Αρτεμίδωρος: Ονειροκριτικά Βιβλίο 4ον β'συνέχεια


4.49 Πᾶσα ἐπὶ τὸ βέλτιον μεταβολὴ ἀγαθὴ πλουσίοις͵ καὶ ἐάν τις εἰς θεὸν μεταβάλῃ· δεῖ δὲ μηδὲν ἐνδεὲς ἔχειν. οἷον ἔδοξέ τις ῞Ηλιος γεγονέναι καὶ διὰ τῆς ἀγορᾶς διέρχεσθαι ἔχων ἀκτῖνας ἕνδεκα· στρατηγὸς ἀπεδείχθη τῆς ἑαυτοῦ πόλεως καὶ μῆνας ἕνδεκα ἐπιζήσας τῇ ἀρχῇ ἀπέθανε διὰ τὸ μὴ τέλειον ἔχειν τῶν ἀκτίνων τὸν ἀριθμόν. πολλὰ δὲ καὶ οἱ τόποι παρ΄ ἑαυτῶν εἰσφέρουσι ταῖς ἀποβάσεσιν. οἷον ἔδοξέ τις ἐσταυρῶσθαι͵ σημαίνοντος τοῦ δοκεῖν ἐσταυρῶσθαι δόξαν καὶ εὐπορίαν· δόξαν μὲν διὰ τὸ ὑψηλότατον εἶναι τὸν ἐσταυρωμένον͵ εὐπορίαν δὲ διὰ τὸ πολλοὺς τρέφειν οἰωνούς. ὁ Μένανδρος ἐν Ἑλλάδι ἔδοξεν ἐσταυρῶσθαι ἔμπροσθεν ἱεροῦ Διὸς Πολιέως͵ καὶ ἱερεὺς ἀποδειχθεὶς αὐτοῦ ἐκείνου τοῦ θεοῦ λαμπρότερός τε καὶ εὐπορώτερος ἐγένετο.

4.50 Ἔτι καὶ τοῦτο. οἱ φίλοι ἅμα τοῖς ἐχθροῖς ἀναστρεφόμενοι καὶ συναγελαζόμενοι τοῖς ἐχθροῖς εἰς ἔχθραν τῷ ἰδόντι καθίστανται. ὁ Φιλῖνος ἔδοξε τῶν ἑταίρων αὐτοῦ τινα ἅμα τοῖς ἐχθροῖς μέλλειν ἀποδημεῖν͵ καὶ εἰς ἔχθραν κατέστη τῷ ἑταίρῳ διά τινας αἰτίας [ἄλλας] οὐδὲν προσηκούσας τοῖς ἐχθροῖς.

4.51 Τὰ ἡμιτελῆ τῶν ἔργων ἀπραξίαν σημαίνει τελείαν καὶ οὐδὲ τὰς ἀρχὰς παρέχει. ὁ Κίλιξ ἀδελφοῦ κλῆρον ἀπὸ τοῦ βασιλέως αἰτῶν ἔδοξε πρόβατον κείρειν μέχρις ἡμισείας͵ καὶ τοῦ πόκου λαβεῖν [τὸ πλεῖστον] τὸ περισσὸν οὐ δυνάμενος διυπνίσθη. καὶ προσδοκία μὲν ἦν αὐτῷ τὸ ἥμισυ τοῦ κλήρου λήψεσθαι͵ ἔλαβε δὲ οὐδέν.

4.52 Ὅσοι τῶν στεφάνων ἀγαθόν τι σημαίνουσιν͵ οὗτοι μὴ περὶ τῇ κεφαλῇ ὄντες ἀλλὰ περί τινι ἄλλῳ μέρει τοῦ σώματος πρὸς τῷ μηδὲν ἀγαθὸν σημαίνειν προσέτι καὶ κακοὶ γίνονται. ὁ Ζωίλος εἰς Ὀλύμπια ἀναγαγὼν παῖδας ἰδίους ἀγωνισομένους τὸν μὲν πάλην τὸν δὲ παγκράτιον ἔδοξεν ἐστεφανῶσθαι τὰ σφυρὰ αὐτῶν ἐλαίᾳ καὶ κοτίνῳ. καὶ σφόδρα μὲν ἦν εὔθυμος ὡς ἱερῶν ὄντων καὶ ἐπινικίων τῶν στεφάνων καὶ Ὀλυμπίασι διδομένων͵ ἀπέθανον δὲ αὐτῷ οἱ παῖδες πρὸ τοῦ ἀγῶνος· οἱ γὰρ περὶ τοῖς σφυροῖς στέφανοι οὐ πολὺ τῆς γῆς ἀπεῖχον.

4.53 Ὅσα ἡ θάλασσα σημαίνει καὶ τὰ περὶ τὴν θάλασσαν͵ λιμένες καὶ σκόπελοι καὶ ὑποδρομαὶ καὶ αἰγιαλοὶ καὶ πλοῖα καὶ αὐτὸ τὸ πλέειν͵ ἐν τῷ δευτέρῳ βιβλίῳ προακήκοας· ὅμως δέ τι καὶ νῦν εἰρήσεταί σοι τοιοῦτον ἀποβεβηκός. ἔδοξέ τις εἰς θάλασσαν πεσὼν καταφέρεσθαι εἰς τὸν βυθὸν καὶ δι΄ αἰσθήσεως ἔχειν ἐπὶ πολὺ καταφερόμενος͵ καὶ τέλος ὑπὸ [αὐτοῦ] τοῦ δέους ἀφυπνίσθη. γήμας ἑταίραν ἅμα αὐτῇ μετανέστη καὶ τὸ πολὺ τοῦ βίου διέτριψεν ἐπὶ ξένης. τούτων τὰς αἰτίας περισσὸν λέγειν.

4.54 Ὅσα συνεχῶς περί τι μέρος τοῦ σώματός ἐστι͵ ταῦτα τὸν αὐτὸν τοῖς πεφυκόσιν ἔχει λόγον. οἷον ἔδοξέ τις ξύλα ἔχειν ἐκ τῶν δακτύλων πεφυκότα. καὶ πάλιν ἔδοξέ τις ἔρια ἔχειν ἐκ τοῦ στήθους πεφυκότα καὶ τοῦ μεταφρένου. καὶ ὁ μὲν ἐγένετο κυβερνήτης͵ ὁ δὲ φθισικός· τῷ μὲν γὰρ ἀεὶ ξύλα ἦν διὰ χειρῶν τὰ τῶν πηδαλίων͵ τῷ δὲ ἀεὶ ἔρια περὶ τῷ θώρακι διὰ τὴν νόσον.

4.55 Ἔτι καὶ τοῦτο. πολλὰ παρὰ τὸ πλῆθος ἀποβαίνει καὶ πάλιν παρὰ τὸ μέγεθος. παρὰ μὲν τὸ πλῆθος͵ ὡς ἐπὶ κρομμύων͵ ἃ εἴ τις νοσῶν δόξειεν ἐσθίειν͵ εἰ μὲν πολλά͵ ἀναστήσεται͵ ἄλλον δέ τινα πενθήσει· εἰ δὲ ὀλίγα͵ τεθνήξε ται· δακρύουσι μὲν γὰρ οἱ τὰ κρόμμυα ἐσθίοντες͵ δακρύουσι δὲ καὶ οἱ ἀποθνήσκοντες· οὐ γὰρ ἄνευ δακρύων τις ἀπέθανεν. ἀλλ΄ ὀλίγα οὗτοι δακρύουσιν͵ ὡς ἔστιν ὅτε καὶ τοὺς πλησίον λαθεῖν͵ μόνον νοτισθέντων τῶν βλεφάρων· οἱ δὲ πενθοῦντες πολλά· καὶ γὰρ ἐπὶ πολὺ δακρύουσι. παρὰ δὲ τὸ μέγεθος͵ ὡς ἐπὶ αἰγῶν καὶ ἐρίφων. αἶγας μὲν γὰρ οὔτε λευκὰς οὔτε μελαίνας ἰδεῖν ἀγαθὸν πλὴν αἰπόλου· ἔριφοι δὲ πάντες ἀγαθοί. ταὐτὰ δέ σοι ἐπὶ πάντων ὀνείρων τηρείσθω νῦν εἰς ὑπόδειγμα ἐπὶ τούτων μόνων εἰρημένα. ἔνια δὲ τὸν αὐτὸν ἔχει λόγον καὶ ἐν πλήθει καὶ ἐν μεγέθει καὶ ἐν ὀλιγότητι καὶ ἐν σμικρότητι͵ ὡς πρόβατα· ταῦτα γὰρ καὶ πολλὰ καὶ ὀλίγα καὶ καθ΄ ἓν ὁραθέντα τὸν αὐτὸν ἔχει λόγον.

