ἔνθεν οὐκ ἀπιθάνως ὁμοιοῦσι τὴν φιλοσοφίαν παγκάρπῳ ἀλωῇ͵ ἵνα τῇ μὲν ὑψηλότητι τῶν φυτῶν εἰκάζηται τὸ φυσικόν͵ τῷ δὲ νοστίμῳ τῶν καρπῶν τὸ ἠθικόν͵ τῇ δὲ ὀχυρότητι τῶν τειχῶν τὸ λογικόν. οἱ δὲ ᾠῷ φασιν αὐτὴν εἶναι παραπλήσιον· ἐῴκει γὰρ τῇ μὲν λεκίθῳ͵ ἥν τινες νεοττὸν ὑπάρχειν λέγουσι͵ τὰ ἠθικά͵ τῷ δὲ λευκῷ͵ ὃ δὴ τροφή ἐστι τῆς λεκίθου͵ τὰ φυσικά͵ τῷ δὲ ἔξωθεν ὀστρακώδει τὰ λογικά. ὁ δὲ Ποσειδώνιος͵ ἐπεὶ τὰ μὲν μέρη τῆς φιλοσοφίας ἀχώριστά ἐστιν ἀλλήλων͵ τὰ δὲ φυτὰ τῶν καρπῶν ἕτερα θεωρεῖται καὶ τὰ τείχη τῶν φυτῶν κεχώρισται͵ ζῴῳ μᾶλλον εἰκάζειν ἠξίου τὴν φιλοσοφίαν͵ αἵματι μὲν καὶ σαρξὶ τὸ φυσικόν͵ ὀστέοις δὲ καὶ νεύροις τὸ λογικόν͵ ψυχῇ δὲ τὸ ἠθικόν. Ἀλλὰ γὰρ τριμεροῦς οὔσης τῆς φιλοσοφίας οἱ μὲν πρῶτον μέρος τάττουσι τὸ φυσικόν͵ ἐπεὶ καὶ χρόνῳ μὲν πρεσβυτάτη ἐστὶν ἡ περὶ τὴν φυσικὴν πραγματεία ὡς καὶ μέχρι νῦν τοὺς πρώτους φιλοσοφήσαντας φυσικοὺς καλεῖσθαι͵ τάξει δέ͵ ὅτι πρῶτον ἁρμόττει περὶ τῶν ὅλων διαλαβεῖν καὶ τότε περὶ τῶν ἐπ΄ εἴδους καὶ τἀνθρώπου σκέπτεσθαι. οἱ δὲ ἀπὸ τῶν ἠθικῶν κατήρξαντο ὡς ἀναγκαιοτέρων καὶ πρὸς εὐδαιμονίαν ἐπισπώντων͵ καθὸ καὶ ὁ Σωκράτης παρήγγελλε μηδὲν ἄλλο ζητεῖν εἰ μὴ ὅττι τοι ἐν μεγάροισι κακόν τ΄ ἀγαθόν τε τέτυκται.
