3.prol Ἐπειδή͵ Κάσσιε Μάξιμε͵ ἀποβλέψας
εἰς τὸ μεγαλεῖον τῆς σῆς σοφίας προετράπην πραγματείαν συγγράψαι͵ ἣν ἐν τοῖς
δυσὶ βιβλίοις ἐπραγματευσάμην͵ τὴν ἐπιδοθεῖσάν σοι ἔχουσαν τάξιν καὶ ἀκολουθίαν
καὶ κατὰ μηδὲν κοινωνοῦσαν τῇ τῶν παλαιῶν ὑποθέσει͵ καὶ καθ΄ ὅσον ἐνεδέχετο τὰ
μὲν ἐξ ὁλοκλήρου τὰ δὲ καὶ συμφωνούμενά τισι τὰ δὲ καὶ κατὰ τὸ παρεῖκον ἐκφωνούμενα
ἐξεῖπον͵ ἐδόκει δέ μοι τῇ μὲν ὅλῃ ὑποθέσει προσδεῖν τι͵ τοῖς δὲ ἐν ἀμφοτέροις
τοῖς βιβλίοις γεγραμμένοις μηδέν τι προσγράφειν͵ ἐπειδὴ ἔμελλεν ὥσπερ ὑγιεῖ σώματι
καὶ εὐμόρφῳ προσπλακέν τι͵ καὶ εἰ εὔμορφον εἴη͵ τοῦ προτέρου παραιρήσειν κάλλους͵
ἰδίᾳ καὶ κατὰ μόνας ἕκαστον τῶν παραλελειμμένων σποράδην καὶ εἰς οὐ συνημμένα
κεφάλαια συναγαγὼν τοῦτό σοι τὸ βιβλίον ἐποίησα͵ ὡς ἂν μή τις ἀνθρώπων πάροδον
καὶ ἐπιβάθραν τοῦ συγγράφειν τι τοιοῦτον ἐφεύρῃ.
3.1 Κυβεύειν δοκεῖν φιλονεικῆσαι πρός
τινα σημαίνει περὶ ἀργυρίου· καὶ γὰρ οἱ κύβοι ἀριθμὸν περιέχουσι καὶ ψῆφοι λέγονται
αἷς οἱ κυβεύοντες παίζουσιν. ἀεὶ δὲ νικᾶν ἀγαθόν. εἰ δέ τις νοσῶν παίζειν ὑπολάβοι
ψήφοις ἢ ἄλλον παίζοντα ἴδοι͵ κακόν͵ μάλιστα δὲ εἰ αὐτὸς λείποιτο͵ ἐπειδὴ μείονας
ἔχων ψήφους καταλείπεται ὁ νικώμενος. αὐτοὶ δὲ οἱ κύβοι ὁρώμενοι στάσεις καὶ ἔχθρας
προαγορεύουσιν͵ ἀπολλύμενοι δὲ λύουσι τὰς ἐν ποσὶ στάσεις καὶ αὐξανόμενοι ἐπιτείνουσι.
παιδίον δὲ παῖζον ἰδεῖν κύβοις ἢ ἀστραγάλοις ἢ ψήφοις οὐ πονηρόν· ἔθος γὰρ τοῖς
παιδίοις ἀεὶ παίζειν· ἀνδρὶ δὲ τελείῳ καὶ γυναικὶ πονηρὸν τὸ ἀστραγάλοις δοκεῖν
παίζειν͵ εἰ μὴ ἄρα κληρονομῆσαί τινα ἐλπίζων ἴδοι τις τὸ ὄναρ τοῦτο· ἐκ νεκρῶν
γὰρ σωμάτων γεγόνασιν οἱ ἀστράγαλοι. διὸ κινδύνους τοῖς λοιποῖς προαγορεύουσιν.
3.2 Κλέπτειν δοκεῖν οὐδενὶ ἀγαθὸν πλὴν
τῶν ἐξαπατᾶν τινας ἐθελόντων· κλέπτειν γὰρ καὶ τὸ παραλογίζεσθαι ἔλεγον οἱ
παλαιοί. ὅσῳ δ΄ ἂν μείζονα ἢ πολυτελέστερα ἢ ἀσφαλέστερον τηρούμενα κλέπτῃ τις͵
τοσούτῳ μείζονα κίνδυνον ὑπομενεῖ· εἰκὸς γὰρ οἷς ὁ νόμος ὑπάγει τὸν κλέπτην͵ τοῖς
αὐτοῖς καὶ τὸ ὄναρ τὸν θεασάμενον ὑπάγειν.
3.3 ἱεροσυλεῖν δὲ καὶ θεῶν ἀναθήματα
κλέπτειν πᾶσι πονηρόν͵ μόνοις δὲ τοῖς ἱερεῦσι καὶ μάντεσι συμφέρει· καὶ γὰρ τὰς
τῶν θεῶν ἀπαρχὰς τὸ ἔθος ἐπιτρέπει αὐτοῖς λαμβάνειν͵ καὶ τρόπον τινὰ ὑπὸ θεῶν
τρέφονται καὶ οὐ πάντα φανερῶς λαμβάνουσι.