4.56 Χρὴ δέ σε καὶ τὰ ἤθη τῶν ζῴων ἀντιπαραβάλλειν τοῖς ἤθεσι τοῖς ἀνθρωπίνοις καὶ τὴν γνώμην καὶ τὴν προαίρεσιν ἑκάστου κατὰ τὸ ὅμοιον σκοπεῖν. οἷον τὰ μεγαλό φρονα καὶ [τὰ] ἐλευθέρια καὶ πραγματικὰ καὶ φοβερὰ τοιούτους ἀνθρώπους προαγορεύει͵ οἷον λέων τίγρις πάρδαλις ἐλέφας ἀετὸς ἅρπη. καὶ τὰ βίαια καὶ τραχέα καὶ δυσσύμβολα ὁμοίους προαγορεύει ἀνθρώπους͵ ὡς σύαγρος καὶ ἄρκτος. καὶ τὰ δειλὰ καὶ δρομικὰ καὶ ἀνελεύθερα δειλοὺς ἢ δραπέτας παρίστησιν͵ ὡς ἔλαφος λαγὼς κύων. τὰ δὲ νωθῆ καὶ ἄπρακτα καὶ πανοῦργα͵ ὡς ὕαινα͵ νωθεῖς καὶ ἀπράκτους͵ πολλάκις δὲ καὶ φαρμακοὺς παρίστησι. καὶ τῶν ἰοβόλων τὰ φοβερὰ καὶ ἰσχυρὰ καὶ δυνατὰ μεγάλους ἄνδρας παρίστησιν͵ ὡς δράκων βασιλίσκος δρυίνας. τὰ δὲ πολὺν ἰὸν ἔχοντα πλουσίους ἄνδρας τε καὶ γυναῖκας͵ ὡς ἀσπὶς ἔχιδνα σήψ. τὰ δὲ μείζονα τὴν φαντασίαν τῆς δυνάμεως ἔχοντα ἀλαζόνας καὶ ἀνυποστάτους ἀνθρώπους͵ ὡς παρείας φύσαλος τυφλίνης. τὰ δὲ μικρά͵ ὡς φαλάγγια καὶ ὕδροι καὶ σαυροί͵ μικροὺς μὲν καὶ εὐκα ταφρονήτους͵ ἱκανοὺς δὲ κακῶς διαθεῖναι παρίστησιν ἀνθρώπους. τὰ δὲ ἁρπάζοντα φανερῶς λῃστὰς καὶ ἅρπαγας͵ ὡς ἱέραξ καὶ λύκος. τὰ δὲ ἁρπάζοντα μέν͵ οὐ φανερῶς δέ͵ ἐπιβούλους͵ ὡς ἰκτῖνος καὶ ἀλώπηξ. τὰ δὲ εὔμορφα καὶ χαρίεντα φιλοκάλους͵ ὡς ψιττακὸς καὶ πέρδιξ καὶ ταώς. τὰ δὲ μουσικὰ καὶ ἡδύφωνα φιλολόγους καὶ μουσικοὺς καὶ εὐφώνους͵ ὡς χελιδὼν καὶ ἀηδὼν καὶ βασιλίσκος καὶ τὰ ὅμοια. τὰ δὲ μιμητικὰ γόητας καὶ πανούργους͵ ὡς πίθηκος καὶ κόσσυφος καὶ κίσσα. τὰ δὲ ποικίλα καὶ κατάστικτα͵ ὡς πάρδαλις͵ οὐχ ἁπλοῦς τὸ νόημα͵ πολλάκις δὲ καὶ ἐστιγμένους. τὰ δὲ ἐργατικὰ καὶ ταλαίπωρα ἐργάτας καὶ ὑποτεταγμένους͵ ὡς ὄνοι καὶ βόες ἐργάται. τὰ δὲ ἐργατικὰ μὲν ἀνυπότακτα δὲ τοὺς ἀφηνιάζοντας καὶ ἀγερώχους͵ ὡς ταῦροι καὶ βοῦς ἀγελαῖαι καὶ ἵπποι φορβάδες καὶ ὄναγροι. τὰ δὲ συναγελαζόμενα κοινωνικοὺς καὶ συναγελαστικοὺς ἀνθρώπους͵ ὅθεν καὶ πρὸς κοινωνίαν ἐστὶ σύμφορα͵ ὡς πελαργοὶ καὶ γέρανοι καὶ ψᾶρες καὶ κολοιοὶ καὶ περιστεραί. τούτων δὲ ἔνια καὶ χειμῶνας προαγορεύει͵ ὡς κολοιοὶ καὶ ψᾶρες͵ καὶ λῃστὰς καὶ πολεμίους͵ ὡς γέρανοι καὶ πελαργοί. τὰ δὲ νεκροῖς ἐφεδρεύοντα καὶ μηδὲν θηρεύοντα ἀργοὺς καὶ νωθεῖς ἀνθρώπους ἢ νεκροστόλους ἢ ἐνταφιοπώλας ἢ βυρσέας ἢ ἀπεληλαμένους πόλεως͵ ὡς γῦπες. τὰ δὲ νυκτερινὰ καὶ μηδὲν ἐν ἡμέρᾳ πράσσοντα μοιχοὺς ἢ κλέπτας ἢ νυκτερινὴν ἔχοντας τὴν ἐργασίαν͵ ὡς γλαῦξ καὶ νυκτι κόραξ καὶ αἰγωλιὸς καὶ τὰ ὅμοια. τὰ δὲ πολλαῖς χρώμενα φωναῖς πολυγλώσσους ἢ πολυΐστορας͵ ὡς κόραξ καὶ κορώνη καὶ κίσσα καὶ τὰ ὅμοια. τὰ δὲ φιλόχωρα τοὺς πλησίον οἰκοῦντας καὶ τοὺς ἐγγὺς θυρῶν͵ ὡς χελιδὼν καὶ λαγώς. ταῦτα δὲ καὶ τοὺς δραπέτας εἰς τὴν οἰκείαν πορεύεσθαι σημαίνει φύσει ὄντας ἐλευθέρους. μέμνησο δὲ ὅτι ὁπόσα τῶν ζῴων ταὐτὰ εἰς πολλὰ δύναται κρίνεσθαι͵ ταῦτα κριτέον. οἷον πάρδαλις καὶ μεγαλόφρονα σημαίνει διὰ τὰ ἤθη καὶ ποικίλον διὰ τὸ χρῶμα͵ ὁμοίως καὶ πέρδιξ εὔμορφον καὶ πανοῦγρον. καὶ τὸ ὅλον ἔχων τὰ ὑποδείγματα περί τε αὐτῶν τούτων καὶ τῶν μὴ κατηριθμημένων ἐνθάδε ἢ ἐν τοῖς πρώτοις βιβλίοις ποιοῦ τὸν λόγον. ἔτι καὶ τοῦτο. ὅσα τῶν ζῴων θεοῖς τισιν ἀνάκειται͵ τοὺς θεοὺς αὐτοὺς ἐκείνους σημαίνει. κοινῇ δὲ πάντα͵ τὰ μὲν ἥμερα καὶ σύντροφα πρὸς τοὺς οἰκείους λάμβανε͵ τὰ δὲ ἄγρια πρὸς τοὺς ἐχθροὺς ἢ πρὸς νόσον ἢ πρὸς καιρὸν ἀηδῆ καὶ κακοπραγίαν· ὥσπερ γὰρ τὰ θηρία βλάπτει τοὺς ἀνθρώπους͵ οὕτω καὶ οἱ ἐχθροὶ καὶ αἱ νόσοι καὶ αἱ κακοπραγίαι. τὰ μὲν οὖν ἥμερα ζῷα ἀγαθὸν ἔχειν καὶ ἐρρωμένα ὁρᾶν καὶ κρατούμενα ὑφ΄ ἡμῶν αὐτῶν καὶ μὴ ὑπὸ τῶν ἐχθρῶν [ἢ ὑπὸ θηρίων] τὰ δὲ ἄγρια καὶ ἀποθνήσκοντα καὶ μὴ χειρούμενα ὑφ΄ ἡμῶν ἀγαθὰ ἂν εἴη καὶ κρατούμενα ὑπὸ τῶν ἡμέρων καὶ συντρόφων ἡμῖν ζῴων· ὑπὸ δὲ τῶν ἐχθρῶν κρατούμενα ἢ ὑπέρτερα τῶν ἡμέρων γινόμενα καὶ διατιθέμενά τι πονηρόν͵ ἄτοπα ἂν εἴη καὶ σκαιὰ πάντα.

4.57 Περὶ δένδρων δὲ καὶ φυτῶν κατ΄ εἶδος ἐν τῷ περὶ γεωργίας λόγῳ ἐν τῷ δευτέρῳ βιβλίῳ ἠκρίβωται. μέμνησο δὲ ὅτι τὸν αὐτὸν ἔχει λόγον τοῖς καρποῖς τὰ δένδρα καὶ τοῖς θεοῖς͵ ὧν ἕκαστόν ἐστιν ἱερόν. κοινῇ δὲ πάντα τὰ ἔγκαρπα τῶν ἀγρίων βελτίονα καὶ τῶν ἐγκάρπων τὰ μὴ φυλλορροοῦντα πλὴν ἐλαίας καὶ δάφνης· τούτων γὰρ ἐπὶ τῶν νοσούντων ἡ μὲν ἐλαία θανατηφόρος οὖσα τετήρηται αὐτή τε καὶ ὁ καρπὸς αὐτῆς καὶ τὰ φύλλα͵ δάφνη δὲ σωτήριος. καὶ γὰρ εἰκός· τοῖς γὰρ ἀποθανοῦσιν ἐλαίας μὲν συνεκφέρουσιν͵ δάφνας δὲ οὐδαμῶς. τὰ δὲ ἄκαρπα χείρω χωρὶς τῶν ἐχόντων ἐξ αὐτῶν ἢ δι΄ αὐτῶν τὴν ἐργασίαν. καὶ τὰ πολυχρόνια ἐν μὲν ταῖς προθεσμίαις παρολκῆς ἐστι σημεῖα͵ ἐν δὲ ταῖς νόσοις σωτήρια γίνεται· τὰ δὲ ἄλλα τῶν ἀποτελεσμάτων βράδιον ἐπάγει. ὁμοίως καὶ τὰ βραδὺ φυόμενα καὶ αὐξανόμενα· τὰ δὲ ἐναντία τούτοις τῶν ἐναντίων ἐστὶ σημαντικά. ἄκανθαι δὲ καὶ σκόλοπες καὶ παλίουροι καὶ βάτοι πρὸς μὲν ἀσφάλειαν ἐπιτήδεια πάντα διὰ τὸ φραγμοὶ γίνεσθαι καὶ ἕρκη χωρίων͵ πρὸς δὲ τὰς ἐκπλοκὰς οὐ πάνυ τι ἐπιτήδεια διὰ τὸ καθεκτικόν. τελώναις δὲ καὶ καπήλοις καὶ λῃσταῖς καὶ ζυγοκρούσταις καὶ παραλογισταῖς ἀνθρώποις ἐπιτηδειότερα τῶν ἄλλων γίνεται διὰ τὸ βίᾳ τὰ ἀλλότρια καὶ μὴ βουλομένων ἀπο σπᾶν.

