5.271 ΜΑΚΗΔΟΝΙΟΥ ΥΠΑΤΙΚΟΥ
Τήν ποτε βακχεύουσαν ἐν εἴδεϊ θηλυτεράων͵
τὴν χρυσέῳ κροτάλῳ σειομένην σπατάλην
γῆρας ἔχει καὶ νοῦσος ἀμείλιχος· οἱ δὲ φιληταί͵
οἵ ποτε τριλλίστως ἀντίον ἐρχόμενοι͵
νῦν μέγα πεφρίκασι· τὸ δ΄ αὐξοσέληνον ἐκεῖνο
ἐξέλιπεν συνόδου μηκέτι γινομένης.
5.272 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ
Μαζοὺς χερσὶν ἔχω͵ στόματι στόμα͵ καὶ περὶ δειρὴν
ἄσχετα λυσσώων βόσκομαι ἀργυφέην.
οὔπω δ΄ ἀφρογένειαν ὅλην ἕλον· ἀλλ΄ ἔτι κάμνω
παρθένον ἀμφιέπων λέκτρον ἀναινομένην.
ἥμισυ γὰρ Παφίῃ͵ τὸ δ΄ ἄρ΄ ἥμισυ δῶκεν Ἀθήνῃ·
αὐτὰρ ἐγὼ μέσσος τήκομαι ἀμφοτέρων.
5.273 ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Ἡ πάρος ἀγλαΐῃσι μετάρσιος͵ ἡ πλοκαμῖδας
σειομένη πλεκτὰς καὶ σοβαρευομένη͵
ἡ μεγαλαυχήσασα καθ΄ ἡμετέρης μελεδώνης
γήραϊ ῥικνώδης τὴν πρὶν ἀφῆκε χάριν.
μαζὸς ὑπεκλίνθη͵ πέσον ὀφρύες͵ ὄμμα τέτηκται͵
χείλεα βαμβαίνει φθέγματι γηραλέῳ.
τὴν πολιὴν καλέω Νέμεσιν πόθου͵ ὅττι δικάζει
ἔννομα ταῖς σοβαραῖς θᾶσσον ἐπερχομένη.
5.274 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ
Τὴν πρὶν ἐνεσφρήγισσεν Ἔρως θρασὺς εἰκόνα μορφῆς
ἡμετέρης θερμῷ βένθεϊ σῆς κραδίης͵
φεῦ φεῦ͵ νῦν ἀδόκητος ἀπέπτυσας· αὐτὰρ ἐγώ τοι
γραπτὸν ἔχω ψυχῇ σῆς τύπον ἀγλαΐης.
τοῦτον καὶ Φαέθοντι καὶ Ἄϊδι͵ βάρβαρε͵ δείξω͵
Κρῆσσαν ἐπισπέρχων εἰς σὲ δικασπολίην.
5.275 ΤΟΥ ΑΥΤΟΥ
Δειελινῷ χαρίεσσα Μενεκρατὶς ἔκχυτος ὕπνῳ
κεῖτο περὶ κροτάφους πῆχυν ἑλιξαμένη.
τολμήσας δ΄ ἐπέβην λεχέων ὕπερ· ὡς δὲ κελεύθου
ἥμισυ κυπριδίης ἤνυον ἀσπασίως͵
ἡ παῖς ἐξ ὕπνοιο διέγρετο͵ χερσὶ δὲ λευκαῖς
κράατος ἡμετέρου πᾶσαν ἔτιλλε κόμην·
μαρναμένης δὲ τὸ λοιπὸν ἀνύσσαμεν ἔργον ἔρωτος͵
ἡ δ΄ ὑποπιμπλαμένη δάκρυσιν εἶπε τάδε·
«Σχέτλιε͵ νῦν μὲν ἔρεξας͵ ὅ τοι φίλον͵ ᾧ ἔπι πουλὺν
πολλάκι σῆς παλάμης χρυσὸν ἀπωμοσάμην·
οἰχόμενος δ΄ ἄλλην ὑποκόλπιον εὐθὺς ἑλίξεις·
ἐστὲ γὰρ ἀπλήστου κύπριδος ἐργατίναι.»