οἱ δὲ Ἐπικούρειοι ἀπὸ τῶν λογικῶν εἰσβάλλουσιν· τὰ γὰρ κανονικὰ πρῶτον ἐπιθεωροῦσιν͵ περί τε ἐναργῶν καὶ ἀδήλων καὶ τῶν τούτοις ἀκολούθων ποιοῦνται τὴν ὑφήγησιν. οἱ δὲ ἀπὸ τῆς Στοᾶς καὶ αὐτοὶ ἄρχειν μέν φασι τὰ λογικά͵ δευτερεύειν δὲ τὰ ἠθικά͵ τελευταῖα δὲ τετάχθαι τὰ φυσικά. πρῶτον γὰρ δεῖν κατησφαλίσθαι τὸν νοῦν εἰς δυσέκκρουστον τῶν παραδιδομένων φυλακήν͵ ὀχυρωτικὸν δὲ εἶναι τῆς διανοίας τὸν διαλεκτικὸν τόπον· δεύτερον δὲ ὑπογράφειν τὴν ἠθικὴν θεωρίαν πρὸς βελτίωσιν τῶν ἠθῶν· ἀκίνδυνος γὰρ ἡ παραδοχὴ ταύτης ἐπὶ προϋποκειμένῃ τῇ λογικῇ δυνάμει· τελευταίαν δὲ ἐπάγειν τὴν φυσικὴν θεωρίαν· θειοτέρα γάρ ἐστι καὶ βαθυτέρας δεῖται τῆς ἐπιστάσεως. Ταῦτα μὲν καὶ οὗτοι· ἡμεῖς δὲ τὸ μὲν ἀκριβὲς ἐν τῷ πράγματι τὰ νῦν οὐ σκεπτόμεθα͵ ἐκεῖνο δέ φαμεν ὡς εἴπερ ἐν παντὶ μέρει φιλοσοφίας ζητητέον ἐστὶ τἀληθές͵ πρὸ παντὸς δεῖ τὰς ἀρχὰς καὶ τοὺς τρόπους τῆς τούτου διαγνώσεως ἔχειν πιστούς. ὁ δέ γε λογικὸς τόπος τὴν περὶ τῶν κριτηρίων καὶ τῶν ἀποδείξεων θεωρίαν περιεῖχεν·
ἀπὸ τούτου ἄρα ποιητέον ἐστὶν ἡμῖν τὴν ἀρχήν. καὶ ἵνα εὐέφοδος γένηται πρὸς τοὺς δογματικοὺς ἡ ζήτησις͵ ἐπεὶ τὰ μὲν ἐναργῆ διὰ κριτηρίου τινὸς αὐτόθεν γνωρίζεσθαι δοκεῖ͵ τὰ δὲ ἄδηλα διὰ σημείων καὶ ἀποδείξεων κατὰ τὴν ἀπὸ τῶν ἐναργῶν μετάβασιν ἐξιχνεύεσθαι͵ τάξει σκεπτώμεθα πρῶτον περὶ τοῦ εἰ ἔστι τι κριτήριον τῶν αὐτόθεν κατ΄ αἴσθησιν ἢ διάνοιαν προσπιπτόντων͵ τὸ δὲ μετὰ τοῦτο περὶ τοῦ εἰ ἔστι σημειωτικὸς ἢ ἀποδεικτικὸς τῶν ἀδήλων τρόπος. οἶμαι γὰρ ὡς τούτων ἀναιρεθέντων οὐδε μία ἔτι καταλειφθήσεται ζήτησις περὶ τοῦ δεῖν ἐπέχειν ἅτε μήτε ἐν τοῖς προφανέσι μήτε ἐν τοῖς συνεσκιασμένοις εὑρισκομένου τινὸς ἀληθοῦς. ἀρχέτω οὖν ὁ περὶ τοῦ κριτηρίου λόγος͵ ἐπεὶ καὶ πάντων τῶν τῆς καταλήψεως τρόπων περιληπτικὸς εἶναι δοκεῖ.