4.58 Ἔτι καὶ ἀπὸ τῶν σκευῶν καὶ ἐργαλείων οὐ μόνον τὰς τέχνας καὶ τὰς ἀπὸ τῶν τεχνῶν ἐργασίας λαμβάνειν χρὴ ἀλλὰ καὶ αὐτοὺς τοὺς τεχνίτας ἢ τοὺς χρωμένους τοῖς σκεύεσιν. οἷον ἔδοξέ τις τὸν χαλινὸν τοῦ ἵππου διερρυηκέναι. ἀπέθανεν αὐτοῦ ὁ ἱπποκόμος. καὶ πάλιν αὖ ἔδοξέ τις τὸν κύαθον αἰφνίδιον κατεάχθαι. ἀπέθανεν αὐτοῦ ὁ οἰνοχόος. ὁ δὲ αὐτὸς καὶ ἐπὶ πάντων τῶν σκευῶν καὶ ἐργα λείων τηρείσθω σοι λόγος. Ἔτι καὶ ὅσα οὐδαμῆ οὐδαμῶς ἐνδεχόμενά ἐστιν ἀπολέσθαι͵ ὄναρ ἀπολλύμενα θάνατον τῷ ἰδόντι ἢ τῶν ὀμμάτων βλάβην προσημαίνει. οἷον ἔδοξέ τις τὸν οὐρανὸν ἀπολωλεκέναι͵ καὶ ἀπέθανεν· ὥσπερ γὰρ τοῖς ἀπολλυμένοις οὐκ ἔστι χρῆσθαι͵ οὕτω καὶ οἷς τις μὴ χρῆται͵ ταῦτα ὡς πρὸς αὐτὸν ἀπόλωλεν.

4.59 Ἔτι καὶ τῶν ἀνθρώπων τὰ ἤθη βασάνιζε πρότερον͵ τοῦτ΄ ἔστιν ἐπιμελῶς ἀναπυνθάνου· καὶ εἰ μὴ παρ΄ αὐτῶν ἀσφαλὲς εἴη σοι πυνθάνεσθαι͵ τὸ παρὸν ὑπερθέμενος παρ΄ ἄλλου πυνθάνου τὰ περὶ αὐτούς͵ ἵνα μὴ πταίσῃς. οἷον ἔδοξέ τις τὴν ἑαυτοῦ γυναῖκα ἀρρητοποιεῖν. καὶ πάλιν αὖ ἔδοξέ τις ὑπὸ τῆς γυναικὸς ἀρρητοποιεῖσθαι. καὶ πολλῷ χρόνῳ οὐδὲν αὐτοῖς ἀπέβαινε τῶν σημαινομένων ὑπὸ τῆς τοιαύτης ὄψεως͵ ὅσα γε ἐπὶ τῶν ἄλλων ἀνθρώπων ἀποβαίνειν φιλεῖ. ὡς δὲ οὐκ ἦν φανερὰ ἡ αἰτία͵ ἐθαύμαζον͵ καί μοι ἐδόκει ἄλογον εἶναι τὸ μηδὲν αὐτοῖς ἀποβαίνειν· ὕστερον δὲ τῷ χρόνῳ ἔμαθον ὅτι ἦν ἄρα ἀμφοτέροις ἔθος τοῦτο πράσσειν͵ καὶ μὴ καθαρεύειν τὰ στόματα. διὸ καὶ εἰκότως οὐδὲν αὐτοῖς ἀπέβαινεν͵ πρὸς ἃ δὲ ἐπτοημένοι ἦσαν͵ ταῦτα ἔβλεπον. ὑπόδειγμα ἐπὶ τῶν κλέπτειν δοκούντων καὶ φονεύειν καὶ ἱεροσυλεῖν· πολλάκις γὰρ αὐτὰ ταῦτα ἐννοοῦσι. καὶ ἤν τις αὐτὰ ὡς αἰνίγματα ἑρμηνεύειν ἐπιχειρῇ͵ πταίει καὶ ἐξαπατᾶται. περιίστασο δὲ καὶ τοὺς ἡγουμένους ὅτι οἱ ὄνειροι κατὰ γένεσιν τὴν ἑκάστου θεωροῦνται͵ καὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοί· λέγουσι γὰρ ὅτι οἱ ἀγαθοποιοὶ τῶν ἀστέρων͵ ὅταν μὴ δύνωνται ἀγαθόν τι ποιῆσαι͵ διά γε τῶν ὀνείρων εὐφραίνουσιν͵ οἱ δὲ κακοποιοὶ τῶν ἀστέρων͵ ὅταν μὴ δύνωνται κακόν τι ποιῆσαι [διά τινα ἀντίβασιν ἄλλων ἀστέρων]͵ διά γε τῶν ὀνείρων ἐκταράσσουσι καὶ φοβοῦσιν. εἰ γὰρ ἦν τοῦτο ἀληθές͵ οὐκ ἂν οἱ ὄνειροι ἀπέβαινον· νυνὶ δὲ καὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοὶ ἀποβαίνουσι κατὰ τὸν λόγον τὸν ἴδιον ἕκαστος. ἔτι τῶν ὀνείρων τοὺς φιλολογωτέρους οὐδαμῶς οἱ ἰδιῶται τῶν ἀνθρώπων ὁρῶσι (λέγω δὲ τοὺς ἀπαιδεύτους)͵ ἀλλ΄ ὅσοι φιλολογοῦσι καὶ ὅσοι μὴ ἀπαίδευτοί εἰσιν. ὅθεν ἄν τις καὶ μάλιστα καταμάθοι ὅτι τῆς ψυχῆς ἔργα εἰσὶν οἱ ὄνειροι καὶ ὅτι οὐχ ὑπό τινος ἔξωθεν γίνονται. τῶν δὲ ἐν τοῖς ὕπνοις λεγομένων ἐπῶν ἢ ἰάμβων ἢ ἐπιγραμμάτων ἢ ἄλλων ῥήσεων τὰ μὲν αὐτὰ παρέχει τὴν ἀπόβασιν͵ ὅσα γε αὐτοτελῆ διάνοιαν περιέχει. οἷον ἔδοξέ τις λέγειν αὐτῷ τινα τῶν ἀξιοπίστων τὸ Ἡσιόδειον ἔπος μὴ κακὰ κερδαίνειν· κακὰ κέρδεα ἶσ΄ ἄτῃσιν. οὗτος ἐπιθέμενος λῃστείαις ἑάλω καὶ ἐκολάσθη. τὰ δὲ ἐπὶ τὴν ὑπόθεσιν τοῦ ποιήματος ἀναπέμπει τὴν κρίσιν͵ ὅσα μὴ αὐτοτελῆ διάνοιαν περιέχει. οἷον ἔδοξέ τις λέγειν θεράπαιναν τὰ Εὐριπίδεια ἰαμβεῖα ὄπτα͵ κάταιθε σάρκας͵ ἐμπλήσθητί μου. αὕτη ζηλοτυπηθεῖσα ὑπὸ τῆς δεσποίνης μυρία ἔπαθε κακά· ἦν γὰρ εἰκὸς τῇ ὑποθέσει τῇ περὶ Ἀνδρομάχην ἀκόλουθα γενέσθαι αὐτῇ τὰ ἀποτελέσματα. πάλιν αὖ ἀνὴρ πένης ἔδοξε λέγειν τοῦτο τὸ ἰαμβεῖον ἅπαντα τἀδόκητα πρῶτον ἦλθ΄ ἅπαξ. θησαυρὸν εὗρε καὶ ἐπλούτησε. γυνὴ ἔδοξε λέγειν αὐτῇ τινα κεῖται Πάτροκλος͵ νέκυος δὲ δὴ ἀμφιμάχονται γυμνοῦ· ἀτὰρ τά γε τεύχε΄ ἔχει κορυθαίολος Ἕκτωρ. ταύτης ὁ ἀνὴρ ἀποδημῶν ἀπέθανε͵ καὶ τῆς οὐσίας ὑπὸ τοῦ φίσκου καταληφθείσης εἰς μάχην κατέστη καὶ ἐδικάσατο ἡ γυνή· καὶ οὐδὲν ἤνυσεν͵ ἀλλ΄ ἐν τῇ δίκῃ οὖσα ἀπέθανεν. ὁρᾷς ὅτι τούτων ἃ μὲν αὐτάρκως τὴν ἀπόβασιν ἔδειξεν οὐ προσδεηθέντα τῆς [ἐκ] τῶν ποιημάτων ὑπο θέσεως͵ ἃ δὲ κατὰ τὰς ἱστορίας τὰς ἐν τοῖς ποιήμασιν ἀπέβη.