5.276 ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Σοὶ τόδε τὸ κρήδεμνον͵ ἐμὴ μνήστειρα͵ κομίζω͵
χρυσεοπηνήτῳ λαμπόμενον γραφίδι·
βάλλε δὲ σοῖς πλοκάμοισιν· ἐφεσσαμένη δ΄ ὑπὲρ ὤμων
στήθεϊ παλλεύκῳ τήνδε δὸς ἀμπεχόνην.
ναὶ ναὶ στήθεϊ μᾶλλον͵ ὅπως ἐπιμάζιον εἴη
ἀμφιπεριπλέγδην εἰς σὲ κεδαννύμενον.
καὶ τόδε μὲν φορέοις ἅτε παρθένος· ἀλλὰ καὶ εὐνὴν
λεύσσοις καὶ τεκέων εὔσταχυν ἀνθοσύνην͵
ὄφρα σοι ἐκτελέσαιμι καὶ ἀργυφέην ἀναδέσμην
καὶ λιθοκολλήτων πλέγματα κεκρυφάλων.
5.277 ΕΡΑΤΟΣΘΕΝΟΥΣ ΣΧΟΛΑΣΤΙΚΟΥ
Ἄρσενας ἄλλος ἔχοι· φιλέειν δ΄ ἐγὼ οἶδα γυναῖκας͵
ἐς χρονίην φιλίην οἷα φυλασσομένας.
οὐ καλὸν ἡβητῆρες· ἀπεχθαίρω γὰρ ἐκείνην
τὴν τρίχα τὴν φθονερήν͵ τὴν ταχὺ φυομένην.
5.278 ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Αὐτή μοι Κυθέρεια καὶ ἱμερόεντες Ἔρωτες
τήξουσιν κενεὴν ἐχθόμενοι κραδίην͵
ἄρσενας εἰ σπεύσω φιλέειν ποτέ. μήτε τυχήσω
μήτ΄ ἐπολισθήσω μείζοσιν ἀμπλακίαις.
ἄρκια θηλυτέρων ἀλιτήματα· κεῖνα κομίσσω͵
καλλείψω δὲ νέους ἄφρονι Πιτταλάκῳ.
5.279 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ
Δηθύνει Κλεόφαντις· ὁ δὲ τρίτος ἄρχεται ἤδη
λύχνος ὑποκλάζειν ἦκα μαραινόμενος.
αἴθε δὲ καὶ κραδίης πυρσὸς συναπέσβετο λύχνῳ
μηδέ μ΄ ὑπ΄ ἀγρύπνοις δηρὸν ἔκαιε πόθοις.
ἆ πόσα τὴν Κυθέρειαν ἐπώμοσεν ἕσπερος ἥξειν·
ἀλλ΄ οὔτ΄ ἀνθρώπων φείδεται οὔτε θεῶν.
5.280 ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
῏Η ῥά γε καὶ σύ͵ Φίλιννα͵ φέρεις πόθον; ἦ ῥα καὶ αὐτὴ
κάμνεις αὐαλέοις ὄμμασι τηκομένη;
ἢ σὺ μὲν ὕπνον ἔχεις γλυκερώτατον͵ ἡμετέρης δὲ
φροντίδος οὔτε λόγος γίνεται οὔτ΄ ἀριθμός;
εὑρήσεις τάχ΄ ὅμοια͵ τεὴν δ΄͵ ἀμέγαρτε͵ παρειὴν
ἀθρήσω θαμινοῖς δάκρυσι τεγγομένην.
Κύπρις γὰρ τὰ μὲν ἄλλα παλίγκοτος͵ ἓν δέ τι καλὸν
ἔλλαχεν͵ ἐχθαίρειν τὰς σοβαρευομένας.
