3.33 Ἄκανθαι καὶ σκόλοπες ὀδύνας σημαίνουσι
διὰ τὸ ὀξὺ καὶ ἐμποδισμοὺς διὰ τὸ καθεκτικὸν καὶ φροντίδας καὶ λύπας διὰ τὸ
τραχύ͵ πολλοῖς δὲ καὶ ἔρωτας καὶ ἀδικίας ὑπὸ ἀνθρώπων πονηρῶν· ἔρωτας μὲν διὰ τὸ
μὴ εὐθύμους τοὺς ἐραστὰς εἶναι· ἀδικίας δὲ ὑπὸ ἀνθρώπων πονηρῶν διὰ τὴν γιγνομένην
ὑπὸ τούτων ἐκ τῶν τραυμάτων αἵματος ἀπόκρισιν. καὶ αἱ μὲν ἄκανθαι ὑπὸ γυναικῶν
τὰς ἀδικίας οἱ δὲ σκόλοπες ὑπ΄ ἀνδρῶν προσημαίνουσι.
3.34 Τῶν γραμμάτων καθ΄ ἓν ὁρώμενον ἕκαστον
τὰ μὲν φωνήεντα φόβους καὶ ταραχὰς σημαίνει͵ τὰ δὲ ἡμίφωνα ἀπραξίας μὲν οὐχί͵ φόβους
δὲ ἐπάγει· τὰ δὲ ἄφωνα οὔτε φόβους οὔτε πράξεις. ἰδίᾳ δὲ τὸ ρ ἀπὸ τοῦ ἀριθμοῦ
κρινέσθω. ἔστιν οὖν τοῖς ἐπὶ πρᾶξιν ὁρμῶσιν ἀγαθὸν διὰ τὸ ἰσόψηφον· ἔστι γὰρ καὶ
τὸ ἐπ΄ ἀγαθὰ τὴν τοῦ ρ ἐκπληροῦν ψῆφον. καὶ τοῖς προσδοκῶσιν ἀποδήμους· ἔστι γὰρ
καὶ τὸ "ἀνγελία" [τὸ] ἑκατόν. καὶ τοῖς διαποροῦσι πότερον πεζῇ ἀπιτέον
αὐτοῖς ἢ κατὰ πλοῦν συμβουλεύει "πεζῆ"· καὶ γὰρ καὶ τοῦτο ἰσόψηφον τοῦ
ἑκατόν. τοῖς δὲ περὶ τοῦ ὅλως εἰ ἐξιτέον φροντίζουσι συμβουλεύει μένειν· καὶ γὰρ
τὸ "μένε" ἑκατόν. κακούργους δὲ δεσμεύει· καὶ γὰρ τὸ "πέδαι"
ἑκατόν. ποιμέσι δὲ καὶ ἱπποτρόφοις ἀγαθὸν τὸ ἑκατόν· καὶ γὰρ τὸ "νέμε"
ἑκατόν.
3.35 Ἅλυσις γυναῖκα σημαίνει διὰ τὸ ὄνομα
καὶ διὰ τὸ καθεκτικόν. καὶ πλοκὴν πραγμάτων οὐκ εὐθύμων οὐδὲ τερπνῶν· πέπλεκται
μὲν γὰρ ἐκ πολλῶν͵ οὐκ εὐθύμους δὲ τοὺς δεδεμένους ποιεῖ. καὶ κατοχὴν καὶ ἐμποδισμὸν
πράξεων δηλοῖ.
3.36 Ἱστὸς ὄρθιος κινήσεις καὶ ἀποδημίας
σημαίνει· χρὴ γὰρ περιπατεῖν τὴν ὑφαίνουσαν. ὁ δὲ ἕτερος ἱστὸς κατοχῆς ἐστι
σημαντικός͵ ἐπειδὴ καθεζόμεναι αἱ γυναῖκες ὑφαίνουσι τὸν τοιοῦτον ἱστόν. ἀεὶ δὲ
ἄμεινον ἀρχόμενον ὑφαίνεσθαι ἱστὸν ἰδεῖν ἢ πρὸς τὸ ἐκτέμνεσθαι ὄντα· ἔοικε γὰρ
τῷ βίῳ. ὁ μὲν οὖν ἄρτι ἀρχόμενος ὑφαίνεσθαι μακρὸν ὑπαγορεύει βίον͵ ὁ δὲ πρὸς ἐκτομὴν
ὢν ὀλίγον͵ ὁ δὲ ἐκτετμημένος θάνατον. περὶ δὲ χρωμάτων διαφορᾶς ἀπὸ τοῦ λόγου
τοῦ περὶ ἱματίου καὶ κόσμου ἀνδρείου τε καὶ γυναικείου [ἐν τῷ δευτέρῳ βιβλίῳ ἐν
ἀρχῇ ἐπεμνήσθην] ἔξεστι τὰς κρίσεις μεταφέρειν. εἰ δέ τις πλέων ἱστὸν ἴδοι͵ ἡγείσθω
τὴν κατάρτιον ὁρᾶν. ὅ τι ἂν οὖν περὶ τὸν ἱστὸν ἀποβαίνῃ͵ τὸ αὐτὸ καὶ περὶ τὴν
κατάρτιον ἔσται. συνεργὰ δὲ τὰ εἰς ὑφὴν ἱστοῦ παρασκευαζόμενα πολλὰς φροντίδας
καὶ σύγχυσιν πραγμάτων σημαίνει͵ ὧν ὀψὲ καὶ μόλις ἔσται διάκρισις· ἕως μὲν γάρ ἐστι
συνεργά͵ συγκέχυται καὶ ἀδιάκριτά ἐστιν· ἐπειδὰν δὲ ὑφανθῇ͵ εἰς τὴν οἰκείαν ἕκαστον
κατατεταγμένον χώραν καὶ τὴν εὐχρηστίαν παρέχει.
3.37 Ἀκόνη προτροπῆς ἐστι σημαντικὴ καὶ
εὐθυμίας͵ καὶ τρόπον τινὰ ὀξυτέρους φησὶ δεῖν γενέσθαι. ἐν δὲ ταῖς φιλίαις οὐ
τοὺς συλλαμβανομένους σημαίνει ἀλλὰ τοὺς προτρέποντας καὶ παρορμῶντας· συμπράττει
μὲν γὰρ οὐδὲν τοῖς σιδηροῖς͵ ὀξύτερα δὲ αὐτὰ ποιεῖ. πολλάκις δὲ ἀκόνη καὶ γυναῖκα
σημαίνει.