3.4 Ψεύδεσθαι οὐκ ἔστιν ἐπιτήδειον πλὴν
τῶν ἐπὶ θυμέλην ἀνερχομένων καὶ ἀγυρτῶν καὶ ὧν ἔθος ἐστὶ ψεύδεσθαι. ἧττον δὲ
πονηρὸν τοὺς ἀλλοτρίους ψεύδεσθαι ἢ τοὺς ἰδίους· μεγάλας γὰρ τούτοις συμφορὰς
σημαίνει͵ κἂν ἐπὶ σμικροῖς δοκῇ τις ψεύδεσθαι.
3.5 Ὄρτυγες τοῖς μὴ φιλοτροφοῦσιν ἀγγελίας
σημαίνουσι διαποντίους ἀκούσεσθαι ἀηδεῖς καὶ πονηράς· διαποντίους μέν͵ ἐπεὶ καὶ
αὐτοὶ [μὲν ἐγχώριοί εἰσιν ἀλλὰ] διαπόντιοι παραγίνονται͵ ἀηδεῖς δέ͵ ὅτι μάχιμοί
εἰσι καὶ ὀλιγόψυχοι. καὶ ἐν ταῖς κοινωνίαις καὶ φιλίαις καὶ γάμοις καὶ τοῖς
βιωτικοῖς συμβολαίοις πᾶσι στάσεών εἰσι καὶ φιλονεικιῶν σημαντικοί͵ καὶ τοὺς
νοσοῦντας εἰ μὲν μετακομισθεῖε ἀποθανεῖσθαι σημαίνουσι διὰ τὸ ὀλιγόψυχον͵ μὴ
μετακομισθέντας δὲ ἧττον κινδυνεύσειν. καὶ πρὸς ἀποδημίαν εἰσὶ πονηροί· δόλους
γὰρ καὶ ἐνέδρας καὶ λῃστείας προαγορεύουσι· καὶ γὰρ αὐτοὶ τῆς οἰκείας μετανιστάμενοι
περιπίπτουσι τοῖς θηρᾶν αὐτοὺς βουλομένοις. ἀλεκτρυόνες δὲ οἱ μάχιμοι στάσεων
καὶ φιλονεικιῶν μόνον εἰσὶ σημαντικοί͵ πρὸς δὲ τὰ ἄλλα οὐκέτι ὁμοίως τοῖς ὄρτυξιν
ἀποβαίνουσιν.
3.6 Μύρμηκας τοὺς μὲν πτερὰ ἔχοντας οὐδαμῶς
ἰδεῖν ἀγαθόν· ὄλεθρον γὰρ προαγορεύουσι καὶ ἀποδημίας ἐπικινδύνους· τοὺς δὲ ἑτέρους
[ἐργάτας καλουμένους] ἀγαθὸν γεωργοῖς· εὐφορίαν γὰρ μαντεύονται͵ ἐπειδὴ ὅπου μὴ
ἔστι σπέρματα͵ οὐκ ἂν ἴδοι τις μύρμηκας. ἀγαθοὶ δὲ οὗτοι καὶ τοῖς ἐξ ὄχλου
ποριζομένοις καὶ τοῖς νοσοῦσιν͵ ὅταν γε μὴ περὶ τὸ σῶμα τοῦ ἰδόντος ἀναστρέφωνται·
ἐργάται γὰρ καλοῦνται καὶ ἐργοπονούμενοι οὐ διαλείπουσιν͵ ὅπερ ἴδιόν ἐστι τῶν ζώντων.
ἐπειδὰν δὲ περὶ τὸ σῶμα τοῦ ἰδόντος ἀναστρέφωνται͵ ὄλεθρον προαγορεύουσιν͵ ὅτι
γῆς εἰσι παῖδες καὶ ψυχροὶ καὶ μέλανες.
3.7 Φθεῖρας ὀλίγους ἔχειν καὶ εὑρίσκειν
ἐν τῷ σώματι ἢ ἐν τοῖς ἱματίοις καὶ τούτους ἀναιρεῖν ἀγαθόν· πάσης γὰρ λύπης καὶ
φροντίδος ὑπερβαλλούσης ἀπαλλαγῆναι προαγορεύει τὸ ὄναρ· πολλοὺς δὲ καὶ ὑπερβάλλοντας
πλήθει πονηρὸν καὶ σημαῖνον νόσον μακρὰν ἢ δεσμὰ ἢ πολλήν γε ἀπορίαν· ἐν γὰρ τοῖς
τοιούτοις πληθύνουσι καὶ οἱ φθεῖρες. καὶ εἰ μέν τις ἀποβάλλοι καὶ ἀποκαθαίροι πάντας͵
ἐλπὶς αὐτῷ τούτων ἀπαλλαγῆναι· εἰ δέ τις ἔχων αὐτοὺς διυπνισθείη͵ οὐκ ἄν ποτε
σωθείη. Ἕλμινθας ἀποκρίνειν διὰ τῆς ἕδρας ἢ διὰ τοῦ στόματος ὑπὸ οἰκείων ἀνθρώπων
καὶ συνοικούντων καὶ ὡς ἐπὶ τὸ πλεῖστον τραπέζῃ τῇ αὐτῇ χρωμένων ἀδικούμενον
μαθεῖν σημαίνει καὶ ἀπώσασθαι τοὺς ἀδικοῦντας ἢ κατὰ ἄλλον τρόπον στερηθῆναι αὐτῶν·
ἐνοικοῦσι μὲν γὰρ τῷ σώματι οἱ ἕλμινθες͵ ἀλλ΄ οὐδὲν ἧττον αὐτὸ τὸ σῶμα λυμαίνονται.