5.281 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ
Χθιζά μοι Ἑρμώνασσα φιλακρήτους μετὰ κώμους
στέμμασιν αὐλείας ἀμφιπλέκοντι θύρας
ἐκ κυλίκων ἐπέχευεν ὕδωρ· ἀμάθυνε δὲ χαίτην͵
ἣν μόλις ἐς τρισσὴν πλέξαμεν ἀμφιλύκην.
ἐφλέχθην δ΄ ἔτι μᾶλλον ὑφ΄ ὕδατος· ἐκ γὰρ ἐκείνης
λάθριον εἶχε κύλιξ πῦρ γλυκερῶν στομάτων.
5.282 ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Ἡ ῥαδινὴ Μελίτη ταναοῦ ἐπὶ γήραος οὐδῷ
τὴν ἀπὸ τῆς ἥβης οὐκ ἀπέθηκε χάριν͵
ἀλλ΄ ἔτι μαρμαίρουσι παρηίδες͵ ὄμμα δὲ θέλγειν
οὐ λάθε· τῶν δ΄ ἐτέων ἡ δεκὰς οὐκ ὀλίγη.
μίμνει καὶ τὸ φρύαγμα τὸ παιδικόν· ἐνθάδε δ΄ ἔγνων͵
ὅττι φύσιν νικᾶν ὁ χρόνος οὐ δύναται.
5.283 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ
Δάκρυά μοι σπένδουσαν ἐπήρατον οἰκτρὰ Θεανὼ
εἶχον ὑπὲρ λέκτρων πάννυχον ἡμετέρων·
ἐξότε γὰρ πρὸς Ὄλυμπον ἀνέδραμεν ἕσπερος ἀστήρ͵
μέμφετο μελλούσης ἄγγελον ἠριπόλης.
οὐδὲν ἐφημερίοις καταθύμιον· εἴ τις Ἐρώτων
λάτρις͵ νύκτας ἔχειν ὤφελε Κιμμερίων.
5.284 ΡΟΥΦΙΝΟΥ ΔΟΜΕΣΤΙΚΟΥ
Πάντα σέθεν φιλέω· μοῦνον δὲ σὸν ἄκριτον ὄμμα
ἐχθαίρω͵ στυγεροῖς ἀνδράσι τερπόμενον.
5.285 ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Εἰργομένη φιλέειν με κατὰ στόμα δῖα Ροδάνθη
ζώνην παρθενικὴν ἐξετάνυσσε μέσην
καὶ κείνην φιλέεσκεν· ἐγὼ δέ τις ὡς ὀχετηγὸς
ἀρχὴν εἰς ἑτέρην εἷλκον ἔρωτος ὕδωρ͵
αὐερύων τὸ φίλημα· περὶ ζωστῆρα δὲ κούρης
μάστακι ποππύζων τηλόθεν ἀντεφίλουν.
ἦν δὲ πόνου καὶ τοῦτο παραίφασις· ἡ γλυκερὴ γὰρ
ζώνη πορθμὸς ἔην χείλεος ἀμφοτέρου.
5.286 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ
Φράζεό μοι͵ Κλεόφαντις͵ ὅση χάρις͵ ὁππότε δοιοὺς
λάβρον ἐπαιγίζων ἶσος ἔρως κλονέει.
ποῖος ἄρης ἢ τάρβος ἀπείριτον ἠὲ τίς αἰδὼς
τούσδε διακρίνει πλέγματα βαλλομένους;
εἴη μοι μελέεσσι τὰ Λήμνιος ἥρμοσεν ἄκμων
δεσμὰ καὶ Ἡφαίστου πᾶσα δολορραφίη͵
μοῦνον ἐγώ͵ χαρίεσσα͵ τεὸν δέμας ἀγκὰς ἑλίξας
θελγοίμην ἐπὶ σοῖς ἅψεσι βουλόμενος͵
δὴ τότε καὶ ξεῖνός με καὶ ἐνδάπιος καὶ ὁδίτης͵
πότνα͵ καὶ ἀρητὴρ χἠ παράκοιτις ἴδοι.