3.38 Τὰ δὲ ἐτυμολογούμενα τῶν ὀνομάτων
οὐκ ἄχρηστα νομίζειν χρὴ πρὸς τὰς κρίσεις. ἐάν τε γὰρ ἐπ΄ ἀγαθοῖς τοῖς ὑπὸ τῶν ἄλλων
σημαινομένοις τὰ ὀνόματα ᾖ εὔφημα͵ τελειότερα τὰ ἀγαθὰ ποιεῖ· ἐάν τ΄ ἐπὶ κακοῖς͵
ἐλάττονα καὶ ἀμβλύτερα τὰ κακὰ ποιεῖ. τὰ δὲ δύσφημα ἐναντία ταῖς προαιρέσεσι τὰ
μὲν κακὰ ἐπιτείνει͵ τὰ δὲ ἀγαθὰ ἀμβλύνει. πολλάκις δὲ καὶ ἀπὸ μόνων αὐτῶν ἔστι
τι προαγορεῦσαι. οἷον Μένων μὲν καὶ Μενεκράτης καὶ Κρατῖνος ἀποδημεῖν κωλύουσι͵
Ζήνων δὲ καὶ Ζηνόφιλος καὶ Θεόδωρος τοὺς νοσοῦντας ἀνιστᾶσι͵ Κάρπος δὲ καὶ Ἐλπιδιφόρος
καὶ Εὔτυχος πορισμὸν ὑποδεικνύουσι͵ Θράσων δὲ καὶ Θρασύλος καὶ Θρασύμαχος
παρορμῶσι πράττειν καὶ μὴ ἀποκνεῖν κελεύουσιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν θηλυκῶν ὀνομάτων
τὰς κρίσεις χρὴ ποιεῖσθαι.
3.39 Ἡ δὲ παραμυθία τοὺς μὲν εὐδαιμονοῦντας
ἀδικεῖ͵ τοὺς δὲ ἐν περιστάσει ὄντας ὠφελεῖ· τοὺς μὲν γὰρ εἰς τοῦτο κατάγει͵ ὥστε
δεῖν αὐτοῖς παραμυθίας διὰ τὸ ἀθυμεῖν ἐπὶ τοῖς συμβαίνουσι κακοῖς͵ τοῖς δὲ
χρηστὰς ὑποτίθεται τὰς ἐλπίδας ὀρθῶς καὶ εὐλόγως τοῦ τοιούτου ἀποβαίνοντος. οὔτε
γὰρ τῷ ὁρῶντί φησί τις ἀναβλέψεις ἀλλ΄ ὡς εἰκὸς τῷ ὑποκεχυμένῳ [εἰς εὐθυμίαν ἀνάγειν
αὐτὸν]͵ οὔτε τῷ ὑγιαίνοντι λέγει τις ἀναρρώσει καὶ ὑγιανεῖς ἀλλ΄ ὡς εἰκὸς τῷ κάμνοντι.
οὕτως οὖν ἐπειδάν τινι προσελθών τις λέγῃ πλουτήσεις εὐδαιμονήσεις εὐτυχήσεις
πράξεις ὃ βούλει͵ ὡς οὐκ εὐδαιμονοῦντι οὐδὲ πράττοντι κατὰ γνώμην λέγει. εἰ δὲ ἄρα
τῷ ἐν περιστάσει ὄντι προαγορεύοι τις τῆς περιστάσεως λύσιν͵ τότε χρὴ ἀνανεώσασθαι
τὸν περὶ τῶν ἀξιοπίστων λόγον͵ ὃν ἐπὶ τέλει τοῦ δευτέρου βιβλίου εἴρηκα͵ καὶ εἰ
μὲν ἀξιόπιστος εἴη ὁ λέγων͵ πιστεύειν͵ εἰ δὲ μή͵ καταφρονεῖν ὡς ἐξαπατώμενον.
3.40 Ἐν ἄλλῳ μέρει τοῦ σώματος ᾡτινιοῦν
τραῦμα ὑπάρχον σὺν τῷ μέρει κρινέσθω ὡς βλαπτομένῳ͵ ἠκρίβωται δὲ ὁ λόγος ἐν τῷ
πρώτῳ βιβλίῳ ἐν τῷ περὶ σώματος καὶ τῶν ἐν τῷ σώματι μερῶν· κατὰ δὲ τοῦ στήθους
γενόμενον ἢ τῆς καρδίας νέοις μὲν καὶ ἀνδράσι καὶ γυναιξὶν ἔρωτα σημαίνει͵
πρεσβυτέροις δὲ λύπην· ἐν δὲ τῇ δεξιᾷ χειρὶ γενόμενον ἐν αὐτῷ τῷ θέναρι δάνειον
προαγορεύει καὶ τὴν ἐπὶ χειρογράφῳ λύπην. οὐλὴ δὲ πάσης φροντίδος συμπέρασμα
σημαίνει.
3.41 Δάνειον τῷ ζῆν τὸν αὐτὸν ἔχει λόγον·
ὀφείλομεν γὰρ τὸ ζῆν τῇ τῶν ὅλων φύσει͵ ὡς καὶ τὸ δάνειον τῷ χρήσαντι. καὶ ὁ
δανειστὴς δὲ τὸν αὐτὸν ἔχει λόγον τῷ δανείῳ. ὅθεν τοῖς νοσοῦσιν ἐφιστάμενος καὶ
ἀπαιτῶν κίνδυνον σημαίνει͵ λαμβάνων δέ τι καὶ θάνατον. δανειστὴς ἀποθνήσκων λύπης
καὶ φροντίδος ἀπαλλάσσει. ἔτι δὲ καὶ δανειστὴς καὶ θυγάτηρ τὸν αὐτὸν ἔχουσι λόγον͵
ἐπειδήπερ καὶ ἡ θυγάτηρ μετὰ ἀνάγκης ἀπαιτεῖ͵ καὶ ὅταν μετὰ πολλῶν ἀνατραφῇ
φροντίδων͵ ἀπαλλάσσεται λαβοῦσα προῖκα. δανειστὴς οἰκέτῃ δεσπότην σημαίνει ἀποφορὰν
ἀπαιτοῦντα. τὰ δὲ αὐτὰ τῷ δανειστῇ καὶ ὁ ἐνοικιολόγος σημαίνει.
3.42 Μαίνεσθαι ἀγαθὸν τοῖς ἐπὶ τὸ πράττειν
ὁρμῶσιν· ἀκώλυτοι γὰρ οἱ μαινόμενοι͵ ἐφ΄ ὅ τι ἂν ὁρμήσωσι. μάλιστα δ΄ ἂν εἴη ἀγαθὸν
τοῖς δημαγωγεῖν καὶ ὄχλου ἄρχειν βουλομένοις καὶ τοῖς εἰς ὄχλον καθιεῖσιν ἑαυτούς·
πλείονος γὰρ ἀποδοχῆς ἀξιωθήσονται. ἀγαθὸν δὲ καὶ τοῖς παιδεύειν βουλομένοις͵ ἐπειδὴ
καὶ παῖδες τοῖς μαινομένοις ἀκολουθοῦσι. καὶ τοὺς πένητας εὐπορωτέρους ἔσεσθαι
σημαίνει· παρὰ πάντων γὰρ ὁ μαινόμενος λαμβάνει. καὶ τῷ νοσοῦντι ὑγεῖαν
προαγορεύει· κινεῖσθαι γὰρ καὶ περιπατεῖν ἡ μανία προάγεται καὶ μὴ κατερρῖφθαι
[καὶ μὴ ἠρεμεῖν]͵ ὥσπερ ἐν νόσῳ [ὅπερ ὑγιείας ἐστὶ σύμβολον]. Μεθύειν οὐδενὶ ἀγαθόν͵
οὔτε ἀνδρὶ οὔτε γυναικί· πολλὴν γὰρ ἀφροσύνην καὶ παραποδισμὸν τῶν χρειῶν σημαίνει·
τούτων γὰρ καὶ ἡ μέθη ἐστὶν αἰτία. ἀγαθὸν δὲ τὸ μεθύειν τοῖς φοβουμένοις· ἀνεπιστρεπτοῦσι
γὰρ καὶ οὐ φοβοῦνται οἱ μεθύοντες.