ἐπειδὰν δὲ ἀποκριθῶσιν͵ ἀποβληθῆναι τοὺς τοιούτους ἀνθρώπους σημαίνουσι.
3.8 Κόρεις δυσθυμιῶν καὶ φροντίδων εἰσὶ
σημαντικοί· ἐπίσης γὰρ ταῖς φροντίσι καὶ οὗτοι ἀύπνους ποιοῦσι· καὶ προσέτι πρός
τινας τῶν οἰκείων͵ ὡς δὲ ἐπὶ τὸ πλεῖστον πρὸς γυναῖκας ἀηδίας καὶ δυσαρεστήσεις
φέρουσι. Κώνωπες καὶ αἱ λεγόμεναι ἐμπίδες καὶ εἴ τι ἄλλο ὅμοιον ἀνθρώπους ἐπιφοιτῆσαι
τῷ ἰδόντι σημαίνουσι πονηρούς͵ βλάβην ἐνδεικνυμένους καὶ προσέτι καταβοῶν τας.
καπήλοις δὲ καὶ οἰνεμπόροις εἰς ὄξος μεταβαλεῖν τὸν οἶνον προαγορεύουσι· χαίρουσι
γὰρ ὄξει.
3.9 Μάχεσθαι τοῖς οἰκείοις οὐκ ἀγαθὸν
οὐδὲ τοῖς ἐκτός͵ ἧττον δὲ πονηρόν [μάχεσθαι]. νοσῶν δέ τις ἐὰν δόξῃ μάχεσθαι͵
παρακόψει. μάχεσθαι τοῖς βελτίοσιν͵ οἷον τοῖς δεσπόταις βασιλεῦσι μεγιστᾶσι καὶ
πᾶσι τοῖς ὑπερέχουσι͵ κακῶς διατεθῆναι σημαίνει πρὸς τῶν οἷς τις ἐμάχετο. Μισεῖν
ἢ μισεῖσθαι οὐδενὶ συμφέρει. οὐδὲν δὲ διαφέρει τινὰ μισεῖν͵ ὑφ΄ οὗ μισεῖταί
τις͵ ἐπειδὴ τὸ μῖσος ἐχθροὺς ποιεῖ· οἱ δὲ ἐχθροὶ οὔτε συναίρονται οὔτε συλλαμβάνονται.
δεῖ δὲ τοῖς ἀνθρώποις βοηθείας καὶ τῶν συλλαμβανομένων͵ ἐπειδὴ διὰ τῶν τοιούτων
ὠφελοῦνται. [πονηρὸν δὲ ἐτηρήσαμεν τὸ μῖσος.]
3.10 Σφάζεσθαι καὶ ἀποθνήσκειν ὅ τι
σημαίνει ἐν τῷ περὶ θανάτου λόγῳ ἐν τῷ δευτέρῳ βιβλίῳ προείρηται. σφαζομένους δὲ
ἰδεῖν ἀγαθόν· πάντα γὰρ τὰ προκείμενα ἐπὶ τὸ τέλος συμπερανθέντα ἤδη ἀφῖχθαι
σημαίνει͵ ἐπειδὴ ἡ σφαγὴ τελευτῆς ἐστι σημεῖον.
3.11 Κροκόδειλος πειρατὴν ἢ φονέα ἢ οὐδὲν
ἧττον ἀπονενοημένον ἄνθρωπον σημαίνει. ὅπως δ΄ ἂν διαθῇ τὸν ἰδόντα ὁ κροκόδειλος͵
οὕτω διαθήσει καὶ ὁ ὑπὸ τοῦ κροκοδείλου σημαινόμενος. Αἴλουρος μοιχὸν σημαίνει·
κλέπτης γάρ ἐστιν ὀρνίθων· αἱ δὲ ὄρνιθες γυναιξὶν εἰκάζονται͵ καθὼς ἐν τῷ πρώτῳ
βιβλίῳ ἐπεμνήσθην.
3.12 Ἰχνεύμων καὶ ἴκτις πανούργους σημαίνουσιν
ἀνθρώπους καὶ δολίους οὐδέ ποτε τοῖς ὁρῶσιν εὐνοῆσαι δυναμένους διὰ τὸ ἄγριον
καὶ δυστιθάσευτον. καὶ ὁ μὲν ἰχνεύμων ἄνδρας σημαίνει͵ ἡ δὲ ἴκτις γυναῖκας.