5.287 ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Σπεύδων εἰ φιλέει με μαθεῖν εὐῶπις Ἐρευθώ͵
πείραζον κραδίην πλάσματι κερδαλέῳ·
«Βήσομαι ἐς ξείνην τινά που χθόνα· μίμνε δέ͵ κούρη͵
ἀρτίπος͵ ἡμετέρου μνῆστιν ἔχουσα πόθου.»
ἡ δὲ μέγα στονάχησε καὶ ἥλατο καὶ τὸ πρόσωπον
πλῆξε καὶ εὐπλέκτου βότρυν ἔρηξε κόμης͵
καί με μένειν ἱκέτευεν· ἐγὼ δέ τις ὡς βραδυπειθὴς
ὄμματι θρυπτομένῳ συγκατένευσα μόνον.
ὄλβιος ἐς πόθον εἰμί· τὸ γὰρ μενέαινον ἀνύσσαι
πάντως͵ εἰς μεγάλην τοῦτο δέδωκα χάριν.
5.288 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ
Ἐξότε μοι πίνοντι συνεψιάουσα Χαρικλὼ
λάθρῃ τοὺς ἰδίους ἀμφέβαλε στεφάνους͵
πῦρ ὀλοὸν δάπτει με· τὸ γὰρ στέφος͵ ὡς δοκέω͵ τι
εἶχεν͵ ὃ καὶ Γλαύκην φλέξε Κρεοντιάδα.
5.289 ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Ἡ γραῦς ἡ τρικόρωνος͵ ἡ ἡμετέρους διὰ μόχθους
μοίρης ἀμβολίην πολλάκι δεξαμένη͵
ἄγριον ἦτορ ἔχει καὶ θέλγεται οὔτ΄ ἐπὶ χρυσῷ
οὔτε ζωροτέρῳ μείζονι κισσυβίῳ.
τὴν κούρην δ΄ αἰεὶ περιδέρκεται· εἰ δέ ποτ΄ αὐτὴν
ἀθρήσει κρυφίοις ὄμμασι ῥεμβομένην͵
ἆ μέγα τολμήεσσα͵ ῥαπίσμασιν ἀμφὶ πρόσωπα
πλήσσει τὴν ἁπαλὴν οἰκτρὰ κινυρομένην.
εἰ δ΄ ἐτεὸν τὸν Ἄδωνιν ἐφίλαο͵ Περσεφόνεια͵
οἴκτειρον ξυνῆς ἄλγεα τηκεδόνος.
ἔστω δ΄ ἀμφοτέροισι χάρις μία͵ τῆς δὲ γεραιῆς
ῥύεο τὴν κούρην͵ πρίν τι κακὸν παθέειν.
5.290 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ
Ὄμμα πολυπτοίητον ὑποκλέπτουσα τεκούσης
συζυγίην μήλων δῶκεν ἐμοὶ ῥοδέων
θηλυτέρη χαρίεσσα. μάγον τάχα πυρσὸν ἐρώτων
λαθριδίως μήλοις μῖξεν ἐρευθομένοις·
εἰμὶ γὰρ ὁ τλήμων φλογὶ σύμπλοκος· ἀντὶ δὲ μαζῶν͵
ὦ πόποι͵ ἀπρήκτοις μῆλα φέρω παλάμαις.
5.291 ΤΟΥ ΑΥΤΟΥ
Εἰ μὲν ἐμοί͵ χαρίεσσα͵ τεῶν τάδε σύμβολα μαζῶν
ὤπασας͵ ὀλβίζω τὴν χάριν ὡς μεγάλην·
εἰ δ΄ ἐπὶ τοῖς μίμνεις͵ ἀδικεῖς͵ ὅτι λάβρον ἀνῆψας
πυρσὸν ἀποσβέσσαι τοῦτον ἀναινομένη.
Τήλεφον ὁ τρώσας καὶ ἀκέσσατο· μὴ σύ γε͵ κούρη͵
εἰς ἐμὲ δυσμενέων γίνεο πικροτέρη.