3.43 Φοβεῖσθαι οὐδενὶ ἀγαθόν͵ ἐπειδὴ ὁ
φοβούμενος ἀντέχειν μὲν πρὸς οὐδὲ ἓν δύναται͵ καταπροδοὺς δὲ καὶ τὴν ψυχὴν καὶ
τὸ σῶμα πρὸς πάντα ἐπιτηδειότερον ἑαυτὸν παρέχει͵ ὥστε θᾶττον παθεῖν ὃ ἂν μάλιστα
φοβῆται.
3.44 Ἐπιστολὴν εἰ μέν τις ἴδοι καὶ τὰ ἐν
αὐτῇ γεγραμμένα͵ εἰς τοῦτο ἀποβαίνει͵ ὅ τι ἂν τὰ γεγραμμένα εἴπῃ· εἰ δὲ μή͵ πάντως
ἐστὶν ἀγαθή· ἴδιον γὰρ πάσης ἐπιστολῆς τὸ χαῖρε καὶ ἔρρωσο λέγειν.
3.45 Κήλη ζημίας ἐστὶ σημαντικὴ τοῦτο
μὲν διὰ τὸ ἰσόψηφον τοῦτο δὲ ὅτι καὶ πάντα ὅσα ἐπιφύεται τῷ σώματι μήτε κάλλος
μήτ΄ ἰσχὺν προστιθέντα ἀλλὰ καὶ τῆς οὔσης εὐπρεπείας παραιρούμενα τὸ σῶμα βλάβης
καὶ φροντίδος ἐστὶ σημαντικά. ἐπειδὴ δὲ πάθος ἐστὶν ἡ κήλη͵ καὶ τοῦτο περὶ τὰ αἰδοῖα͵
οὐδὲν ἧττον καὶ τὴν ἐπὶ τούτοις λύπην σημαίνει καὶ ἀνίαν [ἐπὶ τοῖς ὑπὸ τῶν αἰδοίων
σημαινομένοις]͵ περὶ ὧν ἀκριβέστερον ἐν τῷ πρώτῳ βιβλίῳ ἐν τῷ περὶ σώματος λόγῳ
εἴρηκα.
3.46 Ὅ τι δ΄ ἂν ἐκ τοῦ σώματος φυτὸν
πεφυκέναι δόξῃ τις͵ ὡς μὲν ἔνιοι λέγουσι͵ τεθνήξεται· γῆθεν γὰρ φύεται τὰ φυτά͵
εἰς γῆν δὲ καὶ τὰ τῶν ἀποθανόντων ἀναλύεται σώματα· ὡς δὲ ἐγώ φημι͵ τὰς κρίσεις
δεῖ ποιεῖσθαι μὴ αὐτὸ μόνον ἀπὸ τῶν φυτῶν ἀλλὰ καὶ ἀπὸ τῶν μερῶν ἐξ ὧν φύεται τὰ
φυτά· πολλάκις γὰρ οὐκ αὐτὸς ὁ ἰδὼν ἀπέθανεν ἀλλὰ τὸ δεικνύμενον ὑπὸ τοῦ μέρους͵
ἐν ᾧ ἦν τὸ φυτόν. ἔστι δέ τις καὶ περὶ αὐτὰ τὰ φυτὰ διαφορά͵ ὡς ἐνίοτε μὴ θάνατον
ποιεῖν ἀλλὰ τομὰς καὶ χειρουργίας. τοῦτο δ΄ ἂν συμβαίνοι ἀπὸ τῶν ἑκάστοτε
τεμνομένων͵ οἷον ἀμπέλου καὶ τῶν ὁμοίων. οἶδα γοῦν τινα͵ ὃς ἔδοξεν ἐκ τῆς κεφαλῆς
αὐτοῦ πεφυκέναι ἄμπελον͵ καὶ αὐτὸ μόνον ἐσταφυλοτομήθη.
3.47 Ψώρα δὲ καὶ λέπρα καὶ ἐλέφας ἐπισημοτέρους
τε καὶ ἐνδοξοτέρους τοὺς πένητας ποιοῦσι [καὶ περιβλέπτους] διὰ τὴν εὐπορίαν·
καὶ γὰρ τὰ πάθη ταῦτα ἀποβλέπτους τοὺς ἔχοντας ποιεῖ. τὰ δὲ κρυπτὰ ἐλέγχουσι διὰ
τὸν αὐτὸν λόγον͵ τοῖς δὲ πλουσίοις καὶ τοῖς μέγα δυναμένοις ἀνδράσιν ἀρχὰς
περιποιοῦσιν. ἀεὶ δὲ ἀγαθὸν αὐτὸν ἔχειν δοκεῖν ψώραν ἢ λέπραν ἢ ἐλέφαντα ἤ τι
τοιοῦτο πάθος͵ οἷον ἀλφοὺς ἢ λειχῆνας· τὸ δὲ ἄλλον ἔχοντα ἰδεῖν λύπην καὶ φροντίδα
σημαίνει· πᾶν γὰρ εἰδεχθὲς καὶ δυσπρόσωπον ὁραθὲν συνάγει τὰς ψυχὰς τῶν ὁρώντων
καὶ συστέλλει. ἀτοπώτερον δ΄ ἂν εἴη τῶν οἰκείων τινὰ ἰδεῖν τοιούτῳ συνεχόμενον
πάθει. εἰ μὲν γὰρ οἰκέτης τοῦ ἰδόντος εἴη͵ ἄχρηστος εἰς ὑπηρεσίαν ἔσται αὐτῷ· εἰ
δὲ παῖς͵ οὐ φυλάξει τὸ κατὰ γνώμην τοῦ πατρὸς ζῆν· εἰ δὲ γυνή͵ πάντως ἐπὶ τοῖς
πραττομένοις ὑπ΄ αὐτῆς αἰσχυνεῖται. τοῖς δὲ ἐξ ὄχλου ποριζομένοις συμφέρει͵ καὶ
περὶ τῶν ἄλλων δὲ κατ΄ ἀναλογίαν κρίνειν χρή.
