Σέξτος: ΠΡΟΣ ΛΟΓΙΚΟΥΣ, βιβλίο α΄ 3η συνέχεια


περὶ ἀληθείας

Τὴν δὲ ἀλήθειαν οἴονταί τινες͵ καὶ μάλιστα οἱ ἀπὸ τῆς Στοᾶς͵ διαφέρειν τἀληθοῦς κατὰ τρεῖς τρόπους͵ οὐσίᾳ τε καὶ συστάσει καὶ δυνάμει͵ οὐσίᾳ μὲν παρόσον ἡ μὲν ἀλήθεια σῶμά ἐστι͵ τὸ δὲ ἀληθὲς ἀσώματον ὑπῆρχεν. καὶ εἰκότως͵ φασίν· τουτὶ μὲν γὰρ ἀξίωμά ἐστι͵ τὸ δὲ ἀξίωμα λεκτόν͵ τὸ δὲ λεκτὸν ἀσώματον. ἀνάπαλιν δὲ ἡ ἀλήθεια σῶμά ἐστι παρόσον ἐπιστήμη πάντων ἀληθῶν ἀποφαντικὴ δοκεῖ τυγχάνειν͵ πᾶσα δὲ ἐπιστήμη πὼς ἔχον ἐστὶν ἡγεμονικόν͵ ὥσπερ καὶ ἡ πὼς ἔχουσα χεὶρ πυγμὴ νοεῖται· τὸ δὲ ἡγεμονικὸν σῶμα κατὰ τούτους ὑπῆρχεν· τοίνυν καὶ ἡ ἀλήθεια κατὰ γένος ἔσται σωματική. συστάσει δὲ καθόσον τὸ μὲν ἀληθὲς ὡς μονοειδές τι καὶ ἁπλοῦν τὴν φύσιν νενόηται͵ οἷον ἐπὶ τοῦ παρόντος τὸ ἡμέρα ἔστιν καὶ τὸ ἐγὼ διαλέγομαι͵ ἡ δὲ ἀλήθεια ὡς ἂν ἐπιστήμη καθεστηκυῖα τοὐναντίον συστηματική τε καὶ πλειόνων ἄθροισμα τυγχάνειν ὑπείληπται. ᾧ οὖν λόγῳ ἕτερόν τί ἐστιν ὁ δῆμος καὶ ἕτερον ὁ πολίτης͵ καὶ δῆμος μὲν τὸ ἐκ πολλῶν πολιτῶν ἄθροισμα͵ πολίτης δὲ ὁ εἷς͵ τῷ αὐτῷ λόγῳ διενήνοχεν ἡ ἀλήθεια τοῦ ἀληθοῦς͵ καὶ ὡμοίωται ἡ μὲν ἀλήθεια τῷ δήμῳ͵ τὸ δὲ ἀληθὲς τῷ πολίτῃ͵ διὰ τὸ τὴν μὲν εἶναι συστηματικήν͵ τὸ δὲ ἁπλοῦν. δυνάμει δὲ ταῦτα ἀλλήλων κεχώρισται͵ ἐπεὶ τὸ μὲν ἀληθὲς οὐ πάντως ἐπιστήμης εἴχετο (καὶ γὰρ ὁ φαῦλος καὶ ὁ νήπιος καὶ ὁ μεμηνὼς λέγει μέν ποτέ τι ἀληθές͵ οὐκ ἔχει δὲ ἐπιστήμην ἀληθοῦς)͵ ἡ δὲ ἀλήθεια κατ΄ ἐπιστήμην θεωρεῖται. ὅθεν καὶ ὁ ἔχων ταύτην σοφός ἐστιν (ἐπιστήμην γὰρ εἶχεν ἀληθῶν) καὶ οὔποτε ψεύδεται͵ κἂν ψεῦδος λέγῃ͵ διὰ τὸ μὴ ἀπὸ κακῆς ἀλλ΄ ἀπὸ ἀστείας αὐτὸ διαθέσεως προφέρεσθαι. καθὰ γὰρ ὁ περὶ τῆς τοῦ κάμνοντος σωτηρίας ψεῦδός τι λέγων ἰατρός͵ καὶ ἐπαγγελλόμενός τι δώσειν μὴ διδοὺς δέ͵ ψεῦδος μέν τι λέγει͵ οὐ ψεύδεται δέ (πρὸς γὰρ τὴν τοῦ ἐπιστατουμένου σωτηρίαν αὐτῷ τὸ τοιοῦτο λαμβάνει τὴν ἀναφοράν)͵ καὶ ὡς οἱ ἄριστοι τῶν στρατηγῶν πρὸς εὐθυμίαν τῶν ὑποταττομένων αὐτοῖς στρατιωτῶν πολλάκις ἐπιστολὰς ἀπὸ συμμαχίδων πόλεων