1.304 μέσῳ τοῦ ἑνὸς καὶ τῆς τριάδος· τὸ γάρ τοι ἡνωμένον ὡς τρίτον κατὰ φύσιν ἐστὶ τριάς͵ τὰ δὲ πρὸ αὐτοῦ ὑπερφυέστερον τρόπον. Οὐκ ἄρα θαυμαστὸν οὐδὲ χαλεπὸν ἐννοῆσαι τὸ ἓν οὕτω γε τριαδιζόμενον͵ οὐχ ὅτι ἀριθμεῖται οὐδὲ δι ορίζεται͵ ἀλλ΄ ὅτι προείληφεν ἐν ἑαυτῷ τὴν τοῦ ἡνωμένου τριπλόην͵ καὶ ὅτι ἕν ἐστιν ὡς ἐν τριάδι τῇ ὅλῃ τριαδικόν͵ ἢ ὅπερ ἄν τις ἔχοι τοιοῦτον ἐννοεῖν͵ ἐννοείτω μᾶλλον ἢ διάκρισιν τοῦ ἑνός͵ εἰ μὴ ἄρα καὶ ὑπόβασίν τινα ἀπ΄ αὐτοῦ συμμετρώτερον ὑποθέσθαι͵ ὡς εἶναι καὶ ἕνα πατέρα καὶ τρεῖς͵ τὸν αὐτὸν ἕνα καὶ τρίμορφον͵ μᾶλλον δὲ ἕνα μέν͵ ὑποφαίνοντα δέ τι καὶ τριαδικόν͵ λέγω δὲ οὐ τὸ τριχῆ μεριζόμενον͵ ἀλλὰ τὸ ἀμέριστον ἓν τῆς τριάδος. Ἀλλ΄ εἰ τριαδικὸν τὸ ἕν͵ πῶς ἁπλῶς ἕν; ἠπόρει γὰρ καὶ τοῦτο πρότερον δικαίως ὁ λόγος· ἢ τὸ ἓν ἁπλῶς ὑποθέμενοι καὶ τὰ πολλὰ ἁπλῶς καὶ τὰ πάντα ἁπλῶς κατὰ τὸ ἡνωμένον͵ ἐκ τούτων δὴ τῶν ἁπλῶς μονάδων ἐποιοῦμεν͵ ὡς ἐδοκοῦμεν͵ τριάδα τὴν ἁπλῶς͵ ὥστε καὶ τὸ τριαδικὸν τοῦ ἑνὸς ἁπλῶς ἐστι͵ καθ΄ ὅσον τὸ ἁπλῶς ἓν τὴν ὅλην τριάδα ἐκείνην προείληφε καὶ οἷον ἐτέλεσεν εἰς αὐτὴν καὶ συνηριθμήθη ταῖς ἄλλαις ἁπλῶς ἀρχαῖς͵ ὡς πρώτη ἀρχὴ δευτέρας καὶ τρίτης ἐξηγουμένη. Ἔστω γὰρ τὸ ἁπλῶς ἓν τῷ ὄντι τὸ ἀνάριθμον͵ καὶ εἰ χρὴ φάναι σαφέστερον͵ ἀτρίαστον καὶ ἀμονάδιστον· οὐδὲ γὰρ μοναδικόν ἐστιν͵ ὅτε γε μηδὲ ἓν κατὰ ἀλήθειαν͵ κατὰ δὲ ἔνδειξιν λέγεται μόνην· τοιοῦτον δὲ καὶ τὸ ἁπλῶς ἡνωμένον͵ ἀλλὰ καὶ ἐν μέσῳ τὰ πολλὰ τούτων ἐστὶ τὸν ἁπλῶς λεγόμενον τρόπον ἄνευ παντὸς διορισμοῦ καὶ πάσης προσθήκης. Τρία μὲν οὖν οὐκέτι κλητέον αὐτά͵ παθόντα αὐτοῖς τὸ εἶναι τρισίν͵ οὐδενὸς ἄλλου πεφηνότος ἐκεῖ. Πλὴν ἡμεῖς γε ἀνθρωπίνως διαλεγόμενοι περὶ τῶν ὑπερθειοτάτων ἀρχῶν οὐκ ἔχομεν ἄλλως οὔτε ἐννοεῖν οὔτε ὀνομάζειν ἢ οὕτως ὡς ἀναγκαζόμεθα χρῆσθαι τοῖς λόγοις ὑπὲρ τῶν εἰς τὰ ἐπέκεινα ἀνεχόντων τοῦ παντὸς καὶ ζωῆς καὶ οὐσίας πραγμάτων͵ ἐπεὶ καὶ οἱ θεοὶ οὐχ οἷα νοοῦσιν͵ οὐδὲ ὡς͵ οὕτω καὶ τοιαῦτα περὶ τούτων͵ ἢ καὶ περὶ ἄλλων διδάσκουσιν ἡμᾶς ἐνίοτε καὶ ἐνίους͵ ἀλλ΄ ὥσπερ Αἰγυπτίοις ἢ Σύροις ἢ Ἕλλησι διαλέγονται χρώμενοι τῇ οἰκείᾳ ἐκείνων φωνῇ͵ ἢ μάτην ἂν ἐφθέγγοντο πρὸς αὐτούς͵ οὕτω καὶ ἀνθρώποις τὰ οἰκεῖα παραδοῦναι ἐσπουδακότες͵ ἀνθρωπίνῃ
1.305 διαλέκτῳ χρήσονται δικαίως. Αὕτη δὲ σύγκειται οὐ μόνον ἐκ τοιῶνδε ῥημάτων καὶ ὀνομάτων͵ ἀλλὰ καὶ ἐκ νοημάτων τούτοις ἀναλογούντων καὶ προσαρμοττόντων. Εἰ τοίνυν καὶ παραλλάττομεν τῆς ἀληθείας ἐκείνης διερευνώμενοι τὸν νοητὸν βυθόν͵ ὅσος καὶ οἷός ἐστι͵ καὶ παραφερόμεθα πρὸς τὰ κάτω καὶ μεριστά͵ συνεπισπώμενοι ἢ συγκατασπώμενοι τῇ ἀνάγκῃ τῆς μικροπρεποῦς ἡμῶν οὐδενείας ἀνασχέσθαι͵ ὅμως δεῖ τῆς παραφορᾶς καὶ τῆς παραλλάξεως· ἄλλως μὲν γὰρ οὐκ ἔστιν͵ ὡς νῦν ἔχομεν ἔχοντα͵ ἐννοεῖν περὶ αὐτῶν͵ ἀγαπητέον δὲ καὶ πόρρωθεν καὶ μόλις καὶ ἀμυδρότατά πη παραπτέσθαι ἢ παρυπονοεῖν τι ἴχνος οἷον ἀστράπτον ἐξαίφνης περὶ τοῖς ἡμετέροις ὄμμασιν͵ κἂν αὐτόθεν ποθὲν ἐγείρηται ἀπὸ τῆς ψυχῆς ἡ ἀστραπή͵ μικρὰ μὲν οὖσα καὶ οὐ πάνυ λάμπουσα͵ δεῖγμα δὲ ὅμως ἡμῖν γιγνομένη κατὰ τὸ ἀνάλογον τῆς ὑπερλάμπρου καὶ ὑπερμεγέθους ἐκείνης. Τοσοῦτον δὲ καὶ τοῦδε τοῦ λόγου ἐπαινετέον͵ ὅτι αὐτὸς ἑαυτὸν ἐκφαυλίζει καὶ ὁμολογεῖ δυσωπεῖσθαι καὶ μὴ δύνασθαι ἀντιβλέπειν πρὸς τὸ φῶς ἐκεῖνο τὸ ἡνωμένον καὶ νοητόν. Οὕτως οὖν τὴν τριάδα λέγομεν ἐκεῖ ὡς πλῆθος ἀδιάκριτον σημαίνουσαν͵ καὶ τὴν δυάδα αὖ πάλιν ὡς τοῦ πλήθους αἰτίαν ἐκείνου͵ καὶ τὴν μονάδα πρὸς ταύταις ὡς τὸ ἓν αὐτό͵ ὃ τοῦδε τοῦ πλήθους ἐστὶν ἐπέκεινα. Καὶ αὕτη ἐστὶν ἡ πολυύμνητος νοητὴ τριάς͵ ἣν περιφράζειν ἄλλοτε ἄλλως βουλόμενοι λανθάνομεν αὑτούς͵ ἔτι ποικιλω τέραν αὐτὴν ἐν τοῖς λόγοις παρατιθέμενοι͵ καὶ μάλιστα ὅταν αὐτὴν ἐννεάδα ποιῶμεν͵ τὸ παντελὲς καὶ πάντων ἡγεμονοῦν ἀπὸ τῶν πρώτων ἄχρι τῶν ἐσχάτων ἐκλογιζόμενοι͵ καὶ ἐν τῷ τρίτῳ ὄντι κατὰ φύσιν τριμόρφῳ͵ καὶ τὰς πρὸ αὐτοῦ ἀρχὰς ὥσπερ ἐν κατόπτρῳ ὁρῶντες τριαδικὰς φανταζομένας καταλαμπούσας αὐτοῦ τὰς τρεῖς πάντη μορφάς͵ ὥσπερ ἐν τῷ νέφει τρεῖς ἔχοντι διαστάσεις κατοπτρικὰς ἡ μονοειδὴς ἐμφαίνεται τοῦ ἡλίου χρόα κατὰ τὴν ἰνδαλλομένην πολύχρωμον ἶριν. Τοιγαροῦν καὶ Σωκράτης ἐν τῷ Φιλήβῳ πρὸς τὸ ἓν ἐκεῖνο μὴ δυνηθεὶς ἀντωπῆσαι͵ διὰ τριάδος αὐτὸ παρεδήλωσεν τῆς ἐν προθύροις αὐτοῦ τεταγμένης͵ ὥς φησι͵ πάντως ὅτι ἡνωμένῳ κατιδὼν