5.292 ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Ἐνθάδε μὲν χλοάουσα τεθηλότι βῶλος ὀράμνῳ
φυλλάδος εὐκάρπου πᾶσαν ἔδειξε χάριν·
ἐνθάδε δὲ κλάζουσιν ὑπὸ σκιεραῖς κυπαρίσσοις
ὄρνιθες δροσερῶν μητέρες ὀρταλίχων͵
καὶ λιγυρὸν βομβεῦσιν ἀκανθίδες· ἡ δ΄ ὀλολυγὼν
τρύζει͵ τρηχαλέαις ἐνδιάουσα βάτοις.
ἀλλὰ τί μοι τῶν ἦδος͵ ἐπεὶ σέο μῦθον ἀκούειν
ἤθελον ἢ κιθάρης κρούσματα Δηλιάδος;
καί μοι δισσὸς ἔρως περικίδναται· εἰσοράαν γὰρ
καὶ σέ͵ μάκαρ͵ ποθέω καὶ γλυκερὴν δάμαλιν͵
ἧς με περισμύχουσι μεληδόνες. ἀλλά με θεσμοὶ
εἴργουσιν ῥαδινῆς τηλόθι δορκαλίδος.
5.293 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ
Θεσμὸν Ἔρως οὐκ οἶδε βιημάχος͵ οὐδέ τις ἄλλη
ἀνέρα νοσφίζει πρῆξις ἐρωμανίης.
εἰ δέ σε θεσμοπόλοιο μεληδόνος ἔργον ἐρύκει͵
οὐκ ἄρα σοῖς στέρνοις λάβρος ἔνεστιν ἔρως.
ποῖος ἔρως͵ ὅτε βαιὸς ἁλὸς πόρος οἶδε μερίζειν
σὸν χρόα παρθενικῆς τηλόθεν ὑμετέρης;
νηχόμενος Λείανδρος͵ ὅσον κράτος ἐστὶν ἐρώτων͵
δείκνυεν͵ ἐννυχίου κύματος οὐκ ἀλέγων·
σοὶ δέ͵ φίλος͵ παρέασι καὶ ὁλκάδες· ἀλλὰ θαμίζεις
μᾶλλον Ἀθηναίῃ͵ Κύπριν ἀπωσάμενος.
θεσμοὺς Παλλὰς ἔχει͵ Παφίη πόθον. εἰπέ͵ τίς ἀνὴρ
εἰν ἑνὶ θητεύσει Παλλάδι καὶ Παφίῃ;
5.294 ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Ἡ γραῦς ἡ φθονερὴ παρεκέκλιτο γείτονι κούρῃ͵
δόχμιον ἐν λέκτρῳ νῶτον ἐρεισαμένη
προβλὴς ὥς τις ἔπαλξις ἀνέμβατος· οἷα δὲ πύργος
ἔσκεπε τὴν κούρην ἁπλοῒς ἐκταδίη.
καὶ σοβαρὴ θεράπαινα πύλας σφίγξασα μελάθρου
κεῖτο χαλικρήτῳ νάματι βριθομένη.
ἔμπης οὔ μ΄ ἐφόβησαν· ἐπεὶ στρεπτῆρα θυρέτρου
χερσὶν ἀδουπήτοις βαιὸν ἀειράμενος
φρυκτοὺς αἰθαλόεντας ἐμῆς ῥιπίσμασι λώπης
ἔσβεσα͵ καὶ διαδὺς λέχριος ἐν θαλάμῳ
τὴν φύλακα κνώσσουσαν ὑπέκφυγον· ἦκα δὲ λέκτρου
νέρθεν ὑπὸ σχοίνοις γαστέρι συρόμενος͵
ὠρθούμην κατὰ βαιόν͵ ὅπῃ βατὸν ἔπλετο τεῖχος·
ἄγχι δὲ τῆς κούρης στέρνον ἐρεισάμενος
μαζοὺς μὲν κρατέεσκον͵ ὑπεθρύφθην δὲ προσώπῳ
μάστακα πιαίνων χείλεος εὐαφίῃ.