3.48 Βάλλειν λίθοις τινὰ κακῶς εἰπεῖν
τινα σημαίνει͵ βάλλεσθαι δὲ λίθοις ὑπό τινος κακῶς ἀκούσεσθαι προαγορεύει· ἐοίκασι
γὰρ οἱ λίθοι λόγοις ἀπρεπέσι καὶ μαχίμοις. πολλάκις δὲ τὸ βάλλεσθαι λίθοις καὶ ἀποδημίαν
προηγόρευσε· δεῖ γὰρ ὡς εἰκὸς τὸν βαλλόμενον φυγεῖν. ἐπειδὰν δὲ πολλοὶ ὦσιν οἱ
βάλλοντες͵ ἀγαθοὶ τετήρηνται μόνοις τοῖς ἐξ ὄχλου ποριζομένοις.
3.49 Τέττιγες ἄνδρας σημαίνουσι
μουσικοὺς διὰ τὴν περὶ αὐτοὺς ἱστορίαν͵ ἐν δὲ ταῖς χρείαις τοὺς οὐδὲν ὠφελοῦντας
ἢ αὐτὸ μόνον περὶ τῶν πραγμάτων λέγοντας καὶ μεμνημένους͵ ἐν δὲ τοῖς φόβοις τοὺς
αὐτὸ μόνον ἀπειλοῦντας͵ οὐδὲν δὲ δυναμένους δρᾶσαι· οὐδὲν γὰρ οἱ τέττιγες πλὴν
φωνὴν ἔχουσι. τοὺς δὲ νοσοῦντας δίψῃ συσχεθῆναι λέγουσι καὶ πάντως ἀποθανεῖσθαι·
τροφῆς γὰρ οὐ μέτεστιν αὐτοῖς.
3.50 Σκίλλα γεωργοῖς μὲν ἀφορίας ἐστὶ
σημαντικὴ διὰ τὸ μηδὲν ἐδώδιμον ἔχειν͵ ποιμέσι δὲ ἀγαθή͵ ὅτι φύσει συμβέβηκεν αὐτὴν
λύκων εἶναι φθαρτικήν. ἀγαθὴ δ΄ ἂν εἴη πᾶσι τοῖς ἐν φροντίδι καὶ λύπῃ οὖσι· καθάρσιος
γὰρ εἶναι νενόμισται· τοῖς δὲ εὖ πράττουσι δειμάτων ἐπαγωγὸς καὶ φροντίδων οὖσα
τετήρηται· οὐ γὰρ δεῖ καθαρμοῦ τοῖς μὴ ἐν περιστάσει τινὶ οὖσιν. Ἀσφόδελος τῇ
σκίλλῃ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἀποβαίνει͵ μόνους δὲ τοὺς νοσοῦντας ἀναιρεῖ͵ ὡς
πολλάκις ἐτήρησα. τὴν δὲ αἰτίαν σαφῶς μὲν εἰπεῖν οὐκ ἔχω͵ εἰκὸς δὲ [εἰπεῖν] ὅτι
νενόμισται τὸ ἐν Ἅιδου πεδίον ἀσφοδέλων εἶναι πλῆρες.
3.51 Πάσχειν δὲ δοκεῖν τὰ αὐτὰ ἄλλῳ ᾡτινιοῦν
γνωρίμῳ͵ οἷον τὸν αὐτὸν πόδα ἢ τὴν αὐτὴν χεῖρα ἢ ἄλλο τι μέρος τοῦ σώματος τὸ αὐτὸ
πάσχειν καὶ ὅλως συννοσεῖν ἢ συναλγεῖν͵ κοινωνῆσαι σημαίνει τῶν ἁμαρτημάτων ἐκείνῳ·
τὰ μὲν γὰρ νοσήματα τοῦ σώματος καὶ αἱ τῶν μερῶν πηρώσεις ἐοίκασι ταῖς τῆς ψυχῆς
ἀκολασίαις καὶ ἀλόγοις ἐπιθυμίαις͵ ὁ δὲ τὰ αὐτὰ πάσχων εἰκότως ἂν συνεξαμαρτάνοι.
οἶδα δέ τινα πηρὸν τῷ δεξιῷ ποδί͵ ὃς ἔδοξε τὸν οἰκέτην αὐτοῦ τὸν αὐτὸν πόδα πηρὸν
ἔχειν καὶ ὁμοίως σκάζειν. καὶ δὴ κατέλαβεν αὐτὸν ἐπὶ τῇ ἐρωμένῃ͵ ἧς αὐτὸς ἥττητο·
καὶ τοῦτο ἦν͵ ὅπερ προηγόρευσεν αὐτῷ τὸ ὄναρ͵ συνεξαμαρτάνειν αὐτῷ τὸν οἰκέτην.
3.52 Κόπρια συνάγειν ἀγαθὸν τοῖς ἐξ ὄχλου
ποριζομένοις καὶ τοῖς τὰς ῥυπώδεις ἐργασίας ἐργαζομένοις· ἐκ πολλῶν γὰρ
περισσευμάτων τὰ κόπρια γίνεται καὶ ὑπὸ πολλῶν ῥίπτεται· ἀγαθὸν δὲ καὶ τοῖς τὰ
δημόσια ἐργολαβοῦσιν ἢ μισθουμένοις. ἀγαθὸν δὲ καὶ ἐπὶ κοπρίᾳ καθεύδειν ἀνδρὶ πένητι·
πολλὰ γὰρ κτήσεται καὶ περιβαλεῖται χρήματα. πλουσίῳ δὲ τὸ ὄναρ ἀρχῆς ἐστι
περιποιητικὸν ἢ τιμῆς τινος δημοσίας͵ ἐπειδὴ πάντες οἱ δημόται τῇ κοπρίᾳ προσφέρουσί
τι καὶ προσβάλλουσιν͵ ὥσπερ καὶ τοῖς ἄρχουσι συντελοῦσί τι καὶ διδόασι. προσχεῖσθαι
δὲ κόπρια ὑπό τινος γνωρίμου οὐκ ἀγαθόν· ἔχθραν γὰρ καὶ διχόνοιαν καὶ ἀδικίαν ὑπὸ
τοῦ προσχέοντος σημαίνει· αὐτὸν δὲ ἄλλῳ κόπρια προσρίπτειν βλάβην πολλὴν
προαγορεύει.
