Αρτεμίδωρος Ἀρτεμιδώρῳ τῷ υἱῷ χαίρειν
4.prol Ἐπειδὴ κατὰ δαίμονα καὶ τὴν τοῦ
κρατίστου Κασσίου Μαξίμου σπουδὴν προετράπην ὀνειροκριτικὰ βιβλία ποιῆσαι͵ ὅπως
τῷ ἑταίρῳ χαρισαίμην καὶ τὴν ἐμαυτοῦ σοφίαν μὴ σιγῇ παραδοὺς καὶ ὄκνῳ ματαίως ἀναλώσαιμι͵
καὶ ταῦτα͵ ὅπως εἶχον δυνάμεως͵ ὥς γε ἐμαυτὸν εἰδέναι οὔτε τοῦ μεγαλείου τῆς τέχνης
ἀποδέοντα οὔτε πρὸς αὐτάρκειαν ἐνδεῶς ἔχοντα τοῖς γε μὴ παντελῶς ἀνοήτοις ἐποίησα
συναγαγὼν ἕκαστα τῶν ὁρᾶσθαι δυναμένων καὶ ἐν χρήσει ὄντων ἐνυπνίων͵ τάξει τινὶ
καὶ ἀκολουθίᾳ χρησάμενος ὁμοίᾳ βίῳ ἀνθρωπίνῳ͵ ἀπὸ γενέσεως ἄχρι θανάτου καθ΄ ἕκαστον
τῶν πραττομένων ἐμπεριλαβὼν καὶ πρὸς ὅ τι τὴν ἀναφορὰν ἕκαστον ἔχειν καὶ εἰς ὅ
τι ἀποβαίνειν δύναται͵ οὐχὶ ψιλῇ εἰκασίᾳ ἀλλὰ πείρᾳ καὶ τῇ τῶν ἀποτελεσμάτων
μαρτυρίᾳ πειθόμενος. καὶ ὅσα σπερματωδέστερα καὶ οὐκ ἐξειργασμένα οἱ παλαιοὶ
συνέγραψαν͵ ἐξειργασάμην εἰς λεπτὴν καὶ ἀληθῆ διαίρεσιν͵ καὶ ὅσα καινοτέρας ἔχοντα
τὰς ἐκβάσεις ἢ καὶ αὐτὰ καινὰ ὄντα ὑπέπιπτε συμπεριέλαβον. καὶ ἐδόκουν ἀποχρώντως
ἔχειν τὴν πραγματείαν δυσὶ περιωρισμένην βιβλίοις. ἔπειτα μέντοι διαπεφευγότα
τινὰ τὴν πραγματείαν ηὑρίσκετο͵ μικρὰ μὲν καὶ οὐ πολλῆς ἄξια φροντίδος͵ ὅμως δὲ
ἐπιζητούμενα ὑπὸ τῶν ὀνυχιζόντων πάντα καὶ μηδὲν ἀβασάνιστον εὑρίσκειν πειρωμένων.
ἀθροίσας οὖν͵ ὡς ἐνῆν͵ τὰ πλεῖστα καὶ μάλιστ΄ ἀξιόλογα οὐχὶ καθ΄ ὑποθέσεως μιᾶς
λόγον (οὐδὲ γὰρ οὐδὲ ἐνεδέχετο τά γε οὕτως ἀλλήλων κεχωρισμένα σωματοποιεῖν καὶ
εἰς ἓν συνάγειν) ἀλλ΄ ὡς ἐν ἐπιδρομῇ λόγων τρίτον βιβλίον τὸ Φιλάληθες ἢ Ἐνόδιον
ἐποίησα. ἦν δὲ ἄρα τις ἐν ἀνθρώποις Μῶμος ἀπεληλαμένος θεῶν καὶ δαιμόνων οὐκ ἀγαθός͵
ᾧ χρὴ κατὰ τὸ καρτερὸν ἐνίστασθαι ἐπιστάμενον ὅτι πλείοσιν ὅπλοις πρὸς τὰ κρείττονα
τῶν ἔργων ἀγωνίζεται. καὶ γὰρ νῦν αἰσθάνομαί τινων τοῖς βιβλίοις ἐγκαλούντων ὡς
τῶν μὲν ἐν αὐτοῖς γεγραμμένων ἀληθείας μὲν οὐδ΄ ὁτιοῦν ἀποδεόντων͵ οὐ πάντων δὲ
ἐξειργασμένων οὐδὲ ᾐτιολογημένων͵ ἔστι δὲ ὧν καὶ παραλελειμμένων ἀναγκαίων ὄντων
τῇ ὑποθέσει. διὸ μετὰ πολλῆς ἐπιστροφῆς ὑπέρ τε ἐμαυτοῦ καὶ σοῦ ὡρμήθην ἐπὶ τὴν
συγγραφὴν τοῦδε τοῦ βιβλίου͵ ὅπως ἂν ἔχῃς πρὸς ἕκαστα ἐπιβόλως τε͵ εἰ αὐτὸ μόνον
δέοι κρίνειν͵ καὶ πρὸς τοὺς ζητητικοὺς τῶν ἀνθρώπων εὐκόλως πρὸς ἀπόκρισιν͵
μεμνημένος ὅτι σοι προσ πεφώνηται τὸ βιβλίον͵ ὅπως ἂν αὐτὸς ἔχῃς χρῆσθαι καὶ μὴ
πολλοῖς κοινωνῇς ἀντιγραφῶν. τὰ γὰρ ἐνταῦθα γρα φησόμενα μένοντα μὲν παρὰ σοὶ πάντων
ὑπέρτερον ἢ οὐδενός γε λειπόμενον ὀνειροκριτικόν σε ποιήσει͵ κοινωθέντα δὲ οὐδέν
τι μᾶλλον ἑτέρων σε ἐπιστάμενον ἐπιδείξει. εὖ γὰρ ἴσθι ὅτι τῶν λόγων τῶν ἡμετέρων
ἥττονές εἰσι πολλοὶ καὶ σχεδὸν πάντες͵ οἷς ἐπιμελές ἐστι τὸ κατορθοῦν ἐν μαντικῇ.
κανονικῶς οὖν καὶ ὁρικῶς [περὶ] τῶν ζητουμένων ἕκαστά σοι κατὰ τὴν ὑπόθεσιν τὴν
ἐν τοῖς πρώτοις δυσὶ βιβλίοις ἀπ΄ ἀρχῆς ἀναγράφω. Πρὸς μὲν οὖν τοὺς μὴ πάντα ᾐτιολογῆσθαι
λέγοντας ὀρθῶς ἐρεῖς τὸ ἐκ τοῦ προοιμίου τοῦ πρώτου βιβλίου ῥητόν͵ πλὴν εἰ μὴ
τοῦτο οὕτω σαφὲς εἴη͵ ὡς περιττὴν ἡγεῖσθαι τὴν περὶ αὐτοῦ ἐξήγησιν· πρὸς δὲ τοὺς
μὴ πάντα ἐξειργάσθαι λέγοντας καὶ τούς τινα παραλελεῖφθαι ἐρεῖς ὅτι ἔνιά τισιν ὅμοια
ὄντα ὡς εὔγνωστα παραλέλειπται ἢ οὐκ ἐξείργασται͵ ὡς στρόφιον διαδήματι καὶ λαγὼς
ἐλάφῳ καὶ κάμηλος ἐλέφαντι καὶ κρόκος μύροις καὶ ὅσα ἄλλα ἐστὶν εὐώδη͵ καὶ ὅτι
χοῖρος καὶ ὄρνιθες ταῖς ἑαυτῶν σαρξὶ τὸν αὐτὸν ἔχουσι λόγον. πρὸς δὲ τοὺς
πυνθανομένους περὶ ὀνείρου καὶ ἐνυπνίου διαφορᾶς ἐπιμελῶς προεῖπον ὅτι ἕτερόν ἐστι
τοῦ ὀνείρου τὸ ἐνύπνιον καὶ οὐ ταὐτόν. ἀλλὰ καὶ τὸν ὄνειρον ἐνύπνιον καλῶς εἴποι
τις ἄν· ὅταν δὲ τεχνικῶς λέγῃ τις͵ κυρίως ἕκαστον χρὴ καλεῖν͵ καὶ τὸ μὲν ἀσήμαντον
καὶ οὐδενὸς προαγορευτικὸν ἀλλ΄ ἐν μόνῳ τῷ ὕπνῳ τὴν δύναμιν ἔχον͵ γινόμενον δὲ ἐξ
ἐπιθυμίας ἀλόγου ἢ ὑπερβάλλοντος φόβου ἢ πλησμονῆς ἢ ἐνδείας [τροφῆς]͵ ἐνύπνιον
χρὴ καλεῖν͵ τὸ δὲ μετὰ τὸν ὕπνον ἐνεργὲς ὂν καὶ ἀποβησόμενον ἐς ἀγαθὸν ἢ κακὸν ὄνειρον
δι΄ ἃς αἰτίας ἐκεῖ προείρηκα. ὅταν δὲ κοινῶς τις λέγῃ͵ καταχρηστέον τοῖς ὀνόμασιν͵
ὡς καὶ ὁ ποιητής κλῦτε͵ φίλοι͵ θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος. φίλον γὰρ αὐτῷ
τὸ ἰσοδυναμοῦσι χρῆσθαι ὀνόμασι καὶ ῥήμασι καὶ πᾶσι τοῖς τοῦ λόγου μέρεσιν͵ ὡς
καὶ ἀμφὶ περὶ κρήνην καὶ «εἰ δ΄ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτο» καὶ ἄλλα ἄττα πολλά
[οὕτως καὶ «θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος»]. Μέμνησο δὲ ὅτι τοῖς ἐνστάσει
χρωμένοις ἀγαθῇ καὶ εὐπροαιρέτῳ ἐνύπνια οὐ γίνεται οὐδὲ ἄλλαι τινὲς ἄλογοι
φαντασίαι͵ ἀλλὰ πάντα ὄνειροι καὶ ὡς ἐπὶ τὸ πλεῖστον θεωρηματικοί· οὐ γὰρ ἐπιθολοῦται
αὐτῶν ἡ ψυχὴ οὔτε φόβοις οὔτε ἐλπίσιν͵ καὶ μέντοι καὶ τῶν τοῦ σώματος ἡδονῶν ἄρχουσι.
τὸ δὲ κεφάλαιον εἰπεῖν͵ [ἐν] τῷ σπουδαίῳ ἐνύπνιον οὐ φαίνεται οὐδέ τις ἄλλη ἄλογος
φαντασία. ἵνα δὲ μή ποτε ἐξαπατηθῇς͵ οὐ ταὐτὰ τοῖς πολλοῖς ἐνύπνια καὶ τοῖς
δυναμένοις αὐτὰ διακρίνειν· οἱ μὲν γὰρ πολλοί͵ οἷα βούλονται ἢ οἷα φοβοῦνται͵
τοιαῦτα καὶ κατὰ τὸν ὕπνον ὁρῶσιν͵ οἱ δὲ αὖ σοφοὶ περὶ ταῦτα καὶ δεινοί͵ οἷα βούλονται͵
τοιαῦτα σημαίνουσιν. ἢν δέ τις τῶν ἀπείρων ἴδῃ͵ χρὴ πιστεύειν οὐχ ὡς ἐνυπνίοις ἀλλ΄
ὡς ὀνείροις. οἷον ὁ δυνάμενος διακρίνειν τὰ τοιαῦτα ἢ διὰ τὸ βιβλίοις ἐντετυχηκέναι
ὀνειροκριτικοῖς ἢ διὰ τὸ ὀνειροκρίταις συναναστρέφεσθαι ἢ διὰ τὸ εὐεπιβόλως ἔχειν
πρὸς τὰς κρίσεις εἰ μὲν τύχοι ἐρῶν γυναικός͵ οὐ τὴν ἐρωμένην ὄψεται ἀλλ΄ ἵππον ἢ
κάτοπτρον ἢ ναῦν ἢ θάλασσαν ἢ θηρίον θῆλυ ἢ ἐσθῆτα γυναικείαν ἢ ἄλλο τι τῶν
σημαινόντων γυναῖκα. εἰ δὲ πρὸς ἀποδημίαν γένοιτο͵ οὐχὶ ὀχήματα ὄψεται οὐδὲ ναῦς
οὐδὲ στρωματοδέσμους οὐδὲ σκεύη συνειλεγμένα ἢ παρασκευὴν ἀποδημίας͵ ἵπτασθαι δὲ
δόξει καὶ σεισμὸν ἢ πόλεμον ἢ κεραυνὸν ὄψεται καὶ εἴ τι ἄλλο ἀποδημίας ἔσται σύμβολον.
καὶ εἰ φοβοῖτό τινα ἢ φεύγοι͵ οὐκ αὐτὸν ἐκεῖνον ὄψεται͵ ἀλλὰ θηρίον ἐκφεύγειν
νομίσει καὶ δεσμὰ διαρρήσσειν καὶ λῃστὰς ἀναιρεῖν καὶ θεοῖς θύειν καὶ ὅσα ἰδόντες
οἱ ἄλλοι ἄνθρωποι ἔξω δέους καὶ ταραχῆς γίνονται. ὡς καὶ ἐν Κορίνθῳ ὁ ζωγράφος ὃς
τὸν δεσπότην κατορύττειν πολλάκις ἐδόκει καὶ τοῦτο μὲν τὴν ὀροφὴν τοῦ οἰκήματος
ἐν ᾧ διέτριβεν ἀπόλλυσθαι͵ τοῦτο δὲ καὶ τὴν ἑαυτοῦ κεφαλὴν ἀποτετμῆσθαι. καὶ οὐδὲν
ἧττον περιῆν αὐτῷ ὁ δεσπότης καὶ ἔτι νῦν περίεστιν. ἀλλ΄ ἐπειδὴ κριτικῶς εἶχε τῶν
τοιούτων͵ τεχνικώτερον αὐτῷ προσέπαιζεν ἡ ψυχή· αὐτὰ γὰρ ταῦτα ἄλλῳ ἰδόντι τοῦ
δεσπότου ὄλεθρον προεμαντεύετο. ἵνα δὲ μὴ ἄπορόν σοι φαίνηται τὸ τοιοῦτον͵ εὖ ἴσθι
ὅτι πολλοὶ μὲν καὶ σχεδὸν οἱ πλεῖστοι͵ ἵνα μὴ λέγω πάντες͵ εἰσὶν οἱ τὰ κοινὰ ἐνύπνια
ὁρῶντες͵ παντελῶς δὲ ὀλίγοι καὶ μόνοι οἱ ὀνειροκριτικοὶ τῶν ἀνθρώπων τὰ ἕτερα͵
περὶ ὧν ὁ προγεγραμμένος λόγος εἴρηται.