ἦν δ΄ ἄρα μοι τὰ λάφυρα καλὸν στόμα͵ καὶ τὸ φίλημα
σύμβολον ἐννυχίης εἶχον ἀεθλοσύνης.
οὔπω δ΄ ἐξαλάπαξα φίλης πύργωμα κορείης͵
ἀλλ΄ ἔτ΄ ἀδηρίτῳ σφίγγεται ἀμβολίῃ.
ἔμπης ἢν ἑτέροιο μόθου στήσωμεν ἀγῶνα͵
ναὶ τάχα πορθήσω τείχεα παρθενίης͵
οὐδ΄ ἔτι με σχήσουσιν ἐπάλξιες· ἢν δὲ τυχήσω͵
στέμματα σοὶ πλέξω͵ Κύπρι τροπαιοφόρε.
5.295 ΛΕΟΝΤΙΟΥ
Ψαῦε μελισταγέων στομάτων͵ δέπας· εὗρες͵ ἄμελγε·
οὐ φθονέω͵ τὴν σὴν δ΄ ἤθελον αἶσαν ἔχειν.
5.296 ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Ἐξότε τηλεφίλου πλαταγήματος ἠχέτα βόμβος
γαστέρα μαντῴου μάξατο κισσυβίου͵
ἔγνων͵ ὡς φιλέεις με· τὸ δ΄ ἀτρεκὲς αὐτίκα πείσεις
εὐνῆς ἡμετέρης πάννυχος ἁπτομένη.
τοῦτό σε γὰρ δείξει παναληθέα· τοὺς δὲ μεθυστὰς
καλλείψω λατάγων πλήγμασι τερπομένους.
5.297 ΤΟΥ ΑΥΤΟΥ
Ἠϊθέοις οὐκ ἔστι τόσος πόνος͵ ὁππόσος ἡμῖν
ταῖς ἀταλοψύχοις ἔχραε θηλυτέραις.
τοῖς μὲν γὰρ παρέασιν ὁμήλικες͵ οἷς τὰ μερίμνης
ἄλγεα μυθεῦνται φθέγματι θαρσαλέῳ͵
παίγνιά τ΄ ἀμφιέπουσι παρήγορα καὶ κατ΄ ἀγυιὰς
πλάζονται γραφίδων χρώμασι ῥεμβόμενοι·
ἡμῖν δ΄ οὐδὲ φάος λεύσσειν θέμις͵ ἀλλὰ μελάθροις
κρυπτόμεθα ζοφεραῖς φροντίσι τηκόμεναι.
5.298 ΙΟΥΛΙΑΝΟΥ ΑΠΟ ΥΠΑΡΧΩΝ ΑΙΓΥΠΤΙΟΥ
Ἱμερτὴ Μαρίη μεγαλίζεται· ἀλλὰ μετέλθοις
κείνης͵ πότνα Δίκη͵ κόμπον ἀγηνορίης·
μὴ θανάτῳ͵ βασίλεια· τὸ δ΄ ἔμπαλιν͵ ἐς τρίχας ἥξοι
γήραος͵ ἐς ῥυτίδας σκληρὸν ἵκοιτο ῥέθος·
τίσειαν πολιαὶ τάδε δάκρυα· κάλλος ὑπόσχοι
ψυχῆς ἀμπλακίην͵ αἴτιον ἀμπλακίης.
5.299 ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
«Μηδὲν ἄγαν» σοφὸς εἶπεν· ἐγὼ δέ τις ὡς ἐπέραστος͵
ὡς καλός͵ ἠέρθην ταῖς μεγαλοφροσύναις͵
καὶ ψυχὴν δοκέεσκον ὅλην ἐπὶ χερσὶν ἐμεῖο
κεῖσθαι τῆς κούρης͵ τῆς τάχα κερδαλέης·
ἡ δ΄ ὑπερηέρθη σοβαρήν θ΄ ὑπερέσχεθεν ὀφρὺν
ὥσπερ τοῖς προτέροις ἤθεσι μεμφομένη.