4.60 Ἔτι τῶν πόλεων τὰς οἰκειοτέρας ἄμεινον βλέπειν ἢ τὰς ἄλλας͵ οἷον πατρίδας ἢ ἐν αἷς τις διέτριψεν εὐτυχῶς· τὰς δὲ μὴ οἰκείας ἢ μὴ συνήθεις βλέπειν ἧττον ἀγαθόν. ὁμοῦ δὲ πάσας ἀγαθὸν ὁρᾶν πολυάνδρους οὔσας καὶ εὖ οἰκου μένας καὶ πληθούσας πολυτελείας καὶ τῶν ἄλλων ὅσα πόλεως μέγεθος ἢ εὐδαιμονίαν ἐπιδείκνυσιν. ἐρήμους δὲ ἢ κατερηριμμένας βλέπειν οὔτε ἰδίας οὔτε ἀλλοτρίας πόλεις ἀγαθόν. σημαίνουσι δὲ αἱ πατρίδες καὶ τοὺς γονεῖς. οἷον ἔδοξέ τις τὴν πατρίδα σεισμῷ πεσεῖν͵ καὶ ὁ πατὴρ αὐτοῦ καταδικασθεὶς τὴν ἐπὶ θανάτῳ ἀπώλετο.


4.61 Ὅσα τισὶ παρακολουθεῖ͵ ταῦτα ὄναρ βλεπόμενα μεθ΄ ἡμέραν ἀποβαίνει. μάλιστα δὲ τὸ μοιχεύειν ἔχθραν πρὸς τὸν ἄνδρα τῆς μοιχευομένης ποιεῖ τῷ ἰδόντι· ἕπεται γὰρ καὶ ἀκολουθεῖ τῷ μοιχῷ μῖσος ἐκ τοῦ ἀνδρὸς τῆς μοιχευομένης. ὅσα δὲ οὐκ ἀκολουθεῖ τισι͵ ταῦτα οὐδὲ ἐν τοῖς ὕπνοις [τῶν πρώτων] ὁραθέντα ἀποβαίνει. οἷον ἔδοξέ τις τὸν δεσπότην παρακατακλίνειν αὐτῷ τὴν ἑαυτοῦ γυναῖκα. καὶ ἔχθρα μὲν αὐτῷ οὐδ΄ ἡτισοῦν ἐγένετο πρὸς τὸν δεσπότην͵ πᾶσαν δὲ τὴν οὐσίαν ἐπιτραπεῖσαν ὑπὸ τοῦ δεσπότου διῳκονόμησε καὶ προέστη τοῦ παντὸς οἴκου· ἦν γὰρ εἰκὸς μηδεμίαν ἔσεσθαι ζηλοτυπίαν πρὸς τὸν τὴν ἑαυτοῦ παρακοιμίζοντα γυναῖκα.

4.62 Ἔτι ἔνια περὶ τὰ ἀγγεῖα διαφόρως ἀποβαίνει. οἷον γάλα ἐν γαυλῷ κερδαλέον͵ ἐν δὲ λεκάνῃ ζημίας σύμβολον· οὐ γὰρ ἄν τις αὐτῷ χρήσαιτο εἰς τροφήν. τὸ δὲ ἐναντίον τῷ χρῆσθαι μὴ χρῆσθαι͵ δι΄ οὗ ζημία γίνεται.

4.63 Τῶν δὲ τὰ λίαν μεγάλα αἰνίγματα προσαπτόντων τοῖς ὀνείροις κατάπτυε ὡς οὐκ ἐχόντων ἔννοιαν [ἢ] ὀνείρου φαντασίας ἢ τῶν θεῶν πανουργίαν καὶ κακοτροπίαν κατεγνωκότων͵ εἴ γε εἰς τοσαύτην λέσχην ἐμβάλλουσι τοὺς ὁρῶντας τοὺς ὀνείρους͵ ὥστε ἀντὶ τοῦ διὰ τῶν ὀνείρων μαθεῖν τὰ ἐσόμενα προσέτι καὶ ὅσα μὴ ἔστιν αὐτοῖς ἀνάγκη ζητοῦσιν· εὖ γὰρ ἴσθι ὅτι ἐνίους οὐδαμῶς ἐνδέχεται ἰδεῖν ὀνείρους. οἷον λέγουσί τι τοιοῦτον. ἀπολέσας τις ἀνδράποδον ἔδοξε λέγειν αὐτῷ τινα «ἐν ἀστρατεύτοις ἐστί σου ὁ θεράπων». εὑρέθη ἐν Θήβαις ὁ θεράπων͵ ἐπειδὴ μόνοι οἱ Θηβαῖοι τῶν Βοιωτῶν οὐκ ἐστράτευσαν ἐπὶ Ἴλιον. καὶ πάλιν λέγουσιν ὅτι νοσῶν τις ἔδοξε λέγειν αὐτῷ τινα «τῷ μονοκρήπιδι θῦσον καὶ θεραπευθήσει». ἔθυσε τῷ Ἑρμῇ· φασὶ γὰρ τὸν θεὸν τοῦτον Περσεῖ ἐπὶ τὴν τῆς Γοργοῦς τομὴν ἀπιόντι τὸ ἕτερον τῶν ὑποδημάτων δόντα τὸ ἕτερον ἔχειν μόνον. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα ἀναφέρουσιν͵ ἃ μᾶλλον τοὺς ἀπείρως ἱστορίας ξένης ἔχοντας ἐλέγχειν ἔοικεν ἢ τοὺς ὀνειροκρίτας. πάντα δὲ τὰ τοιαῦτα βουλομένῳ σοι μαθεῖν εὔκολον͵ ἵνα πρὸς τούτους εὐαποκρίτως ἔχῃς· εἰσὶ γὰρ καὶ παρὰ Λυκόφρονι ἐν τῇ Ἀλεξάνδρᾳ καὶ παρὰ Ἡρακλείδῃ τῷ Ποντικῷ ἐν ταῖς Λέσχαις καὶ παρὰ Παρθενίῳ ἐν ταῖς Ἐλεγείαις καὶ παρ΄ ἄλλοις πολλοῖς ἱστορίαι ξέναι καὶ ἄτριπτοι. Πρόσεχε δὲ καὶ ταῖς ὑπό τινων εὐεργεσίαις δυναμέναις γενέσθαι ἢ μή. οἷον ἔδοξέ τις ὑπὸ τοῦ δεσπότου πεφονεῦσθαι. ἠλευθερώθη ὑπὸ τοῦ φονεύοντος͵ ἐπειδὴ ὁ θάνατος

4.64 τοῦτο ἐσήμαινεν· ὁ δὲ τοῦ θανάτου αἴτιος καὶ τῆς ἐλευθερίας ἦν αἴτιος· ἐδύνατο γάρ. ὁ δὲ ὑπὸ τοῦ συνδούλου δόξας φονεύεσθαι ἐλεύθερος μὲν οὐκ ἐγένετο (οὐ γὰρ οἷός τε ἦν ὁ σύνδουλος αὐτὸν ἐλευθεροῦν)͵ εἰς ἔχθραν δὲ κατέστη αὐτῷ· οὐ γὰρ φίλοι οἱ φονεύοντες τοῖς ἀναιρουμένοις.

4.65 Πρὸς δὲ τοὺς πυνθανομένους εἰ δυνατὸν ἐν τῷ αὐτῷ καιρῷ καὶ ἀγαθοὺς καὶ κακοὺς ἰδεῖν ὀνείρους καὶ ζητοῦν τας ὁποτέροις χρὴ πιστεύειν͵ πότερον τοῖς κακοῖς ἢ τοῖς ἀγαθοῖς͵ καὶ εἰ ἕτεροι [τῶν] ἑτέρων εἰσὶν ἀναιρετικοὶ ἢ βεβαιωταί͵ εἴποις ἂν ὅτι οὐ μόνον ἐν τῷ αὐτῷ καιρῷ δυνατὸν ἀλλὰ καὶ ἐν νυκτὶ τῇ αὐτῇ καὶ ἐν ὀνείρῳ τῷ αὐτῷ καὶ ἀγαθὸν καὶ κακὸν πολλάκις ἔστιν ἰδεῖν. καὶ παραθήσεις τοὺς πολλὰ δι΄ ὀλίγων σημαίνοντας ἢ πολλὰ διὰ πολλῶν. καὶ οὐδὲν θαυμαστόν͵ εἴ γε καὶ τῶν ἀνθρώπων τὰ πράγματα καὶ ὁ βίος ἐστὶ τοιοῦτος· πολλάκις γὰρ κατὰ τὸν αὐτὸν καιρὸν καὶ ἀγαθόν τι καὶ κακὸν πάσχουσι [καὶ παράλληλα καὶ ὁμοῦ]. Πίστευε μὲν τοῖς ἀποβεβηκόσιν ὀνείροις ὡς πάλιν ὁμοίως ἀποβησομένοις͵ ἡγοῦ δὲ καὶ καινότερόν τι σημαίνειν αὐτούς· καὶ οὕτω σοι συμβήσεται μὴ μόναις ἐπαναπαύεσθαι ταῖς παλαιαῖς ἀποβάσεσιν͵ ἀλλὰ πειρᾶσθαι ἀεί τι προσεξευρίσκειν ὅμοιον τοῖς πρώτοις͵ ἐπεὶ γελοῖον ἂν εἴη ὁμοίως τοῖς πολλοῖς μόνα τὰ γεγραμμένα ἢ λεχθέντα μνημονεύειν. οἷόν ποτε καὶ Ἀντιπάτρῳ τῷ ὀνειροκρίτῃ συνέβη. ἔδοξέ τις σιδήρῳ πλησιάζειν ὥσπερ γυναικί. ἀπέβη αὐτῷ εἰς δοῦλον καταδικασθῆναι καὶ σιδήρῳ συνεῖναι͵ τοῦτ΄ ἔστι συναναστρέφεσθαι. ὁ δὴ βέλτιστος Ἀντίπατρος τοῦτο μεμνημένος ἄλλῳ ποτὲ δόξαντι σιδήρῳ πλησιάζειν ὑπεκρίνατο τὴν εἰς μονομάχους καταδίκην· τῷ δὲ οὐχ οὕτως ἀπέβη͵ ἀλλ΄ ἐτμήθη τὸ αἰδοῖον ὁ ἰδὼν τὸν ὄνειρον.

