόρευσε τὸ τοιοῦτον ὄναρ͵ ἐπειδὴ καὶ τὸ μνημεῖον ὡσπερεὶ γυνὴ ὅλα τὰ σώματα χωρεῖ· καὶ γῆς πρόσκτησιν. καὶ καθόλου πᾶσίν ἐστιν ἀγαθόν͵ καὶ τοῖς εὐδαιμονοῦσι καὶ τοῖς ἀπόροις. συντριβόμενα δὲ μνημεῖα ἢ καταπίπτοντα τὰ ἐναντία σημαίνει.

2.62 Νεκροὶ ἀναβιοῦντες ταραχὰς σημαίνουσι καὶ βλάβας· καθ΄ ὑπόθεσιν γὰρ χρὴ ἐπινοῆσαι οἵα ἔσται ταραχὴ τῶν νεκρῶν ἀναβιωσάντων. ὡς εἰκὸς δὲ καὶ τὰ ἑαυτῶν ἀπαιτήσουσιν͵ ὅθεν καὶ βλάβαι γίνονται.

2.63 Νεκροὶ ἐκ δευτέρου ἀποθνήσκοντες ὁμωνύμων ἢ ὁμοίων ἢ τῶν ἔγγιστα γένους θάνατον προαγορεύουσιν͵ ἵνα οὕτως οἱ αὐτοὶ δὶς δόξωσιν ἀποθνήσκειν.

2.64 Φάρμακον θανάσιμον τὰ αὐτὰ τῷ θανάτῳ σημαίνει. ὁμοίως καὶ περὶ τῶν κνωδάλων καὶ κινωπέτων θηρίων͵ ὅσα ταχέως ἀναιρεῖ.

2.65 Ἐπειδὴ καὶ ὁ γάμος ἔοικε θανάτῳ καὶ ὑπὸ θανάτου σημαίνεται͵ ἐνταῦθα καλῶς ἔχειν ἡγησάμην ἐπιμνησθῆναι αὐτοῦ. γαμεῖν παρθένον τῷ νοσοῦντι θάνατον σημαίνει· ὅσα γὰρ τῷ γαμοῦντι συμβαίνει͵ τὰ αὐτὰ καὶ τῷ ἀποθανόντι. ἀγαθὸν δὲ τῷ καινῇ πραγματείᾳ ἐγχειρεῖν βουλομένῳ (τυχεῖν γὰρ σημαίνει τοῦ προκειμένου) καὶ τῷ ἐλπίζοντί ποθεν ὠφεληθῆναι· πάντως γὰρ ὁ γαμήσας προσλαμβάνεταί τινα οὐσίαν͵ ἣν ἐπάγεται ἡ νύμφη. τοῖς δὲ λοιποῖς ταραχὰς καὶ περιβοησίας σημαίνει· οὐ γὰρ ἄνευ ταραχῆς συντελεῖται γάμος. εἰ δέ τις γυναῖκα διακεκορευμένην πρὸς γάμον λαμβάνοι͵ οὐ καιναῖς ἐπιθέμενος ἀλλὰ παλαιαῖς ἐγχειρήσεσιν οὐκ ἂν μεταμέλοιτο. εἰ δέ τις τὴν ἑαυτοῦ γυναῖκα ἴδοι ἄλλῳ γαμουμένην͵ ἐναλλαγὴν πράξεως ἢ χωρισμὸν δηλοῖ. εἰ δὲ γυνὴ ἄνδρα ἔχουσα δόξειεν ἄλλῳ γαμεῖσθαι͵ ὡς μὲν οἱ παλαιοὶ λέγουσι͵ κατορύξει τὸν ἄνδρα ἢ ἄλλως πως αὐτοῦ χωρισθήσεται· ὡς δὲ ἐγὼ ἐτήρησα͵ οὐκ ἀεὶ τοῦτο γίνεται ἀλλ΄ ὅταν ἡ γυνὴ ἢ μὴ ἐν γαστρὶ ἔχῃ ἢ ἄτεκνος ᾖ ἢ μηδὲν ἔχῃ πράσιμον. εἰ δὲ μή͵ ἐὰν μὲν θυγάτριον ἔχῃ͵ τοῦτο δώσει ἀνδρί· ἐὰν δὲ ἔγκυος ᾖ͵ θῆλυ τέξεται͵ ὅπερ ἀνατραφὲν ἀνδρὶ δώσει· καὶ οὕτως οὐχὶ αὐτὴ ἀλλ΄ ἡ τῆς αὐτῆς μετέχουσα φύσεως ἄλλῳ γαμηθήσεται. καὶ ἡ πωλοῦσά τι συνάλλαγμα ὥσπερ ἐν γάμῳ κατὰ τὴν πρᾶσιν ποιήσεται πρός τινα.