καὶ νῦν ὁ βλοσυρωπός͵ ὁ χάλκεος͵ ὁ βραδυπειθής͵
ὁ πρὶν ἀερσιπότης͵ ἤριπον ἐξαπίνης·
πάντα δ΄ ἔναλλα γένοντο· πεσὼν δ΄ ἐπὶ γούνασι κούρης
ἴαχον· «Ἱλήκοις͵ ἤλιτεν ἡ νεότης.»
5.300 ΠΑΥΛΟΥ ΣΙΛΕΝΤΙΑΡΙΟΥ
Ὁ θρασὺς ὑψαύχην τε καὶ ὀφρύας εἰς ἓν ἀγείρων
κεῖται παρθενικῆς παίγνιον ἀδρανέος·
ὁ πρὶν ὑπερβασίῃ δοκέων τὴν παῖδα χαλέπτειν͵
αὐτὸς ὑποδμηθεὶς ἐλπίδος ἐκτὸς ἔβη.
καί ῥ΄ ὁ μὲν ἱκεσίοισι πεσὼν θηλύνεται οἴκτοις·
ἡ δὲ κατ΄ ὀφθαλμῶν ἄρσενα μῆνιν ἔχει.
παρθένε θυμολέαινα͵ καὶ εἰ χόλον ἔνδικον αἶθες͵
σβέσσον ἀγηνορίην͵ ἐγγὺς ἴδες Νέμεσιν.
5.301 ΤΟΥ ΑΥΤΟΥ
Εἰ καὶ τηλοτέρω Μερόης τεὸν ἴχνος ἐρείσεις͵
πτηνὸς Ἔρως πτηνῷ κεῖσε νόῳ με φέρει.
εἰ καὶ ἐς ἀντολίην πρὸς ὁμόχροον ἵξεαι Ἠῶ͵
πεζὸς ἀμετρήτοις ἕψομαι ἐν σταδίοις.
εἰ δέ τί σοι στέλλω βύθιον γέρας͵ ἵλαθι͵ κούρη·
εἰς σὲ θαλασσαίη τοῦτο φέρει Παφίη͵
κάλλεϊ νικηθεῖσα τεοῦ χροὸς ἱμερόεντος͵
τὸ πρὶν ἐπ΄ ἀγλαΐῃ θάρσος ἀπωσαμένη.
5.302 ΑΓΑΘΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ
Ποίην τις πρὸς ἔρωτας ἴοι τρίβον; ἐν μὲν ἀγυιαῖς
μαχλάδος οἰμώξεις χρυσομανῆ σπατάλην.
εἰ δ΄ ἐπὶ παρθενικῆς πελάσοις λέχος͵ ἐς γάμον ἥξεις
ἔννομον ἢ ποινὰς τὰς περὶ τῶν φθορέων.
κουριδίαις δὲ γυναιξὶν ἀτερπέα κύπριν ἐγείρειν
τίς κεν ὑποτλαίη͵ πρὸς χρέος ἑλκόμενος;
μοίχια λέκτρα κάκιστα καὶ ἔκτοθέν εἰσιν ἐρώτων͵
ὧν μέτα παιδομανὴς κείσθω ἀλιτροσύνη.
χήρη δ΄ ἡ μὲν ἄκοσμος ἔχει πάνδημον ἐραστὴν
καὶ πάντα φρονέει δήνεα μαχλοσύνης.
ἡ δὲ σαοφρονέουσα μόλις φιλότητι μιγεῖσα
δέχνυται ἀστόργου κέντρα παλιμβολίης
καὶ στυγέει τὸ τελεσθέν· ἔχουσα δὲ λείψανον αἰδοῦς
ἂψ ἐπὶ λυσιγάμους χάζεται ἀγγελίας.
εἰ δὲ μιγῇς ἰδίῃ θεραπαινίδι͵ τλῆθι καὶ αὐτὸς
δοῦλος ἐναλλάγδην δμωίδι γινόμενος.