4.66 Ἔτι καὶ ἐκεῖνο παρὰ Φοίβῳ κείμενον πολλοῖς πλάνην ἐμποιεῖ. ἔδοξέ τις [αὐτὸς] γέφυρα γεγονέναι. ἐγένετο ποταμοδιάρτης· τὸ γὰρ αὐτὸ γεφύρᾳ ἔργον εἶχε. καὶ τοῦτο μὲν ὁ Φοῖβος ἀναγράφει͵ νυνὶ δὲ ἀνήρ τις πλούσιος δόξας γέφυρα γεγονέναι ὑπὸ πολλῶν καταφρονηθεὶς ὥσπερ κατεπατήθη. ἴδοι δ΄ ἄν ποτε καὶ γυνὴ τὸν ὄνειρον τοῦτον καὶ παῖς ὡραῖος͵ καὶ πόρνοι γενόμενοι πολλοὺς ὑποδέξον ται. καὶ δικαζόμενός τις ἐπὶ τούτῳ τῷ ὀνείρῳ ὑπέρτερος ἂν γένοιτο τῶν ἐχθρῶν καὶ αὐτοῦ τοῦ δικαστοῦ· ἔοικε γὰρ ὁ ποταμὸς τῷ δικαστῇ διὰ τὸ πράττειν ἀνυπευθύνως ἃ βούλεται͵ ἡ δὲ γέφυρα ἄνωθέν ἐστι τοῦ ποταμοῦ.

4.67 Εἰς δὲ τὸ γυμνάσιον τῆς τῶν ὁμοίων ἐπινοίας αὐτάρχης ἄν σοι γένοιτο παρατεθεὶς ὁ ὄνειρος οὗτος. γυνὴ ἔδοξεν ἐν γαστρὶ ἔχουσα δράκοντα γεγεννηκέναι. ὁ ἐξ αὐτῆς γεννώμενος ῥήτωρ ἄριστος καὶ διώνυμος ἐγένετο· διπλῆν γὰρ ἔχει τὴν γλῶσσαν ὁ δράκων͵ ὥσπερ καὶ ὁ ῥήτωρ. ἦν δὲ καὶ ἡ γυνὴ πλουσία͵ ἐφόδιον δὲ παιδείας ὁ πλοῦτος. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον͵ καὶ ὁ ἐξ αὐτῆς γεννώμενος ἱεροφάντης ἐγένετο· ἱερὸς γὰρ ὁ δράκων καὶ μύστης [καὶ πᾶσι μυστηρίοις παρών]. ἦν δὲ καὶ ἡ τὸν ὄνειρον ἰδοῦσα ἱερέως γυνή. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον͵ καὶ ὁ ἐξ αὐτῆς γεννώμενος μάντις ἄριστος ἀπέβη· ἔστι γὰρ ὁ δράκων ἱερὸς τῷ μαντικωτάτῳ Ἀπόλλωνι. ἦν δὲ καὶ ἡ γυνὴ μάντεως θυγάτηρ. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον͵ καὶ ὁ ἐξ αὐτῆς γεννώμενος ἀκόλαστος καὶ ὑβρι στὴς ἀπέβη καὶ πολλὰς τῶν ἐν τῇ πόλει γυναικῶν ἐμοίχευσε· διὰ γὰρ τῶν στενωτάτων χηραμῶν διαδυόμενος ὁ δράκων τοὺς ἐπιτηροῦντας πειρᾶται λανθάνειν. ἦν δὲ καὶ ἡ γυνὴ μαχλοτέρα καὶ ἑταιρική. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον͵ καὶ ὁ ἐξ αὐτῆς γεννώμενος λῃστεύων ἑάλω καὶ ἐτραχηλοκοπήθη· καὶ γὰρ ὁ δράκων ἐπειδὰν ἁλῷ͵ εἰς τὴν κεφαλὴν παιόμενος ἀποθνήσκει. ἦν δὲ καὶ ἡ γυνὴ οὐ πάνυ τι ἀγαθή. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον͵ καὶ ὁ ἐξ αὐτῆς γεννώμενος δραπετικὸς ἐγένετο· οὐ γὰρ ὀρθῇ τῇ πορείᾳ χρῆται ὁ δράκων. ἦν δὲ καὶ ἡ γυνὴ δούλη. καὶ ἄλλη τὸν αὐτὸν εἶδεν ὄνειρον͵ καὶ ὁ ἐξ αὐτῆς γεννώμενος παράλυτος ἐγένετο· καὶ γὰρ ὁ δράκων τῷ παντὶ σώματι εἰς τὴν πορείαν προσχρῆται͵ ὡς καὶ τῶν ἀνθρώπων οἱ παράλυτοι. ἦν δὲ ὅτε ἔβλεπε τὸν ὄνειρον ἡ γυνὴ ἐν νόσῳ. εἰκὸς οὖν καὶ τὸ βρέφος ἐν νόσῳ συλληφθὲν καὶ κυοφορηθὲν μὴ φυλάξαι τοὺς πόρους ἐρρωμένους.

4.68 Ὅσα ὁμοίως κινεῖται͵ ἐν τοῖς ὕπνοις βλεπόμενα τὸν αὐτὸν ἔχει λόγον. οἷον ἔδοξέ τις ὑπὸ δράκοντος δεδῆχθαι τὸν ἕτερον τῶν ποδῶν. ὑπὸ τροχοῦ ἐπλήγη ἐν ὁδῷ αὐτὸν ἐκεῖνον τὸν πόδα͵ ὅνπερ ἐδόκει δεδῆχθαι· καὶ γὰρ ὁ τροχὸς εἰλούμενος ὅλῳ τῷ σώματι κινεῖται [πορευόμενος] ὥσπερ ὁ δράκων.

4.69 Ὅτι οἱ θεοὶ τοῖς δεσπόταις τὸν αὐτὸν ἔχουσι λόγον͵ καὶ ἐν τῷ περὶ θεῶν λόγῳ προείρηκα καὶ τὰ ἀποτελέσματα δέ σε οὐδὲν ἧττον διδάξει. καὶ τὸ νῦν εἰς ἐπίδειξιν τοῦ τοιούτου οὗτος ὁ ὄνειρος παρακείσθω. δοῦλος ἔδοξε μετὰ τοῦ Διὸς σφαιρίζειν. ἐφιλονείκησε τῷ δεσπότῃ καὶ ἐλευθερώτερον προσδιαλεγόμενος ἐμισήθη· ὁ μὲν γὰρ Ζεὺς τὸν δεσπότην ἐσήμαινεν͵ ὁ δὲ σφαιρισμὸς τὴν ἐξ ἴσου ῥῆσιν καὶ φιλονεικίαν· φιλονείκως γὰρ οἱ σφαιρίζοντες παίζουσιν͵ ὁσάκις δ΄ ἂν λάβωσι τὴν σφαῖραν͵ τοσαυτάκις ἀντικρούουσι. καὶ τὸ ὅλον δεσπόται γονεῖς διδάσκαλοι θεοὶ τὸν αὐτὸν ἔχουσι λόγον. [καὶ υἱὸς καὶ υἱωνὸς καὶ πατὴρ καὶ πάππος καὶ θυγάτηρ καὶ ἐγγόνη καὶ μήτηρ καὶ μάμμη τὸν αὐτὸν ἔχουσι λόγον.]

