ΔΑΜΑΣΚΙΟΥ ΔΙΑΔΟΧΟΥ: ΑΠΟΡΙΑΙ ΚΑΙ ΛΥΣΕΙΣ ΠΕΡΙ ΤΩΝ ΠΡΩΤΩΝ ΑΡΧΩΝ (1.307-1.310)


1.307 Ἀλλ΄ ἐπειδὴ καὶ ὁπωσοῦν τολμῶμεν τά τε ἀνάριθμα ἀριθμεῖν καὶ τὰ ὑπὲρ πᾶσαν τάξιν ὄντα τάττειν͵ καὶ τὸν ὑπέρκοσμον τῷ ὄντι βυθὸν ὅμως διακοσμεῖν͵ φέρε νῦν αὐτὰ ταῦτα λέγωμεν͵ ὅπη καὶ ὅπως ποιητέον. Καθάπερ οὖν ὁ νοητὸς κόσμος καὶ νοερὸς ὅ τε ἐπὶ τούτῳ νοερὸς τύχῃ τὴν πρώτην διηρημένος͵ ἔπειτα αὐτῶν τριῶν ἕκαστον τμημάτων τριχῆ διελόμενοι κατὰ ἀναλογίαν τῶν μετ΄ αὐτόν͵ καὶ ἀπὸ τούτων ἐπ΄ ἐκεῖνον μετάγοντες τὴν ἔνδειξιν τῆς διακρίσεως͵ ὅτι ὅσος ἦν ὁ νοερὸς ἐν τῷ διακεκρίσθαι͵ τοσοῦτος ἐν τῷ δια κρίνεσθαι ὁ νοητὸς καὶ νοερός͵ καὶ ὅσος ἐν τῷ διακρίνεσθαι οὗτος͵ τοσοῦτος ὁ νοητὸς ἐν τῷ ἀδιακρίτῳ ἑαυτοῦ͵ καὶ οὐδὲν ἧττον͵ παμπλήρει καταστήματι. Οὕτω δὲ οὖν͵ ὅπερ ἔφην͵ καὶ ἐν ἐκείνῳ τὸ πανταχοῦ τέλειον θεωροῦντες͵ εἰς πατέρα καὶ δύναμιν καὶ νοῦν διειλόμεθα͵ καὶ τούτων ἕκαστον τριχῆ πάλιν ἐπιδιείλομεν. Καὶ πῶς; ἆρα γὰρ τὸν μὲν πατέρα εἰς τρεῖς πατέρας͵ καὶ τὴν δύναμιν εἰς τρεῖς δυνάμεις͵ καὶ τὸν νοῦν εἰς τρεῖς νόας; ἔπειτα προσηρμόσαμεν καὶ συνετάξαμεν ἕκαστον ἑκάστῳ τῷ οἰκείῳ τὸν οἰκεῖον ὁμοταγῶς; ἢ διερριμμέναι οὕτως ἔσονται αἱ τριάδες͵ εἰ ἀπὸ τῆς πρώτης καὶ τῆς δευτέρας καὶ τῆς τρίτης ἑκάστη συνεστήξεται͵ καὶ οὐκ ἔσται πρώτη ὅλη ἡ τριάς͵ καὶ ὅλη δευτέρα καὶ ὅλη τρίτη· ἕξει γὰρ ἑκάστη ἀνομοταγῆ καὶ ἀνομοειδῆ. Καὶ δὴ καὶ ἐπὶ τῶν μετὰ ταῦτα κόσμων οὐχ οὕτως· πατρικῆς γὰρ οὔσης ἐν τῷ μέσῳ τῆς ἰυγγικῆς ὅλης φύσεως͵ καὶ δυναμικῆς τῆς συνοχικῆς͵ καὶ νοερᾶς τῆς τελεταρχικῆς͵ οὐ συμπληροῦμεν ἑκάστην τριάδα ἐκ τῶν τριῶν͵ ἀλλ΄ ἑκάστην φύσιν ἰδίᾳ τριχῆ διαιρούμεθα κατὰ τὸ εἶδος μέντοι τῆς ὅλης διαιρέσεως· καὶ γὰρ τὴν