εἰ δὲ καὶ ὀθνείῃ͵ τότε σοι νόμος αἶσχος ἀνάψει͵
ὕβριν ἀνιχνεύων δώματος ἀλλοτρίου.
πάντ΄ ἄρα Διογένης ἔφυγεν τάδε͵ τὸν δ΄ ὑμέναιον
ἤειδεν παλάμῃ Λαΐδος οὐ χατέων.
5.303 ΑΔΗΛΟΝ
Κλαγγῆς πέμπεται ἦχος ἐς οὔατα͵ καὶ θόρυβος δὲ
ἄσπετος ἐν τριόδοις· οὐδ΄ ἀλέγεις͵ Παφίη;
ἐνθάδε γὰρ σέο κοῦρον ὁδοιπορέοντα κατέσχον͵
ὅσσοι ἐνὶ κραδίῃ πυρσὸν ἔχουσι πόθου.
5.304 ΑΔΗΛΟΝ
Ὄμφαξ οὐκ ἐπένευσας· ὅτ΄ ἦς σταφυλή͵ παρεπέμψω·
μὴ φθονέσῃς δοῦναι κἂν βραχὺ τῆς σταφίδος.
5.305 ΑΔΗΛΟΝ
Κούρη τίς μ΄ ἐφίλησεν ὑφέσπερα χείλεσιν ὑγροῖς.
νέκταρ ἔην τὸ φίλημα͵ τὸ γὰρ στόμα νέκταρος ἔπνει·
καὶ μεθύω τὸ φίλημα͵ πολὺν τὸν ἔρωτα πεπωκώς.
5.306 ΦΙΛΟΔΗΜΟΥ
Δακρύεις͵ ἐλεεινὰ λαλεῖς͵ περίεργα θεωρεῖς͵
ζηλοτυπεῖς͵ ἅπτῃ πολλάκι͵ πυκνὰ φιλεῖς.
ταῦτα μέν ἐστιν ἐρῶντος· ὅταν δ΄ εἴπω· «Παράκειμαι.
καὶ σὺ μένεις;» ἁπλῶς οὐδὲν ἐρῶντος ἔχεις.
5.307 ΑΝΤΙΦΙΛΟΥ
Χεῦμα μὲν Εὐρώταο Λακωνικόν͵ ἁ δ΄ ἀκάλυπτος
Λήδα χὠ κύκνῳ κρυπτόμενος Κρονίδας.
οἱ δέ με τὸν δυσέρωτα καταίθετε. καὶ τί γένωμαι;
ὄρνεον. εἰ γὰρ Ζεὺς κύκνος͵ ἐγὼ κόρυδος.
5.308 ΤΟΥ ΑΥΤΟΥ ἢ μᾶλλον ΦΙΛΟΔΗΜΟΥ
Ἡ κομψή͵ μεῖνόν με. τί σοι καλὸν οὔνομα; ποῦ σε
ἔστιν ἰδεῖν; ὃ θέλεις͵ δώσομεν. οὐδὲ λαλεῖς;
ποῦ γίνῃ; πέμψω μετὰ σοῦ τινα. μή τις ἔχει σε;
ὦ σοβαρή͵ ὑγίαιν΄. οὐδ΄ «Ὑγίαινε» λέγεις;
καὶ πάλι καὶ πάλι σοι προσελεύσομαι· οἶδα μαλάσσειν
καὶ σοῦ σκληροτέρας. νῦν δ΄ ὑγίαινε͵ γύναι.
5.309 ΔΙΟΦΑΝΟΥΣ ΜΥΡΙΝΑΙΟΥ
Ψιλιστὴς ὁ Ἔρως καλοῖτ΄ ἂν ὄντως·
ἀγρυπνεῖ͵ θρασύς ἐστιν͵ ἐκδιδύσκει.
5.310 Εἷς λίθος ἀστράπτει τελετὴν πολύμορφον Ἰάκχου
καὶ πτηνῶν τρυγόωντα χορὸν καθύπερθεν Ἐρώτων.