4.1 Τῶν δὲ ὀνείρων πάντων οὓς μὲν
θεωρηματικοὺς οὓς δὲ ἀλληγορικοὺς καλοῦμεν· καὶ θεωρηματικοὺς μὲν τοὺς οὕτως ἀποβαίνοντας
ὡς θεωροῦνται͵ ἀλληγορικοὺς δὲ τοὺς τὰ σημαινόμενα δι΄ αἰνιγμάτων ἐπιδεικνύντας.
ἐπειδὴ δὲ καὶ ἐν τούτοις γίνεταί τις πλάνη ἀμφιβαλλόντων πότερον χρὴ τὰ θεωρηθέντα
αὐτὰ προσδέχεσθαι ἢ ἕτερόν τι ἐκ τούτων ἀποβησόμενον͵ οὐκ ἄπορόν σοι τὸ διακρίνειν
δύνασθαι. πρῶτον μὲν γὰρ ὅσα θεωρηματικά ἐστι͵ παραχρῆμα καὶ αὐτίκα μάλα ἀποβαίνει·
ὅσα δὲ ἀλληγορικά͵ πάντως χρόνου διαλείποντος ἢ πολλοῦ ἢ ὀλίγου [ἢ τὸ ἔσχατον ἡμέρας
μιᾶς]. ἔπειτα καὶ εὔηθες ἂν εἴη τὰ τεράστια καὶ οὐδαμῶς ἐνδεχόμενα ἐγρηγορότι
συμβαίνειν ταῦτα οὕτως ὡς θεωρηματικὰ προσδέχεσθαι. οἷον εἴ τις ὑπολάβοι θεὸς
γεγονέναι ἢ πέτεσθαι ἢ κέρατα ἔχειν ἢ εἰς Ἅιδου καταβεβηκέναι· ἢ ὑπὸ κυνὸς δεδῆχθαι
ἢ παρακαταθήκην λαβεῖν ἢ φίλον ἰδεῖν ἢ δραπέτην εὑρεῖν ἢ δειπνεῖν παρ΄ ἑαυτῷ ἢ
πίνειν ἢ συντείνειν ἢ ἀπολέσαι τι· ταῦτα γὰρ καὶ ὅσα τούτοις ὅμοια πῇ μὲν οὕτως
ἀποβαίνει ὡς θεωρεῖται͵ πῇ δὲ καὶ ἀλληγορικῶς. εἰ μὲν οὖν παραυτίκα ἀποβαίνει͵
περισσὸν αὐτὰ κρίνειν· εἰ δὲ μή͵ ἐφάρμοζε ἑκάστῳ τὴν προσήκουσαν κρίσιν ἐκ τῶν
προτέρων βιβλίων. ὅσα μέντοι σπάνιά ἐστι καὶ ἅπαξ που γινόμενα͵ ταῦτα ὡς τεράστια
καὶ ἔκφυλα τῶνδε τῶν λόγων παραδέχου μὲν ὡς ἐνδεχόμενα γενέσθαι͵ μὴ χρῶ δὲ ὡς πάντῃ
καὶ πάντως καθολικοῖς. καὶ γὰρ Δρούσων ὁ Λαοδικεὺς τὴν τοῦ φίλου οἰκίαν ὠνήσασθαι
δόξας μετὰ τριετίαν ὠνήσατο. ἀλλὰ τοῦτο μόνον θεωρηματικὸν ἦλθεν εἰς ἡμᾶς ὀψὲ
καὶ μὴ αὐτίκα ἀποβάν͵ τῶν δὲ ἰδίων τε καὶ κοινῶν καὶ ἀλλοτρίων καὶ δημοσίων καὶ
κοσμικῶν ὀνείρων τὸν λόγον ἠκριβωμένον καὶ σφόδρα γε ἔχεις ἐν τῷ πρώτῳ βιβλίῳ. ὅμως
δὲ καὶ ἐν τούτῳ τῷ θεωρήματι οἱ τὰς αὐτὰς [ἔν] τισι τέχνας ἔχοντες͵ καὶ εἰ πάνυ
εἶεν γνώριμοι͵ τῶν τεχνῶν αὐτῶν εἰσι σημαντικοί. τοιγαροῦν γραμματικὸν
γραμματικῷ οὐδὲν ἄλλο ἢ τὴν γραμματι κὴν εἶναι τέχνην καὶ ῥήτορα ῥήτορι ῥητορικήν͵
οὕτω δὲ καὶ ἐπὶ τῶν βαναύσων χαλκέα χαλκεῖ καὶ τέκτονα τέκτονι τὴν χαλκευτικὴν
καὶ τεκτονικὴν τέχνην σημαίνειν. οἷον Φίλαγρος ὁ ῥήτωρ Οὐᾶρον τὸν ῥήτορα νοσοῦντα
ἐθεάσατο͵ καὶ ἐπὶ πολὺ παρὰ προαίρεσιν τὴν ἑαυτοῦ ἐσίγησε. καὶ ἐν Κυζίκῳ τέκτων
τὸν ἀγχίθυρον τέκτονα ἀποθανόντα καὶ ἐκφερόμενον ἰδὼν διὰ δανειστὰς ἐξεχώρησε
τοῦ ἐργαστηρίου καὶ μετανέστη τῆς πόλεως.
4.2 Περὶ δὲ τῶν ἓξ στοιχείων πρὸς τοὺς
ἐπιφθόνως εἰρῆσθαι δοκοῦντας ὅπως ἔχῃς ἀποκρίνασθαι καὶ ἅμα καὶ αὐτὸς μὴ ἐξαπατηθῇς
ὑπὸ τῶν πλείονα λεγόντων εἶναι͵ οὗτος ὁ λόγος ἁρμόσει. τῶν ὄντων ἃ μὲν φύσει ἐστὶν
ἃ δὲ νενόμισται· ἔστι δὲ πρῶτα μὲν ταῦτα καὶ ἡγεμονικὰ δύο στοιχεῖα. τὰ μὲν οὖν
φύσει δεῖ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχειν͵ τῶν δὲ νενομισμένων ἃ μὲν συνθέμενοι ἀλλήλοις
οἱ ἄνθρωποι αὐτοὶ ἑαυτοῖς προστάττουσι͵ καὶ καλεῖται τὸ τοιοῦτον ἔθος· ἔστι δὲ͵
ὡς ἡ Φημονόη λέγει͵ νόμος ἄγραφος· ἃ δὲ φόβῳ τοῦ παραβαίνεσθαι γραψάμενοι νόμους
καλοῦσι παρὰ τὸ νενομικέναι ταῦτα οὕτω δεῖν ἔχειν. κοινῇ μὲν οὖν ἑαυτοῖς ὡμολογήκασι
μυστήρια καὶ τελετὰς καὶ πανηγύρεις καὶ ἀγῶνας καὶ στρατείαν καὶ γεωργίαν καὶ πόλεων
συνοικήσεις καὶ γάμους καὶ παίδων ἀνατροφὰς καὶ ὅσα ἄλλα τούτοις ὅμοια͵ ἑαυτῷ δὲ
ἕκαστος ὁμολογήσας ἐνστάσει χρῆται ἰδίᾳ καὶ ἐσθῆτι καὶ ὑποδέσει καὶ τροφῇ καὶ
κουρᾷ καὶ ἄλλῳ τῷ περὶ τὸ σῶμα κόσμῳ καὶ ἐπιτηδεύματι καὶ προαιρέσει͵ ἣν ἂν μάλιστα
ἐπαινῇ͵ ἄλλα δ΄ ἄλλοισιν νόμιμα͵ σφετέραν δ΄ αἰνεῖ δίκαν ἕκαστος φησὶν ὁ Πίνδαρος.
τῶν δὲ γεγραμμένων νόμων δύναμις μένει ἡ αὐτή͵ καὶ πράττοντι μὲν κατὰ τὴν γραφὴν
ἔπαινοι καὶ τιμαὶ καὶ δόξα ἀγαθὴ καὶ ἀσφάλεια πολλή͵ παραβαίνοντι δὲ τοὺς
γεγραμμένους νόμους ζημίαι τε καὶ κολάσεις καὶ κίνδυνοι. τὸ μὲν οὖν κατὰ τὸν νόμον
ἀδιαίρετον πλὴν ὅσον [ἐν] χρόνῳ͵ τὸ δὲ ἔθος ἀποσχέσεις ἔσχηκε τήν τε τοῦ χρόνου
καὶ τὴν τῆς τέχνης καὶ τὴν τῶν ὀνομάτων· πάντα γὰρ τὰ πραττόμενα κατὰ νόμον καὶ
ἄνευ νόμου πάντως ἔν τινι χρόνῳ γίνεται ἢ γέγονεν ἢ ἔσται͵ χρόνου δὲ ἀποσχέσεις
καιροὶ καὶ ὧραι. πράττουσι δὲ ἕκαστα ἄνθρωποι ἤτοι τεχνικῶς ἢ ἀτεχνῶς· τεχνικῶς
μὲν οἱ ἐπιστάμενοι͵ ἀτεχνῶς δὲ οἱ μή. [τὴν τέχνην σύ στημα ἐκ καταλήψεων πρός
τι τέλος εὔχρηστον ὁρίζον ταί τινες εἶναι.] δεῖ δὲ τῇ τέχνῃ ἐργαλείων τε καὶ
μηχανημάτων καὶ τῶν ὅσα ἑκάστῃ πρόσφορα καὶ οἰκεῖα νενόμισται. ὅτι δὲ οὐδὲν τῶν
ὄντων ἀνώνυμόν ἐστι͵ περισσὸν καὶ λέγειν. τῶν δὲ ὀνομάτων ἃ μὲν εὔφημα ἃ δὲ δύσφημα
νενόμισται. ὥστε ἐάν τι λέγῃ τις παρ΄ αὐτὰ τὰ ἓξ στοιχεῖα͵ δυνάμει μέν τινος τούτων
ἴδιον ἐρεῖ͵ φωνῇ δὲ οὐκ ἴδιον. οἷον χαρὰ καὶ λύπη καὶ ἔχθρα καὶ φιλία καὶ νόσος
καὶ ὑγεῖα καὶ ἔκκρισις καὶ πρόσχρησις σωμάτων καὶ κάλλος καὶ αἰσχρότης καὶ αὔξησις
καὶ μείωσις καὶ γένεσις καὶ τελευτὴ καὶ ὅσα ἄλλα τούτοις ὅμοια κατὰ φύσιν πάντα·
οὐδὲ γάρ ἐστιν ἕτερα τῆς φύσεως οὐδὲ ὡς στοιχεῖα· οὐδὲ γάρ ἐστιν ἡ φύσις ψιλὸν ὄνομα͵
ἀλλ΄ ἡ τῶν πάντῃ καὶ πάντως ἐσομένων τε καὶ οὐκ ἐσομένων περιφορὰ φύσις ὠνόμασται.
οὕτω δὲ καὶ ὁ νόμος καὶ τὸ ἔθος οὐκ αὐτὰ καθ΄ ἑαυτά ἐστιν ὀνόματα͵ ὡς τὸ βλίτυρι
καὶ ὁ σκινδαψός͵ ἀλλά τινος νόμος καί τινος ἔθος͵ ὥσθ΄ ὅταν τις εἴπῃ γάμον καὶ
μοιχείαν καὶ λῃστείαν καὶ παρακαταθήκην καὶ ὕβριν καὶ πάλιν αὖ κουρὰν καὶ ἐσθῆτα
καὶ ποιὰν τροφήν͵ λέληθεν ἑαυτὸν νόμου ὄνομα ἢ ἔθους λέγων͵ ὥσπερ ἄλλο τι
στοιχεῖον. οὕτω καὶ ὅταν σκεῦος ἢ μηχάνημά τι ἢ ἐργαλεῖον ὥσπερ τι στοιχεῖον λέγῃ͵
ἢ τέχνην λέγει ἢ ὄνομα ἢ χρόνον· τέχνην μέν͵ ὅταν τὴν δι΄ ἐργαλείων ἐργασίαν· ὄνομα
δέ͵ ὅταν μηχάνημα ἢ σκεῦος· χρόνον δέ͵ ὅταν ἀμφότερα͵ οἷον δρέπανον ἢ δίκελλαν
[ἢ ἀμᾶν γεώργια]. ἐν ὡρισμένοις γὰρ χρόνοις καὶ δρεπάνου καὶ δικέλλης δεῖ τοῖς ἀνθρώποις.
κοινὸς μὲν οὖν λόγος ἐστίν͵ ὅτι πάντα τὰ κατὰ φύσιν ἢ νόμον ἢ ἔθος ἢ τέχνην ἢ ὀνόματα
ἢ χρόνον βλεπόμενα ἀγαθά͵ τὰ δὲ ἐναντία τούτοις πονηρὰ καὶ ἀλυσιτελῆ. μέμνησο δὲ
ὅτι οὐ πάντως καθολικὸς οὗτος ὁ λόγος ἀλλ΄ ὡς ἐπὶ τὸ πλεῖστον [μᾶλλον] οὕτως ἔχων·
πολλὰ γὰρ καὶ παρὰ τὰς ὑποστάσεις τῶν πραγμάτων ἀνακολούθως τῇ φύσει καὶ τῶν ἄλλων
στοιχείων τινὶ ὁρώμενα ἀγαθὰ γίνεται. οἷον ἔδοξέ τις τὴν μητέρα τύπτειν. ἦν μὲν
οὖν παρά νομον͵ ἀλλ΄ οὐδὲν ἧττον ἐλυσιτέλησεν αὐτῷ͵ ἐπειδὴ κεραμεὺς ἔτυχεν ὤν·
μητέρα δὲ τὴν γῆν καλοῦμεν͵ ἣν ὁ κεραμεὺς τύπτων ἐργάζεται. τοιγαροῦν εἰργάσατο
πολλά. μέμνησο δὲ ὅτι μεῖζον ἔθος μικροτέρου κρατεῖ. ὡς Ἀριστείδης ὁ νομικὸς καίτοι
ἔθος ἔχων ἐν λευκοῖς προϊέναι νοσῶν ἔδοξε λευκὰ φορεῖν ἱμάτια͵ καὶ οὐδὲν ἀπώνατο
τοῦ ἔθους· οὐ γὰρ εἰς μακρὰν ἀπέθανεν· ἦν γὰρ μεῖζον ἔθος τὸ ἐπεῖγον͵ καθ΄ ὃ οἱ
νεκροὶ ἐν λευκοῖς ἐκφέρονται. καὶ τῶν τεχνῶν δὲ αἱ δυνάμεις ὅμοιαι͵ καὶ εἰ τῇ ἐνεργείᾳ
εἶεν ἀνόμοιοι͵ εἰς ταὐτὸν ἀποβαίνουσιν. ὡς Ἀπολλωνίδης ὁ χειρουργὸς ὁμηρίζειν
νομίσας καὶ πολλοὺς τιτρώσκειν πολλοὺς ἐχείρισε. καὶ γὰρ οἱ ὁμηρισταὶ τιτρώσκουσι
μὲν καὶ αἱμάσσουσιν͵ ἀλλ΄ οὐκ ἀποκτεῖναί γε βούλονται· οὕτω δὲ καὶ ὁ χειρουργός.
καὶ τοῖς τρόποις δὲ τοῖς εἰρημένοις ἐν τῷ πρώτῳ βιβλίῳ ὡς ἀληθέσι πρόσεχε͵ καὶ
οὐχ ἁμαρτήσει. σαφῶς δὲ αὐτῶν ἐκεῖ καὶ διδασκαλι κῶς ἡρμηνευμένων περισσὸν ἐνθάδε
σοι λέγειν. μεριμνηματικοὺς δὲ ὀνείρους ἡγοῦ εἶναι περὶ ὧν ἂν μεριμνήσαντες
πραγμάτων ἢ ἀλόγῳ τινὶ ὁρμῇ ἢ ἐπιθυμίᾳ χρώμενοι ἴδωσιν οἱ ἄνθρωποι ὀνείρους· τοὺς
δὲ αὐτοὺς καὶ αἰτηματικοὺς καλοῦμεν διὰ τὸ αἰτεῖν τι παρὰ θεοῦ ἰδεῖν περὶ τῶν ἐν
ποσὶ πραγμάτων. μέμνησο δέ͵ ὅταν μὲν αἰτῇς ὀνείρους͵ μήτε ἐπιθυμιᾶν λιβανωτὸν μήτε
ὀνόματα ἄρρητα λέγειν͵ καί͵ τὸ κεφάλαιον εἰπεῖν͵ περιεργότερον τοὺς θεοὺς ἐπερώτα
μηδέν· γελοῖον γὰρ ἂν εἴη ἀνθρώπων μὲν τοὺς σπουδαίους τοῖς μετ΄ ἀνάγκης αἰτοῦσι
καὶ βιαίως μηδὲν παρέχειν͵ τοῖς δὲ ἐπιεικέσι χαρίζεσθαι͵ θεοὺς δὲ πρὸς βίαν αἰτουμένους
ὑπακούειν. μετὰ δὲ τὸ ἰδεῖν καὶ θῦε καὶ εὐχαρίστει. ἔτι δὲ καὶ τῶν νομοθετούντων
τοῖς θεοῖς καταγέλα͵ λέγω δὲ τῶν εὐχομένων οὕτως εἴ μοι πρακτέον τόδε καὶ εἴ
μοι ἔσται τόδε καὶ εἰ νῦν ἴδοιμι Δήμητρος καρπόν· εἰ δὲ μή͵ Διονύσου καὶ εἰ μὲν
συμφέρει μοι καὶ λυσιτελεῖ͵ λάβοιμί τι· εἰ δὲ μή͵ δοίην. ἐπὶ γὰρ τοῖς τοιούτοις
πλάνη γίνεται πολλή. ὁ μὲν γὰρ θεὸς πρὸς τὸ ἀποβησόμενον δίδωσι τοὺς ὀνείρους τῇ
ψυχῇ τοῦ ὁρῶντος φύσει μαντικῇ οὔσῃ ἢ εἴ τι ἄλλο ἐστὶν αἴτιον τοῦ ὀνειρώσσειν· ὁ
δὲ πρὸς τὴν ἑαυτοῦ ἐπερώτησιν ἐκλαμβάνων τὰ ἐν τοῖς ὕπνοις ὁραθέντα͵ εἰ ἐναντία
εἴη͵ πλανᾶται. οἷον τῷ νοσοῦντι ἄρτοι ὠμοί͵ καίτοι Δήμητρος καρπός εἰσιν͵ ἀλλὰ
διὰ τὸ μέλλειν ὀπτᾶσθαι λαβρότερον ἐπάγουσι τὸν πυρετόν͵ τῷ δὲ γῆμαι καὶ κοινωνῆσαι
θέλοντι ἄμπελος καὶ οἶνος͵ ἡ μὲν διὰ τοὺς ἕλικας ὁ δὲ διὰ τὴν κρᾶσιν͵ ἐπιτηδειότερα
πυρῶν ἢ κριθῶν. καὶ τῷ περὶ προκοπῆς φροντίζοντι δωρεῖσθαι καὶ διδόναι τι κρεῖττον
ἢ λαμβάνειν͵ εἰ μὴ ἄρα παρὰ τῶν βελτιόνων λαμβάνοι· ὁ μὲν γὰρ πολλὰ ἔχων καὶ
μεταδοίη ἄν͵ ὁ δὲ οὐκ ἔχων λάβοι ἄν. χρὴ οὖν εὔχεσθαι μὲν τῷ θεῷ περὶ ὧν τις
φροντίζει· ὅπως δὲ χρὴ προαγορεύειν͵ ἐπιτρεπτέον αὐτῷ
4.3 τῷ θεῷ ἢ τῇ ἑαυτοῦ ψυχῇ. θεοπέμπτους
δὲ ὀνείρους ἡγοῦ τοὺς αἰφνίδιον ἐφισταμένους͵ ὡς καὶ πάντα τὰ ἀπροσδόκητα θεόπεμπτα
καλοῦμεν. κρῖνε δὲ τὰ ἐξ ὁλοκλήρου μνημονευόμενα καὶ ὧν ἀκριβῆ κατάληψιν ὁ ἰδὼν
ἔχει καὶ ὧν ἀκριβῶς μέμνηται͵ ἐπεὶ εἰ τὰ μὲν ὁραθέντα ἀποβήσεται͵ σὺ δὲ εὑρεθήσει
τὰ μὴ ὁραθέντα κρίνων͵ πταίσεις. χρὴ δὲ φεύγειν δόξαν ἀμαθίας.
4.4 Ἔθη δὲ τὰ τοπικὰ καὶ τῶν τόπων τὸ
ἴδιον εἰ μὴ ἐπίστασαι͵ πυνθάνου. ἀποδημίαι δὲ καὶ ἀναγνώσεις ἕξιν σοι περιποιήσουσι
τούτων μάλιστα· οὐ γὰρ τὰ ὀνειροκρι τικὰ μόνον βιβλία ἱκανά ἐστιν ὠφελεῖν ἀλλὰ
καὶ ἡ ἄλλη ὕλη. γυνὴ ἔδοξεν εἰς τὸν ναὸν ἢ οἶκον τῆς Ἀρτέμιδος τῆς Ἐφεσίας εἰσελθοῦσα
δειπνεῖν. ἡ δὲ οὐκ εἰς μακρὰν ἀπέθανε· θάνατος γὰρ ἡ ζημία τῇ εἰσελθούσῃ ἐκεῖ
γυναικί. ἑταίρα ἔδοξεν εἰς τὸ τῆς Ἀρτέμιδος ἱερὸν εἰσεληλυθέναι καὶ ἠλευθερώθη
καὶ κατέλυσε τὴν ἑταιρείαν· οὐδὲ γὰρ εἰς τὸ ἱερὸν πρότερον εἰσέλθοι ἄν͵ εἰ μὴ
καταλύσειε τὴν ἑταιρείαν. καὶ περὶ τῶν ἄλλων δὲ ἐθῶν τῶν το πικῶν καθ΄ ἑκάστην
πόλιν ἢ χώραν πρὸς τὸ τοπικὸν ποιοῦ τὰς κρίσεις. πυνθάνεσθαι δ΄ ἐπιμελῶς ἕκαστα
τῶν ἐν τοῖς ὕπνοις ὁρωμένων μὴ ὄκνει͵ ὡς ἔστιν ὅτε μικροῦ τινος προσθέσει ἢ ἀφαιρέσει
τὰ ἀποτελέσματα διαφέροντα γίνεται [καὶ περὶ αὐτὴν τὴν διάθεσιν τῆς γνώμης]. οἷον
νοσοῦντά τις ἔχων υἱὸν ἔδοξε περαίνειν αὐτὸν καὶ ἥδεσθαι. ἔζησεν ὁ παῖς· καὶ γὰρ
τὸ περαίνειν ἔχειν λέγομεν καὶ τὸ κεκτῆσθαι· ἐλήφθη δὲ τὸ τοιοῦτον ἀπὸ τοῦ ἥδεσθαι.
ἄλλος νοσοῦντα ἔχων υἱὸν ἔδοξε περαίνειν αὐτὸν καὶ ἄχθεσθαι͵ καὶ ἀπέθανεν ὁ παῖς·
φθείρεσθαι γὰρ τὸ περαίνεσθαι καὶ τὸ ἀποθνήσκειν ἐπίσης καλοῦμεν· ἐλήφθη δὲ τοῦτο
ἀπὸ τοῦ ἄχθεσθαι [ἐπεὶ δὲ αὐτὸς ὁ πατὴρ ἐνήργει͵ αὐτὸς ἦν ὁ καὶ τοῦ θανάτου τῷ
παιδὶ αἴτιος οὐκ ἐν δέοντι καιρῷ τῆς νόσου θρέψας αὐτόν]. περὶ μὲν οὖν τῶν ἐν τῷ
προοιμίῳ τοῦ πρώτου καὶ τοῦ δευτέρου βιβλίου γεγραμμένων ταῦτα· τὰ δὲ ἄλλα ὅσα
χρὴ ἐπίστασθαί σε ὧδε ἔχει.
4.5 Ὅσα πέπλεκται͵ οὐ μόνον λίνα καὶ
δίκτυα καὶ νεφέλαι ἀλλὰ καὶ κανᾶ καὶ σπυρίδες καὶ κανθήλια καὶ κάλαθοι καὶ κεκρύφαλοι
καὶ ὅρμοι χρύσεοι καὶ ἁλύσεις πᾶσαι καὶ στέφανοι καὶ ὅσα εἴδη ὅμοια͵ πρὸς μὲν γάμους
καὶ φιλίας καὶ κοινωνίας ἀγαθὰ διὰ τὴν συμπλοκήν͵ πρὸς δὲ ἀποδημίαν καὶ δρασμὸν
καὶ φυγὴν ἐμπόδια διὰ τὰς δέσεις καὶ πρὸς τὰς πράξεις ἄπρακτα χωρὶς τῶν μετὰ δόλου
τι πραττόντων καὶ τοῖς φοβουμένοις ἐπίφοβα διὰ τὸ καθεκτικόν.
4.6 Ὅσοι συναντῶσι καὶ ὅσοι βλέπονται͵
ἄνδρες τε καὶ γυναῖκες͵ οἱ μὲν φίλοι τε καὶ εὐεργέται καὶ τὸ ὅλον οἱ μὴ βλάπτοντες
ἢ μὴ βλάψαντες͵ ζῶντές τε καὶ νεκροὶ ἀγαθοί͵ οἱ δὲ βλάπτοντες ἢ βλάψαντες
πονηροί· εἰκόνας γὰρ τῶν πραγμάτων τοὺς ὁρωμένους χρὴ λογίζεσθαι͵ ἀγαθῶν μὲν τοὺς
φίλους͵ κακῶν δὲ τοὺς ἐχθρούς.
4.7 Ἃ πάλαι τις ἐκέκτητο χρήματα ἢ κτήματα
ἢ οὓς πάλαι εἶχεν ἀνθρώπους ὅτε εὐτύχει͵ [τούτους] ἢν νῦν ἔχειν ἀπορῶν ἢ πενόμενος
δόξῃ͵ ἀγαθὸν αὐτῷ· τῆς γὰρ τότε τύχης ὑποστροφὴν σημαίνει. Ἃ πάλαι τις ἐκέκτητο
χρήματα ἢ κτήματα ἢ οὓς πάλαι εἶχεν ἀνθρώπους ὅτε ἦν ἄπορος ἢ πένης εἰ νῦν εὐπορῶν
δόξειεν ἔχειν͵ κακῶν αὐτῷ πολλῶν καὶ πενίας σύμβολον.
4.8 Τῶν ἐν τοῖς ὕπνοις ὁρωμένων ἀνθρώπων
ἀγαθὰς ἡμέρας ποιοῦσι τὰς ἐπιούσας οἱ ἥδιστοι ἢ οἱ φίλτατοι ἢ οἱ φιλοῦν τες τοὺς
ὁρῶντας͵ κἂν ἀγνοῶσιν αὐτούς· κακὰς δὲ οἱ ἔχθιστοι ἢ οἱ μισούμενοι ἢ οἱ μισοῦντες
τοὺς ὁρῶντας͵ κἂν λανθάνωσιν. ἵνα δὲ μὴ ἄπορον τὸ τοιοῦτον εἶναι νομίσῃς͵ ὅταν
τινα τῶν φίλων ἴδῃς καὶ κακὴν ἡμέραν διάγῃς͵ γίνωσκε ὅτι μισεῖ μέν σε͵ προσποιεῖται
δέ σε φιλεῖν· καὶ ἐάν τινα τῶν ἐχθρῶν βλέπῃς καὶ καλὴν ἡμέραν διάγῃς͵ γίνωσκε ὅτι
οὐ δικαίως αὐτὸν μισεῖς.
4.9 Ὅσοι συναντῶσι καὶ βλέπονται τεχνῖται͵
ὁμοίως ταῖς τέχναις ἀποβαίνουσιν. αὐτοῖς δὲ καὶ ταῖς τέχναις ὁμοίως τὰ ἐργαστήρια
αὐτῶν ὁρώμενα ἀποβαίνει χωρὶς ἑταίρας καὶ πορνείου· αὐτὴ μὲν γὰρ καθ΄ ἑαυτὴν ἡ
πόρνη ἀγαθή͵ τὸ δὲ ἐργαστήριον αὐτῆς πονηρόν. τὰς δὲ αἰτίας ἐν τῷ περὶ συνουσίας
ἔχεις λόγῳ.
4.10 Παιδίων δὲ τὰ μὲν ἀρσενικὰ ἀγαθά͵
τὰ δὲ θηλυκὰ πονηρά͵ ἀμφότερα δὲ φροντίδων ἐστὶ σημαντικά. παῖδες δὲ καὶ νεανίσκοι
γερόντων συμφορώτεροι βλέπεσθαι πρὸς τὰς πράξεις· πρὸς δὲ τὰς πίστεις ἄνδρες καὶ
πρεσβῦται παίδων καὶ νεανίσκων ἀμείνονες͵ πλὴν εἰ μή τι πράττοιεν ἢ λέγοιεν ἄτοπον.