3.53 Προσευχὴ καὶ μεταῖται καὶ πάντες ἄνθρωποι
προΐκται καὶ οἰκτροὶ καὶ πτωχοὶ λύπην καὶ φροντίδα καὶ τηκεδόνα τῆς ψυχῆς καὶ ἀνδρὶ
καὶ γυναικὶ προαγορεύουσι· τοῦτο μὲν γὰρ οὐδεὶς ἄπεισιν εἰς προσευχὴν μὴ οὐχὶ
φροντίζων͵ τοῦτο δὲ καὶ οἱ μεταῖται πάνυ εἰδεχθεῖς ὄντες καὶ ἄποροι καὶ μηδὲν ἔχοντες
ὑγιὲς ἐμποδὼν ἵστανται πάσῃ προαιρέσει. ἔστι δὲ τοῦτο καθόλου καὶ ἐπὶ πάντων ἄπταιστον·
οἱ ἀγνοούμενοι ἄνθρωποι εἰκόνες εἰσὶ τῶν ἀποβησομένων ἑκάστῳ πραγμάτων͵ οἱ δὲ
μεταῖται ὁμοίας καὶ αὐτοὶ τὰς περὶ αὐτοὺς φαντασίας καὶ τὰς πράξεις τοῖς ὁρῶσιν
ἔσεσθαι σημαίνουσι. λαβόντες δέ τι νόμισμα βλάβην μεγάλην καὶ ἐπικίνδυνον
προαγορεύουσι͵ πολλάκις δὲ καὶ θάνατον αὐτῷ τῷ ἐπιδιδόντι ἤ τινι τῶν περὶ αὐτόν·
ἐοίκασι γὰρ θανάτῳ͵ ἐπειδὴ μόνοι ἀνθρώπων ὥσπερ ὁ θάνατος οὐδὲν λαβόντες ἀποδιδόασι.
μεταῖται δὲ εἰς οἰκίαν εἰσερχόμενοι τῆς οἰκίας ἀμφισβητῆσαί τινι σημαίνουσι͵ καὶ
ἐάν τι λάβωσιν ἢ αὐτοὶ βίᾳ χρησάμενοι ἢ παρέχοντός τινος͵ βλάβην ὑπερβάλλουσάν
τινα σημαίνουσι. τὸ δ΄ αὐτὸ καὶ εἰς χωρίον εἰσιόντες σημαίνουσι.
3.54 Κλεὶς ὄναρ ὁρωμένη γῆμαι μὲν προῃρημένῳ
πιστὴν καὶ οἰκουρὸν ἔσεσθαι τὴν γυναῖκα σημαίνει καὶ τῷ θεράπαιναν ὠνήσασθαι
βουλομένῳ εὔνουν ἔσεσθαι τὴν θεράπαιναν προαγορεύει. ἀποδημεῖν δὲ κωλύει ἀποκλεισμοῦ
καὶ κατοχῆς οὖσα σημαντική· οὐ γὰρ ἐπὶ τῷ ἀνοίγεσθαι ἀλλ΄ ἐπὶ τῷ κλείεσθαι τὰς
θύρας γέγονεν ἡ κλείς͵ ἐπεὶ οὐκ ἂν ἔδει κλειδὸς οὐδὲ θυρῶν. νυνὶ δὲ ἐπειδὰν μὴ
παρῇ ὁ φυλάξων͵ τότε τῆς κλειδὸς ἡ χρεία γίνεται καὶ κεκλῃμένων τῶν θυρῶν. εἰκότως
οὖν ἐμποδὼν γίνεται τοῖς ἀποδημεῖν βουλομένοις. τοῖς δ΄ ἐπιστατεύειν θέλουσι καὶ
διέπειν τὰ ἀλλότρια πίστεώς ἐστι σημαντική.
3.55 Ψηφοπαικτεῖν δοκεῖν οὐκ ἐπιστάμενον
πολλὰ ὠφεληθῆναι σημαίνει παραλογιζόμενον καὶ ψευδόμενον διὰ τὸ πολλὰς ψήφους
κλέπτειν καὶ ταύτας ἄλλοτε ἄλλως δεικνύειν͵ οὐ κατά τινα ἁπλοῦν τρόπον͵ ἀλλὰ
πανούργως. ἰδεῖν δὲ ψηφοπαικτοῦντά τινα͵ παραλογισθέντα καὶ ἐξαπατηθέντα βλαβῆναι
σημαίνει.
3.56 Μάγειρος ὁ μὲν κατ΄ οἶκον ἀγαθὸς ὁρώμενος
τοῖς γῆμαι προῃρημένοις· δεῖ γὰρ ἐν γάμοις μαγείρου. καὶ τοῖς πένησιν· οἱ γὰρ ἐκτενεῖς
τροφὰς ἔχοντες͵ οὗτοι μαγείρῳ χρῶνται. τοῖς δὲ νοσοῦσι παροξυσμοὺς σημαίνει καὶ
φλεγμονὰς [διὰ τὸ παροπτᾶν] καὶ ποικίλην δυσκρασίαν͵ ἀφ΄ ὧν χυμοὶ γίγνονται
δριμεῖς͵ ὥς φασιν οἱ περὶ ταῦτα δεινοί· τέλος δὲ καὶ δάκρυα διὰ τὸν ὑπὸ τοῦ
μαγείρου γινόμενον καπνόν. καὶ τὰ κρυπτὰ ἐλέγχει καὶ τὰ λάθρᾳ γινόμενα εἰς μέσον
ἄγει͵ ἐπειδὴ τὰ ἔργα τοῦ μαγείρου εἰς μέσον κομισθέντα παρατίθεται τοῖς εὐωχουμένοις
καὶ φαίνεται οἷά ἐστιν. Οἱ δὲ ἐν ἀγορᾷ μάγειροι οἱ τὰ κρέα κατακόπτοντες καὶ
πιπράσκοντες κινδύνων εἰσὶ σημαντικοί [καὶ βλάβης]. καὶ τοὺς νοσοῦντας τάχιον ἀναιροῦσιν͵
ἐπειδὴ νεκρῶν ἅπτονται σωμάτων καὶ ταῦτα οὐχ ὁλόκληρα οὐδὲ ὑγιᾶ ἐῶσιν ἀλλὰ
κατακόπτουσι. πλουσίοις δὲ καὶ βλάβης πρὸς τοῖς κινδύνοις εἰσὶ σημαντικοὶ [καὶ
κατὰ τὸ πλεῖστον εἰς τὸ δημόσιον] διὰ τὸ τῷ δήμῳ διανέμειν τὸν τοιοῦτον μάγειρον
τὰ κρέα. τοῦτο καὶ τοῖς φοβουμένοις στερρότερον ἐπάγει τὸν φόβον. δάνεια δὲ καὶ
δεσμὰ διαλύει διὰ τὸ διαιρεῖν καὶ διακόπτειν.
3.57 Πανδοκεὺς τοῖς μὲν νοσοῦσι θάνατον
σημαίνει· ἔοικε γὰρ θανάτῳ διὰ τὸ πάντας δέχεσθαι· τοῖς δὲ λοιποῖς πᾶσι θλίψεις
καὶ στενοχωρίας καὶ κινήσεις καὶ ἀποδημίας προαγορεύει. καὶ ὁ λόγος φανερός· τί
γὰρ δεῖ τὰ οὕτω σαφῆ ἑρμηνεύειν; τὰ δὲ αὐτὰ τῷ πανδοκεῖ καὶ τὸ πανδοκεῖον σημαίνει.