εἰ ἔστι κριτήριον ἀληθείας
Ἡ περὶ κριτηρίου ζήτησις οὐ μόνον διὰ τὸ φύσει φιλάληθες ζῷον εἶναι τὸν ἄνθρωπον͵ ἀλλὰ καὶ διὰ τὸ τὰς γενικωτάτας τῆς φιλοσοφίας αἱρέσεις περὶ τῶν κυριωτάτων βραβεύειν͵ πᾶσίν ἐστι περιμάχητος. ἢ γὰρ τὸ μέγα καὶ σεμνὸν τῶν δογματικῶν αὔχημα ἀναιρεῖσθαι ἄρδην δεήσει͵ μηδενὸς εὑρισκομένου κανόνος τῆς κατ΄ ἀλήθειαν τῶν πραγμάτων ὑπάρξεως͵ ἢ ἀνάπαλιν ὡς προπετεῖς ἐλέγχεσθαι τοὺς σκεπτικοὺς καὶ τῆς κοινῆς πίστεως κατατολμήσαντας͵ ἐὰν φαίνηταί τι τὸ δυνάμενον ἡμᾶς ἐπὶ τὴν τῆς ἀληθείας κατάληψιν ὁδηγεῖν. καὶ γὰρ σχέτλιον͵ εἰ τὰ μὲν ἐκτὸς κριτήρια μετὰ πάσης σπουδῆς ἀναζητήσομεν͵ οἷον κανόνας καὶ διαβήτας σταθμία τε καὶ τρυτάνας͵ τὸ δὲ ἐν ἡμῖν καὶ τούτων αὐτῶν δοκιμαστικὸν εἶναι δοκοῦν παρήσομεν. τάξει τοίνυν ὡς ἂν περὶ τῶν ὅλων οὔσης τῆς σκέψεως ἀναλαβόντες͵ ἐπεὶ δύο μέρη ἐμφέρεται τῇ προτάσει͵ τό τε κριτήριον καὶ ἡ ἀλήθεια͵ ἐν μέρει τὸν περὶ ἑκατέρου τούτων λόγον ποιησόμεθα͵ καὶ ὁτὲ μὲν ἐξηγητικῶς ὑποδεικνύντες͵ ποσαχῶς λέγεται τὸ κριτήριον καὶ ἡ ἀλήθεια͵ καὶ τίνα ποτὲ κατὰ τοὺς δογματικοὺς εἶχε φύσιν͵ ὁτὲ δὲ καὶ ἀπορητικώτερον σκεπτόμενοι͵ εἰ δύναταί τι τούτων ὑπάρχειν.
περὶ κριτηρίου
Αὐτίκα τοίνυν τὸ κριτήριον (ἀρκτέον γὰρ ἀπὸ τούτου) λέγεται πρῶτον μὲν διχῶς͵ καθ΄ ἕνα μὲν τρόπον ᾧ προσέχοντες τὰ μὲν ποιοῦμεν τὰ δὲ οὐδαμῶς͵ καθ΄ ἕτερον δὲ ᾧ προσέχοντες τὰ μὲν ὑπάρχειν φαμὲν τὰ δὲ μὴ ὑπάρχειν καὶ ταυτὶ μὲν ἀληθῆ καθεστάναι ταυτὶ δὲ ψευδῆ. ὧν τὸ μὲν πρότερον ἐν τοῖς περὶ τῆς σκεπτικῆς ἀγωγῆς ἐξεθέμεθα· κατ΄ ἀνάγκην γὰρ ἔδει τὸν ἀπορητικῶς φιλοσοφοῦντα͵ μὴ εἰς τὸ παντελὲς ἀνενέργητον ὄντα καὶ ἐν ταῖς κατὰ τὸν βίον πράξεσιν ἄπρακτον͵ ἔχειν τι κριτήριον αἱρέσεως ἅμα καὶ φυγῆς͵ τουτέστι τὸ φαινόμενον͵ καθὼς καὶ ὁ Τίμων μεμαρτύρηκεν εἰπὼν ἀλλὰ τὸ φαινόμενον πάντῃ σθένει͵ οὗπερ ἂν ἔλθῃ. τὸ δ΄ ἕτερον͵ λέγω δὲ τὸ τῆς ὑπάρξεως καὶ περὶ οὗ τὰ νῦν σκεπτόμεθα͵ λέγεσθαι δοκεῖ τριχῶς͵ κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα. κοινῶς