ἴδωμεν οὖν πρότερον περὶ τοῦ ἐνδιαθέτου. οὗτος τοίνυν κατὰ τοὺς μάλιστα ἡμῖν ἀντι δοξοῦντας νῦν δογματικούς͵
τοὺς ἀπὸ τῆς Στοᾶς͵
ἐν τούτοις ἔοικε σαλεύειν͵
τῇ αἱρέσει τῶν οἰκείων καὶ φυγῇ τῶν ἀλλοτρίων͵
τῇ γνώσει τῶν εἰς τοῦτο συντεινουσῶν τεχνῶν͵
τῇ ἀντιλήψει τῶν κατὰ τὴν οἰκείαν φύσιν ἀρετῶν καὶ τῶν περὶ τὰ πάθη. ὁ τοίνυν κύων͵ ἐφ΄ οὗ τὸν λόγον ἔδοξε στῆσαι παραδείγματος ἕνεκα͵ αἵρεσιν ποιεῖται τῶν οἰκείων καὶ φυγὴν τῶν βλαβερῶν͵ τὰ μὲν τρόφιμα διώκων͵ μάστιγος δὲ ἀναταθείσης ὑποχωρῶν. ἀλλὰ καὶ τέχνην ἔχει ποριστικὴν τῶν οἰκείων͵
τὴν θηρευτικήν. ἔστι δὲ οὐδ΄ ἀρετῆς ἐκτός· τῆς γέ τοι δικαιοσύνης οὔσης τοῦ κατ΄ ἀξίαν ἀποδοτικῆς ἑκάστῳ͵ ὁ κύων τοὺς μὲν οἰκείους γε καὶ εὖ ποιοῦντας σαίνων καὶ φρουρῶν τοὺς δὲ ἀνοικείους καὶ ἀδικοῦντας ἀμυνόμενος οὐκ ἔξω ἂν εἴη τῆς δικαιοσύνης. εἰ δὲ ταύτην ἔχει͵ τῶν ἀρετῶν ἀντακολουθουσῶν καὶ τὰς ἄλλας ἀρετὰς ἔχει͵
ἃς οὔ φασιν ἔχειν τοὺς πολλοὺς ἀνθρώπους οἱ σοφοί. καὶ ἄλκιμον δὲ αὐτὸν ὄντα ὁρῶμεν ἐν ταῖς ἀμύναις καὶ συνετόν͵ ὡς καὶ Ὅμηρος ἐμαρτύρησεν͵ ποιήσας τὸν Ὀδυσσέα πᾶσι μὲν τοῖς οἰκείοις ἀνθρώποις ἀγνῶτα ὄντα ὑπὸ μόνου δὲ τοῦ Ἄργου ἐπιγνωσθέντα͵ μήτε ὑπὸ τῆς ἀλλοιώσεως τῆς κατὰ τὸ σῶμα τἀνδρὸς ἀπατηθέντος τοῦ κυνός͵ μήτε ἐκστάντος τῆς καταληπτικῆς φαντασίας͵
ἣν μᾶλλον τῶν ἀνθρώπων ἔχων ἐφάνη. κατὰ δὲ τὸν Χρύσιππον τὸν μάλιστα συμπολεμοῦντα τοῖς ἀλόγοις ζῴοις καὶ τῆς ἀοιδίμου διαλεκτικῆς μετέχει. φησὶ γοῦν αὐτὸν ὁ προειρημένος ἀνὴρ ἐπιβάλλειν τῷ πέμπτῳ διὰ πλειόνων ἀναποδείκτῳ͵ ὅταν ἐπὶ τρί οδον ἐλθὼν καὶ τὰς δύο ὁδοὺς ἰχνεύσας δι΄ ὧν οὐ διῆλθε τὸ θηρίον͵ τὴν τρίτην μηδ΄ ἰχνεύσας εὐθέως ὁρμήσῃ δι΄ αὐτῆς. δυνάμει γὰρ τοῦτο αὐτὸν λογίζεσθαί φησιν ὁ ἀρχαῖος ἤτοι τῇδε ἢ τῇδε ἢ τῇδε διῆλθε τὸ θηρίον· οὔτε δὲ τῇδε οὔτε τῇδε· τῇδε ἄρα. ἀλλὰ καὶ τῶν ἑαυτοῦ παθῶν ἀντιληπτικός τέ ἐστι καὶ παραμυθητικός· σκόλοπος γὰρ αὐτῷ καταπαγέντος ἐπὶ τὴν ἄρσιν τούτου ὁρμᾷ τῇ τοῦ ποδὸς πρὸς τὴν γῆν παρατρίψει καὶ διὰ τῶν ὀδόντων. ἕλκος τε εἰ ἔχει που͵
ἐπεὶ τὰ μὲν ῥυπαρὰ ἕλκη δυσαλθῆ ἐστιν͵ τὰ δὲ καθαρὰ ῥᾳδίως θεραπεύεται͵ πρᾴως ἀποψᾷ τὸν γινόμενον ἰχῶρα. ἀλλὰ καὶ τὸ Ἱπποκράτειον φυλάσσει μάλα
καλῶς· ἐπεὶ γὰρ ποδὸς ἄκος ἀκινησία͵
εἴ ποτε τραῦμα ἐν ποδὶ σχοίη͵
μετεωρίζει τοῦτον καὶ ὡς οἷόν τε ἄσκυλτον τηρεῖ. ὀχλούμενός τε ὑπὸ χυμῶν ἀνοικείων πόαν ἐσθίει͵ μεθ΄ ἧς ἀποβλύζων τὸ ἀνοίκειον ὑγιάζεται. εἰ τοίνυν ἐφάνη τὸ ζῷον͵