3.13 Θεὸς εἴ τις ὑπολάβοι γενέσθαι͵ ἱερεὺς
ἂν γένοιτο ἢ μάντις· τῆς γὰρ αὐτῆς τοῖς θεοῖς τιμῆς καὶ οὗτοι τυγχάνουσιν. εἰ δέ
τις νοσῶν θεὸς εἶναι νομίσειε͵ τεθνήξεται· ἀθάνατοι γὰρ οἱ [θεοὶ καὶ] ἀποθανόντες͵
ἐπεὶ μηκέτι τεθνήξονται. εἰ δέ τις ἐν πενίᾳ ἢ δουλείᾳ ἢ δεσμοῖς ἢ περιστάσει
τινὶ ἢ ᾡτινιοῦν καθεστὼς κακῷ ἴδοι τὸ ὄναρ τοῦτο͵ ἀπαλλαγήσεται τῶν περιεχόντων
αὐτὸν δεινῶν· πολλαὶ γὰρ καὶ εὐπόριστοι τῷ θεῷ αἱ ἀπὸ τῶν δεινῶν σωτηρίαι. ἀνδρὶ
δὲ πλουσίῳ καὶ μεγιστᾶνι ἀρχὴν μεγίστην κατὰ τὸ ἐπιβάλλον τοῦ ἀξιώματος
προαγορεύει· ἐπίσης γὰρ τοῖς θεοῖς καὶ οἱ ἄρχοντες δύνανται εὖ καὶ κακῶς τινας
ποιεῖν. ἀγαθὸν δὲ καὶ τοῖς ἐπὶ σκηνὴν ἀνερχομένοις διὰ τὸ ἐν τῇ ὑποκρίσει ἔθος·
πολλάκις γὰρ καὶ θεῶν πρόσωπα ἀναλαμβάνουσιν.
3.14 Θεὸν δοκεῖν ὑποδέχεσθαι τῷ μὲν εὖ
πράττοντι φροντίδας καὶ λύπας καὶ δεινὰς πραγματείας προαγορεύει· οἱ γὰρ ἐν
περιστάσει γενόμενοι θύουσι τε τοῖς θεοῖς καὶ ὑποδέχονται αὐτούς· τῷ δὲ ἐν πενίᾳ
ἢ στενοχωρίᾳ ὄντι πολλὴν ἐπίδοσιν ἀγαθῶν προαγορεύει· τότε γὰρ μάλιστα οἱ πένητες
[ὅταν εὐπορίσωσιν] εὐχαριστοῦσί τε τοῖς θεοῖς καὶ ὑποδέχονται αὐτούς. Θεοῦ σκευὴν
ἔχειν καὶ περικεῖσθαι ἄλλου τινὸς ἐπιτροπεῦσαι σημαίνει πλουσίου͵ ὥστε φαντασίαν
μὲν ἔχειν πλούτου͵ ὑπόστασιν δὲ μή. τοῦτο πολλάκις οὕτως ἀποβὰν ἐτήρησα.
3.15 Κωλόβαθρα ὑποδεδέσθαι δοκεῖν τοῖς
μὲν πανούργοις δεσμὰ σημαίνει· καὶ γὰρ προσδεῖται τὰ κωλόβαθρα τοῖς ποσὶ καὶ τὸν
περίπατον ἀλλοιοῖ· τοῖς δὲ λοιποῖς νόσον ἢ ξενιτείαν προδηλοῖ διὰ τὰς αὐτὰς αἰτίας.
3.16 Ἐπὶ θαλάσσης περιπατεῖν ἀποδημῆσαι
βουλομένῳ ἀγαθόν͵ καὶ μάλιστά γε εἰ πλεῖν μέλλοι· πολλὴν γὰρ ἀσφάλειαν προαγορεύει
τὸ ὄναρ. ἀγαθὸν δὲ καὶ δούλῳ καὶ τῷ γῆμαι προῃρημένῳ· ὁ μὲν γὰρ τοῦ δεσπότου ὁ
δὲ τῆς γυναικὸς ἄρξει· ἔοικε γὰρ καὶ δεσπότῃ ἡ θάλασσα διὰ τὸ δυνατὸν καὶ
γυναικὶ διὰ τὸ ὑγρόν. ἀγαθὸν δὲ καὶ τῷ δίκην ἔχοντι· ὑπέρτερος γὰρ τοῦ δικαστοῦ
γενόμενος ὡς εἰκὸς νικήσει· ἔοικε γὰρ καὶ δικαστῇ ἡ θάλασσα διὰ τὸ τοὺς μὲν εὖ
τοὺς δὲ κακῶς διατιθέναι. ἀνδρὶ δὲ νεωτέρῳ ἑταίρας ἐρασθῆναι σημαίνει καὶ
γυναικὶ ἰδούσῃ ἑταιρικῷ χρήσασθαι βίῳ· ἔοικε γὰρ καὶ ἑταίρᾳ ἡ θάλασσα διὰ τὸ
προσβάλλειν ἡδείας μὲν τὰς πρώτας φαντασίας͵ κακῶς δὲ διατιθέναι τοὺς πλείστους.
πᾶσι δὲ τοῖς ἐξ ὄχλου ποριζομένοις καὶ πολιτευταῖς καὶ δημαγωγοῖς μετὰ πολλῆς εὐκλείας
πορισμὸν οὐ τὸν τυχόντα προαγορεύει· ἔοικε γὰρ καὶ ὄχλῳ ἡ θάλασσα διὰ τὴν ἀταξίαν.