4.11 Ὅσα μὲν βραδέως φύεται καὶ βραδέως
αὔξεται͵ φυτῶν μὲν δρῦς ἐλαία κυπάρισσος καὶ τὰ ὅμοια͵ ζῴων δὲ ἐλέφας ἔλαφος
κορώνη καὶ τὰ ὅμοια͵ καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ βράδιον ἐπάγει· ὅσα δὲ ταχέως φύεται
καὶ ταχέως αὔξεται͵ φυτῶν μὲν ἄμπελος καὶ περσική͵ ζῴων δὲ χοῖρος καὶ τὰ ὅμοια͵
ταχέως καὶ τὰ καλὰ καὶ τὰ κακὰ ἐπάγει. ταῦτα δὲ καὶ ἐν ταῖς προθεσμίαις τὸν αὐτὸν
ἔχει λόγον. ὁμοίως λάμβανε καὶ τὰ ἐν ἀγρῷ γεννώμενα πάντα πρὸς σύγκρισιν τῶν ἐν
κήπῳ͵ καὶ γεωργὸν ὁρώμενον καὶ κηπουρόν. ἰδίως δὲ ὁ κῆπος πορνοβοσκοῖς συμφέρει
διὰ τὰ πολλὰ σπέρματα καὶ τὴν πρόσκαιρον ἐργασίαν͵ πάσας δὲ γυναῖκας διαβάλλει ὡς
ἀσέμνους καὶ μαχλάδας. Ὅσα μακρά ἐστιν͵ οἷον κυπάρισσοι καὶ πίτυες καὶ κάμακες
καὶ ἄνδρες ἐπιμήκεις καὶ τὰ ὅμοια͵ πάντα μακροθυμεῖν κελεύει καὶ μὴ κενοσπουδεῖν·
ὅσα δὲ κολοβὰ καὶ βραχέα͵ σπεύδειν ἐγκελεύεται.
4.12 Ὅσα δὲ στερεά͵ οἷον τείχη καὶ θεμέλιοι
καὶ δένδρα παλαιὰ καὶ τὰ σιδηρᾶ καὶ τὰ ἀδαμάντινα͵ φοβουμένοις ἀγαθά͵ ὅταν [μὴ]
ἐμπεριέχηταί τις ὑπ΄ αὐτῶν· διὰ γὰρ τὸ ἀσφαλὲς ἄφοβα γίνεται· εἰ δὲ μή͵ τὸ
διαφεύγειν σημαίνει. Ὅσα μαλακὰ καὶ εὔτονα͵ ἀγαθὰ ἐπίσης πᾶσιν. Ὅσα μαλακὰ καὶ ἄτονα͵
τοῖς φοβουμένοις ἀγαθά. Ὅσα βαρέα͵ κατοχῆς ἐστι σημαντικὰ καὶ πενίας· ταχέως γὰρ
εἰς τὸ κάτω ῥέπει.
4.13 Ὀχήματα ὅσα νενόμισται͵ οἷον ἵππων
ὄνων ἡμιόνων͵ οἷς μὲν ἀγαθὰ οἷς δὲ κακὰ σημαίνει· δείξομεν δὲ ὅταν εἰς τὸν περὶ
ζῴων ἔλθωμεν λόγον· ὅσα δὲ μὴ νενόμισται͵ οἷον λύκων παρδάλεων ὑαινῶν καὶ τῶν ἄλλων
θηρίων͵ μόνοις ἀγαθὰ τοῖς φοβουμένοις ἐχθροὺς δυνατοὺς διὰ τὸ ὑποτετάχθαι τῷ ἡνιόχῳ
τὰ ὑπεζευγμένα. ἐπ΄ ἀνθρώπων δὲ ὀχεῖσθαι μόνοις ἀγαθὸν τοῖς ἄρχειν [τινὸς] θέλουσι
καὶ σοφισταῖς καὶ διδασκάλοις καὶ παιδοτρίβαις καὶ ἀνδραποδισταῖς͵ τοὺς δὲ
λοιποὺς εἰς περιβοησίας καὶ ὄλεθρον κατάγει.
4.14 Κολακεύειν τοῖς ἔθος ἔχουσι μόνοις
συμφέρει͵ τοὺς δὲ λοιποὺς ταπεινοῖ· ἥττονες γὰρ οἱ κολακεύοντες τῶν οὐ κολακευόντων.
κολακεύεσθαι δ΄ ὑπ΄ οὐδενὸς οὐδενὶ συμφέρει͵ μάλιστα δὲ ὑπὸ γνωρίμου· προδοσίαν
γὰρ ἐξ ἐκεί νου προσδέχεσθαι χρή.
4.15 Πωλεῖσθαι ἀγαθὸν τοῖς τὰ παρόντα ἀλλάξαι
βουλομένοις͵ οἷον δούλοις καὶ πένησι· κακὸν δὲ εὐπόροις καὶ πεπιστευμένοις.
πολλοὶ δὲ καὶ [ἡρπάσθησαν καὶ] ἐπράθησαν. τὸ δὲ πεπρᾶσθαι τοῦ πωλεῖσθαι ταύτῃ
διαφέρει͵ ᾗ τὸ μὲν πεπρᾶσθαι πάντη καὶ πάντως ἀποβαίνει͵ τὸ δὲ πωλεῖσθαι ἔστιν ὅτε
καὶ οὐκ ἀποβαίνει· ἐνδέχεται γὰρ τὸ ἔτι πωλούμενον μὴ πραθῆναι. οὕτω δὲ καὶ ἐπὶ
τῶν ἄλλων πάντων ὀνείρων τὰ γεγονότα πάντως ἀποβαίνει͵ τὰ δὲ γινόμενα ἤτοι ἀποβαίνει
ἢ οὔ.
4.16 Ἀγοράζειν ἀγαθὸν πάντα [καὶ ἐπικτᾶσθαι]͵
ὅσα γε ἀγοράζουσιν ἄνθρωποι εἰ μὴ κειμήλια· τὰ δὲ πρὸς τροφὴν πένη σιν ἐπιτηδειότερα·
τοῖς γὰρ εὐπόροις ἀναλώματα σημαίνει.
4.17 Ἐπικτᾶσθαι καὶ πολυτελεστέραν ἢ
καὶ ἐγκατάσκευον ἔχειν οὐσίαν͵ τῆς γε οὔσης πολυτελεστέραν ἢ καὶ μετρίως ἀμείνονα͵
καλόν͵ [μὴ] παντελῶς δὲ ὑπὲρ δύναμιν πλουτεῖν ἄτοπον καὶ ζημίας ἐστὶ σημεῖον·
χρὴ γὰρ τὸν πλου τοῦντα ἀναλοῦν͵ καὶ ἐπιβουλῆς μετέχειν καὶ φθόνου. [καὶ γὰρ ἐπιβουλεύεται
καὶ φθονεῖται ὁ πλούσιος.] τὸ δὲ παρὰ δύναμιν πρὸς τὴν ἑκάστου ὑπόστασιν σκόπει.
4.18 Πένεσθαι οὐδενὶ συμφέρει͵ μάλιστα
ῥήτορσι καὶ πᾶσι φιλολόγοις· ἀπορεῖσθαι γὰρ ἐπίσης τὸ πένεσθαι καὶ τὸ μὴ δύνασθαι
φθέγγεσθαί φαμεν.
4.19 Τὰ παρ΄ ἡλικίαν τοῖς βρέφεσι
συμβαίνει πονηρά͵ ἄρσεσι μὲν πώγων καὶ πολιά͵ θηλείαις δὲ γάμοι καὶ τοκετοὶ καὶ
τὰ ἄλλα τὰ πρὸ τῆς ὥρας͵ πάντα πλὴν λαλιᾶς. εἰκότως δὲ τὰ ἄλλα τὰ πρὸ τοῦ δέοντος
γινόμενα θάνατον σημαίνει͵ ὅτι ἐγγύς ἐστι τοῦ γήρως͵ μεθ΄ ὃ πάντως ἀκολουθεῖ θάνατος·
λαλιὰ δὲ ἀγαθή͵ ὅτι φύσει λογικὸν ζῷόν ἐστιν ὁ ἄνθρωπος. γραμματικὸς ἐδόκει τὸν
υἱὸν αὐτοῦ μηνῶν ὄντα πέντε λαλεῖν τρανῶς καὶ ἐνάρθρως. καὶ προσεδόκων μέν
τινες τὸ παιδίον ἀποθανεῖσθαι͵ ἔζησε δέ͵ καὶ πολλὰ ἄλλα παιδία ἐπὶ τούτῳ τῷ ὀνείρῳ
ζῇ. περὶ δὲ τῶν ἄλλων τῶν παρ΄ ἡλικίαν ἐπὶ τῶν μηκέτι βρεφῶν ἐν τῷ περὶ ἀλλοιώσεως
ἐν τῷ πρώτῳ βιβλίῳ ἐπιμελῶς διῄρηται.
4.20 Πειρῶ δὲ πάντα μὲν αἰτιολογεῖν καὶ
προσάπτειν ἑκάστῳ λόγον καὶ πιθανάς τινας ἀποδείξεις͵ ὡς εἰ καὶ πάνυ ἀληθῆ λέγοις͵
ψιλὰ καὶ περιλελεπισμένα ἀποτελέσματα λέγων ἧττον εἶναι δόξεις ἔμπειρος· αὐτὸς
δὲ μὴ ἐξαπατηθῇς ὡς τῆς αἰτιολογίας κυρίας τῶν ἀποτελεσμάτων οὔσης· πολλὰ γὰρ ἀποβαίνει
συνεχῶς ἐνίοις͵ καὶ ὅτι μὲν κατὰ λόγον ἀποβαίνει ἴσμεν ἐκ τοῦ πάντοτε ὁμοίως ἀποβαίνειν͵
τὰς δὲ αἰτίας͵ δι΄ ἃς οὕτως ἀποβαίνει͵ εὑρεῖν οὐ δυνάμεθα. ὅθεν ἡγούμεθα τὰς μὲν
ἀποβάσεις ἀπὸ τῆς πείρας εὑρῆσθαι͵ τὰς δὲ αἰτιολογίας ἀπὸ ἡμῶν αὐτῶν κατὰ τὴν ἑκάστου
δύναμιν. Ἔτι καὶ τοῦτο. ὅσα πάντη καὶ πάντως ἀκολουθεῖ τισι τῶν γινομένων͵ καὶ ἐν
τοῖς ὕπνοις ἀκολουθῆσαι ἀνάγκη. οἷον ζωγράφος ἔδοξε τὴν ἑαυτοῦ μητρυιὰν περαίνειν͵
ἔπειτα εἰς ἔχθραν κατέστη τῷ πατρί· ἀκολουθεῖ γὰρ πάσῃ μοιχείᾳ ζηλοτυπία καὶ ἔχθρα.
τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄλλων ὀνείρων παρατήρει πάντων͵ καὶ οὐχ ἁμαρτήσει. Ὅσοι
σημαίνουσιν ὄνειροι παίδων γονὴν ἢ γάμον͵ οἱ αὐτοὶ καὶ τοὺς ἀποδημοῦντας παῖδας
ἐπανάγουσι καὶ τὴν ἀπηλλαγμένην γυναῖκα [καὶ παιδία]. ἔδοξέ τις ἀροτριᾶν καὶ
σπείρειν πυρούς͵ καὶ ἐπανῆκον αὐτῷ οἱ παῖδες ἐξ ἀποδημίας καὶ ἡ γυνὴ χωρὶς οἰκοῦσα.
4.21 Πρὸς δὲ τοὺς λέγοντας ὅτι οἱ κακοὶ
ὄνειροι τάχιον ἀποβαίνουσιν͵ οἱ δὲ ἀγαθοὶ βράδιον ἢ καὶ οὐκ ἀποβαίνουσιν͵ εἴποις
ἂν ὅτι οὐκ ἔστιν ἀληθὲς τὸ τοιοῦτον. ἡ δὲ αἰτία τῆς πλάνης ἐστὶν ἥδε. ἤτοι κακοὺς
ὁρῶσιν ὀνείρους ἔχοντας φαντασίας ἀγαθὰς καὶ κακῶν ἀποβαινόντων ἡγοῦνται ὑπὸ ἀγαθῶν
ὀνείρων ἐξηπατῆσθαι (διὸ παραθήσει τοὺς ἐκ τοῦ εἰδικοῦ τρόπου ὀνείρους τοὺς κατὰ
τὸ ἐντὸς μὲν ἀγαθούς͵ κατὰ τὸ ἐκτὸς δὲ κακούς) ἢ τὸ παρὸν οἱ ἄνθρωποι
κακοδαιμονοῦντες ὁρῶσι κακοὺς ὀνείρους σημαντικοὺς τῶν ἐνεστώτων κακῶν καὶ ἀγαθοὺς
προαγορευτικοὺς τῶν ἐσομένων ἀγαθῶν [εἰς εὐθυμίαν͵ ἵνα ἐλπίδι τῶν ἐσο μένων ἀγαθῶν
μὴ ἀπαγορεύσωσι κακοπραγοῦντες]͵ οὐδέ πω δὲ ἀποβαινόντων τῶν ἀγαθῶν ἡγοῦνται ἐξηπατῆσθαι.
φαίνεται δὲ καὶ τοῖς εὐδαιμονοῦσι κακὰ ἐνύπνια καὶ οὐδέπω ἀποβαίνοντα καταφρονεῖται.
ἀλλὰ πάντως ἀποβαίνει. τῶν δὲ ὄντων ὀνείρων οἱ μέν εἰσι πᾶσι κακοί͵ ἑκάστῳ κατὰ
δύναμιν ποιόν τι κακὸν σημαίνοντες οἱ κατὰ τὸ ἐντὸς καὶ κατὰ τὸ ἐκτὸς κακοί͵ ὧν
ἐν τῷ πρώτῳ βιβλίῳ ἐπεμνήσθην· οἱ δ΄ ἐπίσης πᾶσιν ἀγαθοί͵ οἱ καὶ κατὰ τὸ ἐντὸς
καὶ κατὰ τὸ ἐκτὸς [καὶ πᾶσιν] ἀγαθοί· οἱ δὲ κατὰ μὲν τὸ ἕτερον ἀγαθοὶ κατὰ δὲ τὸ
ἕτερον κακοὶ οἷς μὲν ἀγαθοὶ οἷς δὲ κακοὶ γίνονται. γνώσει δὲ πότε μὲν ἀγαθοὶ πότε
δὲ κακοὶ γίνονται ἀπὸ τῆς τύχης ἢ τῶν πράξεων ἢ τῆς φροντίδος ἢ τῆς ἡλικίας τῶν
ὁρώντων.