3.58 Τελώνης ἀγαθὸς τῷ χρείαν ἡντιναοῦν
ἀπαρτίσαι βουλομένῳ καὶ τελειῶσαι· ἀπὸ γὰρ τοῦ τέλους τὸ συμπέρασμα ἑκάστης χρείας
προαγορεύει. καὶ τοῖς κινεῖσθαι προῃρημένοις (ἀεὶ γὰρ πρὸς ταῖς ἐξόδοις ἕστηκε)
μικρὰς κατοχὰς προαγορεύσας τὸ λοιπὸν ἐπιτρέπει κινεῖσθαι καὶ πάσῃ ἀποδημίᾳ χρῆσθαι.
νοσοῦσι δὲ θάνατον προαγορεύει· τελευτὴν γὰρ καὶ τὸν θάνατον καλοῦμεν. πρὸς γάμους
δὲ καὶ κοινωνίας εὔνους μὲν εἶναι λέγει τοὺς κοινωνοὺς καὶ τὰς γυναῖκας͵ στασιώδεις
δὲ καὶ μαχίμους διὰ τὰς γινομένας ἑκάστοτε περὶ τῶν τελῶν ἀμφισβητήσεις. τὸ δὲ
εὔνουν αὐτῶν καὶ πιστὸν ἀπὸ τοῦ φυλακτικοῦ ἔστι τεκμήρασθαι.
3.59 Λευκέα τοῖς μὲν φοβουμένοις ἐστὶ
πονηρά· στερρότερον γὰρ καὶ φορτικώτερον ἐπάγει τὸν φόβον· καὶ τοῖς δούλοις βασάνους
καὶ θλίψεις προαγορεύει καὶ ἐλευθέρων τοῖς πένησι πλὴν τῶν ἐχόντων ἐξ αὐτῆς ἢ
δι΄ αὐτῆς τὴν ἐργασίαν. καὶ γὰρ κόπτεται καὶ καταπλέκεται· τοῖς δὲ ἐν τρυφῇ διάγουσι
θλίψεις καὶ στενοχωρίας σημαίνει καὶ τοὺς ἀποδήμους ἐπανάγει͵ μάλιστά γε ὅταν
διαπόντιοι ὦσι· καὶ γὰρ αὐτὴ διαπόντιος κομίζεται. λίνον δὲ πρὸς γάμον καὶ κοινωνίαν
ἀγαθὸν διὰ τὴν πλοκὴν καὶ πρὸς τὰ ἐλπιζόμενα διὰ τὴν ἐξ αὐτοῦ γινομένην ἀρκυοστασίαν
καὶ τὰς νεφέλας καὶ τὰ ὅμοια͵ οἷς οἱ ἄνθρωποι τὰ ἄπωθεν καὶ μακρὰν θηρῶσι. πρὸς
δὲ τὰ λοιπὰ τὰ αὐτὰ μὲν τῇ λευκέᾳ σημαίνει͵ ἥττονα δὲ τῇ δυνάμει. κάνναβις δὲ ὑπερεπιτείνει
τὰ σημαινόμενα ὑπὸ τῆς λευκέας καὶ τοῦ λίνου καὶ [τὰς] βασάνους ὑπερβαλλούσας
τινὰς σημαίνει καὶ δεσμὰ εὔτονα· λυθεῖσα μέντοι πάντων ἀπαλλάσσει [μόνη γὰρ αὐτὴ
καὶ ἀναλύεται μετὰ πολλὴν τριβήν]. εἰδέναι δὲ χρὴ ὅτι ἕκαστον τούτων τοῖς ἐμπορευομένοις
καὶ τοῖς πιπράσκουσι καὶ τοῖς ἐξ αὐτῶν ἢ δι΄ αὐτῶν ἐργαζομένοις οὐδὲν ἀποτρόπαιον
προαγορεύει.
3.60 Φυλάττεσθαι ὑπό τινος κατεχόμενον
βίᾳ ἐμποδισμοὺς τῶν χρειῶν καὶ κατοχὰς καὶ παρολκὰς ἐν ταῖς προθεσμίαις καὶ ἐπίτασιν
ἐν ταῖς νόσοις προαγορεύει͵ τοῖς δὲ ἐσχάτως ἔχουσι σωτηρίαν· φυλακὴν μὲν γὰρ καὶ
παρατήρησιν καὶ μονὴν τῶν ὄντων τὴν ζωὴν καλοῦμεν͵ τὸ δ΄ ἐναντίον τούτοις λύσιν
καὶ ἀπώλειαν͵ τοῦτ΄ ἔστι τὸν θάνατον. εἰς δὲ τὸ δεσμωτήριον καὶ τὴν εἱρκτὴν εἰσελθεῖν
ἑκόντα ἢ βίᾳ πρός τινων εἰσαχθῆναι νόσον ἰσχυρὰν ἢ λύπην μεγάλην προαγορεύει. δήμιοι
δὲ καὶ δεσμοφύλακες κατοχῆς καὶ λύπης εἰσὶ σημαντικοί. κακούργους δὲ δεσμεύουσι
καὶ τὰ κρυπτὰ ἐλέγχουσι· τοῖς γὰρ ἐληλεγμένοις καὶ καταφώροις γεγονόσι προσίασι.
3.61 Παννυχίδες δὲ καὶ ἑορταὶ
νυκτεριναὶ καὶ μετὰ ἀγρυπνίας εὐφροσύναι πρὸς γάμους καὶ κοινωνίας εἰσὶν ἀγαθαὶ
καὶ τοῖς πένησιν εὐπορίας καὶ προσκτήσεώς εἰσι σημαντικαί͵ καθότι καὶ τοῖς
λυπουμένοις καὶ τοῖς φοβουμένοις ἄφοβοι καὶ ἄλυποι τετήρηνται· οὐ γὰρ ἔνεστι
παννυχίζειν μὴ οὐχὶ ἐν πολλῇ εὐφροσύνῃ ὄντας. μοιχοὺς δὲ καὶ μοιχευομένας
καταφανεῖς μὲν τίθησι͵ κολάζει δὲ οὐδαμῶς͵ ἐπειδὴ τὰ πραττόμενα ἐν ταῖς παννυχίσι
γνώριμα μὲν τοῖς συναναστρεφομένοις ἐστί͵ κἂν ἀκόλαστα ᾖ͵ τρόπον δέ τινα
συγχωρεῖται. τοῖς δὲ ἐν εὐπορίᾳ καθεστῶσι καὶ οἷς ἐστιν ἐπίλαμπρος ὁ βίος ταραχὰς
καὶ περιβοησίας τίθησιν͵ ὧν τὸ τέλος ἄλυπον ἂν γένοιτο.