3.17 Ἀνθρώπους πλάσσειν ἀγαθὸν παιδοτρίβαις
καὶ παιδευταῖς· τρόπον γάρ τινα καὶ οὗτοι τοὺς ἀνθρώπους πλάσσουσιν͵ οἱ μὲν διὰ
τὸ ῥυθμίζειν οἱ δὲ διὰ τὸ βελτίονας ποιεῖν. ἀγαθὸν δὲ καὶ ἄπαισιν͵ ἐπεὶ γνησίων
παίδων γονὴν προαγορεύει. ἀγαθὸν δὲ καὶ σωματεμπόροις καὶ πένησιν· οἱ μὲν γὰρ ἀπὸ
τῆς ἐμπορίας πολλὰ καὶ μεγάλα κερδανοῦσιν͵ οἱ δὲ πολλοὺς κτήσονται οἰκέτας.
κακούργοις δὲ ὄλεθρον προαγορεύει· καὶ γὰρ τὸν Προμηθέα λέγουσιν ἐπὶ τῷ πλάσαι
τοὺς ἀνθρώπους καὶ τὸ πῦρ κλέψαι κακῶς ἀπολέσθαι. πλουσίοις δὲ καὶ τοῖς μέγα
δυναμένοις ἀρχήν τινα μεγάλην προαγορεύει.
3.18 Ὑπεζεῦχθαι ὀχήματι ὥσπερ τι τῶν
τετραπόδων δουλείαν καὶ κάματον καὶ νόσον προαγορεύει͵ καὶ εἰ πάνυ τις λαμπρὸς
καὶ ἁβροδίαιτος ὢν τὸν ὄνειρον ἴδοι.
3.19 Ὀχεῖσθαι ἐπὶ ἅρματος ἢ ἀπήνης ἀνθρώπων
ὑπεζευγμένων πολλῶν ἄρξαι σημαίνει καὶ προσέτι παῖδας ἀγαθοὺς τῷ ἰδόντι γενέσθαι
μαντεύεται. πρὸς δὲ τὰς ἀποδημίας οὐ πάνυ τι συμφέρει· τὸ μὲν γὰρ ἀσφαλὲς ἐνδείκνυται͵
πολλὴν δὲ βραδύτητα προαγορεύει.
3.20 Εἰς μάντεως δὲ φοιτᾶν καὶ μαντεύεσθαι
περί τινος φροντίδας οὐ τὰς τυχούσας τῷ ἰδόντι σημαίνει· οὐ γὰρ δεῖ μαντικῆς τοῖς
μὴ φροντίζουσιν. ὅ τι δ΄ ἂν ὁ μάντις ὅγε ἀληθὴς ἀποκρίνηται͵ τούτῳ πιστεύειν χρή.
περὶ δὲ διαφορᾶς μάντεων͵ οἷς δεῖ προσέχειν καὶ οἷς μή [προσῆκεν]͵ ἐν τῷ περὶ τῶν
ἀξιοπίστων λόγῳ ἐν τῷ δευτέρῳ βιβλίῳ προείρηκα. ὁ δὲ μηδὲν ἀποκρινόμενος μάντις
πᾶσαν ἐγχείρησιν καὶ πᾶσαν ὁρμὴν ὑπερτίθεται· ἔστι γὰρ παρά γε τοῖς σοφοῖς καὶ ἡ
σιγὴ ἀπόκρισις͵ ἀλλ΄ ἀπαγορευτική.
3.21 εἰ δέ τις ὑπολάβοι μάντις γεγονέναι
καὶ εὐδοκιμεῖν ἐν τῷ προαγορεύειν͵ πολλῶν ἔμπειρος ἔσται πραγμάτων καὶ φροντίδας
ἀναδέξεται τοῦτο μὲν ἰδίας τοῦτο δὲ καὶ ἀλλοτρίας· καὶ γὰρ τῷ μάντει μέλει καὶ
τῶν οὐδὲν αὐτῷ προσηκόντων κακῶν͵ ἃ ἂν οἱ μαντευόμενοι φέρωσι. φέρει δὲ καὶ ἀποδημίας
πολλάκις καὶ κινήσεις τῷ ἰδόντι ὁ ὄνειρος διὰ τὸ τοὺς μάντεις περινοστεῖν. καὶ
τοῖς πένησιν εὐπορίαν· πολλοὶ γὰρ δέονται τοῦ μάντεως καὶ τῶν πλουσίων.