4.70 Ἔτι καὶ οἱ ἀδελφοὶ τοῖς ἐχθροῖς τὸν αὐτὸν ἔχουσι λόγον πρὸς τὰ ἀποτελέσματα [καὶ οἱ ἐχθροὶ τοῖς ἀδελφοῖς]. οὐ γὰρ ἐπ΄ ὠφελείᾳ γίνονται ἀλλ΄ ἐπὶ βλάβῃ ὥσπερ καὶ οἱ ἐχθροί͵ ἐπειδὴ ἃ μόνος τις ἔμελλεν ἕξειν͵ ταῦτα οὐ μόνος ἀλλ΄ ἐξ ἡμισείας ἢ τρίτου μέρους μετὰ τῶν ἀδελφῶν ἔχει. ὁ Τιμοκράτης ἔδοξέ τινα τῶν ἀδελφῶν ἀποθανόντα κατορύττειν. οὐκ εἰς μακρὰν εἶδέ τινα τῶν ἐχθρῶν ἀποθανόντα. οὐ μόνον δὲ ἀδελφοὶ ἀποθνήσκοντες ἐχθρῶν ὄλεθρον σημαίνουσιν ἀλλὰ καὶ ζημίας προσδοκωμένης λύσιν. οἷον Διοκλῆς ὁ γραμματικὸς φοβούμενος ἐξ ἐπηρείας ἀργύριον ἀπολέσαι τὸν ἀδελφὸν ἔδοξε τεθνάναι͵ καὶ ἀζήμιος ἔμεινεν.

4.71 Ὅτι οὔτε οἱ θεοὶ οὔτε ἄλλοι ἀξιόπιστοι ψεύδονται͵ ἀλλ΄ οἷα ἂν λέγωσιν ἀληθῆ λέγουσιν͵ ἐν τῷ δευτέρῳ βιβλίῳ ἕκαστα διῄρηται. ἐπειδὴ δὲ πολλάκις οἱ ἄνθρωποι ῥηθέντων τινῶν αὐτοῖς καὶ μὴ ἀποβάντων οὕτως ἐξηπατῆσθαι νομίζουσι͵ παρακείσθω σοι καὶ οὗτος ὁ λόγος͵ ὡς ἄρα οἱ θεοὶ καὶ πάντες οἱ ἀξιόπιστοι πάντως μὲν ἀληθῆ λέγουσιν͵ ἀλλὰ ποτὲ μὲν ἁπλῶς λέγουσι͵ ποτὲ δὲ αἰνίσσονται. ὅταν μὲν οὖν ἁπλῶς λέγωσιν͵ οὐδὲν πρᾶγμα παρέχουσιν οὐδὲ λέσχην διὰ τὸ ἁπλοῦν τῆς ῥήσεως· ὅταν δὲ αἰνίσσωνται καὶ μὴ ἁπλῶς λέγωσιν͵ ἑρμηνευτέον σοι τὰ αἰνίγματα. καὶ γὰρ εἰκὸς τοὺς θεοὺς τὰ πολλὰ δι΄ αἰνιγμάτων λέγειν͵ ἐπειδὴ καὶ σοφώτεροι ὄντες ἡμῶν αὐτῶν οὐδὲν ἡμᾶς ἀβασανίστως βούλονται λαμβάνειν. οἷον ἔδοξέ τις λέγειν αὐτῷ τὸν Πᾶνα ἡ γυνή σοι φάρμακον δώσει διὰ τοῦ δεῖνος ὄντος γνωρίμου καὶ συνήθους. τούτου ἡ γυνὴ φάρμακον μὲν οὐκ ἔδωκεν͵ ἐμοιχεύθη δὲ ὑπ΄ αὐτοῦ ἐκείνου δι΄ οὗ ἐλέγετο φάρμακον δώσειν· καὶ γὰρ ἡ μοιχεία καὶ ἡ φαρμακεία λάθρᾳ γίνονται καὶ ἀμφότεραι ἐπιβουλαὶ λέγονται͵ καὶ οὔτε ἡ μοιχευομένη οὔτε ἡ φάρμακον παρέχουσα φιλεῖ τὸν ἄνδρα. καὶ ἐπὶ τούτοις οὐκ εἰς μακρὰν ἡ γυνὴ ἀπηλλάγη αὐτοῦ· πάντων μὲν γὰρ ὁ θάνατός ἐστι λυτικός͵ τὸ δὲ φάρμακον τὸν αὐτὸν τῷ θανάτῳ λόγον ἔχει.

4.72 Ἔτι καὶ οἱ θεοὶ ὅταν μὴ τὴν οἰκείαν ἔχωσι σκευὴν μηδὲ ἐν τόπῳ τῷ ἐπιβάλλοντι μηδὲ ἐν σχήματι τῷ προσήκοντι ὦσιν͵ ὅ τι ἂν λέγωσι͵ ψευδῆ λέγουσι καὶ ἐξαπατῶσι. προσεκτέον οὖν ὁμοῦ πᾶσι͵ τῷ λέγοντι τῷ λεγομένῳ τῷ τόπῳ τῷ σχήματι τῇ σκευῇ τοῦ λέγοντος. Χρυσάμπελος ὁ λυριστὴς δίκην ἔχων περὶ παιδὸς εἰς δουλείαν ἀγομένου ἔδοξε τὸν Πᾶνα βλέπειν ἐν τῇ ἀγορᾷ καθεζόμενον ἔχοντα Ρωμαϊκὴν ἐσθῆτα καὶ ὑπόδεσιν͵ καὶ πυνθανομένῳ αὐτῷ περὶ τοῦ πράγματος φάναι νικήσεις. ἐλείφθη εἰκότως ἀποβάντος αὐτῷ τούτου· ὁ γὰρ φιλέρημος καὶ ἀπράγμων θεὸς καὶ μόνον ἔχων νεβρίδιον καὶ καλαυρόπιον καὶ συρίγγιον ἔμενεν ἐν τῇ ἀγορᾷ καθεζόμενος ἐν ἐσθῆτι πολιτικῇ. οὕτως οὖν καὶ τὰς ἐν τοῖς ὕπνοις γινομένας κρίσεις τῶν ὀνείρων͵ ἐὰν μὲν ἁπλαῖ ὦσιν͵ αὐτοκρίτους εἶναι νόμιζε καὶ ἔχειν αὐτὰς ἐν ἑαυταῖς τὰς κρίσεις καὶ μηδὲν παρεγχείρει εἰς τὰ κεκριμένα [καθ΄ ὕπνους]· ὅταν δὲ [αὗται αἱ κρίσεις αἱ ἐν τοῖς ὕπνοις ὑπό τινων κρινόμεναι] μὴ ἁπλαῖ ὦσι͵ πειρῶ καὶ αὐτὰς τὰς κρίσεις ἑρμηνεύειν τε καὶ διακρίνειν. οἷον ὁ Πλούταρχος εἰς τὸν οὐρανὸν ἀναβαίνειν ὑπὸ τοῦ Ἑρμοῦ ἀγόμενος ἐδόκει͵ καὶ τῇ ἐπιούσῃ ὄναρ ὑπεκρίνατό τις αὐτῷ τὸν ὄνειρον καὶ ἔφη μακάριον ἔσεσθαι αὐτόν͵ καὶ τοῦτο εἶναι τὸ εἰς τὸν οὐρανὸν ἀναβαίνειν καὶ τὴν ὑπερβάλλουσαν εὐδαιμονίαν. ἔτυχε δὲ νοσῶν καὶ κακῶς ὑπὸ τῆς νόσου διακείμενος͵ καὶ οὐκ εἰς μακρὰν ἀπέθανε͵ καὶ τοῦτο ἦν ὅπερ αὐτῷ καὶ ὁ ὄνειρος καὶ ἡ κρίσις ἐσήμαινον. καὶ γὰρ ἡ εἰς τὸν οὐρανὸν ἀνάβασις νοσοῦντι ὀλέθριος͵ καὶ ἡ μεγάλη εὐδαιμονία θανάτου σημεῖον· μόνος γὰρ εὐδαιμονεῖ ᾧ μηδὲν μέτεστι κακοδαιμονίας. τοιοῦτος δέ ἐστιν ὁ ἀποθανών.

4.73 Τῶν θεῶν οἱ νομιζόμενοι ἐχθροὶ εἶναι ὁμοῦ βλεπόμενοι ἔχθρας εἰσὶ καὶ στάσεως σημαντικοί͵ ὡς ὁ Ἄρης καὶ ὁ ῞Ηφαιστος ὁμοῦ βλεπόμενοι καὶ ὁ Ποσειδῶν καὶ ἡ Ἀθηνᾶ καὶ ὁ Ζεὺς καὶ ὁ Κρόνος καὶ οἱ Ὀλύμπιοι θεοὶ ἅμα τοῖς Τιτᾶσιν ὁρώμενοι.

4.74 Ὅσοι τῶν θεῶν ταῖς τέχναις τῶν ὁρώντων ἁρμόζουσι͵ τούτους ἄμεινον ἰδεῖν ἢ τοὺς ἐναντίους· κακοὶ γάρ εἰσιν οἱ μὴ συλλαμβανόμενοι ταῖς τέχναις͵ οἷον ὑδραγωγοῖς ὁ ῞Ηφαιστος καὶ χαλκεῦσιν ὁ Ἀχελῴος καὶ πορνοβοσκοῖς ἡ Ἄρτεμις.