1.306 μαρμαίρουσαν τὴν τριάδα κατὰ τὴν μίαν αὐγὴν τῆς ἑνάδος· ὅλως δὲ ὡς τὰ ἄλλα͵ καὶ τὴν τριάδα κατὰ ἔνδειξιν ἐκεῖ ἀνάγομεν. Καὶ ὡς ἡ πρώτη ἀρχὴ μονάς͵ καὶ ἡ δευτέρα δυὰς ἀόριστος͵ ἡ δὲ τρίτη τριάς͵ ὅτι αὕτη μὲν κατὰ ἐπιστροφήν͵ ἡ δὲ πρὸ αὐτῆς κατὰ μονὴν ἐθεωρεῖτο͵ οὕτω καὶ ἡ ὅλη ἀπὸ τούτων συγκειμένη τριὰς οὐκ ἐκ μονάδων ἐστίν͵ ὡς δοκεῖ͵ τριῶν͵ ἀλλ΄ ὅτι μία ἐστὶν ἕνωσις παντελὴς ἡ αὐτὴ μένουσα καὶ προϊοῦσα καὶ ἐπιστρεφομένη͵ οὐδὲ ταῦτα ὡς τρία ἄττα͵ ἀλλ΄ ὡς ἓν πρὸ τῶν τριῶν ἄχρι τῶν ἐσχάτων ἐκλογιζόμενοι͵ καὶ ἐν τῷ τρίτῳ ὄντι κατὰ φύσιν τριμόρφῳ͵ καὶ τὰς πρὸ αὐτοῦ ἀρχὰς τὰ τρία δυνάμενον. Τρεῖς οὖν οἱ πατέρες͵ ἢ εἷς; ἢ οὔτε τὸ εἷς ὑπὲρ πᾶσαν τριάδα· ὥστε καὶ ὑπὲρ τὸ ἓν ἅπαν ὃ πρὸς ταῦτα ἀντιδιαστελλόμεθα ὡς ἓν πρὸς δύο καὶ τρία· καὶ δύναμις ἄρα οὔτε μία͵ οὔτε τρεῖς͵ καὶ νόες οἱ κατὰ τὸ ἡνωμένον ὁμοίως· οὐδὲ γὰρ ἐν τῷ ἡνωμένῳ τὸ ἓν καὶ τὰ δύο καὶ τὰ τρία διώρισται͵ ἀλλ΄ ὥσπερ ὑπὲρ πάντα διορισμὸν τὰ ἐκεῖ͵ οὕτω καὶ ὑπὲρ τὸν πάντων πρεσβύτατον· οὗτος δέ ἐστιν ὅ γε ἑνὸς καὶ δυεῖν καὶ τριῶν. Ἀλλ΄ εἰ καὶ οὕτως ἔχοι ὥσπερ ἔχει κατὰ ἀλήθειαν ἐκείνη ἡ φύσις͵ ὅμως ἀνάγωμεν εἰς αὐτὴν σαφηνείας ἕνεκα καὶ συμμετρίας τῆς πρὸς ἀνθρώπους τὰ σεμνότατα τῶν ἀπ΄ αὐτῆς καὶ μετ΄ αὐτὴν προελθόντων͵ οἷον τὸ ἕν͵ τὰ πολλά͵ τὸ ἡνωμένον͵ τἀγαθόν͵ τὸ πάντων αἴτιον͵ τὸ πέρας͵ τὸ ἄπειρον͵ τὸ μικτόν͵ ὅσα τε ἄλλα τοιουτότροπα͵ καὶ δὴ καὶ τοῦ διωρισμένου τὸ παντελὲς καὶ παντελῶς ὑφεστῶτος͵ ἃ δὴ τριὰς ἔχει καὶ ἡ τῆς τριάδος πρόοδος. Ταῦτα δὲ πάντα κατὰ μὲν ὑπόστασιν μετὰ τὸ νοητὸν ὑφέστηκεν͵ κατὰ δὲ ἔμφασιν ἢ αἰτίαν ἢ ἀναλογίαν ἐν τῷ ἡνωμένῳ· κατὰ δὲ αὐτὴν ἀπ΄ αὐτοῦ ἀναγομένην εἰς τὰ πολλὰ ᾗ πολλὰ μόνον͵ οὐδὲν δὲ ἄλλο͵ προέμφασιν ἢ προαιτίαν ἢ προαναλογίαν͵ ὡς εἴ τις ἐν τῷ πλήθει τῷ πρὸ παντὸς ἀριθμοῦ ἐνίδοι τινὰ ἀδιάρθρωτον͵ μᾶλλον δὲ καὶ ἀδιάκριτον τῶν ἀριθμῶν προϋπόστασιν͵ ὡς ἐν τῇ ἀνειδέῳ ὕλῃ τὴν τῶν εἰδῶν. Τρίτῳ δὲ εἰς τὸ ἄνω βήματι ἀπὸ τοῦ χάους ἀνιόντων πολλῶν ἐν τῷ αἰθέρι τῆς πάντων ἁπλότητος ὑπονοήσει ταῦτα προειλῆφθαι͵ καθόσον αὐτῇ σύνεστι καὶ αὐτῆς ἐστιν ἥ τε χαώδης ἀπειρία καὶ ἡνωμένου ἀδιάκριτος σύμπηξις ἁπάντων.