ἐφ΄ οὗ τὸν λόγον ἐστήσαμεν παραδείγματος ἕνεκα͵ καὶ αἱρούμενον τὰ οἰκεῖα καὶ τὰ ὀχληρὰ φεῦγον͵ τέχνην τε ἔχον ποριστικὴν τῶν οἰκείων͵ καὶ τῶν ἑαυτοῦ παθῶν ἀντιληπτικὸν καὶ παραμυθητικόν͵ καὶ οὐκ ἔξω ἀρετῆς͵
ἐν οἷς κεῖται ἡ τελειότης τοῦ ἐνδιαθέτου λόγου͵
τέλειος ἂν εἴη κατὰ τοῦτο ὁ κύων· ὅθεν μοι δοκοῦσί τινες τῶν κατὰ φιλοσοφίαν ἑαυτοὺς σεμνῦναι τῇ τοῦ ζῴου τούτου προσηγορίᾳ. περὶ δὲ τοῦ προφορικοῦ λόγου τέως μὲν οὐκ ἔστιν ἀναγκαῖον ζητεῖν· τοῦτον γὰρ καὶ τῶν δογματικῶν ἔνιοι παρῃτήσαντο ὡς ἀντιπράττοντα τῇ τῆς ἀρετῆς ἀναλήψει͵ διὸ καὶ παρὰ τὸν τῆς μαθήσεως χρόνον ἤσκησαν σιωπήν· καὶ ἄλλως͵ εἰ καθ΄ ὑπόθεσιν εἴη ἄνθρωπος ἐνεός͵ οὐδεὶς φήσει αὐτὸν εἶναι ἄλο γον. ἵνα δὲ καὶ ταῦτα παραλίπωμεν͵ μάλιστα μὲν ὁρῶμεν τὰ ζῷα͵
περὶ ὧν ὁ λόγος͵
καὶ ἀνθρωπίνας προφερόμενα φωνάς͵ ὡς κίττας καὶ ἄλλα τινά. ἵνα δὲ καὶ τοῦτο ἐάσωμεν͵ εἰ καὶ μὴ συνίεμεν τὰς φωνὰς τῶν ἀλόγων καλουμένων ζῴων͵ ὅλως οὐκ ἔστιν ἀπεικὸς διαλέγεσθαι μὲν ταῦτα͵
ἡμᾶς δὲ μὴ συνιέναι· καὶ γὰρ τῆς τῶν βαρβάρων φωνῆς ἀκούοντες οὐ συνίεμεν ἀλλὰ μονοειδῆ ταύτην εἶναι δοκοῦμεν. καὶ ἀκούομεν δὲ τῶν κυνῶν ἄλλην μὲν φωνὴν προϊεμένων ὅταν ἀμύνωνταί τινας͵
ἄλλην δὲ ὅταν ὠρύωνται͵
καὶ ἄλλην ὅταν τύπτωνται͵
καὶ διάφορον ἐπὰν σαίνωσιν. καὶ ὅλως εἴ τις εἰς τοῦτο ἀτενίσειεν͵
εὕροι ἂν πολλὴν παραλλαγὴν τῆς φωνῆς παρὰ τούτῳ τε καὶ τοῖς ἄλλοις ζῴοις ἐν ταῖς διαφόροις περιστάσεσιν͵
ὥστε διὰ ταῦτα εἰκότως λέγοιτ΄ ἂν καὶ τοῦ προφορικοῦ μετέχειν λόγου τὰ καλούμενα ἄλογα ζῷα. εἰ δὲ μήτε ἀκριβείᾳ τῶν αἰσθήσεων λείπεται τῶν ἀνθρώπων ταῦτα μήτε τῷ ἐν διαθέτῳ λόγῳ͵ ἐκ περιουσίας δὲ εἰπεῖν μηδὲ τῷ προφορικῷ͵ οὐκ ἂν ἀπιστότερα ἡμῶν εἴη κατὰ τὰς φαντασίας. καὶ ἐφ΄ ἑκάστου δὲ τῶν ἀλόγων ζῴων ἴσως ἱστάντας τὸν λόγον ταῦτα ἀποδεικνύειν δυνατόν ἐστιν. οἷον γοῦν τίς οὐκ ἂν εἴποι τοὺς ὄρνιθας ἀγχινοίᾳ τε διαφέρειν καὶ τῷ προφορικῷ κεχρῆσθαι λόγῳ; οἵ γε οὐ μόνον τὰ παρόντα ἀλλὰ καὶ τὰ ἐσόμενα ἐπίστανται καὶ ταῦτα τοῖς συνιέναι δυναμένοις
προδηλοῦσιν͵
ἄλλως τε σημαίνοντες καὶ τῇ φωνῇ προαγορεύοντες. Τὴν δὲ σύγκρισιν ἐποιησάμην͵ ὡς καὶ ἔμπροσθεν ἐπεσημηνάμην͵ ἐκ περιόντος͵
ἱκανῶς͵
ὡς οἶμαι͵
δείξας [ἔμπροσθεν] ὅτι μὴ δυνάμεθα προκρίνειν τὰς ἡμετέρας φαντασίας τῶν παρὰ τοῖς ἀλόγοις ζῴοις γινομένων.