πλασάμενοι ψεῦδος μέν τι λέγουσιν͵ οὐ ψεύδονται δὲ διὰ τὸ μὴ ἀπὸ πονηρᾶς γνώμης τοῦτο ποιεῖν͵ καὶ ὃν τρόπον γραμματικὸς σολοικισμοῦ τιθεὶς ὑπόδειγμα σολοικισμὸν μὲν προφέρεται͵ οὐ σολοικίζει δέ (οὐ γὰρ παρὰ ἀπειρίαν τοῦ ὀρθοῦ λόγου τοῦτο πάσχει)͵ ὧδε καὶ ὁ σοφός͵ τουτέστιν ὁ τὴν τοῦ ἀληθοῦς ἐπιστήμην ἔχων͵ ἐρεῖ μέν ποτε ψεῦδος͵ ψεύσεται δὲ οὐδέποτε διὰ τὸ μὴ ἔχειν τὴν γνώμην ψεύδει συγκατατιθεμένην. ὅτι γάρ͵ φασίν͵ ἀπὸ τῆς διαθέσεως καὶ οὐκ ἀπὸ ψιλῆς τῆς προφορᾶς κριτέον ἐστὶ τὸν ψευδόμενον͵ πάρεστι μαθεῖν ἐκ τῶν τεθησομένων ὑποδειγμάτων. τυμβωρύχος γὰρ λέγεται καὶ ὁ ἐπὶ τῷ σκυλεύειν τοὺς νεκροὺς τοῦτο πράττων καὶ ὁ τύμβους τοῖς νεκροῖς ὀρύττων· ἀλλ΄ ὁ μὲν πρῶτος κολάζεται ὡς ἀπὸ κακῆς διαθέσεως τοῦτο πράσσων͵ ὁ δὲ δεύτερος καὶ μισθὸν λαμβάνει τῆς ὑπηρεσίας διὰ τὴν ἀντικειμένην αἰτίαν. προφανὲς τοίνυν ἐστίν͵ ὅτι καὶ τὸ ψεῦδος λέγειν τοῦ ψεύδεσθαι κατὰ πολὺ διενήνοχεν͵ ᾗ τὸ μὲν ἀπὸ ἀστείας γίνεται γνώμης͵ τὸ δὲ ψεύδεσθαι ἀπὸ πονηρᾶς. Ταῦτα καὶ περὶ τῆς ἀληθείας κατά τινας προαποδόντες ἀκολούθως καὶ τὴν γενομένην τοῖς δογματικοῖς φιλοσόφοις διάστασιν περὶ τοῦ κριτηρίου σκοπῶμεν· ἀνάγκη γάρ ἐστι ζητοῦντας περὶ τῆς τούτου ὑπάρξεως συνεπιθεωρεῖν καὶ ὅ τι ἐστίν. πολλαὶ μὲν οὖν καὶ ποικίλαι διαιρέσεις φέρονται κατὰ τὸν τόπον· ἀλλ΄ ἡμῖν ἀπόχρη πρὸς τὸ παρὸν λέγειν͵ ὅτι οἱ μὲν ἀνεῖλον τὸ κριτήριον͵ οἱ δὲ ἀπέλιπον. καὶ τῶν ἀπολιπόντων τρεῖς αἱ ἀνωτάτω γεγόνασι στάσεις· οἱ μὲν γὰρ ἐν λόγῳ τοῦτο ἀπέλιπον͵ οἱ δὲ ἐν ταῖς ἀλόγοις ἐναργείαις͵ οἱ δὲ ἐν ἀμφοτέροις. καὶ δὴ ἀνεῖλον μὲν αὐτὸ Ξενοφάνης τε ὁ Κολοφώνιος καὶ Ξενιάδης ὁ Κορίνθιος καὶ Ἀνάχαρσις ὁ Σκύθης καὶ Πρωταγόρας καὶ Διονυσόδωρος͵ πρὸς δὲ τούτοις Γοργίας ὁ Λεοντῖνος καὶ Μητρόδωρος ὁ Χῖος καὶ Ἀνάξαρχος ὁ εὐδαιμονικὸς καὶ Μόνιμος ὁ κύων. [ἐν τούτοις δέ εἰσι καὶ οἱ ἀπὸ τῆς σκέψεως.] ὧν Ξενοφάνης μὲν κατά τινας εἰπὼν πάντα ἀκατάληπτα ἐπὶ ταύτης ἔστη τῆς φορᾶς͵ ἐν οἷς γράφει καὶ τὸ μὲν οὖν σαφὲς οὔτις ἀνὴρ ἴδεν͵ οὐδέ τις