ἐναργέστερον δὲ τὸ τοιοῦτον ἔστι μαθεῖν ἀπὸ τῶν αἱρετῶν τε καὶ φευκτῶν τοῖς ζῴοις. μύρον γοῦν ἀνθρώποις μὲν ἥδιστον φαίνεται͵
κανθάροις δὲ καὶ μελίσσαις δυσανάσχετον· καὶ τὸ ἔλαιον τοὺς μὲν ἀνθρώπους ὠφελεῖ͵ σφῆκας δὲ καὶ μελίσσας ἀν αιρεῖ καταρραινόμενον· καὶ τὸ θαλάττιον ὕδωρ ἀνθρώποις μὲν ἀηδές ἐστι πινόμενον καὶ φαρμακῶδες͵ ἰχθύσι δὲ ἥδιστον καὶ πότιμον. σύες τε ἥδιον βορβόρῳ λούονται δυσωδεστάτῳ ἢ ὕδατι διειδεῖ καὶ καθαρῷ. τῶν τε ζῴων τὰ μέν ἐστι ποηφάγα τὰ δὲ θαμνοφάγα τὰ δὲ ὑληνόμα τὰ δὲ σπερμοφάγα τὰ δὲ σαρκοφάγα τὰ δὲ γαλακτοφάγα͵
καὶ τὰ μὲν σεσηπυίᾳ χαίρει τροφῇ τὰ δὲ νεαρᾷ͵ καὶ τὰ μὲν ὠμῇ τὰ δὲ μαγειρικῶς ἐσκευασμένῃ. καὶ κοινῶς τὰ ἄλλοις ἡδέα ἄλλοις ἐστὶν ἀηδῆ καὶ φευκτὰ καὶ θανάσιμα. τὸ γοῦν κώνειον πιαίνει τοὺς ὄρτυγας καὶ ὁ ὑοσκύαμος τὰς ὗς͵ αἳ δὴ χαίρουσι καὶ σαλαμάνδρας ἐσθίουσαι͵ ὡσπεροῦν ἔλαφοι τὰ ἰοβόλα ζῷα καὶ αἱ χελιδόνες κανθαρίδας. οἵ τε μύρμηκες καὶ οἱ σκνῖπες ἀνθρώποις μὲν ἀηδίας καὶ στρόφους ἐμποιοῦσι καταπινόμενοι· ἡ δὲ ἄρκτος ἢν ἀρρωστίᾳ τινὶ περιπέσῃ͵ τούτους καταλιχμωμένη ῥώννυται. ἔχιδνα δὲ θιγόντος αὐτῆς μόνον φηγοῦ κλάδου καροῦται͵
καθάπερ καὶ νυκτερὶς πλατάνου φύλλου. φεύγει δὲ κριὸν μὲν ἐλέφας͵ λέων δὲ ἀλεκτρυόνα͵ καὶ θραγμὸν κυάμων ἐρεικομένων τὰ θαλάττια κήτη͵ καὶ τίγρις ψόφον τυμπάνου. καὶ ἄλλα δὲ πλείω τούτων ἔνεστι λέγειν· ἀλλ΄ ἵνα μὴ μᾶλλον τοῦ δέον τος ἐνδιατρίβειν δοκῶμεν͵ εἰ τὰ αὐτὰ τοῖς μέν ἐστιν ἀηδῆ τοῖς δὲ ἡδέα͵
τὸ δὲ ἡδὺ καὶ ἀηδὲς ἐν φαντασίᾳ κεῖται͵
διάφοροι γίνονται τοῖς ζῴοις ἀπὸ τῶν ὑποκειμένων φαντασίαι. εἰ δὲ τὰ αὐτὰ πράγματα ἀνόμοια φαίνεται παρὰ τὴν τῶν ζῴων ἐξαλλαγήν͵
ὁποῖον μὲν ἡμῖν θεωρεῖται τὸ ὑποκείμενον ἕξομεν λέγειν͵ ὁποῖον δὲ ἔστι πρὸς τὴν φύσιν ἐφέξομεν. οὐδὲ γὰρ ἐπικρίνειν αὐτοὶ δυνησόμεθα τὰς φαντασίας τάς τε ἡμετέρας καὶ τὰς τῶν ἄλλων ζῴων͵ μέρος καὶ αὐτοὶ τῆς διαφωνίας ὄντες καὶ διὰ τοῦτο τοῦ ἐπικρινοῦντος δεησόμενοι μᾶλλον ἢ αὐτοὶ κρίνειν δυνάμενοι. καὶ ἄλλως οὔτε ἀναποδείκτως δυνάμεθα