ἰυγγικὴν εἰς πατέρα καὶ δύναμιν καὶ νοῦν͵ καὶ τὴν συνοχικὴν εἰς τὰ αὐτά͵ καὶ τὴν τελεταρχικὴν ὁμοίως. Οὕτως ἄρα καὶ τῆς νοητῆς τριάδος ἑκάστην μονάδα τριχῆ διελώμεθα͵ οἷον τὴν πατρικὴν εἰς πατέρα καὶ δύναμιν καὶ νοῦν· ὁ γὰρ εἷς οὗτος ὅλος πατήρ͵ ᾗ μὲν καθ΄ ἑαυτόν͵ πατὴρ μόνον͵ ᾗ δὲ συμφέρεται αὐτῷ ἡ δύναμις͵ καὶ αὐτὸς ἐπικοινωνεῖ ταύτῃ͵ τρόπον τινὰ γίγνεται δύναμις͵ ᾗ δὲ τοῦ νοῦ πατὴρ καὶ αὐτοῦ ὁ νοῦς ἐστι͵ ταύτῃ γίγνεται νοῦς. Οὕτως ἄρα καὶ εἷς ὤν͵ ὅμως ἐμφαίνει τὴν τριάδα τῆς οἰκείας ἁπλότητος. Ὡσαύτως δὲ καὶ ἡ δύναμις τριὰς καθίσταται καθ΄ ἑαυτήν τε μένουσα καὶ ἑκατέρῳ συμφερομένη

1.308 τῶν ἄκρων. Καὶ δὴ ἐκ τρίτων καὶ ὁ νοῦς ὁμοίως τριπλασιάζεται͵ ὅσον μὲν αὐτοῦ εἰς τὸν πατέρα ἐπέστραπται͵ πατρικὸν γιγνόμενον ἐν τῇ τρίτῃ τριάδι τῇ ἑαυτοῦ͵ ὅσον δὲ τῇ δυνάμει συμφυόμενον͵ δύναμις νοερὰ ἀποτελεῖται͵ ὅσον δὲ ἀφ΄ ἑαυτοῦ ἀμιγὲς πρὸς τὰ κρείττονα μένει͵ τοσοῦτον οὐ παραδίδοται τῆς τριάδος. Καὶ οὕτω μὲν ὁμοειδεῖς τε καὶ ὁμοταγεῖς αἱ μονάδες ἑκάστης τριάδος͵ οὕτω δὲ αἱ τριάδες εἰς μονάδας δύνανται συναιρεῖσθαι͵ κατὰ τὸ ἓν ἑκάστη ὁρωμένη τῆς τριάδος͵ ἀλλ΄ οὐχὶ κατὰ τὸ πλῆθος αὐτῆς. Ἀλλὰ καὶ αὗται αἱ ὅλαι τρεῖς οἷον μονάδες οὐ διεστήξονται ἀπ΄ ἀλλήλων κατὰ διά κρισιν͵ ἀλλ΄ ὑπὲρ πᾶσαν μονάδα πρὸς ἑαυτὴν ἡνωμένην ἐκεῖναι πρὸς ἀλλήλας ἑνωθήσονται͵ τοῦ ἑνὸς ἁπλῶς τὴν ἑαυτοῦ πρώτην ἑνοποιὸν δύναμιν εἰς τὰς μεθ΄ ἑαυτοῦ συνεχεῖς αὐτῷ ἀρχὰς ἀπερειδομένου καὶ ἀναρπάζοντος αὐτὰς εἰς τὴν ἑαυτοῦ ἄφραστον ἕνωσιν͵ ἧς τοσαύτη ἐστὶν ἡ ὑπερβολὴ πρὸς τὴν μονάδος ἕνωσιν͵ ὥστε καὶ τὸ τρίτον ἀπὸ τοῦ ἑνός͵ ὅπερ ἐκαλοῦμεν ἡνωμένον͵ καὶ τοῦτο ὅμως τῇ ἑαυτοῦ φύσει καὶ πρὸ τῆς ἀμηχάνου τοῦ ἑνὸς ἁπλότητος ὑπὲρ μονάδος ἕστηκεν ἀναλογίαν. ῟Η μὲν γὰρ εἶδός ἐστιν· εἰ δὲ μὴ εἶδος͵ ἀλλά τι διωρισμένον͵ εἰ δὲ μή͵ ἀλλὰ διωρισμένης τε συστάσεως ἀρχή͵ τὸ δὲ ἡνωμένον καὶ ὑπὲρ εἶδος͵ καὶ ὑπὲρ πάντα διορισμόν͵ καὶ ὑπὲρ πᾶσαν οὐσίαν τὴν καθ΄ ἑτερότητα θεωρουμένην͵ καὶ οὐκ ἀριθμοῦ ἀρχή͵ ἀλλὰ πάντων ἁπλῶς τῶν μεθ΄ ἑαυτό͵ καὶ οὐκ ἔχει πλῆθος ἐν ἑαυτῷ πολλῶν ἀριθμῶν συνεσπειρα μένον͵ ἀλλὰ πάντη ἀνάριθμον τε καὶ ἀδιάκριτον αὐτὸ τοῦτο μόνον ὃ λέγεται ἡνωμένον. Οὐκ ἄρα ὡς ἀληθῶς τριὰς οὐδεμία δοκοῦσά ἐστιν· οὐδὲ γὰρ μένει διωρισμένα ἀπ΄ ἀλλήλων τὰ τρία͵ τὸ ἡνωμένον͵ τὰ πολλά͵ τὸ ἕν͵ ἀλλὰ τὸ μὲν ἡνωμένον ἀναχεῖται εἰς τὰ πολλὰ κατὰ γοῦν τὴν ἐπικράτειαν τῆς δυνάμεως· ἡ δὲ δύναμις ἅμα͵ ἐκείνῳ διαχυθέντι εἰς δύναμιν͵ εἰς τὸ ἓν ἀναπλοῦται͵ ἀφεῖσα τὴν ἑαυτῆς χύσιν͵ καὶ εἰς τὴν τοῦ ἑνὸς ἀναδραμοῦσα ἁπλότητα. Πάντα οὖν αὕτη κατείληφεν οὐκ ἐῶσα φανῆναι τὸν τῆς τριάδος διορισμόν͵ ἀλλὰ πάντα τὸ ἓν ἀποφήνασα͵ καθάπερ ἡ δύναμις καὶ τὸν νοῦν ἀπο δείκνυσιν ἄπειρον χάος ἐν τῷ τῆς δυνάμεως ἱστάμενον ἀορίστῳ. Ὁ δὲ νοῦς͵

1.309 ὅσον καθ΄ ἑαυτὸν ἀπολείπεται τῶν πρεσβυτέρων ἀρχῶν͵ κατὰ τοσοῦτον μόνον φαίνεται νοῦς. Πῶς οὖν τῷ ὄντι τριάς; ἑκάστης γὰρ τριάδος αἱ μονάδες χείρονές εἰσιν αὐτῆς ὅλης͵ καὶ οὐδεμία μέντοι ἀφανίζει τὴν οἰκείαν τριάδα͵ τοὐναντίον δὲ καὶ συνίστησιν. Νῦν δὲ τὸ ἓν πάντων ἐστὶ κράτιστον͵ καὶ οὐδέν ἐστι πρὸ αὐτοῦ͵ ὥστε οὐδὲ τριὰς αὐτὴ ὅλη· ἦ γὰρ ἂν εἴη τὰ πολλὰ πρὸ τοῦ ἑνός; Ἔτι δὲ καὶ ἀφανίζει τὴν τριάδα τὸ ἕν͵ καταπίνεται γὰρ ἐν αὐτῷ ἅπας διορισμός. Διόπερ ἐν μὲν τῷ ἑνὶ μόνη ἑνάς ἐστι καὶ ἡ λεγομένη τριάς͵ ἐν δὲ τοῖς πολλοῖς δυάς ἐστι καὶ ἡ τριάς͵ δύναμις γάρ͵ ἐν δὲ τῷ ἡνωμένῳ σαφής τις ἂν εἴη τῆς τριάδος ἔμφασις