3.22 Νοσεῖν μόνοις τοῖς ἐν δεσμοῖς ἢ
μεγάλῃ ἀνάγκῃ οὖσιν ἀγαθὸν διὰ τὸ τὴν νόσον λύειν τοὺς ὄγκους. τοῖς δὲ ἄλλοις
μεγάλην ἀπραξίαν προαγορεύει· ἄπρακτοι γὰρ οἱ νοσοῦντες. καὶ τῶν ἐπιτηδείων ἔνδειαν·
καὶ γὰρ ἐνδεεῖς τῷ σώματι ὧν μάλιστα χρὴ οἱ νοσοῦντες γίνονται. καὶ πρὸς τὰς ἀποδημίας
ἐμποδὼν ἵσταται· δυσκίνητοι γὰρ οἱ νοσοῦντες. καὶ τὰς ἐπιθυμίας οὐκ ἐᾷ τελεσθῆναι·
οὐδὲ γὰρ τὰς ὀρέξεις διὰ τὸ ἐπικίνδυνον ἀναπληροῦσι τῷ νοσοῦντι οἱ ἰατροί. νοσοῦντα
δὲ εἴ τις ἐπισκέπτοιτο͵ εἰ μὲν γνώριμον͵ τὰ αὐτὰ τῷ νοσοῦντι σημαίνει· εἰ δὲ ἀγνῶτα͵
αὐτῷ τῷ ἰδόντι· οὐδὲν γὰρ διαφέρει ἢ αὐτὸν νοσεῖν ἢ ἄλλον ἀγνῶτα νοσοῦντα ἰδεῖν·
εἰκόνας γὰρ τῶν ἀποβησομένων τοῖς ὁρῶσι πραγμάτων τοὺς πλησίον εἶναί φαμεν͵ ὅταν
γε ἀγνοῶνται. ἐτήρησα δὲ καὶ τὸ τοιοῦτο. ὅσα μὲν αὐτίκα ἀποβησόμενα καὶ μᾶλλον ἢ
σφοδρότερον ἡ ψυχὴ βούλεται σημῆναι ἀγαθὰ ἢ κακά͵ ταῦτα περὶ αὐτὸν τὸν ὁρῶντα
παράγει· ὅσα δὲ βράδιον ἢ ἧττον ἢ ἀτονώτερον͵ ταῦτα δι΄ ἀλλοτρίου σώματος δείκνυσιν
ἡ ψυχὴ τῷ ὁρῶντι.
3.23 Τὰς ἑαυτοῦ σάρκας ἐσθίειν ἀγαθὸν πένητι·
πολλὰ γὰρ τῷ σώματι ἐργασάμενος καὶ πονῶν κτήσεται͵ καὶ οὕτως οὐχὶ τὰς σάρκας αὐτοῦ
κατέδεται ἀλλὰ τὰς ἀπὸ τῶν σαρκῶν ἐργασίας. ἀγαθὸν δὲ καὶ χειροτέχνῃ τὸ [ἀπὸ]
τοιούτων μερῶν ἐσθίειν τοῦ σώματος͵ ἀφ΄ ὧν μάλιστα πορίζεται· οἱ μὲν γὰρ ἀμφοτέραις
ταῖς χερσὶν ἐργάζονται͵ οἱ δὲ τῇ ἑτέρᾳ μόνον͵ οἱ δὲ ἄκροις τοῖς δακτύλοις͵ οἱ δὲ
καὶ παντὶ τῷ σώματι. φιλολόγοις δὲ καλὸν ἄλλοις παρέχειν τὸ στόμα καὶ τὴν γλῶσσαν
ἐσθίειν· πολλὰ γὰρ πορίσαντες ἀπὸ τοῦ στόματος καὶ τῆς γλώσσης ἔσονται ἱκανοὶ
καὶ ἄλλοις παρέχειν. εἰ δέ τις τὸ ἑαυτοῦ στόμα κατεσθίοι ἢ τὴν ἑαυτοῦ γλῶσσαν͵
παύσεται λόγοις χρώμενος· ἰδιώταις δὲ μετάνοιαν ἐπὶ προπετείᾳ λόγων σημαίνει.
γυνὴ δὲ τὰς ἑαυτῆς σάρκας ἐσθίουσα πορνεύσει καὶ οὕτως ἀπὸ τοῦ ἰδίου σώματος
τραφήσεται. παντὶ δὲ τῷ νοσοῦντα ἔχοντι ἤτοι φίλον ἢ συγγενῆ ἢ ἄλλον τινὰ τῶν
σπουδαίων͵ πένθος προαγορεύει· καὶ γὰρ οἱ πενθοῦντες λωβώμενοι ἑαυτοὺς τὰς ἑαυτῶν
σάρκας ἐσθίουσι. πλουσίῳ δὲ ἀνδρὶ καὶ παντὶ τῷ κατὰ προαίρεσιν ζῶντι οὐκ ἀγαθὸν
ἐσθίειν τῶν ἰδίων σαρκῶν· πρόρριζον γὰρ ἀνατραπῆναι τὸν βίον καὶ τὴν ὕπαρξιν τοῦ
ἰδόντος σημαίνει ὥσπερ καὶ τὸ τὴν ἰδίαν κόπρον ἐσθίειν.
3.24 Ἐπ΄ ἀριστερὰ περιβεβλῆσθαι ἢ ὅπως
ποτὲ γελοίως καὶ μὴ κοσμίως πᾶσι πονηρὸν καὶ πρὸς ταῖς ἀπραξίαις διασυρμὸν καὶ
καταγέλωτα ὑπομεῖναι σημαίνει. μόνοις δὲ γελωτοποιοῖς ἀγαθὸν ἂν εἴη διὰ τὸ ἔθος.