προκρίνειν τὰς ἡμετέρας φαντασίας τῶν παρὰ τοῖς ἀλόγοις ζῴοις γινομένων οὔτε μετ΄ ἀποδείξεως. πρὸς γὰρ τῷ μὴ εἶναι ἀπόδειξιν ἴσως͵ ὡς ὑπομνήσομεν͵ αὐτὴ ἡ λεγομένη ἀπόδειξις ἤτοι φαινομένη ἡμῖν ἔσται ἢ οὐ φαινομένη. καὶ εἰ μὲν μὴ φαινομένη͵ οὐδὲ μετὰ πεποιθήσεως αὐτὴν προοισόμεθα· εἰ δὲ φαινομένη ἡμῖν͵
ἐπειδὴ περὶ τῶν φαινομένων τοῖς ζῴοις ζητεῖται καὶ ἡ ἀπόδειξις ἡμῖν φαίνεται ζῴοις οὖσι͵
καὶ αὐτὴ ζητηθήσεται εἰ ἔστιν ἀληθὴς καθό ἐστι φαινομένη. ἄτοπον δὲ τὸ ζητούμενον διὰ τοῦ ζητουμένου κατασκευάζειν ἐπιχειρεῖν͵
ἐπεὶ ἔσται τὸ αὐτὸ πιστὸν καὶ ἄπιστον͵ ὅπερ ἀμήχανον͵ πιστὸν μὲν ᾗ βούλεται ἀποδεικνύειν͵ ἄπιστον δὲ ᾗ ἀποδείκνυται. οὐχ ἕξομεν ἄρα ἀπόδειξιν δι΄ ἧς προ κρινοῦμεν τὰς ἑαυτῶν φαντασίας τῶν παρὰ τοῖς ἀλόγοις καλουμένοις ζῴοις γινομένων. εἰ οὖν διάφοροι γίνονται αἱ φαντασίαι παρὰ τὴν τῶν ζῴων ἐξαλλαγήν͵ ἃς ἐπικρῖναι ἀμήχανόν ἐστιν͵
ἐπέχειν ἀνάγκη περὶ τῶν ἐκτὸς ὑποκειμένων. Ἐκ περιουσίας δὲ καὶ συγκρίνομεν τὰ ἄλογα καλούμενα ζῷα τοῖς ἀνθρώποις κατὰ φαντασίαν· καὶ γὰρ καταπαίζειν τῶν δογματικῶν τετυφωμένων καὶ περιαυτολογούντων οὐκ ἀποδοκιμάζομεν μετὰ τοὺς πρακτικοὺς τῶν λόγων. οἱ μὲν οὖν ἡμέτεροι τὸ πλῆθος τῶν ἀλόγων ζῴων ἁπλῶς εἰώθασι συγκρίνειν τῷ ἀνθρώπῳ· ἐπεὶ δὲ εὑρεσιλογοῦντες οἱ δογματικοὶ ἄνισον εἶναί φασι τὴν σύγκρισιν͵
ἡμεῖς ἐκ πολλοῦ τοῦ περιόντος ἐπὶ πλέον παίζοντες ἐπὶ ἑνὸς ζῴου στήσομεν τὸν λόγον͵ οἷον ἐπὶ κυνός͵
εἰ δοκεῖ͵ τοῦ εὐτελεστάτου δοκοῦντος εἶναι. εὑρήσομεν γὰρ καὶ οὕτω μὴ λειπόμενα ἡμῶν τὰ ζῷα͵ περὶ ὧν ὁ λόγος͵
ὡς πρὸς τὴν πίστιν τῶν φαινομένων. ὅτι τοίνυν αἰσθήσει διαφέρει τοῦτο τὸ ζῷον ἡμῶν͵ οἱ δογματικοὶ συνομολογοῦσιν· καὶ γὰρ τῇ ὀσφρήσει μᾶλλον ἡμῶν ἀντιλαμβάνεται͵
τὰ μὴ ὁρώμενα αὐτῷ θηρία διὰ ταύτης ἀνιχνεύων καὶ τοῖς ὀφθαλμοῖς θᾶττον ἡμῶν ταῦτα ὁρῶν καὶ τῇ ἀκοῇ αἰσθανόμενος ὀξέως. οὐκοῦν ἐπὶ τὸν λόγον ἔλθωμεν. τούτου δὲ ὁ μέν ἐστιν ἐνδιάθετος ὁ δὲ προφορικός.