μὲν γὰρ πᾶν μέτρον καταλήψεως͵ καθ΄ ὃ σημαινόμενον καὶ τὰ φυσικὰ κριτήρια ταύτης ἠξίωται τῆς προσηγορίας͵ οἷον ὅρασις ἀκοὴ γεῦσις· ἰδίως δὲ πᾶν μέτρον καταλήψεως τεχνικόν͵ καθ΄ ὃ πῆχυν μὲν καὶ ζυγὸν καὶ κανόνα καὶ διαβήτην εἴποι τις ἂν κριτήρια͵ παρόσον ἐστὶ τεχνικά͵ τὴν δὲ ὅρασιν καὶ τὴν ἀκοὴν καὶ καθόλου τὰ λοιπὰ κοινὰ τῶν αἰσθητηρίων͵ φυσικὴν ἔχοντα τὴν κατασκευήν͵ οὐδαμῶς· ἰδιαίτατα δὲ πᾶν μέτρον καταλήψεως ἀδήλου πράγματος͵ καθ΄ ὃ τὰ μὲν βιωτικὰ οὐκέτι λέγεται κριτήρια͵ μόνα δὲ τὰ λογικὰ καὶ ἅπερ οἱ δογματικοὶ τῶν φιλοσόφων παρεισάγουσι πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν. πολλαχῶς δὴ λεγομένου τοῦ κριτηρίου͵ πρόκειται πάλιν τὸ σκέπτεσθαι προηγουμένως μὲν περὶ τοῦ λογικοῦ καὶ παρὰ τοῖς φιλοσόφοις θρυλουμένου͵ κατ΄ ἐπακολούθημα δὲ καὶ περὶ ἑκάστου τῶν κατὰ τὸν βίον. πάρεστι μέντοι καὶ τὸ λογικὸν τοῦτο ὑποδιαιρεῖσθαι͵ λέγοντας τὸ μέν τι εἶναι κριτήριον ὡς ὑφ΄ οὗ͵ τὸ δὲ ὡς δι΄ οὗ͵ τὸ δὲ ὡς προσβολὴ καὶ σχέσις. ὑφ΄ οὗ μὲν ὡς ἄνθρωπος͵ δι΄ οὗ δὲ ὡς αἴσθησις͵ τὸ δὲ τρίτον ὡς ἡ προσβολὴ τῆς φαντασίας. ὃν γὰρ τρόπον ἐν τῇ τῶν βαρέων καὶ κούφων ἐξετάσει τρία ἐστὶ κριτήρια͵ ὅ τε ζυγοστάτης καὶ ὁ ζυγὸς καὶ ἡ τοῦ ζυγοῦ θέσις͵ τούτων δὲ ὁ μὲν ζυγοστάτης κριτήριον ἦν τὸ ὑφ΄ οὗ͵ ὁ δὲ ζυγὸς τὸ δι΄ οὗ͵ ἡ δὲ θέσις τοῦ ζυγοῦ ὡς σχέσις͵ καὶ πάλιν ὃν τρόπον πρὸς τὴν τῶν εὐθειῶν καὶ στρεβλῶν διάκρισιν τεχνίτου τε καὶ κανόνος καὶ τῆς τούτου προσβολῆς ἐστι χρεία͵ κατὰ τὰ αὐτὰ καὶ ἐν φἰλοσοφίᾳ πρὸς τὴν τῶν ἀληθῶν τε καὶ ψευδῶν διάγνωσιν δεόμεθα τῶν προειρημένων ἡμῖν τριῶν κριτηρίων͵ καὶ ἔοικε τῷ μὲν ζυγοστάτῃ ἢ τέκτονι ὁ ἄνθρωπος͵ ὑφ΄ οὗ γίνεται ἡ κρίσις͵ τῷ δὲ ζυγῷ καὶ κανόνι ἡ αἴσθησις καὶ ἡ διάνοια͵ δι΄ ἧς γίνεται τὰ τῆς κρίσεως͵ τῇ δὲ σχέσει τῶν προειρημένων ὀργάνων ἡ προσβολὴ τῆς φαντασίας͵ καθ΄ ἣν ὁ ἄνθρωπος ἐπιβάλλεται κρίνειν. ἀλλὰ περὶ μὲν κριτηρίου ταῦτα ἀναγκαῖον ἦν ἐπὶ τοῦ παρόντος προλαβεῖν·