3.25 Ἐπ΄ ἀριστερὰ γράφειν σημαίνει
πανούργως τι πρᾶξαι καὶ ἀπάτῃ καὶ μεθόδῳ χρησάμενον ὑπελθεῖν τινα καὶ ἀδικῆσαι͵
πολλάκις δὲ καὶ μοιχὸν γενόμενον νόθους παῖδας λάθρᾳ ποιῆσαι. οἶδα δέ τινα͵ ὃς ἐπὶ
τούτῳ τῷ ὀνείρῳ ποιητὴς ἐγένετο γελοίων ἀσμάτων.
3.26 Μητρυιὰν ἰδεῖν οὔτε ζῶσαν οὔτε
τεθνεῶσαν ἀγαθόν. καὶ εἰ μὲν χαλεπαίνοι ἢ ὀργίζοιτο ἢ βλάπτοι τὸν ὁρῶντα τὸ ὄναρ͵
ἐπίτεινε τὰ δεινά· εἰ δὲ μετρίως προσφέροιτο͵ ἥττονα ποιεῖ τὰ δεινά. χαριζομένη
δέ τι τῷ ἰδόντι καὶ λόγοις καὶ ἔργοις ψευδεῖς τὰς ἐλπίδας φησὶν εἶναι· οὐ γὰρ ἀπὸ
γνώμης οὐδὲ κατὰ προαίρεσιν φιλήσειεν ἄν ποτε μητρυιὰ πρόγονον. ὁ δὲ πατρωὸς τὰ
αὐτὰ τῇ μητρυιᾷ σημαίνει͵ ἥττονα δὲ τῇ δυνάμει. πολλάκις δὲ καὶ ὁ πατρωὸς καὶ ἡ
μητρυιὰ ξενιτείας καὶ ἀποδημίας γίνονται σύμβολα· ἐοίκασι γὰρ πατὴρ μὲν καὶ μήτηρ
τῇ οἰκείᾳ͵ πατρωὸς δὲ καὶ μητρυιὰ τῇ ξένῃ.
3.27 Πρόγονοι ὁρώμενοι͵ λέγω δὲ
συγγενεῖς τοὺς πρὸ τῶν γονέων γεγονότας͵ φροντίδας σημαίνουσι παλαιῶν ἕνεκεν
πραγμάτων. καὶ εἰ μέν τι ἀγαθὸν ἢ ἡδὺ ἢ κεχαρισμένον πράττοιεν ἢ λέγοιεν͵ εἰς ἀγαθὸν
αἱ φροντίδες τελευτήσουσιν· εἰ δὲ μή͵ τοὐναντίον. Ἐπίγονοι οἱ μὲν ἔτι νήπιοι καὶ
βραχεῖς φροντίδων εἰσὶ σημαντικοί (περὶ ὧν ἀκριβέστερον ἐν τῷ πρώτῳ βιβλίῳ ἐν τῷ
περὶ γενέσεως παίδων εἴρηκα κεφαλαίῳ)͵ οἱ δὲ ἤδη τέλειοι βοηθείας καὶ συλλήψεώς
εἰσι σημαντικοί.
3.28 Μῦς οἰκέτην σημαίνει· συνοικεῖ γὰρ
καὶ ἀπὸ τῶν αὐτῶν τρέφεται καὶ ἔστι δειλός. ἀγαθὸν οὖν καὶ πολλοὺς ἔνδον ἰδεῖν
μύας καὶ τούτους ἱλαροὺς καὶ παίζοντας· πολλὴν γὰρ εὐφροσύνην προσημαίνουσι καὶ
οἰκετῶν ἐπίκτησιν. εἰ δέ τι ποικιλώτερον περὶ τοὺς μύας βλέποι τις͵ ἔξεστι
μεταφέρειν τὰς κρίσεις ἀπὸ τῶν παρὰ Μελάμποδι ἐν τῷ περὶ τεράτων καὶ σημείων [ἐν
τῷ περὶ μυῶν] γεγραμμένων͵ οὐδὲν διαφέρειν ἡγουμένους τὰ μεθ΄ ἡμέραν γινόμενα τῶν
ὄναρ δοκούντων γίνεσθαι· τῆς γὰρ αὐτῆς τετύχηκε προρρήσεως͵ ὡς πολλάκις ἡμῖν ἔδοξε
διὰ πείρας. διὰ μακροῦ δὲ τὸν τόπον τοῦτον ἐξείργασται ἐν τῷ δευτέρῳ τῆς ἑαυτοῦ
συντάξεως Ἀπολλώνιος ὁ Ἀτταλεύς. ἐμοὶ δὲ νῦν πρόκειται τὰ σημαινόμενα δεικνύειν
ἑκάστου τῶν παραλελειμμένων ἐν τῇ ἐμῇ πραγματείᾳ. διὸ καὶ τρίτον τοῦτο τὸ βιβλίον
οὐχ ὡς συνημμένον τοῖς δυσὶν ἀλλ΄ ὡς ἀπολελυμένον ἐποίησα. ὅθεν καὶ τῆς ἐπιγραφῆς
εἰκότως τεύξεται οὐχὶ τρίτον ἐκείνων ἀλλὰ κατ΄ ἰδίαν Φιλάληθες ἢ Ἐνόδιον. Γαλῆ
δὲ γυναῖκα σημαίνει πανοῦργον καὶ κακότροπον καὶ δίκην· ἔστι γὰρ ἰσόψηφος δίκη
καὶ γαλῆ. [ἀπὸ γὰρ τῶν αὐτῶν σύγκειται γραμμάτων]. καὶ θάνατον· ὅ τι γὰρ ἂν λάβῃ͵
τοῦτο σήπει. καὶ ἐργασίας καὶ ὠφελείας· καλεῖ ται γὰρ πρός τινων κερδώ. τὴν δὲ
διαφορὰν ἔξεστι λαμβάνειν τούτων ἀπὸ τοῦ βλέπεσθαι προσιοῦσαν ἢ ἀπιοῦσαν ἢ πάσχουσάν
τι ἢ δρῶσαν ἡδὺ ἢ ἀηδές.