3.62 Ἀγορὰ ταραχῆς ἐστι σημαντικὴ καὶ
θορύβου διὰ τὸν ἐν αὐτῇ ἀγειρόμενον ὄχλον. τοῖς δὲ ἐν ἀγορᾷ ζῶσιν ἀνθρώποις ἀγαθὴ
καὶ ὄχλου πλήθουσα καὶ θορύβου μεστὴ ὁρωμένη· ἡ δὲ ἔρημος καὶ ἀθόρυβος ἀπραξίαν
μὲν τούτοις͵ τοῖς δὲ ἄλλοις πολλὴν ἀσφάλειαν προαγορεύει. ἀγορὰ ἐσπαρμένη παντὶ
δήπουθεν ἄβατος γίνεται͵ ὅ τι ἂν ᾖ τὸ ἐν αὐτῇ ἐσπαρμένον. λέγουσι δὲ ἔνιοι τὸ
τοιοῦτον τῇ πόλει ἐν μὲν εὐποτμίᾳ λιμόν͵ ἐν δὲ λιμῷ εὐποτμίαν σημαίνειν. θέατρα
δὲ καὶ πλατεῖαι καὶ προάστεια καὶ τεμένη καὶ περίπατοι καὶ πάντα τὰ κοινὰ τὸν αὐτὸν
τῇ ἀγορᾷ λόγον ἔχει.
3.63 Ἀνδριάντες χαλκοῖ κινούμενοι οἱ μὲν
μεγάλοι σφόδρα εὐπορίας εἰσὶ καὶ προσόδου καὶ χαλκοῦ κτήσεως σημαντικοὶ διὰ τὴν
τοῦ χαλκοῦ κίνησιν· οἱ δὲ ὑπερμεγέθεις͵ ὅπως ἂν κινῶνται͵ φόβους καὶ κινδύνους
οὐ τοὺς τυχόντας ἐπ άγουσι· φοβερὰ γὰρ ἡ τούτων κίνησις καὶ καταπληκτικὴ ὡς εἰκὸς
τοῖς ὁρῶσι γίνεται. οἱ δὲ λίθινοι καὶ οἱ ἐξ ἄλλης ὕλης κατὰ τὰ αὐτὰ τοῖς τῶν θεῶν
ἀγάλμασι κρινέσθωσαν. ἔτι καὶ τοὺς ἐν τῇ πόλει πρωτεύοντας οἱ ἀνδριάντες σημαίνουσιν.
ὅ τι ἂν οὖν δρῶσιν ἢ πάσχωσι͵ τὰ αὐτὰ τοὺς ἡγουμένους τῆς πόλεως δρᾶσαι ἢ παθεῖν
προσημαίνουσιν.
3.64 Ἀσπάλαξ ἄνθρωπον τυφλὸν ἀπὸ τοῦ
συμβεβηκότος σημαίνει καὶ ματαιοπονίαν διὰ τὸν μάταιον τοῦ ζῴου πόνον. καὶ τὸν ἀποκρύπτεσθαι
βουλόμενον σημαίνει ὑφ΄ ἑαυτοῦ ἐλεγχθῆναι· καὶ γὰρ ὁ ἀσπάλαξ ὑπὸ τῶν ἰδίων ἐλεγχόμενος
ἔργων συλλαμβάνεται.
3.65 Γλαὺξ ἐλεὸς βύας αἰγωλιὸς σκὼψ
νυκτικόραξ καὶ προσέτι νυκτερὶς καὶ εἴ τι ἄλλο νυκτερινὸν ὄρνεον πρὸς μὲν τὰς
πράξεις πάντα ἐστὶν ἄπρακτα͵ πρὸς δὲ τοὺς φόβους ἄφοβα͵ ὅτι μήτε θηρεύει ἐν ἡμέρᾳ
μήτε σαρκοφαγεῖ τὰ νυκτερινὰ ὄρνεα. μόνη δὲ νυκτερὶς γυναιξὶν ἐγκύμοσίν ἐστιν ἀγαθή·
οὐ γὰρ ᾠοτοκεῖ͵ ὥσπερ οἱ ἄλλοι ὄρνιθες͵ ἀλλὰ ζῳοτοκεῖ καὶ γάλα ἐν μαζοῖς ἔχει
καὶ τοὺς ἰδίους ἐκτρέφει νεοττούς. ὅ τι δ΄ ἂν τούτων τῶν ὀρνέων τις ἴδῃ πλέων ἢ
ὁδεύων͵ χειμῶνι μεγάλῳ ἢ λῃσταῖς περιπεσεῖται. εἰσοικιζόμενα δὲ εἰς οἰκίαν ταῦτα
ἔρημον ἔσεσθαι τὴν οἰκίαν μαντεύεται.
3.66 Ὡρολόγιον πράξεις καὶ ὁρμὰς καὶ
κινήσεις καὶ ἐπιβολὰς τῶν χρειῶν σημαίνει· πάντα γὰρ πρὸς τὰς ὥρας ἀποβλέποντες
οἱ ἄνθρωποι πράσσουσιν. ὅθεν συμπῖπτον ἢ κατεασσόμενον πονηρὸν ἂν εἴη καὶ ὀλέθριον͵
μάλιστα δὲ τοῖς νοσοῦσιν. ἀεὶ δὲ τὰς πρὸ τῆς ἕκτης ὥρας ἀριθμεῖν ἄμεινον ἢ τὰς
μετὰ τὴν ἕκτην. Ταῦτα μὲν οὖν εἰς ἀναπλήρωσιν τῶν δεόντων͵ ὅσα μήτ΄ ἐν ταῖς
προτέραις βίβλοις ἐχρῆν γράφειν ὥσπερ ἂν εἰς ἀνοίκειον κατατεθέντα καὶ ἀλλοτρίαν
χώραν͵ μήτε μὴν ἄγραφα καταλιπεῖν εὔλογον ἦν͵ ὅπως μή τινι͵ ὡς ἔφην͵ πάροδον καὶ
ἐπιβάθραν καταλείπω τοῦ γράφειν͵ αὐτάρκως ἔμοιγε ἔχειν δοκεῖ. χρὴ δὲ γινώσκειν ὅτι
οὐδὲν οὕτω χαλεπόν ἐστι καὶ δύσκολον ὡς τὸ τὴν κρᾶσιν καὶ μίξιν τῶν ὁρωμένων ἐν
τοῖς ὕπνοις συνιδόντα μίαν ἐκ πάντων ἀπόφασιν ποιήσασθαι͵ ἐπειδὴ πολλάκις ἐναντία
ἀλλήλοις καὶ οὐδὲν ὅμοιον ἔχοντα ἔστιν ἰδεῖν. ἀδύνατον δὲ μαχόμενα εἶναι τὰ
σημαινόμενα ἀλλήλοις͵ εἴγε τὰ πάντως ἐσόμενα οἱ ὄνειροι προαγορεύουσιν· ἀλλ΄ ὥσπερ
τῶν πραγμάτων ἐστὶ τάξις καὶ ἀκολουθία͵ οὕτω καὶ τοῖς ὀνείροις εἰκὸς ἀκολουθεῖν