4.22 Περὶ συνταγῶν͵ ὅτι μὲν θεοὶ ἀνθρώποις
συντάσσουσι θεραπείας͵ μάταιον τὸ ζητεῖν· πολλοὶ γὰρ καὶ ἐν Περγάμῳ καὶ ἐν Ἀλεξανδρείᾳ
καὶ ἀλλαχοῦ συνταγαῖς ἐθεραπεύθη σαν͵ εἰσὶ δὲ οἳ καὶ τὴν ἰατρικὴν ἐκ τοιούτων
συνταγῶν λέγουσιν εὑρῆσθαι· ὅτι δὲ ἃς ἀναγράφουσί τινες συντα γὰς πολλοῦ γέλωτός
εἰσι μεσταί͵ καὶ τοῖς ἐπὶ ποσὸν ἀφιγμένοις φρονήσεως ἡγοῦμαι σαφὲς εἶναι· οὐ γὰρ
τὰ ὁρώμενα ἀναγράφουσιν ἀλλ΄ ὅσα ἂν αὐτοὶ πλάσωσιν. ὅταν γάρ τις λέγῃ Νηρεΐδων
ζωμὸν χειμῶνι συνταγὴν δε δόσθαι τισί͵ δοκεῖ μοι τὰς χείμας τῶν πελωρίδων ἀπο
κληρώσας βελτίονας ἡγεῖσθαι καὶ πελωρίου ἐγκέφαλον τὸν ἀλεκτρυόνος͵ καὶ Ἰνδοὺς
δάκνοντας πέπερι͵ [ὅτι μέλαν ἐστὶ καὶ δάκνει]͵ καὶ παρθένου γάλα δάκρυον καὶ ἄστρων
αἷμα δρόσον͵ καὶ πρόβατον Κρητικὸν μῆλον κυδώνιον καὶ ὅσα τοιαῦτα͵ ἵνα μὴ μακρότερον
ἀποτείνω λόγον· δεῖ γὰρ μὴ τοὺς ἀλλοτρίους λήρους διαβάλλοντα τῆς ὑποθέσεως ἀποπλανᾶσθαι·
ἀρκεῖ γὰρ καὶ δι΄ ὀλίγων ἐν ὑποδείγματος λόγῳ ἐλέγχειν τὰ τοιαῦτα. ὅταν οὖν τὰ
τοιαῦτα ἄττα ἀναγράφωσι͵ δοκοῦσί μοι τὴν ἑαυτῶν ἕξιν ἐπιδεικνύειν͵ ὅτι δύνανται
πλάσσειν ὀνείρους μᾶλλον ἢ τὸ τῶν θεῶν φιλάνθρωπον συνιέναι· ἓν γὰρ οὐδὲ ἓν
τοιοῦτον ἀληθῶς ὁραθὲν εἰς ἡμᾶς ἦλθεν. [ὅρα δὲ καὶ τὰ τούτων ἔτι γελοιότερα. σκέπαρνον
τὸ κώδιον ἔφη τις͵ ἐπεὶ σκέπει τὸν ἄρνα· οὕτω γὰρ καὶ διαυλοδρόμος ὁ ἀλεκτρυὼν
γίνεται͵ διὰ γὰρ τῆς αὐλῆς τρέχει. καὶ ἄλλα δὲ ἄν τις εἴποι ὅμοια ἢ γελοιότερα.]
ἡγοῦμαι δὲ καὶ τοὺς θεούς͵ οἷς ταῦτα προσάπτουσιν͵ εἰκότως ἂν χαλεπαίνειν τοῖς ἀναπλάσσουσιν
αὐτά͵ ὅτι κακοζήλους καὶ πανούργους καὶ ἀσόφους τοὺς θεοὺς διαβάλλουσι. πολλοὶ
δὲ καὶ ἐκ τῶν Ἀριστοτέλους περὶ ζῴων καὶ Ἀρχελάου καὶ τῶν Ξενοκράτους τοῦ Ἀφροδισιέως
παρακηκοότες ὑφ΄ οὗ ἕκαστον ζῷον θεραπεύεται καὶ τί ἕκαστον φοβεῖται καὶ ᾧ μάλιστα
χαίρει͵ εἰς συνταγὰς καὶ θεραπείας ἀναπεπλάκασι. καί τις κάσης συνταγὰς καὶ
θεραπείας ἀναπλάσσει͵ ὃς μάλιστα κατακόρως ἐν τρίτῳ τῆς ἑαυτοῦ συντάξεως κέχρηται
οὕτως. οὗ ἐγὼ καίπερ εὖ εἰδὼς τὸ ὄνομα οὐκ ἐπιμνησθήσομαι. τὰς δὲ συνταγὰς τῶν
θεῶν ἤτοι ἁπλᾶς καὶ οὐδὲν ἐχούσας αἴνιγμα εὑρήσεις· χριστὰ γὰρ ἢ ἐπί πλαστα ἢ
βρωτὰ ἢ ποτὰ τοῖς αὐτοῖς ὀνόμασιν͵ οἷς καὶ ἡμεῖς καλοῦμεν͵ συντάσσουσιν οἱ θεοί͵
ἢ καὶ ὅταν αἰνίσσωνται οἱ θεοί͵ πάνυ σαφῶς αἰνίσσονται. οἷον γυνὴ ἔδοξε περὶ
μαζὸν ἔχουσα φλεγμονὴν ὑπὸ προβάτου θηλάζεσθαι. ἀρνόγλωσσον καταπλασαμένη ἰάθη
[διὰ τὸ τὸ ὄνομα τοῦ φυτοῦ σύνθετον ὂν δηλοῦν τὴν τοῦ ἀρνὸς γλῶσσαν καὶ τὴν βοτάνην].
οἵαν δ΄ ἂν θεραπείαν εὕρῃς͵ ἐάν τε αὐτὸς κρίνῃς ἐάν τε ἄλλου κρίναντος ἀποβᾶσαν
μάθῃς͵ ἀνερευνῶν εὑρήσεις ἰατρικώτατα ἔχουσαν καὶ οὐκ ἔξω τοῦ ἐν ἰατρικῇ λόγου.
ὡς καὶ Φρόντων ὁ ἀρθριτικὸς θεραπείαν αἰτήσας ἔδοξεν ἐν τοῖς προαστείοις
περιπατεῖν͵ καὶ προπόλει χρισάμενος παρηγορήθη ἱκανῶς [ὡς ἴσον εἶναι τὸ χρῖμα
θεραπείᾳ]. ὅθεν ἔστω σοι κατὰ τὸ ἐνδεχόμενον ἐπιμελές͵ ὡς πολλάκις σοι παρῄνουν͵
ἰατρικῶν ἔχεσθαι λόγων. μέμνησο δὲ κἀκεῖνο͵ ὅτι οἱ μὴ νοσοῦντες μηδὲ ὅλως ἀλγοῦντές
τι͵ εἴ τινα λάβοιεν συνταγὴν ἢ ἀπὸ ἱερείων ἢ ἐμπύρων τι λαβόντες ἀποφέροιεν ὡς ὠφελῆσον͵
[πρότερον ἢ] νοσήσουσιν ἢ ἀλγήσουσί τι μέρος τοῦ σώματος· οὐ γὰρ τοῖς ὑγιαίνουσιν
ἀλλὰ τοῖς κάμνουσι δεῖ θεραπειῶν. Ἔτι κἀκεῖνο. μέμνησο τῶν ἐμῶν κρίσεων καὶ τῆς
ἐμῆς ἐπιβολῆς καὶ μὴ ζηλώσῃς κακοζήλους κρίσεις͵ μηδὲ ἐὰν ἐπαινεῖσθαι πρός
τινος μέλλῃς. μηδὲ ἀπὸ μιᾶς συλλαβῆς κρίνῃς ὀνείρους͵ ἵνα μὴ πταίσμασι περιπίπτων
ἀδοξήσῃς. οἷόν [τι λέγω·] νοσῶν τις ἔδοξε Πείσωνά τινα καλούμενον ὁρᾶν. τοῦτό
τις ὑπεκρίνατο πολλὴν ἀσφάλειαν καὶ σωτηρίαν καὶ προσέτι ἔφη ἐνενήκοντα καὶ πέντε
ζήσειν αὐτὸν ἔτη ἀπὸ τῆς πρώτης τοῦ Πείσωνος συλλαβῆς. ἀλλ΄ οὐδὲν ἧττον ἀπέθανεν
ὁ ἰδὼν τὸν ὄνειρον ἐν αὐτῇ τῇ νόσῳ· καὶ γὰρ ὁ Πείσων αὐτῷ μύρα βαστάζειν ἐδόκει͵
νοσοῦντι δὲ πονηρὰ τὰ μύρα διὰ τὸ συνεκφέρεσθαι. μὴ νομίσῃς δὲ τὸν τοῦ ναυκλήρου
ὄνειρον τούτῳ ὅμοιον εἶναι· πυνθανομένῳ γὰρ αὐτῷ εἰ ἀναβήσεται εἰς Ρώμην͵ ἀπεκρίνατό
τις οὔ. εἰς τετρακοσίας ἑβδομήκοντα ἡμέρας ἀνέβη· οὐδὲν γὰρ δι έφερεν ἢ τὸν ἀριθμὸν
αὐτὸν εἰπεῖν ἢ τὸ ὄνομα τοῦ στοιχείου τοῦ δηλοῦντος τὸν ἀριθμόν.
4.23 Περὶ δὲ ἀναγραμματισμοῦ Ἀρίστανδρος
ἄριστος ὢν ὀνειροκρίτης καὶ ἄλλοι τινὲς παλαιοὶ παντελῶς γελοῖόν τι πεπόνθασιν.
ἐν μὲν γὰρ τοῖς προοιμίοις διδάσκουσι τί ἐστιν ἀναγραμματισμός͵ οὐδαμοῦ δὲ φαίνονται
αὐτοὶ χρησάμενοι͵ οὔτε μεταθέντες συλλαβὰς οὔτε ἀφελόντες ἢ προσθέντες γράμματα·
ἐγὼ δὲ καὶ ἐν ἀρχῇ τῆς ἐμῆς συντάξεως ἐπεμνήσθην καὶ νῦν σοι παραινῶ χρῆσθαι μὲν
ἀναγραμματισμῷ͵ ὅταν τινὶ κρίνων ὀνείρους ἐθέλῃς ἑτέρου σοφώτερον δοκεῖν κρίνειν͵
ἑαυτῷ μέντοι κρίνων μηδαμῶς χρήσῃ͵ ἐπεὶ ἐξαπατηθήσει.
4.24 Ἰσοψήφοις δὲ χρήσει͵ ὅταν καὶ χωρὶς
τῶν ἰσοψήφων τὰ βλεπόμενα τοῦτο͵ ὅπερ ἂν τὰ ἰσόψηφα περιέχῃ͵ σημαίνῃ. οἷον γραῦς
τοῖς νοσοῦσιν ὁρωμένη θανάτου γίνεται σύμβολον· ἔστι γὰρ γραῦς ἑπτακόσια τέσσαρα
καὶ «ἡ ἐκφορὰ» ἑπτακόσια τέσσαρα. ἀλλὰ καὶ χωρὶς τοῦ ἰσοψήφου [ἡ] γραῦς ἐκφορᾶς
ἐστι σημαντικὴ αὐτή͵ μέλλουσα μὴ εἰς μακρὰν ἀποθνήσκειν. εἰ δέ ποτέ τινα ὄνειρον
μηδενὶ τῶν ὀνειροκριτικῶν θεωρημάτων ὑποπίπτοντα μὴ δυνηθείης κρῖναι͵ μὴ ἀθυμήσῃς·
καὶ γάρ εἰσί τινες πρὸ τῆς ἀπο βάσεως ἄκριτοι͵ οὓς κρίνων μὲν ἐπιτυχὴς παρά γε ἐμοὶ
εἶναι δόξεις͵ μὴ κρίνων δὲ οὐκ ἄτεχνος. οἷον ἔδοξέ τις στρατοπεδάρχης ἐπὶ τῇ
μαχαίρᾳ αὐτοῦ γεγράφθαι ι κ θ. ἐγένετο πόλεμος ὁ Ἰουδαϊκὸς ἐν Κυρήνῃ͵ καὶ ἠρίστευσεν
ἐν τῷ πολέμῳ ὁ ἰδὼν τὸν ὄνειρον͵ καὶ τοῦτο ἦν ὃ εἴπομεν͵ ἀπὸ μὲν τοῦ ι Ἰουδαίοις͵
ἀπὸ δὲ τοῦ κ Κυρηναίοις͵ ἀπὸ δὲ τοῦ θ θάνατος. ἀλλὰ πρὸ μὲν τῆς ἀποβάσεως ἦν ἄκριτος͵
ἀποβάντων δὲ τῶν ἀποτελεσμάτων καὶ σφόδρα εὔκριτος. δοκεῖ δέ μοι καὶ Ἀρίστανδρος
Ἀλεξάνδρῳ τῷ Μακεδόνι πολιορκοῦντι Τύρον καὶ προσκαθημένῳ καὶ διὰ τὸν χρόνον ἀσχάλλοντι
καὶ ἀνιωμένῳ δόξαντι ὄναρ ἐπὶ τῆς ἀσπίδος Σάτυρον παίζοντα ἰδεῖν ἐπιτυχῶς κρῖναι͵
ὅτι ἔτυχεν ἐν Τύρῳ τε ὢν καὶ πολεμοῦντι Τυρίους τῷ βασιλεῖ συνών· τὸ γὰρ «Σάτυρος»
ὄνομα εἰς τὸ «σὰ Τύρος» διαλαβὼν προθυμότερον τὸν βασιλέα πολεμεῖν ἐποίησεν͵ ὥστε
καὶ εἷλε τὴν πόλιν. ἔστι δὲ τούτοις ὅμοιον καὶ τὸ ὑπογεγραμμένον. ὁ Σύρος ὁ τοῦ
Ἀντιπάτρου δοῦλος ὑποκάτω τῶν ποδῶν αὐτοῦ [αὐτὰ] τὰ πέλματα ἔδοξε μὴ ἔχειν. ζῶν
κατεκάη. Ἔτι τὸ δηλούμενον ὑπό τινος πάλιν αὖ ἐκείνου ἐστὶ σημαντικόν͵ ὑφ΄ οὗ
δηλοῦται. οἷον γυνὴ ἔδοξε τὰ ὄμματα ἀλγεῖν. ἐνόσησαν αὐτῆς οἱ παῖδες. ἄλλη γυνὴ
ἔδοξεν αὐτῆς τοὺς παῖδας νοσεῖν. ἐνόσησαν αὐτῆς τὰ ὄμματα. Διογένης ὁ ναύκληρος
τῆς ἀκάτου τὸ ἀντιπρόσωπον ἔδοξεν ἀπολωλεκέναι. οὐκ εἰς μακρὰν ὁ πρῳρεὺς αὐτοῦ ἀπέθανε.
καὶ ἐν Μιλήτῳ τὸν πρῳρέα τις δόξας ἐκφέρειν καὶ κατορύττειν τῆς νεὼς ἀπώλεσε τὸ
ἀντιπρόσωπον. καὶ ὁ τὸν πατέρα δόξας νοσεῖν τὴν κεφαλὴν ἤλγησεν. ὅτι δὲ πατρός ἐστι
σημαντικὴ ἡ κεφαλὴ οἶσθα ἀπὸ τοῦ πρώτου βιβλίου.