4.75 Ὅσα οἱ ἄρρενες θεοὶ τοῖς ἀνδράσι σημαίνουσι͵ ταῦτα καὶ αἱ θήλειαι ταῖς γυναιξίν. Οἱ ἄρρενες θεοὶ ἀνδράσι συμφέρουσι μᾶλλον τῶν θηλειῶν καὶ αἱ θήλειαι γυναιξὶ μᾶλλον τῶν ἀρρένων. Οἱ ἄρρενες θεοὶ θηλειῶν ἔχοντες ἐσθῆτα ἢ ἐνδύματα ἢ ἄλλο τι φόρημα γυναιξὶ μᾶλλον ἢ ἀνδράσι συμφέρουσιν͵ αἱ δὲ θήλειαι ἀνδρείαν ἔχουσαι στολὴν ἀνδράσι μᾶλλον ἢ γυναιξὶ συμφέρουσιν.

4.76 Ἄνευ τῶν ἀναθημάτων καὶ τῶν ὅπλων οἱ θεοὶ βλεπόμενοι πονηροί.

4.77 Τῶν αἰσθητῶν θεῶν τοῖς πενιχροῖς οὐδεὶς οὐδενὶ συμφέρει͵ καὶ οἱ μείζονες τῶν θεῶν καὶ πρεσβύτεροι καὶ τῇ τάξει προύχοντες τοῖς βελτίοσι μᾶλλον ἢ τοῖς ταπεινοτέροις συμφέρουσιν. Ὁ ῞Ηλιος ἅμα τοῖς ἄστροις βλεπόμενος ἀηδὴς καὶ ἄτοπος͵ εἰ μὴ ἄρχοι τῶν ἄστρων καὶ προάγοι· ὁ μὲν γὰρ περιεχόμενος ὑπὸ τῶν ἄστρων ὑπὸ τῶν ἡττόνων τὸν ἰδόντα κακῶς παθεῖν προαγορεύει͵ ὁ δὲ ἄρχων τῶν ἄστρων καὶ προηγούμενος καὶ τῶν ἐχθρῶν ὑπέρτερον ἔσεσθαι σημαίνει καὶ τὴν ὑπάρχουσαν τύχην κρατύνει καὶ πρὸς τοῖς οὖσι καὶ ἄλλα προσκτήσασθαι σημαίνει. ἔοικε γὰρ τὸ μὲν μεῖζον καὶ κρεῖττον τῷ ἰδόντι͵ τὰ δὲ μικρότερα καὶ χείρονα τοῖς ἐχθροῖς καὶ τοῖς ἀρχομένοις.

4.78 Οἱ ῞Ηρωες καὶ αἱ Ἡρωίδες τοῖς θεοῖς τὸν αὐτὸν ἔχουσι λόγον πλὴν ὅσον δυνάμεως ἀπολείπονται· καὶ γὰρ τὰ ἀγαθὰ καὶ τὰ κακὰ ἥττονα σημαίνουσιν. ἀεὶ δὲ οἱ μὲν κατηφεῖς καὶ λιτοὶ καὶ μικροὶ βλεπόμενοι σημαίνουσιν ῞Ηρωας πλησίον τῆς τοῦ ἰδόντος οἰκίας ἱδρυμένους ἤτοι ἀτελέστους [ἢ τελετῆς δεομένους] ἢ πρός τινων ὑβριζομένους ἢ κατακεχωσμένους͵ οὓς χρὴ ἀνευρόντα τελέσαι καὶ τιμᾶν. ὅ τι δ΄ ἂν οἱ ῞Ηρωες εἰσελθόντες εἰς οἰκίαν κακὸν πράξωσιν͵ ἐχθρῶν ἢ λῃστῶν ἔφοδον σημαίνουσι.

4.79 Δράκοντες οἱ μὲν εἰς ἄνδρας μεταβάλλοντες ῞Ηρωας σημαίνουσιν͵ οἱ δὲ εἰς γυναῖκας͵ Ἡρωίδας.

4.80 Ὅτι πολλὰ ἐκ τῶν ἐτύμων τῶν ὀνομάτων κριτέον͵ ἐντεῦθεν ἂν μάθοις. Μενεκράτης ὁ γραμματικὸς εἶπεν ὄνειρον τοιοῦτον. ἐπιθυμῶν τις παίδων ἔδοξε χρεώστῃ συναντήσας τὸ χρέος ἀπολαβεῖν καὶ ἀποχὴν τῷ χρεώστῃ δοῦναι. καὶ ὁ μὲν ὄνειρος οὕτως. ἱστορεῖ δὲ ὅτι μὴ δυναμένων τῶν ἐν Ἀλεξανδρείᾳ ὀνειροκριτῶν κρῖναι αὐτὸν ἀπορῶν ὁ ἄνθρωπος τί ποτε θέλει σημαίνειν ὁ ὄνειρος͵ ηὔξατο τῷ Σαράπιδι κρῖναι αὐτῷ τὸ αἴνιγμα. καὶ δὴ ἔδοξεν ὄναρ λέγειν αὐτῷ τὸν Σάραπιν οὐκ ἔσονταί σοι παῖδες. ὁ γὰρ ἀποχὴν δοὺς τόκον οὐ λαμβάνει͵ τόκος δὲ καλεῖται ὁ γεννώμενος παῖς. μέμνησο δὲ ὅτι εὐφήμων ὀνομάτων ἄπιστοι αἱ ἐτυμολογίαι͵ ἐὰν μὴ καὶ τὰ καθ΄ ὧν τέτακται τὰ ὀνόματα εἰς ταὐτὸ ῥέπῃ. οἷον Παῦλος ὁ νομικὸς δίκην ἔχων ἐπὶ τοῦ αὐτοκράτορος ἔδοξεν αὐτῷ συναγορεύειν Νίκωνά τινα καλούμενον. ἦν δὲ οὗτος ὁ Νίκων πάλαι ποτὲ ἐπὶ τοῦ αὐτοκράτορος δίκην ἡττημένος. καὶ ὁ μὲν Παῦλος τῷ ὀνόματι μόνῳ προσεῖχεν͵ ἦν δὲ αὐτῷ καταδίκης σημαντικὸς ὁ ὄνειρος ὀρθῶς καὶ κατὰ λόγον͵ ὅτι ἦν ὁ Νίκων λελειμμένος.

4.81 Τὰ ἐν νεκυσίοις καὶ περιδείπνοις παρατιθέμενά τισιν οὔτε ἰδεῖν οὔτε φαγεῖν ἀγαθὸν οὔτε περιδειπνεῖσθαι· νοσοῦσι μὲν γὰρ ὄλεθρον μαντεύεται͵ ἐρρωμένοις δὲ θάνατόν τινος τῶν οἰκείων προαγορεύει. ὁ Σύρος ἔδοξε τῷ δεσπότῃ περίδειπνον παρατιθέναι͵ καὶ οὐκ εἰς μακρὰν κατώρυξε τὸν δεσπότην͵ ὥσπερ καὶ ὁ ὑπὸ τοῦ πάτρωνος ὄναρ πάλιν ἠλευθερωμένος ἀπέβαλε τὸν πάτρωνα θανάτῳ.

4.82 Σκόπει δὲ καὶ ἐπὶ τῶν δοκούντων ἀποθνήσκειν μή ποτε ἀναβιοῦν νομίσῃ τις· οὐκέτι γὰρ τὰ ὑπὸ τοῦ θανάτου σημαινόμενα γίνεται. Λεωνᾶς ὁ Σύρος παλαιστὴς μέλλων ἀγωνίζεσθαι τὸν ἐν Ρώμῃ ἀγῶνα ἔδοξε τεθνάναι καὶ ἐκφέρεσθαι͵ συναντήσαντα δὲ αὐτῷ τινα ἀλείπτην χαλεπαίνειν πρὸς τοὺς ἐκφέροντας ὅτι ταχέως καὶ κενοσπούδως αὐτὸν ἐκφέροιεν· δύνασθαι γὰρ αὐτὸν ἀναβιῶναι. ἔπειτα ἐλαίῳ θερμῷ καὶ ἐρίοις χρισάμενον κατὰ τοῦ στήθους ποιῆσαι αὐτὸν ἀναβιῶναι. οὗτος εὐημέρησε ἐν τῷ ἀγῶνι ἐπιφανῶς παλαίσας͵ μέλλων δὲ στεφανοῦσθαι ἐκωλύθη πρὸς τοῦ ἀλείπτου ἐπιπροσθεμένου τὴν ἐργασίαν τοῦ στεφάνου· λαβὼν γὰρ ἀργύριον οὐκ εἴασεν αὐτὸν περὶ τοῦ στεφάνου παλαίοντα διαγωνίσασθαι. Μένανδρος ὁ Σμυρναῖος εἰς Ὀλύμπια ἀνερχόμενος ἔδοξεν ἐν τῷ σταδίῳ τῷ Ὀλυμπίασι κατορωρύχθαι͵ καὶ ἐγένετο Ὀλυμπιονίκης. Ὅσα νεκροῖς συντίθεται͵ ταῦτα οὔτε δοῦναι νεκρῷ οὔτε παρὰ νεκροῦ λαβεῖν ἀγαθόν· ἢ γὰρ αὐτῷ τῷ ἰδόντι ἤ τινι τῶν τοῦ ἰδόντος ὀλέθρια γίνεται. τῶν δὲ ἄλλων ἓν οὐδὲν νεκρῷ [ἃ] δοῦναι συμφέρει͵ λαβεῖν δὲ πάντα καὶ ὁμοῦ καὶ κατὰ ἓν παρὰ νεκροῦ συμφέρει͵ μάλιστα δὲ τροφὰς καὶ ἀργύριον καὶ σκεύη καὶ ἱμάτια.