3.29 Πηλὸς νόσον σημαίνει καὶ ὕβριν· νόσον
μὲν διὰ τὸ μήτε καθαρὸν εἶναι ὕδωρ μήτε γῆν ἀλλ΄ ἐξ ἀμφοτέρων μεμίχθαι καὶ μηδὲ
ἕτερον εἶναι. πονηρὸν οὖν σύγκριμα τοῦ σώματος τοῦτ΄ ἔστι νόσον προαγορεύει εἰκότως·
ὕβριν δὲ͵ ὅτι μολύνει. ἔτι δὲ κίναιδον διὰ τὸ ὑγρὸν καὶ ἔκλυτον. ἀγαθὸς δ΄ ἂν εἴη
τοῖς ἐκ πηλοῦ ἐργαζομένοις.
3.30 Λεκάνη οἰκέτην σημαίνει καὶ θεράπαιναν
πιστούς. πίνειν δὲ ἐκ λεκάνης ἐρασθῆναι θεραπαίνης σημαίνει͵ τὸ δ΄ αὐτὸ καὶ εἴ
τις ἐσθίοι ἐν λεκάνῃ. λεκάνην χρυσέαν ἢ ἀργυρέαν ἔχειν ἤτοι θεράπαιναν ἀπελευθερώσαντα
γῆμαι σημαίνει ἢ ἀπηλευθερωμένῃ συνοικῆσαι. λεκάνη θραυομένη θεράποντος σημαίνει
ὄλεθρον. λεκάνῃ ἐγκατοπτρίζεσθαι τεκνῶσαι ἀπὸ θεραπαίνης σημαίνει. εἰ δέ τις αὐτὸς
οἰκέτης ὢν οὐκ ἔχων ὑπηρέτην τοῦτον ἴδοι τὸν ὄνειρον͵ ἡγεῖσθαι χρὴ τὴν λεκάνην
αὐτὴν τὴν δουλείαν αὐτῷ σημαίνειν.
3.31 Εἰκὼν τέκνα σημαίνει καὶ τὴν προαίρεσιν
καὶ τὴν γνώμην τοῦ ἰδόντος· τέκνα μὲν διὰ τὴν ὁμοιότητα͵ γνώμην δὲ καὶ προαίρεσιν
διὰ τὸ ἐπαγάλλεσθαι πάντας εἰκόσιν. ἡ δὲ ἐξ ὕλης στερεᾶς καὶ ἀσήπτου γεγενημένη
ἀμείνων ἐστὶ τῶν γραπτῶν καὶ κηρίνων καὶ πηλίνων καὶ τῶν ἄλλων τῶν ὁμοίων. ὅ τι
δ΄ ἂν πάθωσιν αἱ εἰκόνες͵ τοῦτο πείσονται καὶ οἱ παῖδες τοῦ ἰδόντος καὶ αἱ ὁρμαὶ
τῶν πράξεων. πολλάκις δὲ καὶ εἰς γονεῖς καὶ εἰς ἀδελφοὺς καὶ εἰς ἄλλους ὁμωνύμους
ἀποβαίνει τὸ ὄναρ.
3.32 Μαῖα ὁρωμένη τὰ κρυπτὰ ἐλέγχει διὰ
τὸ τὰ ἀπόρρητα καὶ κεκρυμμένα ἐρευνᾶν καὶ βλάβας σημαίνει καὶ τοῖς νοσοῦσι θάνατον·
ἐξάγει γὰρ τοῦ περιέχοντος ἀεὶ τὸ περιεχόμενον καὶ δίδωσι τῇ γῇ. τοὺς δὲ βίᾳ ὑπό
τινος κατεχομένους ἀπαλλάσσει· καὶ γὰρ τὸ περιεχόμενον τοῦ περιέχοντος ἀπαλλάσσει
σῶμα καὶ οὕτω [τὸ περιεχόμενον σῶμα τοῦ περιέχοντος ἀπαλλάξασα] κουφότερον ποιεῖ.
πολλάκις δὲ ὁρωμένη μαῖα γυναικὶ μὴ ἐχούσῃ ἐν γαστρὶ νόσον προαγορεύει͵ ἐν
γαστρὶ δὲ ἐχούσῃ οὐδὲν ἐπίσημον διὰ τὴν περὶ τὸν τοκετὸν ἐλπίδα.