4.25 Καθόλου δὲ τῶν ἐν τῷ σώματι μερῶν
τὰ μὲν ἄνω πρὸς τοὺς βελτίονας καὶ ἐντιμοτέρους λάμβανε͵ πάντα δὲ τὰ ὑποκάτω πρὸς
τοὺς ἥττονας καὶ ὑποδεεστέρους [τῶν μὲν ἐν κεφαλῇ ἐπὶ βλεφάρων καὶ ὀδόντων καὶ
χειλῶν καὶ γλώττης τῶν δὲ ἐν ὅλῳ τῷ σώματι τὰ ὑπὲρ ζώνην καὶ ὑπὸ ζώνην τὰ δεξιὰ
πρὸς ἄρσενας ἢ πρεσβυτέρους τὰ δὲ ἀριστερὰ πρὸς θηλείας ἢ νεωτέρους ἢ νεωτέρας].
περὶ δὲ ἑκάστου τὸ πρὸς εἶδος ἀπὸ τῆς περὶ σώματος καὶ τῶν ἐν τῷ σώματι μερῶν
διαιρέσεως ἐκ τοῦ πρώτου λάμβανε βιβλίου.
4.26 Πάντα δὲ ἔμετον καὶ αἵματος καὶ
τροφῆς καὶ φλέγματος τοῖς μὲν ἀπόροις εἰς ὠφέλειαν κρῖνε͵ τοῖς δὲ εὐπόροις εἰς
βλάβην· οἱ μὲν γὰρ οὐκ ἂν ἀπολέσαιέν τι͵ εἰ μὴ κτήσαιντο πρότερον· οἱ δὲ ἔχοντές
τι καὶ ἀπολλύουσι. Πᾶσαι τροφαὶ τὰ αὐτὰ καὶ βλεπόμεναι αὐτὸ μόνον καὶ ἐσθιόμεναι
σημαίνουσι πλὴν κρομμύων· ταῦτα δὲ βλεπόμενα μὲν ἀγαθά͵ ἐσθιόμενα δὲ πονηρά.
4.27 Τοὺς πολλάκις ὁρωμένους ὀνείρους͵
εἰ μὲν ἐκ μικρῶν διαστημάτων βλέποιντο καὶ συνεχῶς͵ ἀεὶ τὸ αὐτὸ σημαίνειν νόμιζε͵
τούτου δὲ ἕνεκεν ὁρᾶσθαι πολλάκις͵ τοῦ μᾶλλον αὐτοῖς προσέχειν καὶ πιστεύειν·
καὶ γὰρ ἡμεῖς ἐν τῇ συνηθείᾳ͵ ὅταν τι σπουδαῖον λέγωμεν͵ πολλάκις αὐτὸ λέγομεν.
οὕτως οὖν καὶ ἡ ψυχή͵ ἢ ὅτι σπουδαῖα προαγορεύει καὶ ἀξιόλογα καὶ οὐ πάρεργα͵
πολλάκις αὐτὰ δείκνυσιν͵ ἢ ὅτι πρὸ πολλοῦ τῆς ἀποβάσεως αὐτῶν ἤρξατο καὶ οὐ
διαλείπει αὐτὰ ὁρῶσα. ὅταν δὲ μεγάλα ᾖ τὰ διαστήματα τῷ αὐτῷ πολλάκις ὁρωμένῳ ὀνείρῳ͵
ἄλλοτε ἄλλα σημαίνειν [τὸν] αὐτὸν νόμιζε. ὥσπερ γὰρ εἰ πολλοὶ τὸν αὐτὸν ἴδοιεν ὄνειρον͵
διαφόρως ἑκάστῳ ἀποβήσεται διὰ τὸ μὴ πάντας ἐν τοῖς αὐτοῖς εἶναι πράγμασιν͵ οὕτω
καὶ ἐὰν ἐπὶ διαφόροις τὸ αὐτό τις ἴδῃ͵ διαφόρως αὐτῷ ἀποβήσεται διὰ τὸ μὴ πάντως
ἐν τοῖς αὐτοῖς εἶναι πράγμασιν. οἷον ἔδοξέ τις τὴν ῥῖνα ἀπολωλεκέναι͵ ἔτυχε δὲ ὢν
μυροπώλης. ἀπώλεσε τὴν ἐνθήκην καὶ ἐπαύσατο μυροπωλῶν διὰ τὸ μὴ ἔχειν ῥῖνα· οὐκέτι
γὰρ ἔχων τὸ δοκιμαστήριον τῶν μύρων εἰκότως οὐδὲ τῇ ἀπὸ τῶν μύρων ἐχρῆτο ἐργασίᾳ.
ὁ αὐτὸς οὐκέτι μυροπωλῶν ἔδοξε ῥῖνα οὐκ ἔχειν. ἑάλω πλαστογραφήσας καὶ ἔφυγε τὴν
ἑαυτοῦ· ὅ τι γὰρ ἂν λείπῃ τῷ προσώπῳ͵ ἄτιμον αὐτὸ ποιεῖ· ἔστι δὲ τὸ πρόσωπον τῆς
αἰδοῦς καὶ τῆς ἐπιτιμίας εἰκών. εἰκότως οὖν κἀκεῖνος ἄτιμος ἐγένετο. ὁ αὐτὸς
νοσῶν ἔδοξε ῥῖνα οὐκ ἔχειν͵ καὶ οὐκ εἰς μακρὰν ἀπέθανε· καὶ γὰρ τὰ κρανία τῶν ἀποθανόντων
ῥῖνα οὐκ ἔχει. ἀλλὰ πρότερον μὲν ὡς ἐμπόρῳ εἰς τὰ μύρα ἀπέβη͵ δεύτερον δὲ ὡς ἐπιτίμῳ
εἰς τὸ ἀξίωμα͵ τρίτον δὲ ὡς νοσοῦντι εἰς αὐτὸ τὸ σῶμα· καὶ οὕτως ὁ αὐτὸς ὄνειρος
τῷ αὐτῷ τρὶς οὐχ ὁμοίως ἀπέβη.
4.28 Ἔτι καὶ τῶν σκευῶν καὶ τῶν ἐργαλείων
ἕκαστον ἢ τὴν τέχνην σημαίνει ἢ τὸ περιεχόμενον ὑπ΄ αὐτοῦ͵ ὡς πίθοι οἶνον ἢ ἔλαιον
καὶ σιπύη πυροὺς ἢ κριθὰς ἢ κατὰ ἀναλογίαν τὸ ὅμοιον ὂν τῇ χρήσει͵ ὡς ἐργαλεῖα
πάντα φίλους καὶ τέκνα καὶ γονεῖς καὶ ταμεῖα τοὺς ταμίας καὶ κίσται καὶ
θησαυροφυλάκια γυναῖκας καὶ οἰκονόμους. Ἱππικὸς ἀνὴρ στρατείαν αἰτῶν παρὰ τοῦ
βασιλέως ἔδοξε κληθεὶς πρός τινος ἐξελθεῖν τοῦ οἴκου ἔνθα ἦν καὶ καταβὰς δύο κλίμακας
λαβεῖν ἀπὸ τοῦ καλέσαντος στέφανον ἐλαϊνὸν τοιοῦτον οἷον ἐν πομπαῖς φοροῦσιν ἱππεῖς
Ρωμαίων. καὶ πάνυ μὲν εὔθυμος ἦν͵ ἐθάρρουν τε τῷ ὀνείρῳ καὶ οἱ περὶ αὐτόν· ἀπέτυχε
δὲ τῆς αἰτήσεως. ἔλαβε γὰρ τὸν στέφανον οὐκ ἀναβὰς ἀλλὰ καταβὰς τὰς κλίμακας͵ λέγομεν
δὲ τὰς προκοπὰς ἀναβάσεις͵ τὸ δ΄ ἐναντίον αὐταῖς καταβάσεις. ὁ δὲ στέφανος ἐποίησεν
αὐτὸν γῆμαι παρθένον διὰ τὴν δέσιν καὶ ὅτι παρθένου ἐλαία· παρθένου γάρ ἐστι θεᾶς.
τοῦτόν σοι τὸν ὄνειρον ὑπέγραψα͵ ἵνα μάθῃς ὅτι μὴ δεῖ ταῖς πρώταις φαντασίαις τῶν
ὀνείρων προσέχειν͵ ἀλλ΄ ὁμοῦ τῇ τάξει πάντων τῶν ὁραθέντων· οἱ γὰρ ἀπὸ μόνου τοῦ
στεφάνου κρίνοντες οὐ προσέχοντες τῇ καταβάσει ἔπταισαν πάντες.
4.29 Οἱ ἀπὸ γένους τὸ γένος ὅλον σημαίνουσι͵
μάλιστα παῖδες· καὶ γὰρ ὅ τι ἂν ἄλλο σημαίνωσιν͵ ἅμα καὶ τὴν γενεὰν δηλοῦσιν. οἷον
ἔδοξέ τις τὴν ἑαυτοῦ θυγατέρα κυρτὴν ἰδεῖν. ἀπέθανε τοῦ ἰδόντος ἡ ἀδελφὴ ὀρθῶς
καὶ κατὰ λόγον· ἦν γὰρ αὐτῷ τὸ γένος οὐχ ὑγιές.
4.30 Πάντα τὰ περιεκτικὰ ἡμῶν αὐτῶν τὸν
αὐτὸν ἔχει λόγον͵ ἱμάτιον οἰκία τεῖχος ναῦς καὶ τὰ ὅμοια. οἷον ξύλινον ἱμάτιον ἔδοξέ
τις περιβεβλῆσθαι. ἔτυχε πλέων καὶ ἐβραδυπλόησεν· ἦν γὰρ αὐτῷ ξύλινον ἱμάτιον ἡ
ναῦς. τὸ ἱμάτιόν τις ἔδοξε μέσον ἐρρωγέναι. συνετρίβη αὐτοῦ ἡ οἰκία· τὸ γὰρ
περιέχον αὐτὸν ἦν οὐχ ὑγιές. τὸν κέραμον τῆς οἰκίας ἔδοξέ τις ἀπολωλέναι. τὰ ἱμάτια
ἀπώλεσε· τὸ γὰρ σκέπον αὐτὸν οὐκέτι ἦν. τὸ τεῖχος ἔδοξέ τις διαρραγῆναι. ναύκληρος
ἦν καὶ τὰ ἀμφιμήτρια τῆς νεὼς ἔπεσε. [προσβάλλουσι γὰρ τῷ μὲν τείχει πολέμιοι τῷ
δὲ πλοίῳ θάλασσα καὶ χειμών.] πάντα δὲ ταῦτα καὶ πρὸς τὸ σῶμα τὴν ἀναφορὰν ἔχει.
ὁ γοῦν δόξας τὸ ἱμάτιον ἐρρωγὸς ἰδεῖν εἰκότως ἐτρώθη κατ΄ ἐκεῖνο τὸ μέρος͵ καθ΄
ὃ καὶ περιβληθέντος τοῦ ἱματίου ἡ ῥαγὰς ἦν· ὥσπερ γὰρ αὐτῷ τὸ ἱμάτιον͵ οὕτω καὶ
τῇ ψυχῇ αὐτοῦ τὸ σῶμα περιέκειτο. Ἅμα τοῖς ἄλλοις ἀποτελέσμασιν οἱ δοῦλοι καὶ
πρὸς τὸ σῶμα τῶν δεσποτῶν τὴν ἀναφορὰν ἔχουσιν. ὁ γοῦν δόξας τὸν οἰκέτην πυρέσσοντα
ἰδεῖν εἰκότως αὐτὸς ἐνόσησεν· ὃν γὰρ ἔχει λόγον ὁ οἰκέτης πρὸς τὸν ὁρῶντα͵ τὸν
αὐτὸν καὶ τὸ σῶμα πρὸς τὴν ψυχήν. ἔδοξέ τις ἵππου ὑποδήματα ὑποδεδέσθαι. ἐστρατεύσατο
καὶ ἐγένετο ἱππεύς· οὐδὲν γὰρ διέφερεν ἢ αὐτὸν ἢ τὸν βαστάζοντα ἵππον ὑποδεδέσθαι
τὰ ὑποδήματα. Πολλὰ τῶν ἀποβαινόντων καὶ εἰς τοὺς ὁμοίους καὶ εἰς τοὺς ἀφ΄ αἵματος
καὶ εἰς τοὺς ὁμωνύμους ἀποβαίνει. οἷον ἔδοξέ τις γυνὴ ἄνδρα ἔχουσα ἄλλῳ γαμεῖσθαι.
οὔτε δὲ ὁ ἀνὴρ ἐνόσει αὐτῆς͵ ἵνα αὐτὸν κατορύξασα δυνηθῇ ἄλλῳ γαμηθῆναι͵ οὔτε εἶχέ
τι ὃ πωλήσει͵ ἵν΄ ὥσπερ γαμουμένη ἄλλῳ συνάλλαγμα ποιήσηται͵ οὔτ΄ ἦν αὐτῇ θυγάτηρ
ὡραία γάμων͵ ἵνα ἐκείνην ἐκδῷ πρὸς γάμον καὶ οὕτω μὴ ἑαυτὴν ἀλλὰ τὴν θυγατέρα ἴδῃ
ἄλλῳ γαμουμένην͵ οὔτε αὐτὴ ἐνόσει͵ ἵνα ἀποθάνῃ͵ ἐπειδὴ καὶ γάμος καὶ θάνατος τὸν
αὐτὸν ἔχουσι λόγον͵ ὅτι τὰ παρακολουθοῦντα ἀμφοτέροις ἐστὶν ὅμοια· ἦν δὲ αὐτῇ ἀδελφὴ
ὁμώνυμος͵ καὶ ἔτυχε νοσοῦσα καὶ ἀπέθανε. καὶ τὸ αὐτῇ ἂν ἀποβάν͵ εἰ ἐνόσει͵ τοῦτο
τῇ ἀδελφῇ ὁμωνύμῳ οὔσῃ ἀπέβη.
4.31 Βασιλεὺς καὶ ναὸς καὶ στρατιώτης
καὶ ἐπιστολὴ βασιλέως καὶ ἀργύριον καὶ ὅσα ὅμοια τούτοις ὑπ΄ ἀλλήλων σημαίνεται.
ὁ Στρατόνικος ᾤετο τὸν βασιλέα λακτίζειν. προελθὼν εὗρε χρυσοῦν νόμισμα͵ ὃ ἔτυχε
πατήσας· οὐδὲν γὰρ διέφερεν ἢ τὸν βασιλέα ἢ τὴν εἰκόνα αὐτοῦ λακτίζειν ἢ πατεῖν.
ὁ Ζήνων ἔδοξεν ἑκατοντάρχης γεγονέναι͵ καὶ προελθὼν ἔλαβεν ἑκατὸν βασιλικὰς ἐπιστολάς.