4.83 Ὅσα τῶν ἀγαθῶν καὶ ὅσα τῶν κακῶν τῶν περὶ τὸ σῶμα βλεπομένων οὐχ ὅλα ἀλλ΄ ἐξ ἡμισείας βλέπεται͵ καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ ἥττονα ποιεῖ. οἷον ἡ τοῦ Διογνήτου γυνὴ ἔδοξεν ἐν τῇ δεξιᾷ μόνῃ παρειᾷ γένειον ἔχειν. καὶ σημαίνοντος τοῦ ὀνείρου πάσαις γυναιξὶ ταῖς γε μὴ ἀγάμοις μηδὲ ἀτέκνοις ἔτι καὶ ταῖς μὴ ἐν γαστρὶ ἐχούσαις χηρείαν͵ ἀπέβη αὐτῇ μήτε σὺν τῷ ἀνδρὶ εἶναι μήτε μὴν ἀπηλλάχθαι αὐτοῦ͵ ἀλλὰ πολλῷ χρόνῳ οἰκουρεῖν ὑπολειφθεῖσαν ἐν τῇ πατρίδι παρὰ τὴν τοῦ ἀνδρὸς ἀποδημίαν. οὐδὲν δὲ διαφέρει γυναικὶ ἐάν τε πώγωνα ἔχειν δοκῇ ἐάν τε ἀνδρὸς αἰδοῖα ἐάν τε στολὴν ἢ κουρὰν ἢ ἄλλο τι ἀνδρεῖον [ἔχειν δοκῇ]. τὰ αὐτὰ γὰρ ἀποβήσεται. ὁμοίως καὶ ἐπὶ ἀνδρῶν οὐδὲν διαφέρει ἐάν τε ὅλον τὸ σῶμά τις εἰς γυναῖκα μεταβεβληκέναι δόξῃ ἐάν τε μόνον γυναικείαν φύσιν ἔχειν ἐάν τε στολὴν ἢ ὑπόδεσιν ἢ ἐμπλέγματα γυναικεῖα· τὰ αὐτὰ γὰρ ἀποβήσεται. ἔστι δὲ ταῦτα οὐχ ὅμοια τοῖς ἡμιτελέσι τῶν ἔργων οὐδὲ τῷ τοῦ Κίλικος ὀνείρῳ τοῦ τὸ πρόβατον δόξαντος κείρειν. Τῶν ἀποβάσεων τὸ κεφάλαιον εὑρεῖν ἔστω σοι ἔργον͵ καὶ τὰ συμπτώματα τὰ ἀκολουθοῦντα πειρῶ μὲν εὑρίσκειν͵ ἀποτυχὼν δὲ μὴ ἄχθου. ὁ Κύπριος νεανίσκος ὄνειρον ὥρισεν ἀποβεβηκότα φιλονείκως. ἦν δὲ οὗτος ὁ ὄνειρος· γυνὴ ἐν γαστρὶ ἔχουσα ἔδοξε χῆνα τετοκέναι. ὃ κριτέον͵ εἰ μὲν ἱερέως εἴη ἡ γυνή͵ τὸ τεχθὲν ζήσειν· ἱεροὶ γὰρ οἱ χῆνες οἱ ἐν ναοῖς ἀνατρεφόμενοι· εἰ δὲ μή͵ εἰ μὲν θῆλυ εἴη͵ ζήσειν μέν͵ ἑταιρικῷ δὲ χρήσεσθαι βίῳ διὰ τὸ περικαλλὲς τῶν χηνῶν· εἰ δὲ ἄρρεν͵ μὴ ζήσειν͵ ὅτι ἐστὶν ὁ μὲν χὴν στεγανόπους ὁ δὲ ἄνθρωπος σχιζόπους· τὰ δὲ μὴ ἐκ τοῦ αὐτοῦ γένους ἢ τοῦ αὐτοῦ εἴδους ἐναντία πρὸς ἀνατροφὴν παίδων. ὁ δὲ εἶπεν ἄρρεν τεχθὲν ἐν ὕδατι τεθνάναι. εἰ μὲν οὖν οὐ πάντῃ καὶ πάντως ὁ χὴν ἦν ἐν ὕδατι͵ ἀλλ΄ ἀπέθνησκε μόνως͵ καὶ μὴ μυρίοι ἦσαν αὐτῷ οἱ θάνατοι͵ ἄξιον ἦν ἐγκαλεῖν τῷ κρίναντι͵ ὅτι μὴ εἶπεν ἐν ὕδατι τὸν παῖδα τεθνήξεσθαι· εἰ δὲ ἔδει μὲν ὀλιγο χρόνιον γενέσθαι͵ συνέπεσε δὲ αὐτῷ τὸ ἐν ὕδατι ἀποθανεῖν͵ αὐτάρκης ἦν ἡ κρίσις. καὶ γὰρ τὸ μὴ διακρῖναι πότερον ἄρρεν ἢ θῆλυ τέτοκε͵ κατὰ λόγον ἐγένετο· ἔνεστι μὲν γὰρ ἄρρενα εἶναι τὸν χῆνα͵ ἔνεστι δὲ καὶ θήλειαν. Πρὸς δὲ τοὺς πυνθανομένους πόσῳ χρόνῳ οἱ ὄνειροι ἀποβαίνουσιν εἴποις ἂν ὅτι ὅσα τῶν ὄντων ἐν ὡρισμένοις χρόνοις γίνεται͵ ταῦτα καὶ ἐν τοῖς ὕπνοις ὁραθέντα ἐν τοῖς αὐτοῖς ἀποβαίνει χρόνοις͵ ὡς ἀγῶνες καὶ πανηγύρεις καὶ ἄρχοντες καὶ στρατηγοὶ καὶ τὰ ὅμοια. ὅσα δὲ τῶν ὄντων ἐν ἀορίστοις καὶ μὴ πεπηγόσι χρόνοις γίνεται͵ ἀορίστως καὶ ἀποβαίνει͵ ὡς συνουσίαι καὶ τροφαὶ καὶ ἐκκρίσεις καὶ τὰ συντελοῦντα τούτοις χωρὶς ζῴων· ταῦτα γὰρ δι΄ ὅσου χρόνου γεννᾶται͵ τοῦτ΄ ἔστιν ὅσῳ κυοφορεῖ ται͵ τοσούτῳ καὶ ἀποβαίνει. ἔτι θεοὶ καὶ βασιλεῖς καὶ γονεῖς καὶ δεσπόται οὐκ ἐν ὡρισμένοις ἀποβαίνουσι χρόνοις. λάμβανε δὲ σύμμετρα τὰ ἀποτελέσματα καὶ τοὺς χρόνους ἐκ τῶν παρακειμένων ἑκάστοις τῶν ὁρωμένων ἢ ἐξ αὐτῶν τῶν προσδοκιῶν· γελοῖον γὰρ ἂν εἴη τῷ περὶ τῆς αὔριον φοβουμένῳ ἢ ἐλπίζοντι καὶ ἰδόντι ὄνειρον τὰ εἰς ὥρας ἐσόμενα κρίνειν. ἔτι καὶ ὧν προσήμερός ἐστιν ἡ χρῆσις͵ ἡμέραις ἀποβαίνει͵ ὧν δὲ χρονιωτέρα͵ χρόνῳ πλείονι. καὶ τὰ μακρόθεν ὁρώμενα͵ ὡς τὰ περὶ τὸν οὐρανόν͵ διὰ τὸ διάστημα βράδιον ἀποβαίνει. ἔτι καὶ τοῦτο. καὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοὶ ὄνειροι τοῖς μὲν μεγάλοις ἀνδράσι καὶ γυναιξὶ μεγάλα καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ ποιοῦσι͵ τοῖς δὲ μετρίοις μέτρια͵ τοῖς δὲ ταπεινοῖς μικρὰ παντελῶς͵ καὶ μάλιστά γε οἱ ἀγαθοί· καὶ γὰρ εἰκός͵ ἐπειδὴ οὗτοι καὶ τὸ τυχὸν λαβόντες ἀγαπῶσι καὶ ὑπερ χαίρουσιν. ὀρθῶς γοῦν καὶ τὸ Καλλιμάχειον ἔχει "αἰεὶ τοῖς μικκοῖς μικκὰ διδοῦσι θεοί". Ταῦτα μὲν οὖν͵ ὦ τέκνον͵ ἱκανῶς καὶ ἀνενδεῶς ἔχει͵ πάντων τῶν ἐν ὀνειροκρισίᾳ ἀπόρων λελυμένων καὶ οὕτως ὑπτίων κειμένων καὶ εὐεπιγνώστων σοι ἐσομένων. ἴσθι δὲ ὅτι οὐχὶ ὀνείρων ἀποβάσεις εἰπεῖν σοι τὸ προκείμενόν μοι ἦν ἀλλ΄ ἀφωρισμένως καθ΄ ἕκαστον ζήτημα τὰς ἐπι λύσεις συναγαγεῖν. αἱ δὲ ἀποβάσεις ἑκάστων παράκεινται εἰς ὑπόδειγμα. ἱστορίας δὲ ἕνεκεν ὅπως ἔχῃς ἀπονώτερον ταῖς τριβαῖς χρῆσθαι͵ πειράσομαι συναγαγὼν ὡς πλεί στους ἀποβεβηκότας ὀνείρους ἄλλο σοι βιβλίον ποιῆσαι.