διὰ τὸ πρῶτον πεπονθέναι τό τε ἓν καὶ τὰ πολλά· πρῶτος δὲ καὶ ἡ τριὰς ἀριθμὸς ἕν τε καὶ δύο͵ τοῦτο δέ ἐστιν ἡνωμένον τε καὶ πεπληθυσμένον͵ μοναδικόν τε καὶ δυαδικόν. Τῶν μὲν δὴ τοιούτων ἅλις ἡμῖν ἔστω· πότε γὰρ ἂν παυσαίμεθα τῷ φύσει λόγῳ ἁμιλλώμενοι πρὸς τὴν νόησιν τῶν νοητῶν ὑμνουμένων τριάδων; ἐπ΄ ἐκεῖνα δὲ τρέψωμεν τὴν διάνοιαν τὰ ζητήματα ὅσα τὴν φύσιν αὐτὴν πολυ πραγμονεῖ τῶν τριάδων͵ τῆς πατρικῆς͵ τῆς δυναμικῆς͵ τῆς νοερᾶς καλουμένης. Ἆρα γάρ͵ ὡς ἡ μέση προφανῶς ἐνδείκνυται͵ ἡ μὲν ἵσταται κατὰ τὴν δύναμιν καὶ θεωρεῖται ὡς ἀρχὴ πασῶν δυνάμεων͵ ἡ δὲ ὡς ὕπαρξις ἡ πατρική͵ ἧς λέγεται καὶ ἡ δύναμις͵ ἡ δὲ νοερὰ ὡς ἐνέργεια ἀπὸ δυνάμεως προϊοῦσα καὶ οὖσα ἐνέργεια τῆς ὑπάρξεως; ὃν γὰρ ἔχει λόγον ἡ οὐσία πρὸς δύναμιν͵ καὶ δύναμις πρὸς ἐνέργειαν͵ τοῦτον ἔχειν εἴποι τις ἂν τὴν πατρικὴν ἰδιότητα πρὸς τὴν δυναμικήν͵ καὶ τὴν δυναμικὴν πρὸς τὴν νοεράν͵ καὶ ἃς ἠβουλήθησαν ἀρχὰς ἐνδείξασθαι δι΄ ἄλλων ἄλλοι͵ οἷον οἱ Πυθαγόρειοι διὰ μονάδος καὶ δυάδος καὶ τριάδος͵ ἢ ὁ Πλάτων διὰ τοῦ πέρατος καὶ τοῦ ἀπείρου καὶ τοῦ μικτοῦ. ῍Η πρότερόν γε ἡμεῖς διὰ τοῦ ἑνὸς καὶ τῶν πολλῶν καὶ τοῦ ἡνωμένου͵ τοῦτο οἱ χρησμοὶ τῶν θεῶν διὰ τῆς ὑπάρξεως καὶ δυνάμεως καὶ ἐνεργείας. Τὸν μὲν οὖν πατέρα σαφῶς ὕπαρξιν ὀνομάζει͵ τὴν δὲ δύναμιν οὐδὲ ἄλλῳ ὀνόματι

1.310 παραδίδωσιν. Εἰ δὲ ὁ μὲν πατὴρ ὕπαρξις͵ ἡ δὲ δύναμις τὸ μέσον͵ πῶς οὐχὶ καὶ τὸ τρίτον ἐνέργειά τε ἂν εἴη καὶ λέγοιτο; Καὶ δὴ τοῦτο ταύτῃ θεωρεῖ καὶ ὁ μέγας Ἰάμβλιχος· τάχα δὲ καὶ ὁ νοῦς ἀπὸ τοῦ νοεῖν ὅ ἐστιν ἀπὸ ἐνεργείας ὠνομασμένος ἂν εἴη͵ ὅτι ποτὲ ἂν δηλοίη τὸ νοεῖν͵ εἴτε τὸ γιγνώσκειν͵ εἴτε τὸ ἐπιστρέφεσθαι πρὸς τὸν πατέρα͵ εἴτε τὸ ἐκείνου ἀφίεσθαι· καὶ τάχα ἂν ὁ μὲν πατὴρ ὑπάρχει μόνον͵ ἡ δὲ δύναμις πρὸς τὸ ὑπάρχειν καὶ δυνατόν͵ ὁ δὲ νοῦς πρὸς τούτοις καὶ τὴν ἐνέργειαν προβάλοιτο ἄν. Καὶ ἥγε τοιαύτη ἔνδειξις πολλὴν ἂν σώζοι τὴν ἕνωσιν τῶν πρώτων ἀρχῶν͵ εἴ γε τρεῖς οὖσαι ὅμως ἥνωνται πρὸς ἀλλήλας οὕτως ὡς πρὸς ὕπαρξιν δύναμις καὶ ἐνέργεια τῆς ὑπάρξεως. Δῆλον δὲ ὅτι καὶ μειζόνως ἥνωνται πρὸς ἀλλήλας αἱ ἀρχαί͵ ᾗ πρὸς ἑαυτὴν ἡ μία φύσις ὑπάρχουσά τε καὶ δυναμένη καὶ ἐνεργοῦσα καὶ οὖσά γε μία τρίμορφος. Ἆρα οὖν οὕτως αὐτὰς νοητέον; καὶ ἀπὸ τῆς τρίτης ταύτης ἰδιότητος͵ ἢ τὴν ἁπλῶς οὐσίαν θέμενοι τὸ τρίτον͵ ὅπερ ἐστὶ τὸ ἡνωμένον; πῶς ἂν ἔχοιμεν λέγειν τὸν πατέρα κατὰ τὴν οὐσίαν ὑπογράφεσθαι͵ εἴπερ ταὐτὸν οὐσία καὶ ὕπαρξις; ἢ οὐ ταὐτόν φασιν͵ ἀλλ΄ ἡ μὲν ὕπαρξις ἐπὶ θεῶν λέγοιτο ἄν͵ ἡ δὲ οὐσία ἐπὶ τῶν ἐξημμένων αὐτῶν· οὕτω γὰρ εἰώθασι πολλαχοῦ διαστέλλεσθαι οἱ φιλόσοφοι. Ἀλλ΄ εἰ καὶ τοῦτο ἦν ἀληθές͵ οὔπω διώρισται ἐν ἐκείνοις ἀπὸ τοῦ ἑνὸς τὸ ὄν͵ οὐδέ ἐστιν ὂν τὸ ἡνωμένον· οὐδὲ ἄρα τὸ ἓν ὁ πατήρ· ἴσως δὲ ὡς ἓν ἁπλῶς ὁ πατήρ͵ καὶ τὸ ἡνωμένον εἴη ἂν ἁπλῶς ὂν ἄλλον τρόπον λεγόμενον͵ ἑκάτερον͵ ὡς προείρηται πολλάκις· ἦν δὲ ἂν οὕτω λέγειν͵ εἰ ἀληθὲς διαφέρειν οὐσίαν καὶ ὕπαρξιν. Νῦν δὲ οὐχ ὁρῶ ἔγωγε τὴν τοιαύτην διαφοράν· τὸ γὰρ εἶναι καὶ τὸ ὑπάρχειν ἐπὶ τοῦ αὐτοῦ λέγομεν͵ εἴπερ ποτὲ καὶ λέγοιμεν ὑπάρχειν τὸ εἶναι· τοῖς γὰρ παλαιοῖς πάνυ σύνηθες· εἰ δὲ ὅτι πρὸ παντὸς ἄλλου δεῖ προϋπάρχειν τὸ εἶναι͵ οἷον τοῦ δύνασθαι καὶ τοῦ ἐνεργεῖν͵ καὶ τοῦ εὖ πράττειν ἢ εὖ εἶναι καὶ τῶν ἄλλων ἁπάντων σχεδόν· καὶ γὰρ ἐν τοῖς γένεσι τοῦ ὄντος τὸ ὂν προηγεῖται τῶν ἄλλων. Εἰ δὴ διὰ ταῦτα τὸ εἶναι ἄρχει καὶ ὑπό τι ἄρχει (μετὰ γὰρ τὸ ἓν τὸ ὂν ἐννοοῦμεν)͵ ταὐτὸν