ἔσται εἰδὼς ἀμφὶ θεῶν τε καὶ ἅσσα λέγω περὶ πάντων· εἰ γὰρ καὶ τὰ μάλιστα τύχοι τετελεσμένον εἰπών͵ αὐτὸς ὅμως οὐκ οἶδε· δόκος δ΄ ἐπὶ πᾶσι τέτυκται. διὰ τούτων γὰρ σαφὲς μὲν ἔοικε λέγειν τἀληθὲς καὶ τὸ γνώριμον͵ καθὸ καὶ λέγεται ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ͵ ἄνδρα δὲ τὸν ἄνθρωπον͵ τῷ εἰδικῷ καταχρώμενος ἀντὶ τοῦ γένους· εἶδος γὰρ ἀνθρώπου καθέστηκεν ὁ ἀνήρ. σύνηθες δ΄ ἐστὶ τούτῳ χρῆσθαι τῷ τρόπῳ τῆς φράσεως καὶ Ἱπποκράτει͵ ὅταν λέγῃ γυνὴ ἀμφιδέξιος οὐ γίνεται͵ τουτέστι θήλεια ἐν τοῖς δεξιοῖς μέρεσι τῆς μήτρας οὐ συνίσταται. ἀμφὶ θεῶν δὲ ὑποδειγματικῶς περί τινος τῶν ἀδήλων͵ δόκον δὲ τὴν δόκησιν καὶ τὴν δόξαν. ὥστε τοιοῦτον εἶναι κατὰ ἐξάπλωσιν τὸ ὑπ΄ αὐτοῦ λεγόμενον τὸ μὲν οὖν ἀληθὲς καὶ γνώριμον οὐθεὶς ἄνθρωπος οἶδε͵ τό γε ἐν τοῖς ἀδήλοις πράγμασιν· κἂν γὰρ ἐκ τύχης ἐπιβάλλῃ τούτῳ͵ ὅμως οὐκ οἶδεν ὅτι ἐπιβέβληκεν αὐτῷ͵ ἀλλ΄ οἴεται καὶ δοκεῖ. ὥσπερ γὰρ εἰ ἐν ζοφερῷ οἰκήματι καὶ πολλὰ ἔχοντι κειμήλια ὑποθοίμεθά τινας χρυσὸν ζητοῦντας͵ ὑποπεσεῖται διότι ἕκαστος μὲν τούτων λαβόμενός τινος τῶν ἐν τῷ οἰκήματι κειμένων οἰήσεται τοῦ χρυσοῦ δεδράχθαι͵ οὐδεὶς δὲ αὐτῶν ἔσται πεπεισμένος ὅτι τῷ χρυσῷ περιέπεσε͵ κἂν μάλιστα τύχῃ τούτῳ περιπεπτωκώς͵ ὧδε καὶ εἰς τουτονὶ τὸν κόσμον ὥσπερ τινὰ μέγαν οἶκον παρῆλθε πλῆθος φιλοσόφων ἐπὶ τὴν τῆς ἀληθείας ζήτησιν͵ ἧς τὸν λαβόμενον εἰκός ἐστιν ἀπιστεῖν ὅτι εὐστόχησεν. Οὗτος μὲν δὴ οὔ φησιν εἶναι κριτήριον ἀληθείας διὰ τὸ μηδὲν εἶναι καταληπτὸν ἐν τῇ φύσει τῶν ζητουμένων· Ξενιάδης δὲ ὁ Κορίνθιος͵ οὗ καὶ Δημόκριτος μέμνηται͵ πάντ΄ εἰπὼν ψευδῆ͵ καὶ πᾶσαν φαντασίαν καὶ δόξαν ψεύδεσθαι͵ καὶ ἐκ τοῦ μὴ ὄντος πᾶν τὸ γινόμενον γίνεσθαι͵ καὶ εἰς τὸ μὴ ὂν πᾶν τὸ φθειρόμενον φθείρεσθαι͵ δυνάμει τῆς αὐτῆς ἔχεται τῷ Ξενοφάνει στάσεως. μὴ ὄντος γάρ τινος ἀληθοῦς κατὰ διαφορὰν τοῦ ψεύδους͵ ἀλλὰ πάντων ψευδῶν ὄντων καὶ διὰ τοῦτο ἀκαταλήπτων͵ οὐδὲ διακριτικόν τι τούτων ἔσται κριτήριον. τὸ δ΄ ὅτι πάντα ἐστὶ ψευδῆ καὶ διὰ τοῦτο ἀκατάληπτα͵ δείκνυται ἐκ τῆς τῶν αἰσθήσεων διαβολῆς· εἰ γὰρ τὸ ἐπαναβεβηκὸς κριτήριον πάντων τῶν πραγμάτων ἐστὶ ψευδές͵ ἐξ ἀνάγκης καὶ πάντα ἐστὶ ψευδῆ. τὸ δέ γε ἐπαναβεβηκὸς κριτήριον πάντων τῶν πραγμάτων εἰσὶν αἱ αἰσθήσεις͵ καὶ δείκνυνται ψευδεῖς· πάντα ἄρα τὰ πράγματά ἐστι ψευδῆ. Καὶ Ἀνάχαρσις͵ ὡς φασίν͵ ὁ Σκύθης πάσης τέχνης τὴν κριτικὴν κατάληψιν ἀναιρεῖ͵ σφόδρα τε ἐπιτιμᾷ τοῖς Ἕλλησι ταύτην ἀπολείπουσιν· τίς γάρ ἐστι͵ φησίν͵ ὁ κρίνων τι τεχνικῶς; ἆρά γε ὁ ἰδιώτης ἢ ὁ τεχνίτης; ἀλλ΄ ἰδιώτην μὲν οὐκ ἂν εἴποιμεν· πεπήρωται γὰρ πρὸς τὴν γνῶσιν τῶν τεχνικῶν ἰδιωμάτων͵ καὶ ὡς οὔτε τυφλὸς λαμβάνει τὰ τῆς ὁράσεως ἔργα οὔτε κωφὸς τὰ τῆς ἀκοῆς͵ οὕτως οὐδὲ ὁ ἄτεχνος ὀξυωπεῖ πρὸς τὴν κατάληψιν τοῦ τεχνικῶς ἀποτελεσθέντος͵ ἐπεί τοι ἐὰν καὶ τούτῳ μαρτυρῶμεν τήν τινος πράγματος τεχνικοῦ κρίσιν͵ οὐ διοίσει τῆς τέχνης ἡ ἀτεχνία͵ ὅπερ ἐστὶν ἄτοπον· ὥστε οὐχ ὁ ἰδιώτης ἐστὶ κριτὴς τῶν τεχνικῶν ἰδιωμάτων. λείπεται ἄρα λέγειν τὸν τεχνίτην· ὃ πάλιν ἐστὶν ἀπίθανον. ἤτοι γὰρ ὁ ὁμόζηλος τὸν ὁμόζηλον ἢ ὁ ἀνομόζηλος τὸν ἑτερόζηλον κρίνει. ἀλλ΄ ὁ ἑτερόζηλος οὐχ οἷός τέ ἐστι κρίνειν τὸν ἑτερόζηλον· τῆς γὰρ ἰδίας τέχνης ἐστὶν ἐπιγνώμων͵ πρὸς δὲ τὴν ἀλλοτρίαν ἰδιώτης καθέστηκεν. καὶ μὴν οὐδὲ ὁ ὁμόζηλος τὸν ὁμόζηλον δύναται δοκιμάζειν· αὐτὸ γὰρ τοῦτο ἐζητοῦμεν͵ τίς ἐστιν ὁ τούτους κρίνων ἐν μιᾷ δυνάμει τὸ ὅσον ἐπὶ τῇ αὐτῇ τέχνῃ καθεστῶτας. ἄλλως τε͵ εἴπερ οὗτος ἐκεῖνον κρίνει͵ γενήσεται τὸ αὐτὸ κρῖνόν τε καὶ κρινόμενον πιστόν τε καὶ ἄπιστον· ᾗ μὲν γὰρ ὁμόζηλός ἐστιν ὁ ἕτερος τῷ κρινομένῳ͵ κρινόμενος καὶ αὐτὸς ἄπιστος ἔσται͵ ᾗ δὲ κρίνει͵ πιστὸς γενήσεται. οὐ δυνατὸν δὲ τὸ αὐτὸ καὶ κρῖνον καὶ κρινόμενον καὶ πιστὸν καὶ ἄπιστον ὑπάρχειν· οὐκ ἄρα ἔστι τις ὁ κρίνων τεχνικῶς. διὰ δὲ τοῦτο οὐδὲ κριτήριον· τῶν γὰρ κριτηρίων τὰ μέν ἐστι τεχνικὰ τὰ δὲ ἰδιωτικά͵ οὔτε δὲ τὰ ἰδιωτικὰ κρίνει͵ ὥσπερ οὐδὲ ὁ ἰδιώτης͵ οὔτε τὰ τεχνικά͵ ὥσπερ οὐδὲ ὁ τεχνίτης͵ διὰ τὰς ἔμπροσθεν εἰρημένας αἰτίας. τοίνυν οὐδέν ἐστι κριτήριον.