Κρατῖνος ὁ ἡμέτερος ὄναρ λαβὼν ἀργύριον εἰσοδιάσθη ναοῦ βασιλικοῦ ἐγένετο. ἐργεπιστάτης
δόξας εἶναι Ζωΐλος ταμίας ἐγένετο ἀργυρίου βασιλικοῦ. Ὅ τι ἂν ἐκ τοῦ στόματος δῷ
ὁ βασιλεύς͵ δι΄ ἀποφάσεως ὠφελήσει τὸν λαβόντα. Χρύσιππος ὁ Κορίνθιος ἐκ τοῦ στόματος
τοῦ βασιλέως δύο λαβὼν ὀδόντας μιᾷ ἡμέρᾳ δυσὶν ἀποφάσεσιν ἐπὶ τοῦ βασιλέως
δικαζόμενος ἐνίκησεν.
4.32 Ὁ βίος διχῆ σοι νοείσθω͵ ποτὲ μὲν
ὡς οὐσία καὶ κτήματα ποτὲ δὲ ὡς αὐτὸ τὸ ζῆν. γυνὴ πλουσία κόρακας ἔδοξεν ἐπιστάντας
αὐτῇ τρεῖς ἀναιδῶς προσβλέπειν͵ ἕνα δὲ ἐξ αὐτῶν καὶ φωνὴν ῥήξαντα εἰπεῖν ἐγώ σε
ἔκβιον ποιήσω͵ καὶ τρὶς τοὺς κόρακας περιελθόντας αὐτὴν ἀποπτῆναι. αὕτη μετὰ ἐννέα
ἡμέρας ἀπέθανεν ὀρθῶς καὶ κατὰ λόγον· τὸ γὰρ ἔκβιόν σε ποιήσω ὅμοιον ἦν τῷ ἔξω
τοῦ βίου ποιήσω͵ τοῦτ΄ ἔστιν ἀποκτενῶ. τρὶς δὲ οἱ τρεῖς περιελθόντες τὰς ἐννέα ἐδήλουν
ἡμέρας.
4.33 Ὅσα λέγει τις ἄλλῳ μὴ ἀπὸ τέχνης
τῆς ἑαυτοῦ͵ εἰς αὐτὸν ἀποβαίνει· ὅσα δὲ ἀπὸ τέχνης͵ εἰς ἐκεῖνον βλέπει͵ οὐδαμῶς
δὲ εἰς αὐτὸν τὸν λέγοντα͵ ἀλλ΄ ὡς ἐπὶ τῶν βαναύσων τεχνῶν ὅσα ἔμαθέ τις εἰ ποιοίη
ἀγαθόν͵ οὕτω καὶ ἐπὶ τῶν λοιπῶν. ὅσα μὲν γὰρ ἰατροὶ νομικὰ ἢ μάντεις ἰατρικὰ ἢ
νομικοὶ μαντικὰ ἄλλῳ λέγουσι͵ ταῦτα εἰς αὐτοὺς τοὺς λέγοντας ἀποβαίνει· ὅσα δὲ
νομικοὶ νομικὰ ἢ ἰατροὶ ἰατρικὰ ἢ μάντεις μαντικὰ λέγουσι͵ ταῦτα ὡσπερεὶ
κατορθούντων ἐν ταῖς τέχναις διαλάμβανε. ἔδοξέν τις ἰατρὸς λέγειν τινὶ Ρωμαῖος ὢν
Ἑλληνίδα μὴ γάμει. γαμήσας αὐτὸς ὑπὸ τῆς γυναικὸς ἐβλάβη πολλά. Ὧν τις ἔχει χρείαν͵
τούτους χρὴ δοκεῖν εὐεργετεῖν ἢ μηδαμῶς γε βλάπτειν͵ ἐπεὶ οὐ χρήσεται τῇ ἐξ αὐτῶν
ὠφελείᾳ. Ἡρακλείδης ὁ Θυατειρηνὸς μέλλων ἀγωνίζεσθαι ἐν Ρώμῃ τὸν τῶν τραγῳδῶν ἀγῶνα
ἔδοξε τοὺς θεατὰς ἀποσφάττειν καὶ τοὺς κριτάς͵ καὶ ἐλείφθη· οὐ γὰρ ἄν τις τοὺς
φίλους ἀποκτείνειεν ἀλλὰ τοὺς ἐχθρούς. τρόπον οὖν τινα ἔλεγεν αὐτῷ τὸ ἐνύπνιον ἐχθροὺς
ἔσεσθαι τοὺς θεατὰς καὶ τοὺς κριτάς· ἄλλως τε καὶ οὐκ ἔμελλον αὐτῷ ἀποσφαγέντες
οἴσειν ψήφους. Ἀλέξανδρος ὁ φιλόσοφος ἔδοξε τὴν ἐπὶ θανάτῳ κατακεκρίσθαι καὶ
παραιτησάμενος μόλις ἀπολελύσθαι ἀπὸ τοῦ σταυροῦ· ἔμελε δὲ αὐτῷ ἅτε ἀνδρὶ ἀσκητῇ
οὔτε γάμου οὔτε κοινωνίας οὔτε πλούτου οὔτε τῶν ἄλλων ὅσα ὑπὸ σταυροῦ σημαίνεται.
τῇ ὑστεραίᾳ διενεχθεὶς πρός τινα Κυνικὸν ἐπλήγη τὴν κεφαλὴν ξύλῳ͵ καὶ τοῦτο ἦν ὅπερ
προηγόρευσεν αὐτῷ ἡ ψυχή͵ μέλλειν ξύλῳ μικροῦ δεῖν ἀποθανεῖσθαι. οὗτος ὁ ὄνειρος
διδάξει σε ζητεῖν τι καὶ πέρας τῶν ἐνδεχομένων ἀποβαίνειν. Ἡ τοῦ κναφέως γυνὴ δόξασα
μέλανα ἱμάτια ἔχειν καὶ καταγνωσθεῖσα μεταλαβεῖν λευκὰ τὸν υἱὸν ἀπώλεσε καὶ μετὰ
τρεῖς ἡμέρας εὗρεν αὐτόν. οὕτω τὰ λευκὰ τῶν μελάνων ἀμείνω. Ὁ ἐν Περγάμῳ δόξας
κλάσματα ἄρτων καὶ ἄρτους ὑγιεῖς χέζειν͵ ἐτραχηλοκοπήθη· ὥσπερ γὰρ οὐκ ἦν αὐτῷ
κεφαλὴ ἡ δυναμένη μασήσασθαι τοὺς ἄρτους.
4.34 Ἑστίαν ἐπὶ ξένης οἰκοδομεῖν μὴ
προῃρημένῳ γῆμαι ἢ κατοικῆσαι ἐκεῖ θάνατον μαντεύεται. ὁ Βιθυνὸς νεανίσκος ἐν Ρώμῃ
δόξας ἑστίαν οἰκοδομεῖν ἀπέθανε.
4.35 Τῶν δὲ συνθέτων ὀνείρων διελὼν τὰ
κεφάλαια κατὰ μόνας ἕκαστον κρῖνε. οἷον εἴ τις δόξειε πλέειν εἶτα τοῦ πλοίου ἐξελθὼν
ἐπὶ τῆς θαλάσσης περιπατεῖν͵ ἰδίᾳ μὲν τὸ πλέειν ἰδίᾳ δὲ τὸ ἐπὶ τῆς θαλάσσης
περιπατεῖν κρῖνε· ἔχεις δὲ τὸ μὲν πλέειν ἐν τῷ δευτέρῳ βιβλίῳ͵ τὸ δὲ ἐπὶ τῆς
θαλάσσης περιπατεῖν ἐν τῷ τρίτῳ͵ ὅθεν λάμβανε τὰς κρίσεις.
4.36 Οὐδὲν τῶν ἀκινήτων περὶ τὸ σῶμα
κείμενον ὠφελεῖ. ὁ ἐν Μαγνησίᾳ δόξας χάλκεα ἱμάτια περικεῖσθαι ὀρθῶς ἀπέθανεν. ἦν
γὰρ αὐτὸν τὰ περιέχοντα ἀκίνητα καὶ οἷα τοῖς ἀγάλμασι περιτίθεται. ταῦτα δὲ οὐ
ζῇ.
4.37 Ἀνδρόγυνον κωμῳδεῖν ἔδοξέ τις. ἐνόσησεν
αὐτῷ τὸ αἰδοῖον. γάλλους ὁρᾶν ἔδοξέ τις. ἐνόσησεν αὐτῷ τὸ αἰδοῖον. τὸ μὲν πρῶτον
διὰ τὸ ὄνομα οὕτως ἀπέβη͵ τὸ δὲ δεύτερον διὰ τὸ συμβεβηκὸς τοῖς ὁρωμένοις. καίτοι
καὶ τὸ κωμῳδεῖν οἶσθα ὃ σημαίνει καὶ τὸ γάλλους ὁρᾶν. μέμνησο δὲ ὅτι͵ εἴτε κωμῳδεῖν
εἴτε τραγῳδεῖν ὑπολάβοι τις καὶ μνημονεύοι͵ κατὰ τὴν ὑπόθεσιν τοῦ δράματος γίνεται
καὶ τὰ ἀποτελέσματα.
4.38 Τὰ τῷ χρώματι ὅμοια εἰς ταὐτὸν ἀποβαίνει.
Αἰθίοπά τις λαβὼν δῶρον μεθ΄ ἡμέραν ἀνθράκων πλῆρες ἐδέξατο ἀγγεῖον.
4.39 Αἱ περιοχαὶ τῶν μυστηρίων ὅμοια τὰ
ἀποτελέσματα ποιοῦσι καὶ ἐν χρόνῳ τοσούτῳ ὁρώμενα ἐν ὅσῳ τελεῖται τὰ μυστήρια.
γυνὴ ἔδοξε χορεύειν τῷ Διονύσῳ μεθυσθεῖσα. τὸ ἑαυτῆς παιδίον ἀπέκτεινεν ὂν
τριετές. καὶ γὰρ ὁ περὶ Πενθέα καὶ Ἀγαυὴν λόγος τοιοῦτος͵ καὶ τῷ θεῷ τριετηρίδες
ἄγονται ἑορταί.
4.40 Ὅτι τὸ ἐργάζεσθαι τῷ ζῆν τὸν αὐτὸν
ἔχει λόγον͵ παρακείσθω σοι ὅδε ὁ ὄνειρος. γυνὴ ἔδοξεν ἱστὸν ἐξυφαγκέναι. τῇ ὑστεραίᾳ
ἀπέθανεν· οὐκέτι γὰρ εἶχεν ἔργον͵ τοῦτ΄ ἔστιν οὐκέτι εἶχε τὸ ζῆν.
4.41 Οὔτε τὸ ἀπορρύπτεσθαι οὔτε τὸ
περικεχρῖσθαί τινι τὸ πρόσωπον ἀγαθόν· οὐκ ἀναμάρτητον γάρ φησιν εἶναι τὸν ἰδόντα.
ὁ Πάφιος νεανίσκος ἔδοξε κατακεχρῖσθαι τὸ πρόσωπον͵ ὥσπερ αἱ γυναῖκες͵ καὶ ἐν
θεάτρῳ καθέζεσθαι. μοιχεύων ἑάλω καὶ ἠσχημόνησεν. Ὅσα εἰς ἄλλο ἐστὶν εὔχρηστα͵
εἰς ἄλλο δαπανηθέντα ἄχρηστα γίνεται. ὁ Κρητικὸς ἔμπορος ἔδοξε τὸ πρόσωπον οἴνῳ
νίπτεσθαι͵ καὶ εἶπέ τις αὐτῷ τῶν περὶ ταῦτα δεινῶν ἐργάσει ἐκ τοῦ οἴνου καὶ τὰ
δάνεια τὰ σεαυτοῦ ἀπο πλυνεῖς. τὸ δὲ ἄρα ἦν οὐ τοιοῦτον͵ ἀλλ΄ ὁ οἶνος αὐτῷ διε
φθάρη· τὸ γὰρ ἀπόνιμμα ἄποτον καὶ ἄχρηστον εἰς τὸ λοιπόν.
4.42 Ἔτι κἀκεῖνο. ἔστι τινὰ τῶν ἐν τοῖς
ὀνείροις κόσμου ἕνεκεν θεωρούμενα͵ ἃ χρὴ καταλείπειν. ὥσπερ γὰρ εἴ τις εἰς οἶκον
εἰσίοι͵ πάντως καὶ τὴν παραστάδα καὶ τὴν φλιὰν καὶ τὸ ὑπέρθυρον βλέπει͵ ἀλλ΄ οὐ
διὰ ταῦτα εἴσεισιν͵ οὕτως οὐκ ἀπὸ τούτων τὴν κρίσιν ποιητέον͵ ἀλλ΄ ἀπ΄ αὐτοῦ τοῦ
οἴκου. ἔδοξέ τις τὴν ἑαυτοῦ γυναῖκα ἐπὶ πορνείου καθεζομένην ἐν ἱματίοις
πορφυροῖς ὁρᾶν͵ καὶ ἐποιησάμεθα τὴν κρίσιν οὐκ ἀπὸ τῶν ἱματίων οὐδὲ ἀπὸ τῆς καθέδρας
οὐδὲ ἀπ΄ ἄλλου τινὸς ἢ ἀπὸ τοῦ πορνείου μόνου. τελώνης ὁ ἰδὼν ἐγένετο· ἦν γὰρ αὐτῷ
ἡ ἐργασία ἄχρωμος͵ τέχνην δὲ ἢ πραγματείαν τοῦ ἰδόντος τὴν γυναῖκα νομίζομεν εἶναι.
ὥσπερ οὖν ἡ φύσις οὐ τοῦ ἀναγκαίου χάριν πάντα μόνου ποιεῖ ἀλλὰ καὶ τοῦ κόσμου͵
ὡς τὰς ἕλικας ἐν ταῖς ἀμπέλοις͵ οὕτω καὶ ἡ ψυχὴ πολλὰ ἕνεκεν κόσμου συνθεωρεῖ
καὶ πολλάκις ἀπὸ μέρους τὰ ὅλα δείκνυσιν. οἷον ἔδοξέ τις τῆς ἀδελφῆς τὰ ἱμάτια ἔχειν
καὶ περικεῖσθαι. ἐκληρονόμησε τὴν ἀδελφήν. Ὅτι τὸ φῶς τοῦ σκότους λυσιτελέστερον
τοῖς μὴ λανθάνειν βουλομένοις͵ ἐντεῦθεν ἂν μάθοις. Μένιππος ὁ Μάγνης
παγκρατιαστὴς οὐ πρὸ πολλοῦ τοῦ ἐν Ρώμῃ ἀγῶνος ἔδοξε παγκρατιάζοντος αὐτοῦ νύκτα
γεγονέναι. οὐ μόνον ἐλείφθη τὸν ἐν Ρώμῃ ἀγῶνα͵ ἀλλὰ καὶ πληγεὶς τὴν χεῖρα κατέλυσεν.