τάξιν τινά. ἐπειδὰν οὖν ἴδῃ τις ὁμοῦ ἀγαθὰ καὶ κακά͵ ἐν νῷ δεῖ λαβεῖν ὁπότερα
πρότερα εἶδε͵ τὰ ἀγαθὰ ἢ τὰ κακά· καὶ γὰρ ἐν τοῖς πράγμασι ποτὲ μὲν χρησταὶ
φανεῖσαι ἐλπίδες εἰς κακὸν ἀπέβησαν͵ ποτὲ δὲ οἱ προσδοκηθέντες φόβοι ἀγαθῶν αἴτιοι
κατέστησαν. ἔστι δὲ ὅτε καὶ ἀντὶ μεγάλων κακῶν λυσιτελεῖ μικρὰ παθεῖν͵ καὶ πάλιν
αὖ ἐφάνη τις μικρὰ προσδοκία ἀγαθῶν ἢ κακῶν ψευδὴς οὖσα καὶ ματαία. τοῦτον οὖν
τὸν τρόπον καὶ οἱ ὄνειροι μεμιγμένων τῶν ἐν αὐτοῖς σημαινομένων εἰκότως εἰσὶ
ποικίλοι καὶ τοῖς πολλοῖς δυσερμήνευτοι. ἐγὼ δὲ ὡς εὐπαρακολούθητον ἕκαστον τῶν
σημαινομένων γένηται͵ ἐν τάξει ἕκαστον καὶ κοσμίως καὶ ὡς μάλιστα ἐνεδέχετο
διδασκαλικῶς ἀνέγραψα. ὥσπερ δὲ οἱ γραμματικοὶ τῶν στοιχείων ἐπειδὰν τὰς δυνάμεις
διδάξωσι τοὺς παῖδας͵ τότε καὶ ὅπως ὁμοῦ πᾶσι χρῆσθαι δεῖ ὑποτίθενται͵ οὕτω κἀγὼ
μικράς τινας καὶ εὐπαρακολουθήτους ὑποθήκας πρὸς τοῖς εἰρημένοις ἐπισωρεύσω͵ ὡς
ἂν ᾖ εὐμαθῆ τὰ βιβλία πᾶσιν· ἐπεὶ τοῖς γε πείρᾳ κεχρημένοις καὶ τριβαῖς πολλαῖς
εὐπαρακολούθητός ἐστιν ὁ λόγος καὶ ἱκανὸς ἕκαστα διδάξαι ὡς ἔχει. ἐν μὲν οὖν τῷ
πρώτῳ βιβλίῳ ἔφην εἶναι τὴν κεφαλὴν πατέρα τοῦ ἰδόντος͵ ἐν δὲ τῷ δευτέρῳ λέοντα
εἶναι βασιλέα ἢ νόσον͵ καὶ ἐν τῷ περὶ θανάτου τοῖς πενομένοις τὸ ἀποθανεῖν
χρηστὸν εἶναι καὶ λυσιτελὲς ἐπέδειξα. ἐπειδὰν οὖν πένης ἀνὴρ πατέρα ἔχων πλούσιον
ὄναρ ὑπὸ λέοντος τὴν κεφαλὴν ἀφῃρῆσθαι δόξῃ καὶ ἀποθανεῖν͵ εἰκός ἐστι τὸν πατέρα
αὐτοῦ ἀποθανόντα κληρονόμον αὐτὸν καταλείψειν͵ καὶ τοῦτον τὸν τρόπον ἄλυπος ἂν
γένοιτο καὶ εὔπορος͵ οὔτε φορτικὸν ἔτι ἔχων τὸν πατέρα οὔτε ὑπὸ τῆς πενίας θλιβόμενος·
ἔστι γὰρ ἡ μὲν κεφαλὴ ὁ πατήρ͵ ἡ δὲ ἀφαίρεσις ἡ στέρησις τοῦ πατρός͵ ὁ δὲ λέων ἡ
νόσος͵ ἣν νοσήσας ὁ πατὴρ ἀποθάνοι ἄν· ὁ δὲ θάνατος ἡ μεταβολὴ τοῦ βίου καὶ τὸ
διὰ τὸν πλοῦτον ἀνενδεές. τοῦτον δὴ τὸν τρόπον καὶ ἐπὶ πάντων τῶν ποικίλων ὀνείρων
χρὴ ποιεῖσθαι τὰς κρίσεις συνάγοντα καὶ ποιοῦντα καθ΄ ἕκαστον τῶν κεφαλαίων σῶμα
ἕν. χρὴ δὲ ἀποφαίνεσθαι μιμούμενον τοὺς θύτας͵ οἳ καὶ καθ΄ ἓν τῶν σημείων ἐπίστανται
πρὸς τί ἕκαστον ἁρμόζει͵ καὶ τὰς ἀποφάσεις οὐδέν τι μᾶλλον ἐξ ἑνὸς ἑκάστου ἢ ἐκ
πάντων ποιοῦνται. γένοιτο δὲ μετὰ πολλῆς εὐμενείας τοὺς ἐντυγχάνοντας [ἐπιθυμῆσαι]
ἀναγνῶναι τὰ βιβλία καὶ μὴ πρὸ τοῦ ἀκριβῶς καταλαβεῖν ἐγκαλεῖν τι͵ ἐπεὶ τό γε ὅτι
τοὺς ἐπιμελῶς ἀναγνόντας οὐκ ἐάσει ἀποστῆναί ποτε τῶν λόγων τούτων τὰ βιβλία καὶ
διομόσασθαι ἔχω. Τὰ μὲν δὴ χρειώδη͵ Κάσσιε Μάξιμε͵ τοῖς βιβλίοις καθὼς προσῆκεν
ἐξ ὁλοκλήρου πάντα ἀποδέδοται· τὴν δὲ ἐπιγραφὴν μὴ θαυμάσῃς͵ διότι Ἀρτεμιδώρου
Δαλδιανοῦ καὶ οὐχὶ Ἐφεσίου ἐπιγέγραπται͵ ὥσπερ πολλὰ τῶν ἤδη εἰς ἄλλας πραγματείας
πεποιημένων μοι βιβλίων· τὴν μὲν γὰρ Ἔφεσον συμβέβηκε καὶ αὐτὴν δι΄ ἑαυτῆς περιώνυμον
εἶναι καὶ πολλῶν καὶ ἀξιολόγων κηρύκων τετυχηκέναι͵ Δάλδις δὲ πόλισμα Λυδίας καὶ
οὐ σφόδρα ἐλλόγιμον διὰ τὸ μὴ τοιούτων ἀνδρῶν τετυχηκέναι ἄγνωστον τὸ μέχρι εἰς
ἡμᾶς μεμένηκε. διὸ θρεπτήρια οὔσῃ μοι πατρίδι πρὸς μητρὸς ταῦτα ἀποδίδωμι αὐτῇ.