4.43 Ὅτι οὐκ ἐκφεύγουσι παντελῶς οἱ ὄνειροι
τὸν λόγον τῶν ἱστοριῶν͵ μάθοις ἂν ἐντεῦθεν. γυνὴ ἔδοξε τοὺς τοῦ Ἡρακλέους ἄθλους
τετελεκέναι͵ καὶ οὐκ εἰς μακρὰν ἐμπυρισμῷ περιληφθεῖσα ζῶσα ἐκαύθη. φασὶ γὰρ καὶ
τὸν Ἡρακλέα πυρὶ διαφθαρῆναι τὸ σῶμα. ὅτε μέντοι δεῖ προσέχειν ἱστορίαις καὶ ὅτε
μή͵ ἐπὰν κατὰ τοῦτο τοῦ λόγου γένωμαι͵ διδάξω σε.
4.44 Ἔτι καὶ τοῦτο. καταφρονεῖν οὔτε ἰδιώτου
ἑνὸς ἢ πολλῶν οὔτε δήμου συμφέρει ὥσπερ οὐδὲ τὸ καταφρονεῖσθαι͵ λέγω δὲ τὸ
καταφρονοῦντος ἔργα πάσχειν ἢ δρᾶν [εἰ μὴ μόνοις τοῖς ἄρχειν δυναμένοις]. ἔδοξέ
τις ἀναστειλαμένην τὴν γυναῖκα ἐπιδεικνύειν αὐτῷ τὸ αἰδοῖον. πολλῶν κακῶν αἰτία
ἐγένετο αὐτῷ ἡ γυνή· ὥσπερ γὰρ εὐκαταφρονήτῳ ἀνεστείλατο. ἔδοξέ τις ἐν συμβιώσει
καὶ φρατρίᾳ τοῖς συμβιώταις ἀναστειλάμενος ἑκάστῳ προσουρεῖν. ἀπηλάθη τῆς φρατρίας
ὡς ἄτιμος· εἰκὸς γὰρ τοὺς οὕτω παροινοῦντας μισεῖσθαί τε καὶ ἀπελαύνεσθαι. ἔδοξέ
τις ἐν θεάτρῳ μέσῳ οὐρεῖν τοῦ ὄχλου καθεζομένου. παρενόμησεν εἰκότως· τῶν γὰρ ἀρχόντων
νόμων ὥσπερ καὶ τῶν θεατῶν κατε φρόνησε. τούς γε μὴν ἄρχοντας οὐδὲν κωλύει δοκεῖν
τῶν ὑποτεταγμένων καταφρονεῖν.
4.45 Περὶ ἰατρῶν ὅτι πᾶσι τοῖς εὐεργέταις
καὶ τοῖς ἀμύνουσι τὸν αὐτὸν ἔχουσι λόγον͵ εἴπομεν καὶ ἐν τῷ δευτέρῳ βιβλίῳ καὶ
νῦν δὲ πιστώσομαί σοι τὸ δόγμα καὶ δι΄ ἀποβάσεως ὀνείρου. δίκην τις ἔχων ἔδοξε
νοσεῖν καὶ ἰατροὺς οὐκ ἔχειν. συνέβη αὐτῷ καταλειφθῆναι ὑπὸ τῶν συνηγόρων· ἡ μὲν
γὰρ νόσος τὴν δίκην ἐδήλου· κρίνεσθαι γὰρ ἀμφοτέρους φαμὲν καὶ τοὺς δικαζομένους
καὶ τοὺς νοσοῦντας. οἱ δὲ ἰατροὶ τοὺς συνηγόρους ἐδήλουν.
4.46 Ἔτι καὶ τοῦτο. μέμνησο ὅτι τὰ μὴ ἐν
τόπῳ οἰκείῳ βλεπόμενα τὸ ἐναντίον τῷ σημαινομένῳ προαγορεύει. οἷον ἔδοξέ τις ἄνδρα
φίλον καὶ συνήθη͵ οὗ τὴν θυγατέρα ἐμοίχευεν͵ ἀποστεῖλαι αὐτῷ ἵππον͵ τὸν δὲ ἱπποκόμον
δύο κλίμακας ἀναγαγόντα τὸν ἵππον εἰς τὸν κοιτωνίσκον εἰσαγαγεῖν͵ ἔνθα ἦν αὐτὸς
κατακείμενος͵ καὶ μετ΄ οὐ πολὺ ἀπείρχθη τῆς πρὸς τὴν ἐρωμένην ὁδοῦ· ὁ μὲν γὰρ ἵππος
τὴν γυναῖκα ἐσήμαινεν͵ ὁ δὲ τόπος τὸ μὴ παραμεῖναι͵ ὅτι μὴ δυνατὸν ἦν ἐπὶ τριστέγης
γενέσθαι ἵππον.
4.47 Ὅσα τεράστια ἐστὶ καὶ οὐδαμῶς ἐνδεχόμενα
γενέσθαι͵ ὡς Ἱπποκένταυρος καὶ Σκύλλα͵ ψευδεῖς τὰς προσδοκίας ἔσεσθαι σημαίνει͵
ὡς ἐν τῷ δευτέρῳ βιβλίῳ προείρηκα. ἐνίοτε μέντοι τὰς μὲν ἐλπίδας οὐ τελειοῖ͵ τὰς
δὲ ὑποθέσεις τῶν πραγμάτων ταῖς περιοχαῖς ὁμοίας ποιεῖ. ἔδοξέ τις ἀνὴρ ἐπιθυμῶν
παῖδας αὐτῷ γενέσθαι καὶ τὴν γυναῖκα κυοῦσαν ἔχων͵ Ἱπποκένταυρον αὐτῷ γεγεννῆσθαι.
δίδυμα αὐτῷ ἐγεννήθη βρέφη· δύο γὰρ σώματα τοῦ Ἱπποκεν ταύρου. ἀλλ΄ οὐδέτερον τῶν
παιδίων ἐτράφη· οὐδαμῶς γὰρ ἐνδέχεται Ἱπποκένταυρον γενέσθαι· εἰ δὲ καὶ γένοιτο͵
ἀδύνατον τὸ τραφῆναι. Ὅσαι τῶν ἱστοριῶν διπλοῦν ἔχουσι λόγον͵ τῶν μὲν ὡς οὕτως ἔχουσι
λεγόντων͵ τῶν δὲ ὡς ἄλλως͵ τούτων ὁποτέρᾳ ἂν ἀκολουθήσῃς δόξῃ ὡς [ὁμοίως] ἀποβησομένῃ͵
ὀρθῶς ποιήσεις͵ κἂν μὴ ἐπιτύχῃς· ἄμεινον δὲ ἀμφοτέρας τὰς δόξας εἰδέναι τε καὶ
λέγειν. οἷον [ὁ παρὰ τοῦ Αἰγυπτίου λεχθεὶς ὄνειρος] ἔδοξέ τις τὸν φοίνικα τὸ ὄρνεον
ζωγραφεῖν. εἶπεν Αἰγύπτιος ὅτι ὁ ἰδὼν τὸν ὄνειρον εἰς τοσοῦτον ἧκε πενίας ὥστε
τὸν πατέρα ἀποθανόντα δι΄ ἀπορίαν πολλὴν αὐτὸς ὑποδὺς ἐβάστασε καὶ ἐξεκόμισε·
καὶ γὰρ ὁ φοίνιξ [τὸ ὄρνεον] τὸν ἑαυτοῦ πατέρα καταθάπτει. εἰ μὲν οὖν οὕτως ἀπέβη
ὁ ὄνειρος͵ οὐκ οἶδα͵ ἀλλ΄ οὖν γε ἐκεῖνος οὕτω διηγεῖτο͵ καὶ κατὰ τοῦτο τῆς ἱστορίας
εἰκὸς ἦν ἀποβεβηκέναι. λέγουσι δὲ ἔνιοι ὅτι ὁ φοίνιξ οὐ τὸν πατέρα καταθάπτει οὐδὲ
ὅλως ἐστὶν αὐτῷ περιὼν πατὴρ οὐδὲ ἄλλος τις τῶν προγόνων͵ ἀλλ΄ ὅταν αὐτὸν τὸ
μοιρίδιον ἄγῃ͵ ἔρχεται εἰς Αἴγυπτον ὅθεν οὐκ ἴσασιν ἄνθρωποι͵ καὶ αὐτὸς ἑαυτῷ
ποιησάμενος ἐκ κασίας τε καὶ σμύρνης πυρὰν ἐναποθνήσκει. καυθείσης δὲ τῆς πυρᾶς
μετὰ χρόνον ἐκ τῆς σποδοῦ σκώληκα λέγουσι γεννᾶσθαι͵ ὅντινα μεταβάλλειν αὐξανόμενον
καὶ γίνεσθαι πάλιν φοίνικα καὶ ἀφίπτασθαι Αἰγύπτου ἐκεῖσε ὅθεν ἧκεν ὁ πρὸ αὐτοῦ
φοίνιξ. ὥστε εἰ καὶ τῶν γονέων ἔρημόν τις εἴποι γενέσθαι τὸν ἰδόντα τὸν ὄνειρον͵
κατὰ τοῦτο τῆς ἱστορίας οὐκ ἀποτεύξεται. μέμνησο δὲ ὅτι τῶν ἱστοριῶν μόναις σοι
προσεκτέον ταῖς πάνυ πεπιστευμέναις ἐκ πολλῶν καὶ μεγάλων τεκμηρίων ὅτι εἰσὶν ἀληθεῖς͵
ὡς τῷ πολέμῳ τῷ Περσικῷ καὶ ἐπάνωθεν τῷ Τρωικῷ καὶ τοῖς ὁμοίοις. τούτων γὰρ καὶ
ἐναυλίσματα δείκνυται καὶ τόποι παρατάξεων καὶ στρατοπέδων καθιδρύσεις καὶ πόλεων
κτίσεις καὶ βωμῶν ἀναστάσεις καὶ ὅσα ἄλλα τούτοις ἀκόλουθα. ὅταν οὖν τοιοῦτον ἴδῃ
τις͵ πάντως ὅμοιόν τι αὐτῷ ἀποβήσεται. ἔτι καὶ τῶν ἱστοριῶν χρὴ προσέχειν ταῖς
πολυθρυλήτοις καὶ ταῖς πρὸς τῶν πλείστων πεπιστευμέναις͵ οἷα τὰ περὶ τὸν Προμηθέα
καὶ τὴν Νιόβην καὶ τῶν τραγῳδουμένων ἕκαστον· ταῦτα γὰρ εἰ καὶ μὴ οὕτως ἔχοι͵ ἀλλ΄
οὖν γε διὰ τὸ προειλῆφθαι πρὸς τῶν πλείστων ὁμοίως ταῖς περιοχαῖς ἀποβαίνει. ὅσα
δὲ παντελῶς ἐξίτηλα καὶ φλυαρίας καὶ λήρου μεστά͵ ὡς τὰ περὶ τὴν γιγαντομαχίαν
καὶ τοὺς Σπαρτοὺς τούς τε ἐν Θήβαις καὶ τοὺς ἐν Κόλχοις καὶ τὰ ὅμοια͵ ἤτοι τέλεον
οὐκ ἀποβήσεται ἢ κατὰ τὸν ἔμπροσθεν λόγον πᾶσαν ἀθετεῖ καὶ περιγράφει προσδοκίαν͵
καὶ ματαίας ὑπαγορεύει καὶ κενὰς τὰς ἐλπίδας͵ εἰ μή τι ἄρα τῶν μυθικῶν τούτων
φυσικὴν ἐπιδέχοιτο τὴν ἐξήγησιν. οἷον ἔδοξέ τις Ἐνδυμίων γεγονέναι καὶ ὑπὸ τῆς
Σελήνης ἐρᾶσθαι. συνέβη αὐτῷ πολλή τις εὔκλεια καὶ πορισμὸς οὐκ ὀλίγος ἐκπονήσαντι
μαντικὴν τὴν δι΄ ἄστρων· καὶ γὰρ τὸν Ἐνδυμίωνα λόγος ἔχει πρὸς μὲν τῶν πολλῶν ὑπὸ
τῆς Σελή νης φιληθέντα συνεῖναι αὐτῇ͵ πρὸς δὲ τῶν τὰ τοιαῦτα ἐξη γουμένων ἀστρολογίᾳ
μάλιστα πάντων ἀνθρώπων προσέχοντα καὶ νύκτωρ διαγρυπνοῦντα δόξαι τῇ σελήνῃ ὁμιλεῖν.
4.48 Ὅ τι δ΄ ἄν τις ἴδῃ ὅμοιον ἢ
συγγενὲς ἢ οἰκεῖον͵ τοῦτο ἅμα τῷ οἰκείῳ καὶ συγγενεῖ βλεπόμενον ἧττον ἂν εἴη
πονηρόν. οἷον ἔδοξέ τις πίθον ἔχων οἴνου μεστὸν ἄμπελον ἐκ τοῦ πίθου πεφυκέναι.
ἔστι δὲ καὶ παρὰ Φοίβῳ τῷ Ἀντιοχεῖ ὄνειρος τοιοῦτος. ἔδοξέ τις πίθον ἔχων οἴνου
πλέων ἐκ τοῦ πίθου ἐλαίαν πεφυκέναι. καί φησιν ὁ Φοῖβος ὅτι πάντες οἱ πιόντες
τοῦ οἴνου ἀπέθανον ἐχίδνης ἐναπο θανούσης τῷ οἴνῳ. τῷ δὲ δόξαντι ἐκ τοῦ πίθου ὁμοίως
ἄμπελον πεφυκέναι ἦν μὲν καὶ τούτῳ ἐν τῷ πίθῳ ἔχιδνα νεκρὰ καὶ ὁ οἶνος ὁμοίως
διέφθαρτο͵ οὐ μὴν ἔπιόν γέ τινες οὐδὲ ἀπέθανον· δόξαν γὰρ αὐτοῖς διυλίσαι πρότερον
τὸν οἶνον ὡς αὖθις πιομένοις͵ μαθόντες τὸ συμβεβηκὸς [εὑρόν τες δὲ τὰ θηρίου ὀστᾶ]
ἐξέχεαν τὸν οἶνον. ἦν δὲ εἰκὸς τούτους μὴ ἀποθανεῖν [οὐ γὰρ εἴ τι ἄμπελος τοῦτο
καὶ οἶνος ὅθεν ἄποτος ἐγένετο ὁ οἶνος]· ἐπεὶ γὰρ οἰκεία ἡ ἄμπελος τῷ ἐν τῷ πίθῳ
ὑγρῷ͵ ἧττον ἐγένετο ὁ ὄνειρος πονηρός [διὸ καὶ οὐκ ἀπέθανον].